PG 18:1345Read from the pageτιμωρίας ἀπολαύσωσι, στενάξαντες δὲ μόνον, ἴασιν δέξωνται, οὐδὲν ἐπαιτοῦντος τοῦ Θεοῦ ἢ συναίσθησιν μόνον.
experience punishment, but having groaned only, may receive healing, as God asks for nothing besides than consciousness alone.
Τί γὰρ ἐμοῦ καλοῦντος οὐ πάρεστι, πάντων τῷ ἐμῷ νεύματι ἡνιοχουμένων; καὶ γὰρ καὶ πτηνὰ ἀπ' ἐσχάτου τῆς γῆς καλούμενα πάρεστι· καὶ Κῦρον δὲ τὸν βασιλέα ἡ ἐμὴ ἐξουσία ἄγει, τῷ ἐμῷ νεύματι εἴκοντα· οὐ μὴν ἀλλὰ καὶ πάντα ἄνθρωπον τὰ ἐμὰ φρονοῦντα, ἐμὲ ἕξει καὶ εὐθύνοντα αὐτῷ τὰς ὁδούς· εἰ δὲ καὶ ἀνθρώπων μηδεὶς εὑρεθείη τὸ ἐμὸν θέλημα μετιὼν, τὸ τηνικαῦτα τὸν ἐμὸν Υἱὸν ἀποστελῶ, τουτέστι τὸν Χριστὸν, πᾶσαν τὴν πατρικὴν πληροῦντα ἔννοιαν, καὶ ἐν τῇ ἰδίᾳ αὐτοῦ αὐτουργίᾳ δεικνύντα ἐμὰς ἐννοίας.
For what when I call is not present, since all things areguided by My nod? for indeed birds also called from the end of the earth are present; and Cyrus the king also My authority leads, yielding to My nod; nay more, every man who minds My things will have Me also directing his ways for him; and even if no one of men should be found pursuing My will, at that time I will send My Son, that is Christ, fulfilling all the paternal mind, and in His own personal working showing My thoughts.
Αἰτιᾶται αὐτοῖς, οὐχ ὡς τὸ μόριον τοῦ σώματος ἀποβεβληκόσι τὴν καρδίαν, ἀλλ' ὡς τὸ κριτικὸν αἰσθητήριον ἑκοντὶ ἐπικρυψαμένοις· ὃ καὶ αἴτιον ὑμῖν γέγονε ἀπῳκίσθαι. Ὅθεν ἐπάξω τὴν δίκην μετ' ἀληθείας, σωτηρίαν ὑμῖν μνηστευομένην· καὶ γὰρ πᾶσα κόλασις κατὰ τὸν τοῦ κολάζοντος σκοπὸν ὄνησιν φέρει τοῖς κολαζομένοις, δίκην ἰατροῦ προσάγοντος βοήθημα κάμνοντι· κἂν πικρὸν ᾖ τὸ διδόμενον παρὰ τοῦ ἰατροῦ, ἀλλ' ὅμως ὑγείας αἴτιον ἔσται τῷ δεχομένῳ αὐτό· τούτῳ γὰρ τῷ σκοπῷ καὶ
He blames them, not as having cast away the heart, the part of the body, but as having willingly hidden the critical organ of sense; which has also become the cause for you to have been led away from home. Whence I will bring on justice with truth, courting salvation for you; for indeed every chastisement according to the aim of him who chastises brings profit to those who are chastised, after the manner of a physician applying a remedy to one who is sick; even if what is given by the physician be bitter, yet nevertheless it will be a cause of health to him who receives it; for with this aim also
Πάλιν πρὸς τοὺς Χαλδαίους μετάγει τὸν λόγον, καὶ την καταληψομένην αὐτοὺς δίκην προαγορεύει.
Again he transfers the discourse to the Chaldeans, and foretells the justice that will overtake them.
Πρὸς τὸν Ἰσραὴλ ποιεῖται τοὺς λόγους· ὅτι Τοσοῦτον ἀφέξεις τοῦ τὸν Ἀσσύριον φοβηθήσεσθαι ἐμοὶ πειθόμενος, ὡς μήτε τούτοις μήτε ἄλλοις τισὶ παραδοῦναι ὑμᾶς.
To Israel He makes the words: So far will you be from fearing the Assyrian when obeying Me, that I will hand you over neither to these nor to any others.
Ἁπανταχοῦ τὰ τῆς ἑαυτου χρηστότητος ἐνδεικνύμενος ὁ Θεὸς, μὴ σεσιωπηκέναι φάσκει, μηδὲ ἐπὶ τοῖς τούτων κακοῖς ἀδιαφορηκέναι, ἀλλ' ἀεὶ ἁμαρτάνοντας ἐλέγχων, καὶ τὰ ὀφειλόμενα ταῖς αὐτῶν ἁμαρτίαις ἐπιτίμια προλέγων, οὐχ ἵνα τιμωρήσηται (ἦ γὰρ ἂν καὶ σιωπῶν ἐπῆγε τὴν ὀργήν), ἀλλ' ἵνα φοβήσας καὶ σωφρονίσας τῇ ἀπειλῇ, ἕξει μετανοοῦντας καὶ πειθομένους αὐτῷ. — Πάλιν προπατόρων μνήμη καὶ ὀνόματος προκοπῆς κατὰ ψυχὴν, ὅπερ σημαίνει ὁ Ἰσραήλ· ἵν' οἱ αὐχοῦντες γένος, καὶ τρόπον ἑαυτοῖς οἰκειώσωσι, καὶ εὔνοιαν τὴν ἐκείνων μιμησάμενοι, ἐθίσωσιν ἑαυτοὺς εἰς τὸ ἀκούειν τοῦ Θεοῦ.
Everywhere displaying the things of His own kindness, God says that He has not kept silent, nor been indifferent over their evils, but ever convicting them when they sin, and foretelling the penalties owed to their sins, not in order that He may punish (for truly even keeping silent He would have brought on the wrath), but in order that having frightened and chastened them by the threat, He will have them repenting and obeying Him. — Again a remembrance of forefathers and of a name of advance in soul, which Israel signifies; so that those who boast of race may appropriate their way also to themselves, and having imitated their goodwill, may accustom themselves to hear God.
