Migne Reading Room

PG 19 · cols. 1180–1189 · Read from the page

Theodore Gaza, On the Months

Theodore Gaza, On the Months

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 19:1180Read from the page
μένα· ἐπιμαρτυρεῖ δὲ καὶ τὸ Θεοφράστου περὶ ἀροτοῦ λεχθὲν πρότερον, Μεταγειτνιῶνα ἐφεξῆς εἶναι Ἑκατομβαιῶνι. Τοῦ γὰρ χειμερινοῦ ἀρχὴν μετὰ τροπὰς θερινὰς τοῦ Μεταγειτνιῶνος μηνὸς εἶναί φησιν· αἱ δὲ θεριναὶ τροπαὶ περὶ Ἑκατομβαιῶνα ἦσαν· καὶ ἔτι τὸ Ἀριστοτέλους περὶ κυήσεως τῶν καράβων. Μετὰ γὰρ Ἑκατομβαιῶνα Μεταγειτνιῶνα καταριθμεῖ ἐφεξῆς. Βοηδρομιῶνα δὲ ἐπὶ Μεταγειτνιῶνι εἶναι συλλογίσασθαι δεῖ, καὶ ἐκ τοῦ ῥηθέντος Ἀριστοτέλει περὶ τόκου τῶν καράβων ἐστί. Πρὸ Ἀρκτούρου γάρ φησι τοὺς καράβους ἐκτίκτειν· κυοῦσι δὲ περὶ μῆνας τρεῖς, Σκιροφοριῶνα, Ἑκατομβαιῶνα, Μεταγειτνιῶνα· Ἀρκτοῦρός τε περὶ Βοηδρομιῶνα ἐπιτέλλει. Ὀχεύεσθαι γὰρ τὰς ἐλάφους φησὶ μετ' Ἀρκτοῦρον περὶ Βοηδρομιῶνα. Καὶ Θεόφραστος ὡραίαν εἶναι τὴν τοῦ καλάμου τομὴν ὑπ' Ἀρκτούρῳ, Βοηδρομιῶνος. Καὶ Σουΐδας δὲ δὴ ὁ λεξικὸς ὑγιὲς εἴρηκε τοῦτό γε, δεύτερον εἶναι Ἀθηναίοις μῆνα τὸν Μεταγειτνιῶνα εἰπών· μετὰ δὲ Βοηδρομιῶνα ἐφεξῆς Μαιμακτηριών. Δῆλον δέ· Ἀριστοτέλης γὰρ ἐν τοῖς αὐτοῖς περὶ ἐλάφων, τοῦτον ἑξῆς τέταχεν εἰπών· « Ἡ δ' ὀχεία γίνεται μετ' Ἀρκτοῦρον, περὶ τὸν Βοηδρομιῶνα καὶ Μαιμακτηριῶνα. » Καὶ τῶν ζώων δὲ τὰ ἀσθενέστερα πρότερον ποιεῖσθαι τὴν μετάστασιν πρὸς τὰς μεταβολὰς τῶν ὡρῶν ἐπιδεικνὺς, ὄρτυγας μὲν Βοηδρομιῶνος, γεράνους δὲ Μαιμακτηριῶνος μεταβάλλειν φησί· καθάπερ ἀμέλει δὴ καὶ ὁρῶμεν τὰς γεράνους τοῦ ἐπιόντος μηνὸς μετὰ τοὺς ὄρτυγας ἀπαίρειν ἐκ τῶν ψυχρῶν τόπων εἰς τοὺς ἀλεεινούς. Ἅμα δὲ δῆλον καὶ ἐκ τοῦ μῆνα δεῖν τάξαι, περὶ ὃν ἡ φθινοπωρινὴ ἰσημερία· τέταρτον γὰρ ἀπὸ Ἑκατομβαιῶνος, περὶ ὃν ἡ θερινὴ ἦν τροπή. Μαιμακτηριὼν δὲ, περὶ ὃν ἡ ἰσημερία. Περὶ Ἀρκτοῦρον γὰρ ἡ ἰσημερία. Περὶ Μαιμακτηριῶνα δὲ ὁ Ἀρκτοῦρος. Τῶν δὲ θέσεων τῇ μὲν αὐθέντης Θεόφραστος, ἀνθεῖν ἱστορῶν τὴν κερωνίαν περὶ Ἀρκτοῦρόν τε καὶ ἰσημερίαν· καὶ προσέτι Γαληνὸς ὁ ἰατρὸς, γράφων ἐν τοῖς περὶ ὑγιεινῶν λόγοις ὧδε· « Ἔστι μὲν ὡραιότατον τῆς ἐλάτης τὸ σπέρμα περὶ τὴν ἐπιτολὴν τοῦ Ἀρκτούρου, ὅστις καιρὸς ἐν Ῥώμῃ ὁ καλούμενος μὲν Σεπτέμβριός ἐστι· » τῇ δ' αὐθέντης Ἀριστοτέλης· « Μετ' Ἀρκτοῦρον » γὰρ, φησὶ, « περὶ Βοηδρομιῶνα καὶ Μαιμακτηριῶνα, » ὡς εἴρηται. Ἢ οὐ τὸ πάρεγγυς ἂν σημαίνοι ὁ οὕτω φράζων. Τοῦτο δὲ ἄτοπον· ἐπεὶ καὶ ἡ φύσις πρὸς τὰς ὥρας ποιεῖται τὰς ὀχείας καὶ τοὺς τόκους τῶν ζώων· καὶ ἤτοι ὅλῃ χρῆται τῇ ὥρᾳ, ἢ τῷ μέσῳ που μάλιστα τῆς αὐτῆς, ἄλλως τε καὶ ει τῇ ἀρχῇ χρησαμένη ἤδη τυγχάνοι. Σημεῖον δ' οὐ μικρὸν τοῦ προσεχοῦς καὶ τὸ περὶ βοῶν οὕτω ῥηθέν· « Ἄρχονται τῆς ὀχείας αἱ βοῦς περὶ τὸν Θαργηλιῶνα μῆνα καὶ τὸν Σκιροφοριῶνα. Οὐ μὴν ἀλλ' ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυΐσκονται. Τὸν γὰρ τῶν πλείστων χρόνον ἑνώσας περὶ τοὺς δύο μῆνας Θαργηλιῶνα καὶ Σκιροφοριῶνα, διεστείλατο πρὸς τὸν τῶν ἐνίων. Ὅλως τε ὅπου ποτ' ἂν οὕτως ἑρμηνεύῃ συντάξας, μηθὲν προσδιορίζων, τὸ ἐφεξῆς τοῦ χρόνου λαμβάνει· δῆλον δὲ τὰ καθ' ἕκαστα μετιόντι. Ἀλλὰ μὴν καὶ τῶν γαλεῶν ἀστερίαν ἄρχεσθαι μὲν ὀχεύεσθαι μηνὸς Μαιμακτηριῶνός φησι, δὶς δὲ τοῦ μηνὸς ἀπο-
