PG 18:1333Read from the pageλόγος καλεῖ, καθ' ὁμοίωσιν τῶν νήσων τούτων, αἳ ἐν μέσῳ τῷ πελάγει ἑστήκασιν περικλυζόμεναι, μὴ μέντοι καταποντιζόμεναι· οὕτω καὶ αἱ ψυχαὶ ὑπὸ τῶν ἐν τῷ κόσμῳ πραγμάτων, οὐ μὴν ἀλλὰ καὶ σωματικῶν παθῶν, ἁλμυρῶν ὄντων, ἐπικλύζονται· ἀπεκδύσασθαι τοίνυν ταύτας τὸν παλαιὸν ἄνθρωπον, καὶ
word also calls islands, after the likeness of these islands, which stand in the midst of the sea washed all around, yet not plunged beneath the deep; so also the souls are washed over by the affairs in the world, nay more, by bodily passions as well, which are salt; that these therefore strip off the old man, and
Περὶ Κύρου λέγει, ὃν δικαίως ἐπήγειρε Βαβυλῶνι. — Ὑπέταξεν αὐτῷ πολλοὺς, ἵνα καθέλῃ Βαβυλῶνα δικαίως.
He speaks concerning Cyrus, whom He justly raised up against Babylon. — He subjected many to him, so that he might pull down Babylon justly.
Τὴν σχέσιν τὴν ἑαυτου πρὸς αὐτὸν Ἰσραὴλ τὸν κατὰ προκοπὴν λεχθέντα ἐνταῦθα ὑπομιμνήσκει ὁ Θεὸς, παῖδα αὐτὸν ἀποκαλῶν, οὐκ ἐξ ὠνῆς κτηθέντα, οὐδ' ἀλλότριον περιποιηθέντα, ἀλλ' ὡς υἱὸν ὑπὸ πατρὸς προσληφθέντα, ὃν καὶ Ἰακὼβ καλεῖ, ἐκείνου ὄντα διάδοχον, καὶ ἐν τῷ κλήρῳ τῶν ἐκείνου τελοῦντα.
God here calls to mind His own relation towards Israel himself, so called according to advance, calling him servant, not acquired by purchase, nor preserved as a stranger, but taken to Himself as a son by a father, whom He also calls Jacob, as being his successor, and belonging in the lot of those who are his.
Τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν αὐτοῖς γινομένην, καὶ τὴν κατὰ τῶν ἐχθρῶν ἄμυναν ἐκδιδάσκων, αὐτοὺς θαῤῥεῖν παρακελεύεται· Ἐγὼ γὰρ, φησὶν, ἐθέμην σε οὕτως ἰσχύειν κατὰ τῶν ἐχθρῶν, ὡς ἂν τροχοὺς σιδηροῦς πριστηροειδεῖς καταλάβῃς, καὶ πάντα τὰ ἔθνη σοι ὑποβεβηκὼς εἰς τὸ καταπατῆσαι αὐτά· τὰ τοίνυν αἰρόμενα φρυάγματα ὡς ὄρη καὶ τοὺς ὑψαύχενας λογισμοὺς βουνοῖς παραβαλλομένους οὕτω πατήσεις καὶ εἰς οὐδὲν ἀποδείξεις, ὡς κόνει παραβάλλεσθαι· ὃ δὴ καὶ γέγονεν ἐπὶ τοῦ Ἀσσυρίου· μηδὲ γὰρ πολεμήσαντος τοῦ Ἰσραὴλ, μηδὲ ἀντιπαραταξαμένου τούτου, ὤφθη τὸ πεδίον νεκρῶν πλεπληρωμένον, Χριστοῦ χειρὶ κρυφαίᾳ ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας ἀνελόντος· ὡς τὸν Ἰσραὴλ μόνον εἰς θέαν ἐκβῆναι τοῦ οὕτω μεγάλου παραδόξου, ἐπευφραινόμενον ἐπὶ τῇ οὕτω παρὰ τοῦ Θεοῦ ἀντιλήψει.
Teaching thoroughly the inclination of the scale coming to them from God, and the defence against the enemies, He exhorts them to take courage: For I, He says, appointed you to prevail so greatly against the enemies, as though you should lay hold of saw-like iron wheels, and having subjected all the nations to you for treading them down; the insolent boasts therefore lifted up like mountains and the haughty-necked thoughts compared to hills you shall thus tread down and render into nothing, so as to be compared to dust; which indeed also came to pass in the case of the Assyrian; for when Israel had neither fought, nor drawn up in battle array against him, the plain was seen filled with dead bodies, Christ with hidden hand having destroyed a hundred and eighty-five thousand; so that Israel went out only for the sight of so great a marvel, rejoicing over the succour thus given from God.
Τὰ καταληψόμενα αὐτοὺς τοὺς ἐχθροὺς αὐτῶν διαγορεύει ὁ λόγος.
The word declares the things that will overtake their enemies themselves.