Τοιοῦτος ἐτύγχανες καὶ ἄνωθεν, ἀπολείψας μὲν τοὺς ἐν τῇ φύσει σοι καταβληθέντας νόμους, ἐν πλαξὶ δὲ λιθίναις ἀναγκάσας γράψαι ταῦτα, ὡς καὶ Μωϋσῆς ὑμῖν ὠνείδιζε, καὶ τὸ ἀναιδὲς ὑμῶν ἀπέσκωψεν.
Such you happened to be from of old also, having left the laws laid down for you in nature, and having compelled to write these things on stone tablets, as Moses also reproached you, and jeered at your shamelessness.
Πάλιν τὴν προσποίητον αὐτων ἐλέγχων ὁμολογιαν, ἐπαναλαμβάνει τὰ παρ' ἐκείνων λεγόμενα λέγων· « Μὴ εἴπῃς· Ναὶ, γινώσκω αὐτά· » κἂν γὰρ ὡς εἰδότες προσποιεῖσθε, ἀλλὰ γοῦν ἐπ' αὐτῶν τῶν πράξεων φωραθήσεσθε, μήτε ἐπιστάμενοι, ἀκολούθως τῷ γεγραμμένῳ ἐν τῷ Εὐαγγελίῳ, τὸ, « Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασι-
Again convicting their feigned confession, He takes up again the things said by them, saying: "Say not: Yea, I know them;" for even if you pretend as knowing them, yet at least upon the deeds themselves you will be detected as not even knowing them, in accordance with what is written in the Gospel, "Not everyone who says to Me, Lord, Lord, shall enter into the king-
Notes, col. 1345
On the reading
Printed ἑαυτου, for ἑαυτοῦ.
Printed αὐτων, for αὐτῶν.
Printed ὁμολογιαν, for ὁμολογίαν.
PG 18:1348Read from the pageλείαν τῶν οὐρανῶν· › κατὰ προφορὰν μὲν τῶ λόγῳ χῆς ταῦτα φρονούντων.
the kingdom of heaven;" in outward utterance indeed by word, while from the soul they think these things.
Παραδεδόσθαι δὲ οὐ φήσεις ὡς ἐμοὶ ἐκτιννύων χρέος, οὐδ' ὡς ἀργύριον μοῦ κομιζομένου· ἐπιγράψεις δὲ ἑαυτῷ σαυτὸν πεπρακὼς, ἀντὶ ἀργυρίου τὰς σαυτοῦ ἁμαρτίας προέμενος· οὐ γὰρ ἐμῆς ἀσθενείας καταδραμεῖς τῶν ἐν Αἰγύπτῳ μνημονεύσας καὶ τῆς Αἰγυπτιακῆς δουλείας μνησθείς· ἀλλὰ καὶ νῦν δι' ἐμαυτὸν τὴν ἐπάνοδόν σοι τὴν ἐκ τῆς αἰχμαλωσίας χαριοῦμαι, ἵνα μὴ, παραδεδομένου σου διὰ τὰς ἁμαρτίας, σφετερίσωνται τὴν ἐμὴν δόξαν τὰ εἴδωλα, ἀδυναμίας μου καταδραμόντα, ὡς μὴ δυνηθέντα ὑμῖν ἐλευθερίαν χαρίσασθαι.
And you shall not say that you were delivered up as paying a debt to Me, nor as though I were receiving silver; but you shall set it down to yourself that you have sold yourself, having given away your own sins instead of silver; for you shall not inveigh against My weakness when you have remembered the things in Egypt and called to mind the Egyptian bondage; but even now for My own sake I shall grant you the return from captivity, lest, since you were delivered up on account of your sins, the idols should appropriate My glory, inveighing against My powerlessness, as though I had not been able to grant you freedom.
Τὰ μὲν λεγόμενα πρὸς τὸν λαὸν, μετάγεται δὲ καὶ εἰς πάντα ἄνθρωπον. Ὁ τοίνυν Θεὸς παραινεῖ εἰς συναίσθησιν τῶν λεγομένων ἔρχεσθαι τοὺς ἀκούοντας, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρποῦσθαι· Ὁ αὐτὸς γάρ εἰμι τὸ ἦθος, ὥσπερ οὖν καὶ τὴν φύσιν· καὶ ὡς οὐκ ἔνεστιν ἐν τῇ φύσει τὴν τροπὴν δέξασθαι, οὕτως οὐδὲ ἐν τῇ γνώμῃ τε καὶ τῷ ἤθει, ἀλλ' ὁ αὐτὸς εἰς ἀεὶ ὢν, ἀπὸ ἀγαθότητος γνωρίζομαι, ἀφ' ἧς καὶ τὴν ἀρχὴν τὰ πάντα ἐτεκτηνάμην, ἐν Υἱῷ ταῦτα δείξας, καὶ δι' αὐτοῦ ὑποστησάμενος. Χεὶρ γὰρ καὶ δεξιὰ ὁ μονογενὴς Υἱὸς λέλεκται, πληρωτὴς ὢν τῶν πατρικῶν ἐννοιῶν, ὡς εἶναι κυρίως σοφίαν τοῦ Θεοῦ τὸν μονογενῆ Υἱὸν, σαφηνίζουσαν τὰς πατρικὰς ἐννοίας ἐν τοῖς ὑπ' αὐτοῦ γινομένοις ἔργοις.
The things spoken are to the people, yet they are transferred also to every man. God therefore exhorts those who hear to come to a perception of the things spoken, and to reap the benefit from them: For I am the same in character, just as indeed also in nature; and as it is not possible in nature to admit change, so neither in purpose and in character, but being the same for ever, I am known from goodness, from which even in the beginning I fashioned all things, having shown them in the Son, and through Him having given them subsistence. For the only-begotten Son has been called hand and right hand, being the fulfiller of the paternal thoughts, so that the only-begotten Son is properly the wisdom of God, making clear the paternal thoughts in the works brought into being by Him.
Πάλιν τοὺς μέγα φρονοῦντας ἐν γνώσει τῶν ἐθνῶν παρεῖναι προτρέπεται, καὶ κατὰ νοῦν ἐκλαμβάνειν, ὡς οὐ παρ' ἑτέρου ταύτας τὰς προαγορεύσεις ἐξειλήφεσαν, οὐδέ τις τὰ μετὰ πολλοὺς χρόνους γενησόμενα προὔλεγεν, ἀλλ' αὐτὸς ἦν ὁ τῶν ὅλων Θεὸς καὶ προλέγων τὰ καταληψόμενα αὐτοὺς δυσχερῆ, καὶ πάλιν μετατιθεμένων ἀνακαλούμενος.