and what was said previously by Theophrastus concerning ploughing also bears witness that Metageitnion is next after Hecatombaeon. For he says that the beginning of the winter ploughing is after the summer solstice in the month of Metageitnion; and the summer solstice was around Hecatombaeon; and furthermore what is said by Aristotle concerning the gestation of the spiny lobsters. For after Hecatombaeon he enumerates Metageitnion next in order. And that Boedromion is after Metageitnion one must infer, and it follows from what was said by Aristotle concerning the spawning of the spiny lobsters. For he says that the spiny lobsters spawn before Arcturus; and they carry their eggs for about three months, Scirophorion, Hecatombaeon, and Metageitnion; and Arcturus rises around Boedromion. For he says that the hinds mate after Arcturus around Boedromion. And Theophrastus says that the cutting of the reed is seasonable under Arcturus, in Boedromion. And Suidas the lexicographer has indeed stated this soundness at least, saying that Metageitnion is the second month for the Athenians; and after Boedromion next in order is Maemacterion. And this is clear: for Aristotle, in the same passages concerning deer, has placed this month next in order, saying: "And the mating takes place after Arcturus, around Boedromion and Maemacterion." And showing that the weaker of the animals make their migration earlier at the changes of the seasons, he says that quails migrate in Boedromion, and cranes in Maemacterion; just as indeed we actually see the cranes in the following month after the quails departing from the cold places to the warm ones. And at the same time it is clear also from the need to place the month around which the autumnal equinox falls: for it is the fourth from Hecatombaeon, around which the summer solstice was. And Maemacterion is that around which the equinox falls. For the equinox is around Arcturus. And Arcturus is around Maemacterion. Of these positions the authority for the one is Theophrastus, relating that the carob-tree flowers around Arcturus and the equinox; and in addition Galen the physician, writing in his discourses On Hygiene thus: "The seed of the fir is most seasonable around the rising of Arcturus, which time at Rome is what is called September;" and the authority for the other is Aristotle: for "After Arcturus," he says, "around Boedromion and Maemacterion," as has been said. Otherwise he who speaks thus would not signify proximity. Yet that would be absurd: since nature also makes the matings and the births of animals according to the seasons; and it either uses the whole season, or especially the middle of the same, particularly if it should already happen to have used the beginning. And no small sign of contiguity is also what was spoken thus concerning cattle: "The cows begin their mating around the month of Thargelion and Scirophorion. Nevertheless some are impregnated even until autumn." For having united the time of the majority around the two months Thargelion and Scirophorion, he distinguished it over against that of the few. And in general, wherever he expounds by joining months together in this way, adding no further qualification, he takes the consecutive order of time; and this is clear to anyone going through the particulars. Moreover, he says that of the dogfishes the starry dogfish begins to mate in the month of Maemacterion, and twice in the month brings
Notes, col. 1180