Τὴν τοῦ Ἀσσυρίου καὶ τὴν τῶν Αἰγυπτίων ἔφοδον γνώμῃ αὐτοῦ γεγενῆσθαι ὑπαγορεύει· Οὐδὲ γὰρ, φησὶν, οὗτοι εἰσῄεσαν ἂν, εἰ μή γε αὐτὸς ἀνεδίδου αὐτοῖς κατὰ συγχώρησιν· ὡς ἐμοὶ τοίνυν διακονούμενοι, ἰσχύουσι καθ' ὑμῶν ὡς κατὰ πηλοῦ ὃν πατεῖν μελλήσουσι. Παρέστω τοίνυν καὶ τῶν ἐθνῶν τις πρὸ αἰώνων ὅλων τὰ μέλλοντα ἔσεσθαι προλέξων· καὶ δειξάτω, ὡς οἷοί τε ἔσονται προαπαγγεῖλαι ὥσπερ ἰδίους ὅρους εἰς ἔργον μέλλοντας προχωρήσειν· καὶ γὰρ οἱ δαίμονες, κἂν προλέγωσί τινα, οὐκ αὐτῶν ἔργα προλέξουσιν, ἀλλ' ἀλλοτρίας πράξεις μηνύουσιν· οὐ τοίνυν οὗτοι ἀπαγγέλλουσί τι ἴδιον, οὐδὲ ἕξουσιν ἀκροατὰς τοὺς διακρίνοντας τὸ ψεῦδος ἀπὸ τοῦ ἀληθοῦς.
He suggests that the onslaught of the Assyrian and that of the Egyptians took place by His purpose: For neither, He says, would these have entered in, unless indeed He Himself granted it to them by permission; as ministering to Me therefore, they prevail against you as against clay which they will be about to tread. Let someone therefore of the nations also come forward to foretell before whole ages the things that are going to be; and let him show how they will be able to announce beforehand as it were their own decrees going to advance into deed; for indeed the demons, even if they foretell some things, will not foretell their own works, but indicate another's deeds; these therefore do not announce anything of their own, nor will they have hearers who discern falsehood from truth.
Τῶν ὑπὸ τοῦ Θεοῦ ἐξ ἀρχῆς παρασχεθέντων τῇ Ἱερουσαλὴμ ὡς ἀνῆπτο παντὶ τῷ κόσμῳ θεογνωσίας λαμπτήρ· καὶ ὡς ἐκεῖσε ἡ τοῦ Θεοῦ χάρις μυρίοις συνθήμασι κατακεκοσμημένη ὑπομιμνήσκει αὐτούς· ὅθεν καὶ ὡς πάλιν μετὰ τὴν ἐκ τῆς αἰχμαλωσίας ἐπάνοδον τῶν αὐτῶν ἠξιοῦτο· οὐ μὴν ἀλλὰ καὶ ἐπὶ
Of the things provided by God from the beginning to Jerusalem, how a lamp of the knowledge of God had been kindled for the whole world; and how there the grace of God adorned with ten thousand tokens calls to their mind; whence also how again after the return from the captivity she was counted worthy of the same things; nay more, upon
Notes, col. 1333
On the reading
Printed ἑαυτου, for ἑαυτοῦ.
Printed πλεπληρωμένον, for πεπληρωμένον.
PG 18:1336Read from the pageτούτοις προαγορεύει τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίαν ἐκεῖθεν ἀρξαμένην, καὶ οὕτως ἐπὶ πάντα τὰ ἔθνη τῆς ἑαυτοῦ χάριτος διαβάσης.
these things he foretells the sojourn of our Saviour having begun from there, and His grace having thus passed over to all the nations.
Ὥσπερ οὖν καὶ νῦν προφήτης καταλαβὼν τὴν σωτηριώδη παρουσίαν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ κέρδει ἡμετέρῳ γενησομένην, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἡμετέρων ψυχῶν, ἀγαλλιασθεὶς τὴν ψυχὴν ἐπὶ τῇ τοσαύτῃ τοῦ Θεοῦ φιλανθρωπίᾳ, ἀπάρχεται τῶν ὕμνων καὶ τῆς δοξολογίας· τὸ δ' αὐτὸ καὶ ἄλλους ποιεῖν προτρέπεται· οὐδὲ γὰρ ὁ φανησόμενος καὶ γνωρισθεὶς ἡμῖν Θεὸς, νῦν τοῦ ἄρχειν ἤρξατο, ἀλλὰ προούσης αὐτοῦ τῆς κυριότητος, καὶ ἐν τῷ ἄνω κρατούσης, καὶ παρ' ἐκείνοις δοξαζομένης, εἰς τὰ ἁπανταχοῦ γῆς πέρατα φανερωθήσεται πρῶτον· ταύτης τῆς γνώσεως ἀπαρχομένων τῶν παλαιῶν ἐκείνων ἔργον ἐχόντων τὴν θάλατταν πλέειν, ἐδηλοῦτο τὸ τάγμα τῶν ἀποστόλων.
Just as therefore now also the prophet, having apprehended the saving coming of our Saviour going to take place for our gain, and for the salvation of our souls, having exulted in soul over so great humanity of God, makes a beginning of hymns and doxology; and exhorts others also to do the same thing; for neither did the God Who will appear and be made known to us begin now to rule, but since His lordship pre-existed, and held sway on high, and was glorified among those, it will first be manifested to the ends of the earth everywhere; as those men of old who had it as their work to sail the sea made a first-offering of this knowledge, the rank of the apostles was made clear.