Again He urges those among the nations who are proud in knowledge to be present, and to take to mind that they had not received these predictions from another, nor did anyone foretell the things that would come to pass after many times, but He Himself was the God of all, both foretelling the hardships that would overtake them, and again, when they changed their ways, calling them back.
Ὑπομιμνήσκει αὐτοὺς ἐνταῦθα τῆς οἰκείας αὐτῶν ἐπιθυμίας εἰς ἔργον προχωρησάσης. Τῶν γὰρ Χαλδαίων θλιβόντων ἀεὶ τὸν Ἰσραὴλ καὶ ἐπιτιθεμένων αὐτοῖς ἐν παρατάξεσιν, ἐπιθυμία ἦν τοῦ Ἰσραὴλ τούτους παρὰ τοῦ Θεοῦ διαφθαρῆναι· ὁ τοίνυν Θεὸς, ἀπὸ ἀγαθότητος καὶ τοῦτο εἰς ἔργον ἐκβῆναι συγχωρήσας, ὑπομιμνήσκει αὐτοὺς, ὡς οὐ δικαιοπραγούντων αὐτοὺς Χαλδαίους τοῦ πολεμεῖν ἐκώλυσεν.
He reminds them here of their own desire having advanced into deed. For as the Chaldaeans were always afflicting Israel and attacking them inpitched battles, it was the desire of Israel that these should be destroyed by God; God therefore, out of goodness having permitted this also to issue into deed, reminds them that it was not because they were acting righteously that He hindered the Chaldaeans themselves from making war.
Ἐνταῦθα τοῦ προφήτου οἱ λόγοι Δεσποτικὸν ἔθος μιμούμενοι· λελέχθαι γὰρ ταῦτα λέγει πρὸς τὸν λαὸν οὐ κατὰ γωνίας οὐδὲ ἐν παραβύστῳ, ἀλλὰ πρὸς πάντας καὶ ἐν τῷ φανερῷ. Καὶ γὰρ αὐτὸς ἐγὼ, ἀλήρητον ἔχων τὴν τούτων γνῶσιν, ἐποιούμην τοὺς πρὸς ὑμᾶς λόγους· τὸ δ' αὐτὸ καὶ νῦν ποιῶν οὐ παύομαι πρὸς ὑμετέραν ὠφέλειαν· Θεὸς γάρ ἐστιν ὁ πέμπων, ὑπηχοῦντος τοῦ Πνεύματος τοῦ ἁγίου.
Here the words of the prophet imitate the Master's custom; for he says that these things have been spoken to the people not in corners nor in secret, but to all and in the open. For I myself also, having the unerring knowledge of these things, was making my discourses to you; and doing the very same thing even now I do not cease for your benefit; for it is God Who sends, while the Holy Spirit sounds forth within.
Πάλιν ἐντρέπων αὐτοὺς διὰ τὴν προσοῦσαν αὐτοῖς ἀγνωμοσύνην, λυτρώσεως μέμνηται. Ἔστω γὰρ, φησὶν, ὦ Ἰσραὴλ, ποιοῦντα οὐκ ἐγίνωσκες, δημιουργοῦντι καὶ πλάττοντί σε οὐ παρηκολούθεις τῇ γνώσει, μηδὲ λυτρουμένου σου ἐξ Αἰγύπτου οὐκ ἠσθάνου; Ὁ τοίνυν τὸ τέλειον εὐεργετήσας εἰμὶ ὁ αὐτός· μηδένα καιρὸν παραλελοιπὼς νουθεσίας τῶν συντελούντων
Again shaming them on account of the ingratitude belonging to them, He makes mention of redemption. For grant, He says, O Israel, that you did not know Him Who made you, and did not follow with knowledge Him Who framed and moulded you: did you not even perceive when you were being redeemed out of Egypt? I, then, Who have conferred the complete benefit am the same; having left out no season of admonition of the things that conduce
Notes, col. 1348
PG 18:1349Read from the pageσοι πρὸς σωτηρίαν, ἀλλ' αὐτεξούσιόν σε πεποιηκὼς ὑφηγησάμην, καὶ τὰ πρακτέα καὶ τὰ συμφέροντά σοι ὑπέδειξα· καὶ ταύτην ὁδεύσαντά σε τὴν τρίβον, ἐκκλίνας ἀπὸ τῆς ἐναντίας προξενούσης σοι θάνατον.
to you towards salvation, but having made you free in will I guided you, and showed you both the things to be done and the things profitable to you; and when you walked this path, having turned you aside from the opposite one that procures death for you.
Καὶ τόπον καὶ τρόπον ἀμείβειν αὐτοὺς συμβουλεύει, τοῦτο μὲν μετανισταμένους ἐκ τῆς Βαβυλῶνος καὶ καταλαμβάνοντας τὴν Ἱερουσαλὴμ, τοῦτο δὲ μηδὲν ἐπάγεσθαι αὐτοὺς τοιοῦτο ἔθος Χαλδαϊκὸν συμβουλεύων, προσανέχοντας εἰδωλολατρείᾳ καὶ οἰωνισμοῖς καὶ ταῖς ἄλλαις Χαλδαϊκαῖς πλάναις. Καὶ μετ' ὀλίγα· Ὃ δὴ ἁρμόσει καὶ ἐπὶ πάντων τῶν ἐθνῶν τῶν ἁπανταχοῦ γῆς ὄντων, καὶ τὰ ἄκρα τῆς γῆς κατειληφότων, εὐαγγελιζομένου αὐτοῖς τοῦ σωτηρίου λόγου καὶ τῆς ψυχικῆς ἐλευθερίας τὴν λύτρωσιν ἣν ἐλυτρώσατο αὐτοὺς ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐν αἰχμαλωσίᾳ πράττοντας, καὶ ὑπὸ τὴν τυραννίδα τοῦ διαβόλου ὄντας.