On the reading

Printed ἀροτοῦ, for ἀρότου.

Printed ει, for εἰ.

PG 19:1181Read from the page
τίκτειν. Ταῦτα δὲ συμβαίνειν εὐθὺς ἀπὸ ἰσημερίας φθινοπωρινῆς οἱ περὶ Τάραντα ἁλιεῖς λέγουσιν. Εἰκὸς δὲ καὶ τῷ λόγῳ· τῶν γὰρ ἰχθύων ὀλίγοι τίκτουσι μετοπώρου, ὡς καὶ Αριστοτέλης ἱστορεῖ, οἷον σάλπη, σαργὸς, καὶ ὅσα ἄλλα τοιαῦτα· καὶ νάρκη, καὶ ῥίνη, μικρὸν πρὸ ἰσημερίας τῆς φθινοπωρινῆς. Εἰ δὲ ἀστερίας Μαιμακτηριῶνος τίκτει, εἰκὸς τὸν μῆνα τοῦτον μὴ εἶναι δεύτερον ἀπὸ τῆς ἰσημερίας, ἀλλὰ πρῶτον· καὶ περὶ ἰσημερίαν δὴ τίκτειν, καὶ ἀστερίαν τῶν σελαχωδῶν ὄντα, καὶ ὁμογενῆ τῇ νάρκῃ καὶ ῥίνῃ. Ἰσημερία μὲν οὖν διὰ ταῦτα περὶ Μαιμακτηριῶνα· καὶ ἑξῆς ὅδε Βοηδρομιών ἐστι. Πυανεψιὼν δὲ μετὰ Μαιμακτηριῶνα εὐθύς. Τὸ δὲ πιστὸν καὶ παρὰ Πλουτάρχου ληπτέον, λέγοντος ἐν τῷ Θησέως βίῳ ἄγειν Ἀθηναίους τὴν τῶν Ὀσχοφορίων ἑορτὴν Πυανεψιῶνος, Θησέως καταστήσαντος· φέρειν τε τοὺς ὄσχους, ὅτι συγκομιζομένης ὀπώρας ἐπανῆκε Θησεὺς μετὰ τῶν ἠϊθέων ἐκ Κρήτης, Πυανεψιῶνος ὀγδόῃ ἱσταμένου. Δῆλον γὰρ, ὅτι ἀμπελικῆς ὀπώρας ἡ κομιδὴ ἦν. Ἡ δὲ ὀψιαιτέρα μετ' Ἀρκτοῦρον· ἢ εἰς τρίτον μῆνα οὐκ ἂν γένοιτο περὶ Ἀττικήν. Τρίτος δ' ἡμῖν Πυανεψιὼν ἀπὸ Βοηδρομιῶνος, καὶ μετ' Ἀρκτοῦρον. Ἀλλὰ μὴν καὶ Θεόφραστος ἐν τοῖς αὐτοῖς περὶ φυτῶν ἱστορεῖ κόμαρον ἀνθεῖν Πυανεψιῶνος. Ὁρᾶται δὲ τοῦτο γινόμενον περὶ Ἀττικὴν, καὶ τὰς ὁμοίας τὴν κρᾶσιν χώρας δευτέρῳ μηνὶ ἀπ' ἰσημερίας φθινοπωρινῆς· τρίτῳ δ' ἀπανθεῖν, καὶ τὸ μεμαίκυλον ἤδη ἁδρυνόμενον ἴσχειν. Πυανεψιῶνος δὲ καὶ τὴν ἐν Αἰγύπτῳ κοκκυμηλέαν ἀνθεῖν φησι· τοῦτο δὲ περὶ δεύτερον γίνεσθαι μῆνα ἀπὸ ἰσημερίας Αἰγύπτιοι λέγουσι. Καὶ ἄλλως δὲ δόξειεν ἂν ἀμφισβητοῦντι μάλιστα τῶν ἄλλων ἁπάντων μηνῶν ὁ Πυανεψιὼν εὐθὺς εἶναι μετὰ Βοηδρομιῶνα, εἴ γε περὶ αὐτὸν ἡ κομιδὴ τῆς ὀπώρας, ὡς Πλούταρχος ἔφη. Οὐκ ἔστι δέ· Μαιμακτηριῶνα γὰρ εἶναι ἀποδέδεικται δή. Ὁ ἄρα μετ' ἐκεῖνον εὐθὺς ὅδ' ἐστίν. Ὕστατος δὲ τῷ καταλόγῳ τῷδε ἡμῖν Ἀνθεστηριών· τῷ γὰρ ὑπολειπομένῳ τὴν λοιπὴν ἀπονεῖμαι χώραν δὴ ἀναγκαῖον. Καὶ πίστις ἱκανὴ τέως γε τοῦτο ἂν εἴη. Ἅμα δὴ δῆλον, καὶ ὅτι περὶ Ποσειδεῶνα αἱ χειμεριναὶ τροπαὶ ἀκριβέστερον, ὅπερ κατ' ἀρχὰς ἀπελίπομεν τοῖς ὑστέροις. Ἕβδομος γὰρ ὅδε ἀπὸ Ἑκατομβαιῶνος καὶ τροπῶν θερινῶν. Φιλόστρατος δὲ πάμπολυ διέστηκε, φάμενος Ἀθηναίοις νόμιμον εἶναι τοὺς παῖδας τριετεῖς γενομένους στεφανοῦσθαι τῶν ἀνθέων μηνὸς Ἀνθεστηριῶνος. Δῆλος γάρ ἐστιν ἐαρινὸν τόνδε μῆνα καταριθμῶν. Εἰ μὲν οὖν οἱ ἐπ' αὐτοῦ Ἀθηναῖοι, τὴν τῶν προγόνων περὶ τοὺς μῆνας σύνταξιν ὑπαλλάξαντες, ἄλλως ἐχρῶντο, ἀληθὲς ἀντιλέγοι· πλὴν ἡμῖν, οὐχ ὅ τι οἱ ἐπὶ Φιλοστράτου Ἀθηναῖοι ἦγον, ἐπιμελὲς εἰδέναι τε καὶ λαβεῖν, ἀλλ' ὅ τι οἱ ἐπ' Ἀριστοτέλους καὶ Θεοφράστου. Εἰ δὲ δὴ τὸ μὲν περὶ τοὺς παῖδας αὐτὸς λογοποιεῖ τε καὶ πλάττεται, ὡς καὶ ἄλλα πολλὰ, σοφιστὴς ὤν· τὸν δὲ μῆνα ἀπὸ τῶν ἀνθέων ἐτυμολογῶν ὑπείληφεν ἐαρινὸν εἶναι· οὕτω δὲ καὶ πολλῷ μᾶλλον εὐκαταφρονητότερα τὰ κατ' αὐτὸν γίνεται. Οὐδὲ γὰρ δὴ τὰ τῆς ἐτυμολογίας πιθανώτερα ἀπὸ τῆς ἕξεως τῶν ἀνθέων ἢ ἀπὸ τῆς στερήσεως φαίνοιτ' ἄν. Ὅτι γὰρ στέρεσθαι τότε ἀνθέων συμβαίνει τὴν ὥραν, Ἀνθεστη-