Ἐκ τῶν τόπων τοὺς οἰκήτορας ἐνταῦθα σημαίνει, οἳ καὶ πρῶτοι ἤμελλον ἐπιγινώσκειν τὸν ἡμέτερον Σωτῆρα τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, καὶ προσκυνοῦντας δοξάζειν. Ἔρημον δὲ νῦν λέγει, ἀναφέρων τὸν λόγον εἰς τὰς ψυχὰς, αἵτινες ἐρημίαν ἐταλαιπώρουν θεογνωσίας ἐστερημέναι. Ἀναγκαίως δὲ καὶ τῆς Κηδὰρ μνημονεύει· διὰ τούτου διδάσκων ἡμᾶς, ὅτι αἱ ἀπομαχόμεναι πρὸς τὴν παρουσίαν τοῦ Σωτῆρος ψυχαὶ, ὕστερον ἐπεγνωκυῖαι, ὁμολογήσουσι τὸ σέβας· καὶ γὰρ καὶ ἡ Κηδὰρ χωρίον ἦν τοῦ γένους τοῦ Ἠσαῦ, ὃ διετέλει ἀπομαχόμενον τῇ Ἱερουσαλὴμ, καὶ ἐναντιούμενον τοῖς ταύτης νομίμοις.
From the places he here signifies the inhabitants, who also were going to be the first to recognize our Saviour our Lord Jesus the Christ, and worshipping to glorify Him. And now he says wilderness, referring the word to the souls which suffered misery in desolation, deprived of the knowledge of God. And of necessity he makes mention of Kedar also; teaching us through this that the souls fighting off the coming of the Saviour, having recognized Him afterwards, will confess reverence; for indeed Kedar also was a place of the race of Esau, which continued fighting off Jerusalem, and opposing her laws.
Τὴν τοῦ Σωτῆρος ἐπιδημίαν καὶ ἐνταῦθα τρανῶς ὑπαγορεύει, ὃς ἡμῖν μὲν εἰρήνην βραβεύει, καθελεῖ δὲ πᾶσαν δύναμίν τε καὶ ἀλαζονείαν τοῦ ἐχθροῦ, ἑαυτὸν κινήσας πρὸς ἐκδικίαν· οὐδὲ γὰρ ὡς πάθος ὑπομένων ζηλοτυπίας, χωρήσει κατὰ ἐχθροῦ καὶ πολεμίου ἡμῖν· ἀλλ' ἐλεύθερος ὢν παντὸς πάθους ἀνθρωπίνου ἅτε Θεὸς ἑαυτὸν κινήσει πρὸς ἄμυναν· καθὼς καὶ ἐν σαρκὶ φανεὶς πεποίηκε· τῷ γὰρ, ἐνεβριμήσατο τῷ πνεύματι, σημειοῦνται οἱ εὐαγγελισταὶ, δηλοῦντες τὸ ἑκούσιον τῆς γνώμης· δάκρυον γὰρ ἐξέχεε, καὶ κάματον ὑπέμενε σωματικὸν, τὰ πάθη οὐκ ἀκουσίως ὑπομένων, ἀλλ' ἐπ' ἐξουσίας τῷ σώματι ἐπιτάττων. Ἐπὶ γὰρ ἡμῶν τῶν ἀνθρώπων δάκρυα μὲν ἐκχεῖται, οὐχ ὅτ' ἂν θέλωμεν, σώματος δὲ ὄντα φυσικὰ πάθη, καὶ ἀκουσίως ταῦτα ὑπομένομεν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' ἐπ' ἐξουσίας πάντα ποιῶν, καὶ κατὰ τῶν ἐχθρῶν τῇ αὐτῇ δυνάμει χρήσεται.
The sojourn of the Saviour he here also clearly suggests, Who awards peace to us, and will pull down all the power and boastfulness of the enemy, having moved Himself to vengeance; for neither as undergoing a passion of jealousy will He advance against our enemy and foe; but being free from every human passion, inasmuch as He is God, He will move Himself to defence; even as when He appeared in flesh He did; for by the phrase, He groaned in the spirit, the evangelists mark it, making clear the voluntariness of His purpose; for He poured forth a tear, and endured bodily toil, undergoing the passions not involuntarily, but with authority commanding the body. For in the case of us men tears are poured forth, not whenever we wish, but being natural passions of the body, we undergo these involuntarily also; whereas God not thus, but doing all things with authority, will use the same power against the enemies also.
Τῆς κατ' ἀξίαν τῶν ἁμαρτημάτων αἰσχύνης ἀξίους εἶναι αὐτοὺς φάσκει· καὶ τοιούτους ἔσεσθαι, οἷά περ καὶ τὰ σεβάσματα αὐτῶν, κατὰ τὸ γεγραμμένον· « Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά· » εἰ δὲ ὕβριν ἡγεῖσθε τὸ ἐξομοιοῦσθαι τοῖς σεβάσμασιν ἑαυτῶν, πολὺ πρότερον κατὰ νοῦν λάβετε, ὡς ἑαυτοὺς ἀτιμάζετε, δεσπότας αὐτοὺς καὶ θεοὺς ἐπιγραφόμενοι.
He says that they are worthy of the shame according to the desert of their sins; and that they will be such as their objects of worship also are, according to what is written: "May those who make them become like them;" and if you account it an outrage to be made like your own objects of worship, much earlier take into mind how you dishonour yourselves, enrolling them as masters and gods.