He counsels them to change both place and manner of life, on the one hand removing from Babylon and reaching Jerusalem, and on the other hand counselling them to bring along with themselves no such Chaldaean custom, giving heed to idolatry and auguries and the other Chaldaean errors. And a little after: Which indeed will fit also in the case of all the nations that are everywhere on earth, and have occupied the ends of the earth, when the saving word is preached as good tidings to them and the redemption of spiritual freedom wherewith the only-begotten Son of God redeemed them when they were faring in captivity, and were under the tyranny of the devil.
Λέγει δὲ, ὅτι, Εἰ καὶ οὗτοι οὐδεμίαν ὠφέλειαν ἐδέξαντο, ἀλλ' οὖν ἐγὼ τὸ οἰκεῖον ἔργον πεπλήρωκα· καὶ τοῦτο δῆλόν ἐστι τῷ Θεῷ.
And he says that, Even if these received no benefit, yet at all events I have fulfilled my own work; and this is manifest to God.
Πρὸς τὸ παρὰ τῆς Ἱερουσαλὴμ κακῶς γυμνασθὲν κατὰ τοῦ Θεοῦ ὡς ἐπιλαθομένου τῆς Ἱερουσαλὴμ καὶ τοῦτο ἁρμόζει, διδασκομένης, ὡς οὐ λήθῃ δουλεύει τὸ Θεῖον, οὐδὲ ῥᾳθυμίᾳ προσανέχον ἀπρονόητα καταλιμπάνει τὰ ἑαυτοῦ ποιήματα· εἰ γὰρ παύσεται Θεὸς διανοούμενος περὶ ἡμῶν, καὶ ἀποπέσοιμεν τῆς αὐτοῦ μνήμης, παύσεται ἡμῶν καὶ τὸ εἶναι· τῆς γὰρ ἐννοίας τῆς ἐφ' ἡμῖν παυσαμένης, ἀφ' ἧς καὶ προσεληλύθαμεν, ἀκολουθεῖ συνανελεῖσθαι ἡμῶν καὶ τὸ εἶναι.
Against what was wrongly urged by Jerusalem against God as having forgotten Jerusalem this also fits, as she is taught that the Divine is not subject to forgetfulness, nor does It, giving heed to sloth, leave Its own works unprovided for; for if God shall cease taking thought concerning us, and we should fall away from His remembrance, our very being also will cease; for when the thought over us, from which also we have come into being, has ceased, it follows that our very being also is taken away together with it.
Ἁπανταχοῦ ἀναίτιον ἑαυτὸν τῆς τούτων ἀποστασίας δείκνυσιν ὁ Θεὸς, ἑλκόντων μὲν καὶ ἀποσπώντων ἑαυτοὺς καὶ ἀναξίων δεικνύντων τῆς αὐτοῦ κηδεμονίας· ἐκ δὲ τοῦ ἐναντίου τὸν Θεὸν ἀγαθὰ ἐπ' ἀγαθοῖς, καὶ δωρεὰς ἐπὶ δωρεαῖς προστιθέντος.
Everywhere God shows Himself blameless of their apostasy, since they draw and tear themselves away and show themselves unworthy of His care; while on the contrary God adds good things upon good things, and gifts upon gifts.
Ἐμοῦ μὲν δι' ἐλέγχων τε καὶ ἐπιτιμήσεων, οὐ μὴν ἀλλὰ καὶ παρακλήσεων ἐπανάγοντος πρὸς ἑαυτὸν, ὑμῶν μηδὲ ὡς ἀκοῆς ἐπιστρεφομένων· οὐ παρὰ τὸ μὴ κεκτῆσθαι ἀκοὰς, ἀλλὰ παρὰ τὸ ἐθελοκωφίαν νοσεῖν.
While I through reproofs and rebukes, nay more, through exhortations also, was leading you back to Myself, you did not even turn round so much as to hear; not from not possessing ears, but from being sick with wilful deafness.
Ἀλλ' ἀδυναμιας μου καταγνωσεσθε, φησὶν, ὡς μὴ ἐπαρκοῦντος εἰς τὴν ὑμῶν βοήθειαν, μηδὲ δυναμένου ἐξελέσθαι ὑμᾶς τῆς τῶν ἐπικρατησάντων τυραννίδος· ἀλλ' οὐκ ἂν εἴποιτε τοῦτο, πεῖραν αὐτοὶ τῆς ἐμῆς δυνάμεως ἐσχηκότες· τοῦτο μὲν ξηραίνοντος θάλασσαν καὶ ὑμῖν βατὴν αὐτὴν παρασκευάζοντος γενέσθαι, καὶ τὰ παραπλήσια τούτου.
But you will condemn Me for powerlessness, He says, as not sufficing for your help, nor able to rescue you from the tyranny of those who have prevailed over you; yet you could not say this, having yourselves had experience of My power: on the one hand drying up the sea and preparing it to become passable for you, and the things like to this.
Ταῦτα δὲ καὶ ἔσται, ἐάν περ βούλωμαι· καὶ σκότος ἐκεῖνο τὸ ἀφεγγὲς ἐπιβαλῶ οὐρανῷ, τὴν τῶν ὅλων μηνύων συντέλειαν, ἐν ᾗ καὶ τὸ πᾶν ἀφανισθήσεται, καὶ οἱ βίοι εὐθυνθήσονται, καὶ τὸ πρὸς ἀξίαν ἕκαστος ἀποληφθήσεται.
And these things also shall be, if indeed I will; and I shall cast that rayless darkness upon heaven, signifying the consummation of all things, in which both the universe shall be made to vanish, and lives shall be called to account, and each shall receive back what is according to his worth.
Σῆτα ἐνταῦθα τὰς ἁμαρτίας λέγει τὰς παρ' αὐτῶν γινομένας· αἵτινες, παρ' αὐτῶν ἐσχηκυῖαι τὸ εἶναι, οὐχ ἑτέρους ἀδικήσουσιν, ἀλλ' αὐτοὺς ἐκείνους τοὺς ταῦτα ἐργασαμένους· ὥσπερ γὰρ τὸ ἱμάτιον αὐτὸ τὸν σκώληκα γεννᾷ, καὶ πάλιν τροφὴ αὐτοῦ γίνεται, οὕ-
Here he calls moth the sins that come into being from them; which, having had their being from them, will wrong no others, but those very ones themselves who have wrought these things; for just as the garment itself breeds the worm, and again becomes its food, so-
Notes, col. 1349
On the reading
Printed ἀδυναμιας, for ἀδυναμίας.