forth. And the fishermen around Tarentum say that these things happen immediately after the autumnal equinox. And it is likely according to reason as well: for few of the fishes spawn in autumn, as Aristotle also relates, such as the salpa, the sargus, and all other such kinds; and the torpedo and the angel-shark, a little before the autumnal equinox. Now if the starry dogfish brings forth in Maemacterion, it is likely that this month is not the second from the equinox, but the first; and that the starry dogfish also brings forth around the equinox, being one of the cartilaginous fishes, and akin to the torpedo and the angel-shark. Therefore on account of these things the equinox is around Maemacterion; and next is this month next to Boedromion. And Pyanepsion is immediately after Maemacterion. And confirmation must also be taken from Plutarch, who says in the Life of Theseus that the Athenians celebrate the festival of the Oschophoria in Pyanepsion, Theseus having established it; and that they carry the vine-branches with grapes because Theseus returned with the youths from Crete when the autumn fruit was being gathered in, on the eighth day of the beginning of Pyanepsion. For it is clear that the gathering was of the vintage fruit. And the latest vintage is after Arcturus; otherwise it would not take place into the third month around Attica. And Pyanepsion is third for us from Boedromion, and after Arcturus. Moreover, Theophrastus also in the same books concerning plants relates that the arbutus flowers in Pyanepsion. And this is seen happening around Attica, and lands similar in climate, in the second month from the autumnal equinox; and in the third it sheds its blossom, and holds the arbutus-berry already ripening. And he says that in Pyanepsion the plum-tree in Egypt also flowers; and the Egyptians say that this happens around the second month from the equinox. And otherwise to one who disputes it Pyanepsion might seem most of all the other months to be immediately after Boedromion, since around it takes place the gathering of the autumn fruit, as Plutarch said. Yet it is not so: for it has already been demonstrated to be Maemacterion. Therefore the one immediately after that is this month. And last in this catalogue for us is Anthesterion: for to the one remaining over it is necessary to assign the remaining place. And this would be a sufficient proof for the meantime at least. At the same time it is clear also that around Posideon is the winter solstice more accurately, which at the beginning we left for the later discussions. For this is the seventh from Hecatombaeon and the summer solstice. But Philostratus differs very widely, saying that it was customary for the Athenians for children when they reached three years of age to be crowned with flowers in the month of Anthesterion. For he is manifestly reckoning this month as a spring one. Now if the Athenians of his time, having altered the arrangement of their ancestors concerning the months, used them differently, he might speak truly in reply; except that for us it is a care to know and grasp not what the Athenians in the time of Philostratus observed, but what those in the time of Aristotle and Theophrastus observed. But if, being a sophist, he himself fabricates and invents the story about the children, as he does many other things as well, and deriving the etymology of the month from flowers has supposed it to be in spring, then in this way what he says becomes much more contemptible still. For indeed the argument from etymology would not appear more plausible from the possession of flowers than from the privation of them. For because it happens that the season is then deprived of flowers, Antheste-
Notes, col. 1181

On the reading

Printed Αριστοτέλης, for Ἀριστοτέλης.