Τοίνυν τὰ αἰσθητήρια κεκτημένοι, τὸν σκοπὸν τοῦ
Therefore having acquired the organs of sense, the aim of Him Who
PG 18:1337Read from the pageκαλοῦντος ὑμᾶς ἐννοήσατε· ὡς εἰς οὐράνιον πολιτείαν κέκλησθε, καὶ εἰς ἀγγέλους τελεῖν παρεσκεύασθε· οὐδὲν ἕτερον παρ' ὑμῶν ἀπαιτῶν, ἢ τὴν ἐξ εὐνοίας αἴνεσιν· ἥνπερ παραλιπόντες, ἐκδεδώκατε ἑαυτοὺς τῷ πονηρῷ, καὶ γεγόνατε ἐκείνου αἰχμάλωτοι, παγιδεύοντες αὐτοὺς ἐν συνειδήσει, καὶ εἰδωλοποιοῦντες ἐν τοῖς οἴκοις ὑμῶν· ἀπὸ γὰρ κακῶν ἐννοιῶν εἰς ἔργον προκεχώρηκεν ὑμῖν τὰ ἐπιτηδεύματα· διόπερ, αἰχμαλωσίᾳ τῇ τε κατὰ σῶμα καὶ ψυχῇ ὑποβληθέντες, οὐχ ἕξετε τὸν ἀντιλαμβανόμενον ὑμῶν· τῶν γὰρ πολεμίων ἐπελθόντων, οἱ νομισθέντες παρ' ὑμῖν εἶναι θεοὶ οὐ μὴ ἐξέλωνται ὑμᾶς, οὐδὲ τὰ παρὰ τῶν πολεμίων διαρπαγέντα ἀποκαταστήσουσιν ὑμῖν.
calls you consider: how you have been called to a heavenly citizenship, and have been prepared to be enrolled among angels; demanding nothing else from you than praise out of goodwill; which having left aside, you have given yourselves up to the evil one, and have become his captives, ensnaring yourselves in conscience, and making idols in your houses; for from evil thoughts your practices have advanced for you into deed; wherefore, subjected to captivity both in body and in soul, you will not have anyone laying hold to help you; for when the enemies come upon you, those supposed among you to be gods will by no means rescue you, nor will they restore to you the things plundered by the enemies.
Τῆς ἐξ Αἰγύπτου ἐλευθερίας ὑπομιμνήσκει· δεικνὺς, ὡς, Ὅλα ἔθνη τιμωρησάμενος, ὑμῶν ἀντικατηλλαξάμην, ἐκείνους μὲν κακώσας καὶ ἀπωλείᾳ παραδοὺς, ὑμῖν δὲ βοήθειαν νείμας.
He calls to mind the freedom from Egypt; showing how, Having punished whole nations, I exchanged them for you, having afflicted those on the one hand and handed them over to destruction, and having bestowed help upon you on the other.
Πάλιν ἐνταῦθα ὑπομιμνήσκει, ὅτι οὐχ ὡς οἰκείοις πόνοις δόξαν ἑαυτοῖς περιεποιήσαντο, οὐδὲ ἰδίᾳ δυνάμει τῶν ἐθνῶν περιεγένοντο, ἀλλὰ τοῦ Θεοῦ ἁπανταχοῦ καὶ τούτων ἐρημοῦντων ἐνεργοῦντος κατὰ τῶν ἐναντίων· ἑλομένου γάρ μου συντελεῖν σε εἰς λαὸν ἐμὸν, ἀπρονόητος οὐ μεμένηκας.
Again here he calls to mind that not as by their own labours did they acquire glory for themselves, nor by their own power did they overcome the nations, but as God everywhere even when these were desolate worked against the adversaries; for since I chose to reckon you into My people, you have not remained uncared for by providence.
Ὅτι ἡ ἔρημος νοτίδων θείων τυγχάνουσα ψυχὴ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος πλημμυρεῖ θείων διδαγμάτων, ὃς τὴν καθ' ἕκαστον ἄνδρα καὶ κοινῇ τὴν Ἐκκλησίαν ἴσα ποταμοῖς ἐπαρδεύετο τοῖς θείοις διδάγμασιν· ὁμοίως δὲ νοήσεις καὶ τὰ ἑξῆς, ἁρμόζων ἕκαστον τῶν λεχθέντων εἰς τὴν ἐν ψυχαῖς θεωρίαν.
That the soul which happens to be barren of divine moisture overflows after the coming of the Saviour with divine teachings, Who watered each man individually and the Church in common equally with rivers by the divine teachings; and in like manner you will understand the following things also, fitting each of the things said to contemplation in souls.
Τὴν ἄνωθεν καὶ ἐκ παλαιῶν χρόνων γενομένην αὐτῶν πρόνοιαν παρὰ τοῦ Θεοῦ ὑποδείκνυσιν· οὐ γὰρ νῦν ἠρξάμην προνοεῖν ὑμῶν· οὐδὲ ἡνίκα τὴν ἀπ' Αἰγύπτου ἔξοδον ἐποιεῖσθε, θυσίας ὑμᾶς ἀπῄτησα· οὐδὲ μετὰ καμάτων τοὺς ἐναντίους χειροῦσθαι συνεχώρησα· ἀλλὰ καὶ ταῦτα προσφέρειν μετὰ ταῦτα ἐνέδωκα, ἀποστῆσαι βουλόμενος εἰδώλων, καὶ ὑμῖν προφάσεις δωρημάτων παρασχέσθαι· οὐ γὰρ ἐν χρείᾳ τούτων καθέστηκα.