Printed καταγνωσεσθε, for καταγνώσεσθε.
PG 18:1352Read from the pageτως καὶ αἱ ἁμαρτίαι, παρ' ἡμῶν γενόμεναι, ἡμᾶς βλάπτουσιν· ἀλλὰ ταῦτα πάσχομεν δι' ἀνηκοΐαν καὶ ἀνευλάβειαν τὴν πρὸς τὸν Θεόν.
thus also sins, having come into being from us, harm us; but we suffer these things on account of disobedience and irreverence towards God.
Ἠθικώτερον νῦν τὴν ἐπιτίμησιν πρὸς αὐτοὺς ποιεῖται, καὶ ὡς μακρὰν τοῦ δικαίου ἀφεστηκόσι καὶ τοῦ Κυρίου ἀλλοτριωθεῖσιν, ὑφηγεῖται τοὺς λόγους, ἐνάγων αὐτοὺς πρὸς πίστιν. Καὶ μετ' ὀλίγα· Ὁ τοίνυν τῷ γένει τῷ ὑμετέρῳ ταῦτα ἐνδειξάμενος, καὶ ἐκ μικρᾶς προφάσεως αὐξήσας, καὶ εὐλογίαν πληρώσας, πῶς οὐχὶ νῦν εὔπορος ἔσομαι τῷ μετανοοῦντι καὶ ἐπιγινώσκοντί με;
More mildly now He makes His rebuke to them, and as to men who have stood far off from what is righteous and have been alienated from the Lord, He guides His words, leading them on towards faith. And a little after: I, then, Who have displayed these things to your race, and from a small occasion have increased it, and have fulfilled blessing, how shall I not now be rich in means for him who repents and acknowledges Me?
Οὐχ ὑπερβολικῶς ταῦτα [εἴρηται]· πῶς γὰρ οὐκ εὐφροσύνης καὶ πάσης χαρᾶς πληρωθήσονται ἐκεῖναι αἱ ψυχαὶ, αἱ μὴ στασιάζουσαι πρὸς ἑαυτὰς, ἀλλ' αἱ ἐν ταῖς ἐλπίσι τοῦ Θεοῦ εὐθηνούμεναι καὶ αὐτῷ ἀνακείμεναι
Not hyperbolically have these things [been said]; for how shall not those souls be filled with gladness and all joy, which are not at faction with themselves, but which flourish in the hopes of God and are dedicated to Him
Καὶ νῦν τοῖς πᾶσι τὴν ἐπικουρίαν κομίζει, μὴ φυλοκρινῶν ἄρχοντας τῶν ἀρχομένων· οὐδὲ γὰρ προκρίνει τῶν ἐν ὑπηκόοις τεταγμένων, οὐδὲ ἀποκλεισθήσεται τῆς ὠφελείας ὁ ἐν ὑπηρέταις τελῶν, κοινὰς δὲ κεκτημένος τῶν ψυχῶν τὰς δυνάμεις, κοινὸν δὲ τὸν ἔρανον τῆς ὑπακοῆς νομίζει· ἐξ ἴσου παρακαλῶν πάντας προσέχειν τὸν νοῦν.
And now He brings succour to all, not distinguishing rulers from the ruled; for neither does He prefer them above those ranged among subjects, nor shall he who ranks among servants be shut out from the benefit, but possessing the faculties of souls in common, He reckons the contribution of obedience also common; equally exhorting all to give heed with their mind.
Φωτιεῖ μὲν πάντα τὰ ἔθνη, καταυγάσει δὲ εἰς θεογνωσίαν πάντας λαοὺς, ὡς εἰς αὐτὸν κεκτῆσθαι τὰς ἐλπίδας ὄντα βραχίονά μου. Νήσους δὲ ἐνταῦθα καλεῖ καὶ αὐτοὺς τοὺς τόπους, οὐ μὴν ἀλλὰ καὶ τὰς Ἐκκλησίας· ἐκλάβοις δὲ καὶ εἰς τὰς ψυχὰς, δίκην ἁλμυροῦ ῥεύματος περικλυζομένας ὑπὸ τῶν ἡδονῶν καὶ τῶν ἐν τῷ βίῳ τούτῳ ψευδῶν δοξῶν κυμαινούσας.
He will enlighten all the nations, and will illume unto knowledge of God all peoples, so that they possess their hopes in Him Who is My arm. And islands here he calls both the places themselves, nay more, the Churches also; and you might take it also as referring to souls, washed round like a briny stream by pleasures and surging with the false opinions in this life.
Ἀξιόπιστα δυσωπήματα προβάλλεται εἰς πίστωσιν τῆς αὐτοῦ δυνάμεως τοῖς ἀπιστοῦσιν, οὐρανὸν καὶ γῆν. Καὶ μετ' ὀλίγα· Νῦν γοῦν ποτε ταῖς οἰκείαις τῶν ψυχῶν ἐνεργείαις χρησάμενοι, πτερώθητε τὴν διάνοιαν, καὶ οὐρανῷ προσεγγίσαντες, αὐτὸν ἐκεῖνον καταμανθάνετε, ὡς ἐκ καπνοῦ ὅσον ἧκεν εἰς ὄψιν, ἀκμητὶ συνεστησάμην· καὶ γῆν ταύτην τὴν πάγιον ὑμῖν εἶναι δοκοῦσαν φθορᾷ παραδώσω, καὶ τὰ ἐν κόσμῳ παρελθεῖν ποιήσω· μόνῳ ἑκάστῳ ἀϊδίου διαμένοντος τοῦ σωτηρίου θεσπίσματος· ᾧ καὶ συμπαραμένειν καὶ συνδιαιωνίζειν ἔοικεν.
He puts forward trustworthy entreaties for the confirmation of His power to those who disbelieve, heaven and earth. And a little after: Now at least, then, at length having used the proper activities of your souls, wing your mind, and having drawn near to heaven, observe that very thing, how as if out of smoke, so far as pertains to sight, I constituted it without toil; and this earth which seems to you to be firm I shall give over to corruption, and the things in the world I shall cause to pass away; while for each one alone the saving decree abides everlasting; with which it is fitting both to abide together and to endure through the ages together.