PG 19:1184Read from the page
ριῶνα τὸν τελευταῖον τῶν φθινοπωρινῶν μῆνα ὠνομάσθαι φαίημεν ἂν ἡμεῖς· εἴ τι δέοι καὶ τοῖς ὀνόμασι κατακολουθεῖν.
rion, we would say, was named as the last month of the autumnal ones, if one ought at all to follow the names as well.
Τὸ ἐφεξῆς τῶν Ἀττικῶν μηνῶν.
The succession of the Attic months.
Ϛʹ. Τὸ μὲν οὖν ἐφεξῆς τῶν Ἀττικῶν μηνῶν ὧδε ἡμῖν διὰ τὰς εἰρημένας αἰτίας ὑφηγείσθω·
Chapter VI. Let the succession of the Attic months, therefore, be set forth by us thus for the reasons stated:
Ἑκατομβαιὼν, Μεταγειτνιὼν, Βοηδρομιὼν, Μαιμακτηριὼν, Πυανεψιὼν, Ἀνθεστηριὼν, Ποσειδεὼν, Γαμηλιὼν, Ἐλαφηβολιὼν, Μουνυχιὼν, Θαργηλιὼν, Σκιροφοριών.
Hecatombaeon, Metageitnion, Boedromion, Maemacterion, Pyanepsion, Anthesterion, Posideon, Gamelion, Elaphebolion, Munychion, Thargelion, Scirophorion.
Αἴτιον τῆς περὶ τοὺς μῆνας ἀγνοίας.
The cause of the ignorance concerning the months.
Ζʹ. Τῆς δὲ περὶ ταῦτα ἀγνοίας τοῖς πρὸ ἡμῶν αἴτιον τὸ Ῥωμαίους ἅμα καὶ διορθῶσαι τὰ περὶ τὸν ἐνιαυτὸν, καὶ ἄρξαι, ὥσπερ τῶν ἄλλων ἐθνῶν, καὶ τοῦ Ἑλληνικοῦ. Πρὸς γὰρ τῷ ἄρχειν ἑτέρων καὶ τὸ τῆς φωνῆς δὴ καθαρὸν καὶ κομψὸν Ἕλληνες ἀπολωλεκότες, πρὸς τὴν τῶν ἀρχόντων φωνὴν, ᾗ φιλεῖ γίνεσθαι, ἐξίσταντο, καὶ τῶν Ῥωμαϊκῶν ὀνομάτων ἄλλοις τε πολλοῖς, καὶ δὴ καὶ ταῖς τῶν μηνῶν προσηγορίαις τοῖς σφετέροις ἀναμιγνύντες ἐχρῶντο· δεξάμενοί τε ἀποικίας Ῥωμαίων, αὑτούς τε ἄχρι καὶ νῦν Ῥωμαίους ἀντὶ Ἑλλήνων καλοῦσι· καὶ ὥσπερ οἰκείαις ταῖς τῶν Ῥωμαίων ἀμφὶ τοὺς μῆνας χρῶνται ὀνομασίαις.
Chapter VII. And the cause of the ignorance concerning these matters among those before us is that the Romans at the same time both reformed the arrangement of the year and ruled over the Greek nation just as over the other nations. For besides being ruled by others, the Greeks, having also lost the purity and elegance of their speech, gave way, as usually happens, to the language of their rulers, and used both many other Roman names and in particular the designations of the months, mingling them with their own; and having received colonies of Romans, even up to the present day they call themselves Romans instead of Hellenes, and use the Roman appellations for the months as though they were their own.
Περὶ ἑρμηνείας τῶν μηνῶν.
Concerning the translation of the months.
Ηʹ. Ἑρμηνείας δ' ἕνεκα πρὸς τοὺς τῶν Ῥωμαίων μῆνας, εἰ λάβοιμεν ἀρχὴν ὁμολογουμένην ἕνα τινὰ τῶν μηνῶν, ὀνομάσαντες ὀρθῶς, ὡς Ἀθηναῖοι ἦγον, καὶ ὡς Ῥωμαῖοι τὸν αὐτὸν προσαγορεύειν εἰώθασιν· ἔσται δὴ οὕτω καλῶς ἀποδεδομένον, ὡς ἑκάστους γε μεθερμηνευτέον, καὶ ὡς περὶ ἑκάστην δήπου τῶν ὡρῶν χρηστέον τοῖς Ἀθηναίων ὀνόμασι τούτοις. Περὶ γὰρ τάξεως τῶν Ῥωμαϊκῶν γε ἀμφισβητεῖ οὐδεὶς, εἰ πρῶτος Ἰανουάριος, εἶτα Φεβρουάριος, εἶτα Μάρτιος, καὶ οἱ λοιποὶ, καθάπερ καὶ λέγονται ἐφεξῆς. Εἰλήφθω δὴ οὖν τις τῶν τροπικῶν. Ἔστω δὲ, εἰ δοκεῖ, Ἑκατομβαιών. Εἰ τοίνυν περὶ Ἑκατομβαιῶνα αι θεριναὶ τροπαὶ Ἀθηναίοις, δῆλον, ὅτι περὶ ὃν ἄν ποτε ὦσι Ῥωμαίοις τῶν οἰκείων μηνῶν αἱ αὐταὶ τροπαὶ, οὗτός ἐστιν Ἑκατομβαιών. Λέγω δὲ κατ' ἀναλογίαν, ὥσπερ σήπιον, καὶ ἄκανθαν, καὶ ὀστοῦν. Ἀνάλογον γὰρ, καὶ πάντα ἁπλῶς ἑρμηνεύειν δεῖ, μὴ ὅτι τοὺς μῆνας, εἰ μέλλοι τι ὄφελος εἶναι τῆς ἑρμηνείας. Περὶ Ἰούνιον δὲ Ῥωμαίοις ἀεὶ αἱ θεριναὶ τροπαὶ, ὡς ἴσασι πάντες· ὁ ἄρα Ἰούνιός ἐστιν Ἑκατομβαιών. Θεμένοις δὲ δὴ Ἰούνιον εἶναι τὸν Ἑκατομβαιῶνα, ἔργον οὐδὲν τῶν ἄλλων ἕκαστον ἑρμηνεῦσαι. Ὁ γὰρ ἀεὶ ἐπιὼν τῶν Ἀττικῶν κατὰ τὴν ὑποτεθεῖ-
Chapter VIII. Now for the sake of translation in relation to the months of the Romans, if we should take as an agreed starting-point some one of the months, naming it rightly as the Athenians observed it and as the Romans are accustomed to call the same one, it will thus be well established how each of them should be translated, and how around each of the seasons one should use these Athenian names. For concerning the order of the Roman months at least no one disputes whether January is first, then February, then March, and the rest, just as they are spoken of in succession. Let one of the solstice months, then, be taken. And let it be, if it seems good, Hecatombaeon. If therefore around Hecatombaeon is the summer solstice for the Athenians, it is clear that around whichever of their own months the same solstice may be for the Romans, this one is Hecatombaeon. And I speak by analogy, just as cuttlebone, and fish-spine, and bone. For by analogy one must simply translate all things, not only the months, if there is to be any benefit from the translation. Now for the Romans the summer solstice is always around June, as all know; June, therefore, is Hecatombaeon. And once we have laid down that June is Hecatombaeon, it is no labour to translate each of the others. For the Attic month that always follows next according to the posited
Notes, col. 1184

On the reading

Printed αι, for αἱ.