He points out the providence over them that came from above and from ancient times from God: for I did not begin now to take thought for you; nor when you made the exodus from Egypt did I demand sacrifices of you; nor with toils did I permit you to subdue the adversaries; but I granted to offer these things also afterwards, wishing to remove you from idols, and to provide you with occasions of gifts; for I do not stand in need of these things.
Ὑπομιμνήσκει, ὡς καὶ κοινῇ τοῦ γένους καὶ ἰδίᾳ ἑκάστου ποιητὴς καθέστηκεν· ἀλλὰ καὶ διὰ κοιλίας μέμνηται διήκουσαν πρόνοιαν, ζωοπλαστοῦντος αὐτοῦ πάντας ἡμᾶς ἐν τῇ νηδύϊ τῆς μητρὸς, καὶ τὸ εἶναι ἡμῖν διδόντος.
He calls to mind how He is established as Maker both of the race in common and of each one individually; and He also mentions providence reaching through the womb, as He fashions us all alive in the belly of the mother, and gives being to us.
Ἐνταῦθα τὸ « οὐκ ἦσαν οἱ πλάττοντες, » οὐ παρὰ τὸ μὴ εἶναι τοὺς ταῦτα ἐργαζομένους, ἀλλὰ παρὰ τὸ μὴ δύνασθαι βοηθεῖν τοῖς θεραπεύουσιν αὐτὰ, ὡς μὴ ὄντες· καὶ γὰρ καὶ ἡνίκα ἡ χώρα τοῖς Ἰσραηλίταις ἐκληροδοτεῖτο, πολλῶν ὄντων σεβασμάτων, οὕτως ἀνῃροῦντο καὶ ἐξεωθοῦντο τῶν τόπων τὰ ἔθνη, ὡς τὴν μὲν ἐκείνων ἀδυναμίαν καὶ οὐθένειαν δείκνυσθαι, φανεροῦσθαι δὲ τὴν τοῦ Θεοῦ δεσποτείαν.
Here the phrase "those who fashion were not," is not because those who work these things do not exist, but because they are unable to help those who court them, as not existing; for indeed even when the land was being allotted to the Israelites, although there were many objects of worship, the nations were thus destroyed and thrust out of the places, so that the weakness and nothingness of those was shown, and the lordship of God was made manifest.
Ἄβυσσον εἰρήκασι τὴν Ἐρυθρὰν θάλασσαν, ἐρημωθεῖσαν παριόντων τῶν Ἰσραηλιτῶν· ποταμοὺς δὲ
They have called the Red Sea the abyss, made desolate as the Israelites passed by; and rivers
Notes, col. 1337
On the reading
Printed ἐρημοῦντων, for ἐρημούντων.
PG 18:1340Read from the pageξηρανθέντας τὸν Ἰορδάνην εἰρήκασιν, ἀναχαιτίσαντα ἐπὶ τῇ αὐτῶν παρόδῳ προστάξει Θεοῦ.
dried up they have called the Jordan, which reared back at their passage by the command of God.
Ἀπὸ τῶν μὴ ἐνδεχομένων γίνεσθαι σωφρονίζει αὐτοὺς, παιδεύων εἴκειν τοῖς παρὰ τοῦ Θεοῦ ἐπὶ σωτηρίᾳ τῶν ἐθνῶν μέλλουσι χαρισθήσεσθαι· ὅνπερ γὰρ τρόπον οὔτε πηλὸς ἐπιδιατάξεται τῷ πλάστῃ, οὔτε τέκνα κωλύσει πατέρα σπεύδοντα καὶ ἑτέρων τέκνων γενέσθαι πατέρα, καὶ μητέρα κυοφοροῦσαν αἰτιᾶσθαι, οὕτως ἀσεβοῦς ὄντος· οὐδ' ὑμεῖς, φησὶ, τῷ Θεῷ ἐπιδιατάξεσθε εἰς ὑμᾶς μόνους περιστῆναι τὰ τῆς αὐτοῦ χάριτος.
From the things that do not admit of coming to pass He chastens them, training them to yield to the things going to be granted by God for the salvation of the nations; for in the very way in which neither will clay give orders besides to the potter, nor will children hinder a father hastening to become father of other children also, and blame a mother conceiving in the womb, since this is ungodly; neither will you, He says, give orders besides to God that the things of His grace should come round to you alone.