Φοβήθητε δὲ μᾶλλον φαυλισμὸν καὶ ὀνειδισμὸν παρὰ Θεοῦ ὑμῖν γινόμενον· ὁ γὰρ παρὰ ἀνθρώπων γινόμενος ἐκείνοις συναπολεῖται, αὐτῶν ὑφ' ἑαυτῶν φθειρομένων· μόνη δὲ μένει ἡ εἰς τὸν Χριστὸν ἐλπὶς, συνδιαιωνίζουσα τοῖς τὸ σωτήριον τοῦτο παραδεξαμένοις.
But fear rather disparagement and reproach coming to you from God; for that which comes from men will perish together with them, as they themselves are corrupted by themselves; whereas the hope in Christ alone remains, enduring through the ages together with those who have received this salvation.
Ἀναλαμβάνειν τὴν Ἱερουσαλὴμ παρακελεύεται, ἃ ἀμελείᾳ προὔδωκε· πρόσεστι γάρ σοι ἰσχὺς, καθ' ἣν δυνήσῃ, σεαυτὴν συναγαγοῦσα, ἰσχυρά τις ὀφθῆναι· τοῦτο λογισαμένη, ὅτι οὐκ ἄλλη τις παρ' ἐκείνην τυγχάνεις τὴν Ἱερουσαλὴμ, ᾗ ὑπεῖξε θάλασσα ὁδόν σοι ἀνατέμνουσα, ἵν' οἱ ἀπ' Αἰγύπτου ἐλευθερωθέντες διαβαίνειν ἔχωσιν· ἣ ἐδορυφόρει τὰ στοιχεῖα, καὶ ἣν διεδέχετο ἡ ἐν ἐρήμῳ ἀνενδεὴς χορηγία. Μὴ τοίνυν τὰς ἑαυτῆς δυνάμεις προδῷς, μηδὲ κοιμίσῃς τὰς ψυχικὰς ἐνεργείας· ἀλλ' ἐξανάστηθι πρὸς οὐρανίους ἐλπίδας· καὶ ἀναλαβοῦσα τὸ θαῤῥεῖν, ἀγαθαῖς πράξεσιν ἑαυτὴν κατακόσμησον.
He exhorts Jerusalem to recover the things which she betrayed through negligence: for there belongs to you strength, according to which you will be able, having gathered yourself together, to be seen as a strong one; having reckoned this, that you happen to be no other beside that Jerusalem, to whom the sea yielded, cutting open a way for you, that those freed from Egypt might be able to cross over; whom the elements attended as a bodyguard, and whom the unfailing supply in the wilderness received in succession. Do not therefore betray your own powers, nor put to sleep your spiritual activities; but rise up towards heavenly hopes; and having recovered confidence, adorn yourself with good deeds.
PG 18:1353Read from the pageΕἰ γὰρ καὶ πατὴρ καὶ μήτηρ ὑπηρέται τῆς γενέσεως γεγόνασιν, ὡς φιλίας σοι καὶ συγγενείας προφάσεις παρέχοντες, ἀλλ' ὅμως οὐκ ἀτονίᾳ τῆς δυνάμεως τοῦτο συνεχώρησα· οὔτε γὰρ τὴν ἀρχὴν πλάττων τὸν Ἀδὰμ τούτων ἐδεήθην, ἀλλὰ θελήσει ὑπεστησάμην καὶ δυνάμει τῇ ἐμῇ.
For even if father and mother have become ministers of your birth, as affording you occasions of friendship and kinship, yet nevertheless not from weakness of power did I permit this; for neither in the beginning when moulding Adam did I need these, but by My will I gave him subsistence and by My power.
Καὶ τῶν προγεγονότων εἰς μνήμην αὐτοὺς ἄγει, καὶ εἰς τὸ αὖθις θαῤῥεῖν αὐτοὺς προτρέπεται· Οὔτε γὰρ, φησὶν, οἱ ἀπειλοῦντες, καὶ κατὰ σοῦ μαιμάσσοντες, ἠδυνήθησαν ἀντιστῆναί σοι, ἐμοῦ ἐπαμύνοντος· οὐδέτεροι ἰσχύσουσιν, ἐμοῦ ῥᾳδίως τούτους εἰς φυγὴν τρέποντος.
And He brings them to remembrance of the things that happened before, and urges them to take courage again: For neither, He says, were those who threatened, and raged eagerly against you, able to withstand you, while I defended you; neither of the two shall prevail, while I easily turn them to flight.
Διδασκόμεθα δὲ ἐκ τούτου, ὡς καὶ οἱ τάραχοι, καὶ αἱ ἐπαναστάσεις τῶν ἐθνῶν, καὶ τὰ δυσχερῆ τῶν πραγμάτων, καὶ οἱ πειρασμοὶ, κατὰ συγχώρησιν τοῦ Θεοῦ γίνονται· ὧν ἐνεργούντων, χρὴ τὸν νήφοντα ἐπὶ τὴν τοῦ Θεοῦ καταφεύγειν βοήθειαν, καὶ παρ' ἐκείνου αἰτεῖσθαι τὴν τούτων ἀπαλλαγήν.
And we are taught from this, that both tumults, and the uprisings of the nations, and the hardships of affairs, and temptations, come to pass according to the permission of God; and when these are at work, he who is sober must flee for refuge to the help of God, and ask from Him deliverance from them.
Πάλιν διὰ τῆς παρακλήσεως τὴν ἑκούσιον αὐτῆς πτῶσιν σημαίνει· οὐκ ἂν γὰρ οὐδὲ διαναστῆναι αὐτὴν προετρέπετο ὑπ' ἄλλου κατεχομένην, ἀλλὰ τῷ κατέχοντι ἐπετίμα· ἀλλ' ἐπειδὴ ἑκούσιον πτῶσιν ὑπομεμενήκει, διαναστῆναι αὐτὴν παρακελεύεται.
Again through the exhortation He signifies her voluntary fall; for neither would He have urged her to rise up if she were held down by another, but He would have rebuked him who held her down; yet since she had undergone a voluntary fall, He exhorts her to rise up.