PG 19:1185Read from the page
σαν σύνταξιν, τῷ ἀεὶ ἐπιόντι τῶν Ῥωμαϊκῶν ἐφαρμόττων, καὶ πρὸς τὰς ὥρας τοῦ ἐνιαυτοῦ συμφωνῶν ὑπάρξει. Ἀπορήσειε δ' ἄν τις, εἴ γε τοὺς χρόνους Ἀθηναῖοι ἦγον κατὰ τὴν σελήνης φορὰν, Ῥωμαῖοι δὲ κατὰ τὴν ἡλίου λογίζονται, πῶς ἂν οἱ τῶν Ἀθηναίων ἐφαρμόζοιντο τοῖς μὲν Ῥωμαίων μησὶν, ὥστε καὶ ἀπαρτίζειν ἀεὶ, καὶ Ἰούνιον μὲν τὸν Ἑκατομβαιῶνα, Ἰούλιον δὲ τὸν Μεταγειτνιῶνα ἑρμηνεύειν ὀρθῶς· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. Οὐ γὰρ ἰσοταχὴς ἡ σελήνη τῷ ἡλίῳ· οὐδ' ἅμα τελευτῶσι καὶ ἄρχονται, ὡς εἰπεῖν, περὶ τὸν τοῦ ζωδιακοῦ μερισμόν. Ἀνάγκη δὴ ἐπαμφοτερίζειν τοὺς τῶν Ἀθηναίων μῆνας. Εἰ δὲ δὴ ἕκαστος ἐπαμφοτερίζων ἀμφοῖν, ἐπιλήψεται τοῦ τε προτέρου, ὡς Ῥωμαῖοι ἄγουσι, καὶ τοῦ ὑστέρου μηνὸς, τί μᾶλλον ἀπὸ τοῦ προτέρου μεθερμηνευόμενος ὀνομάζοιτο ἂν καλῶς ἢ ἀπὸ τοῦ ὑστέρου; Ὃν δὴ τρόπον καὶ Γαληνὸς περὶ τοῦ τῆς ἐλάτης σπέρματος γράφων, « Ὅστις καιρὸς, φησὶν, ἐν Ῥώμῃ μὲν ὁ καλούμενος μὴν Σεπτέμβριός ἐστιν, ἐν Περγάμῳ δὲ παρ' ἡμῖν Ὑπερβερεταῖος, Ἀθήνῃσι δὲ Μυστήρια. » Τὰ γάρ τοι μυστήρια Βοηδρομιῶνος ἦν. Περὶ εἰκάδα γὰρ τοῦ Βοηδρομιῶνος ὁ μυστικὸς Ἴακχος ἐξήγετο, ὡς καὶ Πλούταρχος ἱστορεῖ. Ἔοικε δὲ καὶ ὁ Ῥωμαῖος Πλίνιος, παντοδαπῆς ἱστορίας συγγραφεὺς, οὕτω μεταφέρων Ἀριστοτέλους τὸ περὶ τόκου τῶν ἰχθύων, ὡς οἱ πλεῖστοι τίκτουσιν ἐν τρισὶ μησὶ, Μουνυχιῶνι, Θαργηλιῶνι, Σκιροφοριῶνι, φάναι ἐν τρισὶν, Ἀπρίλι, Μαΐῳ, Ἰουνίῳ, τίκτειν τοὺς πλείστους. Ἔτι τοῦ ἐνιαυτοῦ, ὡς μὲν Ῥωμαῖοι ἄγουσι, τριακόσιαι καὶ ἑξήκοντα καὶ πέντε ἡμέραι εἰσίν· ἀκριβολογεῖσθαι δ' εἰς τὸ παρὸν οὐ δεῖ· ὡς δὲ Ἀθηναῖοι, κατὰ μὲν Ἀριστοτέλη, τριακόσιαι καὶ ἑξήκοντα. « Ἔνιαι δὲ, φησὶ, κύουσι τῶν κυνῶν πέμπτον μέρος τοῦ ἐνιαυτοῦ, τοῦτο δέ ἐστιν ἡμέρας ἑβδομήκοντα καὶ δύο· » καθ' Πρόδοτον δὲ καὶ ἄλλους, τριακόσιαι πεντηκοντατέσσαρες. Ὡς τοσούτων δὴ γινομένων, εἰ τῶν μηνῶν οἱ μὲν πλήρεις τε καὶ τριακονθήμεροι, οἱ δὲ κοῖλοί τε καὶ μιᾷ τῶν ἑτέρων ἡμέρᾳ λειπόμενοι ἐναλλὰξ εἶεν παρ' ἕνα, ὁποτέρως δ' ἂν ἔχῃ, τὸ ἐπιὸν δὴ ἔτος ἀεὶ προτερήσει, καὶ ἐκ προσαγωγῆς εἰς ἐναντίας ὥρας ἐκπεσοῦνται οἱ μῆνες ὑποφερόμενοι. Πάλιν εἰ τὸ Ἴλιον ἥλω τελευτῶντος τοῦ ἔαρος, ὀγδόῃ φθίνοντος Θαργηλιῶνος μηνὸς, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὡς ὁ Ἁλικαρνασσεὺς Διονύσιος ἀρχαιολογῶν τὰ Ῥωμαϊκά φησι· πῶς τροπικὸς θερινὸς ὁ Ἑκατομβαιών; Ὅδε γὰρ ὁ λόγος ἀποφαίνει Σκιροφοριῶνα εἶναι τροπικὸν θερινόν. Ἀνομόλογον δὲ καὶ τὸ Θεοφράστου, ὅτι ἄκρου ἔαρος εὐθὺς, ἱσταμένου τοῦ Θαργηλιῶνος. Εἰ γὰρ ἄκρου ἔαρος ὁ Θαργηλιὼν, οὐκ ἂν τροπικὸς ὁ Ἑκατομβαιὼν εἴη· πολὺ δ' ἧττον ὁ Μουνυχιὼν ἐαρινός τε καὶ ἰσημερινός. Ἔοικε δ' ἀπεμφαῖνον καὶ τὸ τοῦ Πλουτάρχου· « Συγκομιζομένης ὀπώρας Πυανεψιῶνος ὀγδόῃ ἱσταμένου. » Δοκεῖ γὰρ ὁ Πυανεψιὼν μᾶλλον εἶναι ἰσημερινὸς φθινοπωρινὸς ἢ ὁ Μαιμακτηριὼν, εἴ γε ἀμπελικῆς ὀπώρας ἡ κομιδὴ ἦν.
arrangement, fitting the Roman month that always follows next, will also be in harmony with the seasons of the year. Yet someone might raise a difficulty: since the Athenians reckoned times according to the course of the moon, while the Romans calculate them according to that of the sun, how could the months of the Athenians be fitted to the months of the Romans so as always to match exactement, and rightly to translate Hecatombaeon as June, and Metageitnion as July, and similarly in the case of the others? For the moon is not of equal speed with the sun; nor do they end and begin together, so to speak, with respect to the division of the zodiac. Necessarily, then, the months of the Athenians overlap both ways. And if each month, overlapping both, takes hold both of the former month, as the Romans reckon it, and of the latter, why should it be well named when translated from the former any more than from the latter? In the very way that Galen also, writing about the seed of the fir, says: "Which time at Rome is the month called September, and at Pergamum among us Hyperberetaeus, and at Athens the Mysteries." Now the Mysteries were in Boedromion. For around the twentieth of Boedromion the mystic Iacchus was led forth, as Plutarch also relates. And the Roman Pliny also, the writer of natural history of every kind, seems thus to render Aristotle's statement concerning the spawning of the fishes, that most of them spawn in three months, Munychion, Thargelion, and Scirophorion, by saying that in three months, April, May, and June, most of them spawn. Furthermore, of the year, as the Romans reckon it, there are three hundred and sixty-five days—for there is no need to reckon minutely for the present—whereas as the Athenians reckon it, according to Aristotle, three hundred and sixty: "Some of the bitches," he says, "carry in the womb for the fifth part of the year, and this is seventy-two days;" and according to Herodotus and others, three hundred and fifty-four. Since there are so many days, if of the months some were full and of thirty days, and others hollow and falling short of the others by one day alternately every other month, whichever way it may be, the following year will always anticipate, and progressively the months, slipping back, will fall out into opposite seasons. Again, if Ilium was taken at the end of spring, on the eighth day before the end of the month of Thargelion, seventeen days before the summer solstice, as Dionysius of Halicarnassus says in his Roman Antiquities, how is Hecatombaeon the month of the summer solstice? For this account shows Scirophorion to be the month of the summer solstice. And out of agreement is also the statement of Theophrastus, that at the height of spring is right at the beginning of Thargelion. For if Thargelion is at the height of spring, Hecatombaeon could not be the month of the solstice; and much less could Munychion be vernal and equinoctial. And what Plutarch says also seems discordant: "When the autumn fruit was being gathered in on the eighth day of the beginning of Pyanepsion." For Pyanepsion seems rather to be the autumnal equinoctial month than Maemacterion, if indeed it was the gathering of the vintage fruit.
Notes, col. 1185