Ἐμοὶ ἐπιγράψατε τὴν ὑμετέραν φροντίδα, καὶ οὐ μὴ διαμάρτητε σωτηρίας· οὔτε γὰρ τῆς ὑμῶν δεηθήσομαι ὑπομνήσεως ἢ παρακλήσεως, ὥστε ἐμὰ ποιήματα ἃ ἐν υἱοῖς καὶ θυγατράσι κατειλεγμένα τυγχάνει, ἐπιμελείας καὶ φροντίδος ἀξιωθῆναι· οὐδὲ γὰρ οὐρανὸν καὶ γῆν κατασκευάζων ὡς ἐμοὶ χρείαν συντελέσοντα ἐποίουν, ἵνα ᾖ μοι θρόνος ὁ οὐρανὸς, γῆ δὲ ὑποπόδιον, καὶ ἐν τούτοις περιέχωμαι, ὁπότε τῷ ἐμῷ θελήματι ταῦτα συνέχεται, ἀλλ' εἰς ὑμετέραν χρείαν ὑφιστῶν· οὐ μὴν ἀλλὰ καὶ ἀστέρων δρόμους καὶ στάσεις τὸ ἐμὸν βούλημα ἰθύνει· καὶ γὰρ γινομένων αὐτῶν, ἄγγελοι ἡσυχάζειν οὐκ ἠνέσχοντο, ἀλλὰ τὸν ἐπ' αὐτοῖς αἶνον ὀφειλόμενόν μοι ἀποδεδώκασι. Πάντων τοίνυν ὑπ' ἐμοῦ κυβερνωμένων, οὐδὲ τὰ ἐπὶ τῆς γῆς ἐκπέφευγον· ἀλλὰ καὶ Κῦρος ὁ βασιλεὺς εὐσεβῶν τὰ πρὸς ἐμὲ καὶ εὖ πράσσων ἔγνωσται· καὶ οὔποτε λήσεται τὴν ἐμὴν γνῶσιν κατὰ χρόνους ἰδίους γεννώμενος, καὶ οὐκ οἰκείᾳ προαιρέσει εὖ βιώσων, ἀλλὰ τῷ ἐμῷ νεύματι, καὶ τὴν κάθ-
Inscribe your care upon Me, and you shall by no means fail of salvation; for neither shall I need your reminder or exhortation, so that My creatures which happen to be enrolled among sons and daughters should be counted worthy of care and thought; for neither when preparing heaven and earth did I make them as going to fulfil a need for Me, that heaven might be a throne for Me, and the earth a footstool, and that I might be contained in these, since by My will these are held together, but establishing them for your need; nay more, My counsel directs the courses and stations of the stars also; for indeed when they came into being, angels did not endure to keep silent, but rendered the praise owed to Me over them. As all things therefore are steered by Me, neither had the things upon the earth escaped; but Cyrus the king also showing reverence in the things towards Me and doing well has been known; and never will he escape My knowledge when born according to his own times, and going to live well not by his own choice, but by My nod, and the re-
Πάλιν τῶν ἐν Αἰγύπτῳ ἐπονειδεῖ [-ίζει] τὴν μνήμην, καὶ τῶν ἐκεῖ θαυματουργηθέντων ὑπὸ τοῦ Θεοῦ κατὰ τῶν Αἰγυπτίων ἐπὶ τῇ τοῦ λαοῦ ἐλευθερίᾳ ὑπόμνησις· ὡς ἐκεῖνοι μὲν πληττόμενοι κεκμήκασιν, ὑμεῖς δὲ ἁμαρτάνοντες οὐκ ἐνδεδώκατε· ἀλλὰ καὶ ταῖς ἑαυτῶν ἐμπορίαις ἐματαιοπονεῖτε. Καὶ μετ' ὀλίγα· Ὑμῶν δὲ ἀμελούντων, καὶ τὴν παρὰ τοῦ Θεοῦ κηδεμονίαν ἀποστρεφομένων, παρέσται ὁ μονογενὴς Υἱὸς πληρώσων τὸ ἐμὸν θέλημα, καὶ τοῖς πᾶσιν Ἰσραὴλ γινόμενος· οὐ μὴν ἀλλὰ καὶ Ἰούδας, ἐν ᾧπερ προσεύξονται· δι' οὗ καὶ τῶν ἐμῶν ἀπολαύσουσιν ἀγαθῶν, καὶ σωτηρίας τεύξονται· καὶ γὰρ τὸ, « Ἀπ' Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου, » τοῦτον τὸν τρόπον ἐπληροῦτο· Ἰουδαίων μὲν τὸ Υἱοῦ ὄνομα ἀθετησάντων, καὶ μηδὲ τῷ πλήθει τῶν παρασχεθέντων αὐτοῖς ἐκδυσωπηθέντων· τοῦ δὲ μονογενοῦς Υἱοῦ οἰκειωσαμένου κυρίως ῥωννυμένην φωνήν· ὅτε γὰρ ἀπ' Αἰγύπτου μετὰ τὸν Ἡρώδου θάνατον ἐπανῄει, ἡρμόζετο κυρίως ἐπὶ αὐτοῦ τὸ λεχθέν· « Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου. »
Again he reproaches the memory of the things in Egypt, and there is a reminder of the wonders worked there by God against the Egyptians for the freedom of the people: how those on the one hand being struck have grown weary, while you on the other sinning have not given in; but also laboured in vain in your own traffickings. And a little after: When you are careless, and turn away from the care from God, the only-begotten Son will be present to fulfil My will, becoming Israel to all; nay more, Judah also, in Whom they will pray; through Whom they will both enjoy My good things, and obtain salvation; for indeed the word, "Out of Egypt I have called My Son," was fulfilled in this way: while the Jews rejected the name of the Son, and were not even won over by entreaty through the multitude of the things provided for them; whereas the only-begotten Son appropriated strictly the confirmed voice; for when He returned from Egypt after the death of Herod, what was said was fitted strictly to Him: "Out of Egypt I have called My Son."