Ωσπερ τινὰ χοῦν ὃν συνέλεξο ἀπὸ τοῦ πτώματος, ἔκτεινον καὶ ἀπόῤῥιψον· καὶ τοὺς δεσμοὺς, οἷς σεαυτὴν κατεδέσμευσας, λῦσον ἀποσπάσασα ἑαυτὴν τοῦ ζυγοῦ τῆς ἀδικίας, ᾧ ἑκοῦσα τὸν σαυτῆς τράχηλον ὑπέβαλες· καὶ ἀξίαν ἑαυτὴν ἀπέφηνας αἰχμαλωσίας, ἀφ' ἧς ῥυσθήσῃ μετανοοῦσα· οὐδὲ γὰρ τὴν ἀρχὴν παρεδόθης ὑπ' ἐμοῦ ὡς ἀργύριον εἰληφότος, ἀλλὰ ταῖς οἰκείαις ἑαυτῆς ἁμαρτίαις ἐπράθης· ἅπερ συγχωρήσω σοι μετανοούσῃ, καὶ ἀνακαλέσομαι τῆς αἰχμαλωσίας.
Like some dust which you gathered from your fall, shake off and cast away; and the bonds wherewith you bound yourself fast, loose, having torn yourself away from the yoke of unrighteousness, under which of your own will you put your own neck; and you showed yourself worthy of captivity, from which you shall be rescued when you repent; for neither in the beginning were you delivered up by Me as having received silver, but for your own sins you were sold; which things I shall forgive you when you repent, and I shall call you back from captivity.
Τὸ δὲ εἰς Ἀσσυρίους ἄκοντας ἀπαχθῆναι ἐμὴν ἔχει συγχώρησιν, αἰτίαν δὲ ὑμετέραν· οὐκ ἂν γὰρ οὐδὲ τούτοις παρέδωκα, μὴ τῶν ἁμαρτημάτων ὑμῶν προδεδωκότων ὑμᾶς· ὅτι δὲ ῥᾳδία ἔσται καὶ ἡ ἀπὸ τούτων ἀπαλλαγὴ, γνώσεσθε μετανενοηκότες.
And your being led away unwillingly to the Assyrians has My permission, but your own cause; for neither would I have delivered you up to these, had not your sins first betrayed you; and that deliverance from these also will be easy, you shall know when you have repented.
Ἢ γὰρ οὐχὶ καὶ Ῥαψάκης ἀτονώτερόν με τῶν λεγομένων παρ' αὐτοῖς θεῶν εἶναι νενόμικε λέγων· Μὴ ὑμᾶς ἀπατάτω Ἐζεκίας· ‹ Μὴ ὁ Θεὸς ὑμῶν ῥύσεται ὑμᾶς; μὴ ἐῤῥύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν; › Ταύτης τοίνυν τῆς βλασφημίας ὑμεῖς αἴτιοι γεγένησθε, μοχθηροῖς ἤθεσι κωλύσαντές με εὐεργετῆσαι ὑμᾶς.
For has not Rabshakeh also supposed Me to be weaker than those called gods among them, saying: Let not Hezekiah deceive you: "Shall your God rescue you? Did the gods of the nations each rescue his own land?" Of this blasphemy, therefore, you have become the cause, having by wicked ways hindered Me from doing you good.
Τὴν ἐν τοῖς μετὰ ταῦτα ἐπίσκεψιν τοῦ λαοῦ δηλοῖ διὰ τῶν λεγομένων· ἥτις καὶ παρουσία δικαίως ἂν λέγοιτο· οὐ τῆς οὐσίας αὐτοῦ τόπον ἐκ τόπου μετιούσης, ἀλλὰ τῆς ἐνεργείας καταδήλου γινομένης· τότε γὰρ καὶ παρεῖναι ἡμῖν λέγεται ὁ Θεὸς, ὅτ' ἂν ἑαυτοὺς πρὸς τὸ ὑποδέξασθαι αὐτὸν ἀξίους ἀποφήνωμεν τοῖς καλοῖς ἤθεσιν· ὥσπερ οὖν ἀπεῖναι, μεταβαλλομένων εις τὸ ἐναντίον, μὴ εὐδοκιμοῦντος ἐπαναπαύεσθαι ὑμῖν διὰ τὰ μοχθηρὰ ὑμῶν ἤθη.
He signifies the visitation of the people in the times hereafter through the things spoken; which might justly also be called a presence: not that His substance passes from place to place, but that His operation becomes manifest; for then also God is said to be present with us, whenever by good ways we show ourselves worthy to receive Him; just as indeed He is said to be absent, when men change to the opposite, since He does not think fit to rest upon you on account of your wicked ways.
Ὡς γὰρ κατάδηλον τοῖς πᾶσιν ἡ ὥρα τῆς ἡμέρας, καθ' ἣν ἐκλάμψας ὁ ἥλιος καταλάμψει πάντα τὰ ὄρη·
For as the hour of the day is manifest to all, in which the sun having shone forth will illumine all the mountains;
Notes, col. 1353
On the reading
Printed Ωσπερ, for Ὥσπερ.
PG 18:1356Read from the pageοὕτως φανερὰ καὶ ἐπίδοξος ἔσται ἡ παρ' ἐμοῦ εἰς ὑμᾶς ῥοπή· χαρᾶς τε καὶ ἀγαλλιάσεως οὕτω πληρωθήσεσθε· καθάπερ τὴν ἀκοὴν εἰρηνικήν τε καὶ ἡδεῖαν δεχομένοις, οὕτω τε ἐξάκουστος ἔσται ἡ ὑμετέρα λύτρωσις, καὶ ἑαυτοὺς ἐπιδώσετε πρὸς διόρθωσιν, ὡς καὶ ἐμὲ αὐτὸν βασιλέα ὑμῶν ἀξιῶ καλεῖσθαι. — Ἐν τούτοις τὸ πνεῦμα τὸ προφητικὸν, τῶν κηρύκων τοῦ Εὐαγγελίου τοὺς πόδας ἀποθαυμάζει, δι' ὧν πεποίηνται δρόμον ἐκπεριελθόντες τὴν εἰς πάντα τὰ ἔθνη περίοδον· ὡραῖοί τε αὐτῶν ἦσαν οἱ πόδες διὰ τὸ κεκαθάρθαι, ὡς ἂν τοῦ Σωτῆρος αὐτοὺς ἀπονίψαντος· ἐπὶ δὲ ὀρέων ἔτρεχον, διὰ τὸ μετέωρον καὶ ὑψηλὸν τοῦ εὐαγγελικοῦ κηρύγματος· εἰρήνην δὲ κατήγγελλον ἀνθρώποις, εὐαγγελιζόμενοι τὴν πρὸς Θεὸν εἰρήνην, ἣν τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς εὐηγγελίζοντο, δηλοῦντες τὸν Χριστὸν τοῦ Θεοῦ τὸν ποιήσαντα τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσαντα, τὴν ἔχθραν, ἐν τῇ σαρκὶ αὐτοῦ.