On the reading

Printed Ἀπρίλι, for Ἀπριλίῳ.

Printed Πρόδοτον, for Ἡρόδοτον.

PG 19:1188Read from the page
Λῦσαι δὴ δεῖ τὰ ἀπορούμενα ταῦτα, ἵν' ἥ τε σκέψις γίνηται κατὰ τρόπον, καὶ τὸ πιστὸν μᾶλλον ἔχῃ τὰ εἰρημένα. Τοὺς μὲν οὖν πάνυ ἀρχαίους ἀλογίστως τε καὶ ἀτάκτως κεχρῆσθαι τοῖς μησὶ, καὶ ἄλλοις ἄλλως τὸν ἐνιαυτὸν ὡρικέναι, παρά τε ἄλλων καὶ Πλουτάρχου ἀνδρὸς πολυμαθεστάτου πυθέσθαι ἔστιν. Ἔνιοι γοῦν τῶν βαρβάρων τρισὶν ἐχρῶντο μησὶν εἰς τὸν ἐνιαυτόν· καὶ τῶν Ἑλλήνων Ἀρκάδες μὲν τέτταρσιν, Ἀκαρνᾶνες δὲ ἕξ. Αἰγυπτίοις δὲ μηνιαῖος ἦν ὁ ἐνιαυτὸς, εἶτα τετράμηνος, ὥς φασι. Διὸ καὶ ἀρχαιότατοι εἶναι δοκοῦσι, πλῆθος ἐτῶν καταριθμοῦντες σφίσιν ἀμήχανον, ἅτε δὴ τοὺς μῆνας τιθέμενοι εἰς ἐτῶν ἀριθμόν. Καὶ Ῥωμαῖοι δὲ πρότερον δεκάμηνον ἦγον τὸν ἐνιαυτὸν, καὶ τῶν μηνῶν τοὺς μὲν οὐδὲ εἴκοσιν ἡμερῶν, τοὺς δὲ πέντε καὶ τριάκοντα, τοὺς δὲ καὶ πλειόνων· ἐκεῖνό τε μόνον ἐσκόπουν, ὅπως ἑξήκοντα καὶ τριακοσίων ἡμερῶν ὁ ἐνιαυτὸς ἔσται· ἔννοιαν δὲ τῆς γινομένης περὶ τὴν σελήνην καὶ τὸν ἥλιον ἀνωμαλίας οὐκ εἶχον. Ὕστερον δὲ Νομᾶς Πομπίλιος βασιλεύων λέγεται δύο τε προσθεῖναι μῆνας, καὶ τὸ παράλλαγμα τῆς ἀνωμαλίας ἡμερῶν ἕνδεκα γίνεσθαι λογιζόμενος· ὡς τοῦ μὲν σεληνιακοῦ ἔτους τριακοσίας πεντηκοντατέσσαρας ἔχοντος ἡμέρας, τοῦ δὲ ἡλιακοῦ τριακοσίας ἑξηκονταπέντε· τὰς ἕνδεκα ταύτας διπλασιάσας, ἐπαγαγεῖν παρ' ἐνιαυτὸν ἐπὶ τῷ Φεβρουαρίῳ μηνὶ τὸν ἐμβόλιμον, εἴκοσι καὶ δυοῖν ἡμερῶν ὄντα. Εικὸς δ' ἐκεῖνον ταῦτα πρὸς ὁμοίαν τινὰ Ἀθηναίων χρῆσιν πεποιηκέναι. Σόλωνα γὰρ πρῶτον Ἀθήνησι τὴν περὶ τοὺς μῆνας ἀνωμαλίαν συνιδεῖν φασι· καὶ τὴν μὲν ἡμέραν, καθ' ἣν ἡ σελήνη καταλαμβάνει τε καὶ παρέρχεται τὸν ἥλιον, τάξαι ἕνην καὶ νέαν καλεῖσθαι· τὴν δ' ἐφεξῆς νουμηνίαν προσαγορεῦσαι· ἄχρι τε τριακάδος τὸν μῆνα ἠριθμηκέναι· καὶ ὅλως ἐπὶ τὸ βέλτιον διαθέσθαι τὰ περὶ τὸν ἐνιαυτόν. Χρῆσιν δ' ἐμβολίμου μηνὸς καὶ Ἕλλησιν ἀνέκαθεν εἶναι δηλοῖ καὶ Ἡρόδοτος, λέγων· « Ἕλληνες μὲν διὰ τρίτου ἔτεος ἐμβόλιμον ἐπεμβάλλουσι τῶν ὡρέων εἵνεκεν· Αἰγύπτιοι δὲ, τριακονθημέρους ἄγοντες τοὺς δώδεκα μῆνας, ἐπάγουσιν ἀνὰ πᾶν ἔτος πέντε ἡμέρας παρὲξ τοῦ ἀριθμοῦ· καί σφιν ὁ κύκλος τῶν ὡρέων εἰς ταυτὸ περιιὼν παραγίνεται. » Εἰ δὲ Νομᾶς μὲν εἴκοσι καὶ δυοῖν ἡμερῶν τὸν ἐμβόλιμον ἔταξεν, Ἡρόδοτος δὲ τριακονθήμερον καταριθμεῖ· οὐθὲν τουτὶ πρὸς τὸν νῦν λόγον. Ἀλλ' ἐκεῖνο δῆλον κἀκ τούτων, ὡς Ἀθηναῖοι χρώμενοι ἐμβολίμῳ προσανεπλήρουν τὸ ἐλλεῖπον πρὸς τὴν ὅλην περίοδον τοῦ ἡλίου τῶν ὡρῶν ἕνεκα.
Now we must resolve these difficulties, so that our inquiry may proceed in due manner and what has been said may have greater credibility. That the very ancient men, then, used the months without calculation and without order, and defined the year in different ways among different peoples, may be learned both from others and from Plutarch, a man of the greatest learning. Some at least of the barbarians used three months for the year; and of the Greeks, the Arcadians four, and the Acarnanians six. Among the Egyptians the year was of one month, and then of four months, as they say. Wherefore also they seem to be the most ancient, reckoning for themselves an immense multitude of years, inasmuch as they counted the months into the number of years. And the Romans also previously observed a ten-month year, and made some of the months not even of twenty days, others of thirty-five, and others of even more; and they looked to this alone, that the year should be of three hundred and sixty days, while they had no conception of the irregularity that takes place with respect to the moon and the sun. Later, however, Numa Pompilius when reigning is said both to have added two months, and, reckoning the divergence of the irregularity to be of eleven days—since the lunar year has three hundred and fifty-four days, and the solar three hundred and sixty-five—to have doubled these eleven days, and introduced every other year upon the month of February the intercalary month, being of twenty-two days. And it is likely that he did these things in imitation of some similar practice of the Athenians. For they say that Solon first at Athens perceived the irregularity concerning the months; and appointed that the day on which the moon overtakes and passes the sun should be called the old and new; and named the following day the new moon; and numbered the month up to the thirtieth day; and in general arranged the matters concerning the year for the better. And that the use of an intercalary month belonged to the Greeks also from of old, Herodotus too shows, saying: "The Greeks every third year insert an intercalary month on account of the seasons; whereas the Egyptians, reckoning the twelve months as of thirty days, add every year five days beyond the number, and for them the cycle of the seasons coming round arrives at the same point." And if Numa appointed the intercalary month as of twenty-two days, while Herodotus reckons it as of thirty days, this is nothing to the present argument. But this is clear from these things also, that the Athenians by using an intercalary month filled up what was lacking towards the whole circuit of the sun for the sake of the seasons.
Περὶ ἐνιαυτοῦ.
Concerning the year.
Θʹ. Διχῶς οὖν ἐθεώρουν τὸν ἐνιαυτὸν, οἷον τὸν μὲν ἑξήκοντα καὶ τριακοσίαις ἡμέραις ὁριζόμενον τῷ ἡλίῳ, διὰ τὴν εἰς τοσαύτας μοίρας κατατομὴν τοῦ λοξοῦ· καὶ τούτου δὴ μέρος πέμπτον Ἀριστοτέλης εἶναί φησιν ἡμέρας ἑβδομήκοντα καὶ δύο· τὸν δὲ τέτταρσι καὶ πεντήκοντα καὶ τριακοσίαις τῇ σελήνῃ. Ἀνάλογον δὲ καὶ τοὺς μῆνας ἦγον, τοὺς μὲν κατὰ τὸν ἥλιον, τοὺς δὲ κατὰ τὴν σελήνην· ἐπέβαλλόν τε τοῖς μὲν τριάκοντα ἡμέρας, τοῖς δὲ πέντε, καὶ εἴ που
Chapter IX. In two ways, therefore, they considered the year: as the one defined by the sun in three hundred and sixty days, on account of the division of the oblique circle into so many degrees—and the fifth part of this Aristotle says is seventy-two days—and the other by the moon in three hundred and fifty-four days. And correspondingly they reckoned the months also, some according to the sun, and others according to the moon; and to the one they added thirty days, and to the other five, and if perhaps
Notes, col. 1188