Λαμβάνεται μὲν τὸ ῥητὸν καὶ εἰς Κῦρον τὸν βασιλέα, ὅτι οἱ τούτῳ βουλόμενοι ἀντιστατεῖν, οὐδὲν ἕτερον ὀνήσουσιν, ἢ αἰσχύνην ἀπενέγκονται· νοεῖται δὲ καὶ εἰς τὸν Ἰσραὴλ, ὡς πάντας ὑποχειρίους ἕξουσι. — Νήσους ἐνταῦθα καλεῖ καὶ αὐτοὺς τοὺς
The saying is taken with reference to Cyrus the king also, that those wishing to stand against him will profit nothing else than carry off shame; and it is understood with reference to Israel also, that they will have all subject under their hand. — Here he calls islands the very
PG 18:1341Read from the pageτόπους τῶν νήσων· νῆσος δὲ καὶ ἡ Ἱερουσαλὴμ λέγεται, συνεχομένη μὲν πανταχόθεν ὑπὸ τῶν περικυκλούντων αὐτὴν ἐθνῶν, περικλυζομένη δὲ καὶ ὑπὸ τῶν τοῦ λαοῦ ἁμαρτιῶν ὧν ἡμάρτανον, εἰς τὰ ἔθη τῶν ἐθνῶν ἐκπίπτοντες, καὶ εἰς εἰδωλολατρείαν ὀλισθαίνοντες. Ἀνακαινίζεσθαι τοίνυν προτρέπεται· μάλιστα μὲν πρωτοτύπως αὐτὴν τὴν Ἱερουσαλὴμ, οὐ μὴν ἀλλὰ καὶ πάντα τόπον τῶν ἐθνῶν καὶ ἀνα-
places of the islands; and Jerusalem also is called an island, held fast on all sides by the nations encircling her, and washed all around also by the sins of the people which they sinned, falling out into the customs of the nations, and slipping into idolatry. He exhorts therefore to be renewed: especially and primarily Jerusalem herself, nay more, every place of the nations also, and to re-
Πρὸς τὴν οὕτω μεγάλην ἐπαγγελίαν, καὶ τὴν ἐγειρομένην τοῖς ἀκούουσιν ἀμφισβήτησιν, ἀπὸ ἀξιοπίστων τῶν τοῦ Θεοῦ ἔργων νουθετεῖν ἔοικεν ὁ λόγος· Οὗτος γὰρ, φησὶν, ὁ ταῦτ' ἐπαγγελλόμενος Θεός ἐστιν, ὁ καὶ οὐρανὸν ποιήσας, καὶ γῆν δείξας ἔργον γενομένην τῆς ἑαυτοῦ προλαβούσης ἐννοίας· καὶ ταύτην χωρίσας ἀπὸ τῶν ὑδάτων συναχθέντων εἰς συναγωγάς. Ὁ τοίνυν τῶν φύσεων τούτων ποιητὴς οὔποτε παύσεται φιλανθρωπευόμενος· οὐδὲ γὰρ ἀνθρώπους εἰς τὸ εἶναι παρήγαγεν, ἵν' ἔχῃ οὓς τιμωρήσηται, καὶ ἔρημον τούτων τὴν γῆν ἀποφήνῃ, ἀλλ' ἵνα οἰκοῦντας εὐεργετῇ, καὶ μετανοοῦντας σώζῃ, καὶ ἐπιγινώσκοντας αὐτὸν διδάξῃ.
Towards so great a promise, and the doubt stirred up in the hearers, the word seems to admonish from the trustworthy works of God: For this One, he says, Who promises these things is God, Who both made heaven, and showed the earth to have become a work of His own preceding thought; and separated it from the waters gathered together into gatherings. The Maker therefore of these natures will never cease showing humanity; for neither did He bring men into being in order that He might have those whom He may punish, and render the earth desolate of them, but in order that He may do good to them as they inhabit it, and save them when they repent, and teach them as they recognize Him.
Οἱ τοίνυν ἐκ τῶν ἐθνῶν Θεὸν ἐπεγνωκότες καὶ σωτηρίας ἄξιοι ἀναδειχθέντες, συστρέψαντες ἑαυτοὺς, καὶ κατὰ νοῦν συσκοπησάμενοι, τὸ ἄτοπον συνίδετε, ὅτι οἱ ἐπ' ὤμων φέροντες τὰ ἑαυτῶν σεβάσματα, καὶ βοήθειαν τούτοις νέμοντες, οὐ μετ' οὐ πολὺ πλεῖν μέλλοντες, καὶ μακρὰν ὁδὸν στελλόμενοι, παρ' ἐκείνων ἐπάνοδον ἐπιζητοῦσι, καὶ σωτηρίαν αὐτοῖς χορηγεῖσθαι ἠλπίκασι· δέον τὸ ἄτοπον συνιδεῖν, ὅτι ὁ ἔμψυχος καὶ ἑαυτῷ ἐπαμύνειν δυνάμενος, παρὰ τοῦ ἀβοήθου καὶ ἀναισθήτου οὐδὲν τῶν καλῶν ἀπώνασθαι δύναται.
You therefore from the nations who have recognized God and been shown worthy of salvation, having turned yourselves together, and having considered together in mind, perceive the absurdity, that those who carry their own objects of worship upon their shoulders, and bestow help upon these, not long afterwards being about to sail, and setting out on a long journey, seek a return from them, and have hoped that salvation be supplied to them; whereas one ought to perceive the absurdity, that he who is animate and able to ward off harm for himself, is able to enjoy no good thing from that which is helpless and insensible.