so manifest and glorious shall be the inclination from Me towards you; and thus shall you be filled with joy and exultation; just as for those who receive a peaceful and sweet report, so also shall your redemption be heard afar, and you shall give yourselves over to amendment, so that I Myself also deign to be called your King. — In these words the prophetic spirit marvels at the feet of the heralds of the Gospel, whereby they have made their course, having gone fully round the circuit unto all the nations; and beautiful were their feet because of having been cleansed, inasmuch as the Saviour washed them; and upon the mountains they ran, because of the lofty and exalted character of the evangelical preaching; and they proclaimed peace to men, preaching the good tidings of peace towards God, which they preached as good tidings to those far off and to those near, declaring the Christ of God Who made both one, and broke down the middle wall of partition, the enmity, in His flesh.
Ψυχικὴν αὐτοὺς ἐπιμέλειαν ἑαυτῶν ποιεῖσθαι παρακελεύεται, καὶ πρὸ τῶν τόπων μετανίστασθαι τῶν μοχθηρῶν ἰδεῖν καὶ Χαλδαϊκῶν, καὶ μὴ μολύνεσθαι ἐν ἐκείνοις τοῖς ἤθεσιν, ἐν οἷς ἑαυτοὺς ἐνδεδωκότες, ἀκάθαρτοι ὀφθήσονται.
He exhorts them to take spiritual care of themselves, and before places to remove from wicked and Chaldaean ways, and not to be defiled in those customs, in which having given themselves up, they will be seen to be unclean.
Οἵ τε βασιλεῖς μεθ' ἡσυχίας καὶ σιωπῆς προσκυνοῦντες, τυφλωττόντων καὶ ἀνηκόων μενόντων τῶν καὶ νόμον δεξαμένων καὶ προφητῶν προαγορεύσεις ἐπακουσάντων, καὶ τὰς περὶ τοῦ Σωτῆρος προφητείας ἐγνωκότων· τῶν δὲ ἐθνῶν τῶν μηδὲν μήτε ἑωρακότων μήτε ἀκηκοότων, μόνον δὲ πίστει προσδεδραμηκότων εἰς τὴν θεογνωσίαν, καὶ εἰς τὴν περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ κατάληψιν.
And kings worshipping with quietness and silence, while those who had both received the law and hearkened to the predictions of the prophets, and known the prophecies concerning the Saviour, remain blind and disobedient; whereas the nations who have neither seen nor heard anything, by faith alone have run forward unto the knowledge of God, and unto the apprehension concerning the only-begotten Son of God.
Ἀντὶ τοῦ, Τίς πιστεύσει καὶ τίνι ἀποκαλυφθήσεται ὁ περὶ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ λόγος; Οἱ γὰρ ἡμέτεροι λόγοι πρὸς τὸν αὐτὸν γινόμενοι ὡσπερεὶ παιδίου εὐτελοῦς εἶχον, καὶ ῥίζης οὕτως ἀτόνου, ὡς ἐν σπάνει νοτίδος ἀποκειμένης· αὐτὸ δὲ τὸ εἶδος αὐτοῦ οὕτως εὐτελὲς, ὡς πολὺ ὑποβεβηκέναι τὰς τῶν λοιπῶν ὄψεις, οὐ μὴν ἀλλὰ καὶ τὴν ἐνέργειαν τῆς δυνάμεως, δι' ἧς τὰ σημεῖα ἐτελεῖτο
Instead of, Who will believe and to whom will the word concerning the only-begotten Son of God be revealed? For our words spoken concerning Him were as though of a lowly child, and of a root so weak, as laid away in scarcity of moisture; and His very form was so lowly, as to have fallen far below the appearances of the rest, nay more, below the operation of the power also, through which the signs were wrought
Ἀκμασάσης τῆς τῶν ἀνθρώπων κακίας, καὶ πᾶν εἶδος παρανομημάτων ἐργασαμένης, τιμωρία καὶ κόλασις ἐπήρτητο· ἥντινα δίκην χρεωστουμένην ἡμῖν, ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, ἐλθὼν εἰς τὸν καθ' ἡμᾶς κόσμον, καὶ πάντα νόμον, καὶ πᾶσαν δικαιοσύνην πληρώσας, ἁμαρτίᾳ τε μὴ ὑποπεσὼν, ἑκοντὶ δέχεται· ἵν' ἡμῖν μεταβάλῃ τὴν κόλασιν εἰς εἰρήνην τε καὶ εὐμένειαν· αὐτοῦ μὲν τῇ πείρᾳ ὑπελθόντος τὰς ὕβρεις καὶ τὰς κολάσεις, ἡμῶν δὲ πίστει οἰκειουμένων τὰ πάθη, καὶ συναποθνησκόντων χάριτι καὶ σωζομένων.
When the wickedness of men had reached its height, and had wrought every kind of transgression, retribution and punishment hung over them; which penalty owed by us, the only-begotten Word of God, having come into our world, and having fulfilled every law and all righteousness, and not having fallen under sin, willingly accepts; that He may change for us the punishment into peace and goodwill; He Himself on the one hand having in experience undergone the insults and the punishments, and we on the other hand by faith appropriating the sufferings, and dying together with Him by grace and being saved.
Παραδεδόσθαι δὲ αὐτὸν ἀκούων, μὴ ἀνάγκην καθυπόπτευε, τὸ δὲ ἑκούσιον νόει. Καὶ γὰρ ὁ Ἀπόστολος τῷ ὀνόματι τούτῳ κέχρηται, αὐθεντίαν καὶ βούλησιν Πατρὸς μηνύων· ‹ Οὕτω γὰρ ὁ Θεὸς ἠγάπησε τὸν κόσμον, ὥστε τὸν μονογενῆ Υἱὸν αὐτοῦ παραδοῦ-
And when you hear that He was delivered up, do not suspect necessity, but understand that which is voluntary. For the Apostle also has used this word, signifying the authority and will of the Father: "For God so loved the world, as to deliver up His only-begotten Son-