On the reading

Printed Εικὸς, for Εἰκὸς.

PG 19:1189Read from the page
πλείονος δέοι διὰ τετάρτου ἐνιαυτοῦ. Τὰ δ' ἄρα βοήθεια ἦν, διατείνουσα μὲν οὐ πόρρω, ἱκανὴ μέντοι εἰς τὸ αὐτὸ ἀντικαθιστάναι, καὶ εἴργειν ἐν τοῖς αὐτοῖς που ὅροις τοὺς μῆνας· ἴαμά τε τῆς ἀνωμαλίας ἐτύγχανεν ὂν, ὡς καὶ Πλούταρχος λέγει, μειζόνων ἰαμάτων δεήσεσθαι μέλλον. Καῖσαρ οὖν ὁ πρῶτος μοναρχήσας Ῥωμαίων, τοῖς ἀρίστοις τῶν μαθηματικῶν πρόβλημα περὶ τούτου προθεὶς, ἐκ τῶν ὑποκειμένων ἤδη μεθόδων ἰδίαν τινὰ καὶ διηκριβωμένην μᾶλλον ἐπανόρθωσιν ἔμιξε. Δοκοῦσι δ' Αἰγύπτιοι πρῶτοι μησὶ χρήσασθαι καθ' ἥλιον τριακονθημέροις δώδεκα, καὶ πέντε ἡμέρας ἐπαγαγεῖν κατ' ἐνιαυτὸν ἕκαστον· τό τε ἐπιτρέχον μόριον τῆς ἡμέρας εἰς ἐκπλήρωσιν τοῦ ὅλου ἐνιαυτοῦ ἐκ περιόδων πλειόνων ἐτῶν ἀπολαβόντες, συνθέσθαι μίαν ἡμέραν. Ἕλληνες δὲ παρ' ἐκείνων ἄλλα τε πλείω τῶν οὐρανίων θεωρημάτων, καὶ ταῦτα παρέλαβον, τὰ μὲν μεθερμηνευθέντων εἰς τὸ Ἑλληνικὸν τῶν ὑπομνημάτων, τὰ δὲ καὶ συνδιατρίψαντες τοῖς ἐκεῖ ἱερεῦσι, περιττοῖς οὖσι τὴν τῶν οὐρανίων ἐπιστήμην. Πλάτωνα γοῦν φασί τινες καὶ Εὔδοξον, ἀποδημήσαντας εἰς Αἴγυπτον, ὁμιλῆσαι τοῖς ἱερεῦσι τρισκαίδεκα ἔτη. Μυστικοὺς γὰρ ὄντας καὶ δυσμεταδότους, ἔδει τῷ χρόνῳ καὶ ταῖς θεραπείαις ἐκλιπαρῆσαι, ὥστε τινὰ τῶν θεωρημάτων ἱστορῆσαι. Ταῦτα μὲν οὕτω διαιρεῖν ἴσως οὐ χεῖρον· τό τε διηπορημένον φανεὶς ὁ ἐμβόλιμος λύει. Καὶ εἴ τι διὰ πλείονος ἔτι χρόνου παραλλάττει, εἰκὸς καὶ τοὺς πάλαι συνορῶντας καὶ τοῦτο δήπου ἐπανορθοῦσθαι, ὁτὲ μὲν μακρότερον, ὁτὲ δὲ βραχύτερον τὸν ἐμβόλιμον ποιουμένους. Τὸ δ' ἀκριβέστατον, καὶ μηδὲ παρ' ὀλίγον τι πλημμελεῖν, οὐκ ἐπιζητεῖν δεῖ· ὁπότε καὶ νῦν, ἐπίδοσιν τῆς ἀστρολογίας τοσαύτην λαβούσης, ὅμως ἡ τῆς κινήσεως ἀνωμαλία διαφεύγει τὸν λόγον, περιγινομένη τῆς τῶν μαθηματικῶν ἐμπειρίας. Τὰς μέντοι τῶν μηνῶν περιόδους ὁμολογεῖν ταῖς ὥραις ἀεὶ ποιεῖ ὁ ἐμβόλιμος τῷ τρίτῳ ἀεὶ ἐπαγόμενος τῶν ἐτῶν. Τὸ δὲ πρὶν ἐμβολάσαι, καὶ περὶ τὸ ἐμβολάζον αὐτὸ ἔτος ὑπενεχθέν τε καὶ ἐπαλλάξαν τῶν μηνῶν, ἔτι δεῖται λόγου, πῶς ἂν ἑρμηνευόμενον τυγχάνοι τοῦ ἱκανοῦ. Δῆλον γὰρ, ὅτι τὸ ἐμβολάζον συχνὰ παρ' ἕνα που ἕξει τοὺς μῆνας ἀνομολόγους ταῖς ὥραις. Διὸ καὶ Θεόφραστος, « Ἔαρος εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, » φησὶν, ὡς τοῦ Μουνυχιῶνος χειμερινοῦ δὴ γενομένου· τοῦ δ' ἐμβολίμου θερινοῦ τροπικοῦ, ἢ καὶ περιστήσαντος τὴν τροπὴν εἰς ἱστάμενόν που τὸν Ἑκατομβαιῶνα· τοῦτο μὲν οὖν μὴ συμβαίνειν οὐχ οἷόν τέ ἐστι. Διὰ γὰρ τοῦτο καὶ ὁ ἐμβόλιμος ἐπάγεται, ἀναπληρῶν τὸ ἐνδεὲς, καὶ εἰς Ἑκατομβαιῶνα τὰς τροπὰς ἀποκαθιστάς. Τὴν δ' ἑρμηνείαν ποιητέον ἐπὶ τῶν οὕτω χρονολογούντων, στοιχείῳ χρωμένους τῷ παρόντι ἀεὶ τροπικῷ μηνὶ καὶ τῷ ἑξῆς τῶν μηνῶν κατὰ τὰ ὑποτεθέντα. Οἷον ἐπειδὴ Θεόφραστος, « Ἄκρου ἔαρος, εὐθὺς ἱσταμένου τοῦ Θαργηλιῶνος, » φησὶ, μεθερμηνευτέον Μαρτίου, καὶ μὴ Ἀπρίλιος. Πάλιν ἐπειδὴ Θουκυδίδης Ἐλαφηβολιῶνα τελευταῖον μῆνα τῶν χειμερινῶν εἶναί φησι, τοῦτον μὲν Φεβρουάριον ἑρμηνευτέον· τὸν δ' ἐπιόντα Μουνυχιῶνα θετέον ἔαρος εἶναι ἀρχὴν, καὶ Μάρτιον μεταφραστέον Λατίνοις. Ὥστε δὴ καὶ συμβαίνει δύο
there was need of more, every fourth year. And these things, then, were an aid, not extending far, yet sufficient to restore the months to the same point and keep them within roughly the same bounds; and it happened to be a remedy for the irregularity, as Plutarch also says, that would later stand in need of greater remedies. Caesar, therefore, the first who held sole rule over the Romans, having propounded a problem concerning this to the best of the mathematicians, compounded out of the methods already available a certain special and more accurate correction. And the Egyptians seem to have been the first to use twelve solar months of thirty days, and to have added five days each year; and taking from cycles of several years the fraction of a day running over towards the completion of the whole year, to have put together one day. And the Greeks received from them both many other of the celestial theorems and these in particular, partly when the commentaries were translated into Greek, and partly also through having associated with the priests there, who excelled in the science of celestial things. Thus some say that Plato and Eudoxus, having travelled to Egypt, conversed with the priests for thirteen years. For since they were secretive and reluctant to impart their knowledge, it was necessary by time and attentions to entreat them in order to learn some of the theorems. Now to distinguish these matters thus is perhaps not amiss; and the intercalary month, when it appears, resolves the difficulty that was raised. And if anything still diverges over a longer time, it is likely that the ancients also perceived this and doubtless corrected it, making the intercalary month sometimes longer and sometimes shorter. But the utmost accuracy, and not erring even by a little, one must not demand; since even now, when astronomy has made such great progress, nevertheless the irregularity of the motion escapes calculation, surpassing the experience of the mathematicians. However, the intercalary month, being always introduced in the third of the years, makes the circuits of the months always agree with the seasons. Yet the slipping back and shifting of the months before the intercalation, and around the intercalary year itself, still needs explanation as to how it may be satisfactorily translated. For it is clear that the intercalary year will frequently every other year or so have its months out of agreement with the seasons. Wherefore Theophrastus also says, "In spring right at the beginning of Thargelion," since Munychion had indeed become a winter month; while the intercalary month was that of the summer solstice, or else brought the solstice round to the beginning of Hecatombaeon; now it is impossible that this should not happen. For on this account also the intercalary month is introduced, filling up what is lacking, and restoring the solstice to Hecatombaeon. And in the case of those who reckon time thus, one must make the translation by using as a basis the solstice month always present and the succession of the months according to the principles laid down. For instance, when Theophrastus says, "At the height of spring, right at the beginning of Thargelion," it must be translated "of March," and not April. Again, when Thucydides says that Elaphebolion is the last month of the winter ones, this one must be translated February; and the following month, Munychion, must be placed as the beginning of spring, and rendered March for the Latins. So that indeed it happens that there are two