Τὸ ἀκοινώνητον τῆς τοῦ Θεοῦ φύσεως καὶ ἀσύγκριτον κἀν τούτῳ σημαίνεται· μηδενὸς ἄλλου οὕτω τὸ εἶναι κεκτημένου, μόνου δὲ ὄντος ἀγενήτου, καὶ τὸ δίκαιον ἑκάστῳ νέμοντος. — Ἰησοῦς δέ ἐστι σωτηρία Θεοῦ, κατ' αὐτὸ τὸ ὄνομα· καὶ ὁ Σωτὴρ Θεὸς ἐν αὐτῷ, καὶ αὐτὸς ἐν Θεῷ· οὐ δὴ τὴν ἑαυτῷ Θεὸς ἀφορίζει ἑαυτοῦ καὶ τοῦ εἶναι, ἀλλὰ τὸν ἔξω καὶ ἐν ἑτέρᾳ δυνάμει δικαιοσύνης καὶ σωτηρίας· οὐ γάρ ἐστιν οὐδὲν τοιοῦτον ἀλλότριον τοῦ μονογενοῦς Θεοῦ, τῆς μόνης πηγῆς τῶν ἀγαθῶν· ἓν γὰρ τὸ ἀγαθὸν καὶ τὸ ἐξ αὐτοῦ ταὐτὸ, ὡς εἰκὼν ἀληθινή τε καὶ φυσική.
The incommunicability and incomparability of the nature of God is signified in this also: since no other has thus acquired being, and He alone is unbegotten, and apportions what is just to each. — And Jesus is the salvation of God, according to the name itself; and the Saviour God is in Him, and He Himself in God; God does not indeed separate that which is in Himself from Himself and from being, but him who is outside and in another power of righteousness and salvation; for there is nothing such alienated from the only-begotten God, the sole fountain of good things; for the good is one and that which is from Him is the same, as a true and natural image.
Ὁ σωτηρίας χορηγὸς καὶ ζωῆς αἴτιος σώζεσθα πάντας προτρέπεται, καὶ ἐν βεβαίῳ δεδέχθαι τὰ τῆς εἰς αὐτοὺς γενομένης ἐπαγγελίας. Ἐπειδὴ γὰρ ἡ κλῆσις καὶ Ἰουδαίοις σωτηρίαν ἐμνηστεύετο, καὶ ἔθνη τῆς αὐτῆς δωρεᾶς ἠξίου καὶ πάντας ἁπανταχόθεν τῇ τοῦ Θεοῦ προστρέχοντας δωρεᾷ σώζεσθαι εὐηγγελίζετο· εἰ γὰρ ὁ Ἰσραὴλ μετὰ τὸ τοσαῦτα ἁμαρτῆσαι χάριτος ἐδεήθη, πολλῷ μᾶλλον μέγα ὂν τὸ λεγόμενον ἠπιστεῖτο, ὡς μόνον ἕως ῥημάτων τοῦτο δεχθησόμενον, οὐχὶ δὲ καὶ εἰς ἔργον προχωρῆσαν. Πᾶσαν τοίνυν ἀμφισβήτησιν τοῖς καλουμένοις ἐπὶ
The Supplier of salvation and Author of life exhorts all to be saved, and to have received in certainty the things of the promise made to them. For since the calling courted salvation for the Jews also, and counted the nations worthy of the same gift, and proclaimed the good news that all running from all sides to the gift of God are saved; for if Israel after sinning so greatly needed grace, much more was what was said disbelieved as being great, as though this would be received only so far as words, and had not also advanced into deed. Every doubt therefore for those called to
Notes, col. 1341
On the reading
Printed σώζεσθα, for σώζεσθαι.
PG 18:1344Read from the pageσωτηρίᾳ λύων, ὅρκον ἐπάγει, καὶ τούτῳ συγκέχρηται, ὡς ἀνθρώποις διαλεγόμενος, ᾧ μάλιστα τὸ συμπέρασμα πάσης ἀμφισβητήσεως αἴτιον ἐπιλύεται τοῖς ἀνθρώποις.
salvation loosing, He brings on an oath, and uses this, as conversing with men, whereby especially the conclusion that causes all doubt is resolved for men.
Οἱ μὴ ἐν τῷ βίῳ τουτῳ μετανοήσαντες μεν ἐφ' οἷς ἥμαρτον, ἀγνωμονοῦντες δὲ, καὶ πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν.
Those who in this life have not repented over the things wherein they sinned, and are ungrateful also towards the confession of Christ.
Δόξης δὲ καὶ εὐθυμοσύνης πληρωθήσονται ἅπαντα τὸν ἑαυτῶν βίον· ἐπεγνωκότες μὲν τὸν Χριστὸν, δικαιοσύνης δὲ ἐργάται καταστάντες, καὶ ἀληθινὸν σπέρμα τοῦ Ἰσραὴλ χρηματίσαντες.
And with glory and cheerfulness will they be filled all their life: having recognized Christ on the one hand, and having been established as workers of righteousness on the other, and having been called true seed of Israel.
Ἐνταῦθα ὑπομιμνήσκει αὐτοὺς ὁ Θεὸς, ὡς τὰ μὲν αὐτοῦ πάντα ἀδιαλείπτως τελούμενα μένει· τα δὲ τῶν εἰδώλων οὐχ οὕτως, ἀλλὰ πεπτωκότα ὀφθήσεται. Καὶ ἐμοὶ ἕκαστος συσκοπείτω, ὡς οὐ κόμπος τὰ ῥήματα, ἀλλὰ προαγορεύσεις γιγνόμεναι παρὰ Θεοῦ ἀκολουθούντων πραγμάτων· καὶ γὰρ τοῦ Θεοῦ ἐπαγγελλομένου τῷ Ἀβραὰμ ζήσειν αὐτοῦ τὸ σπέρμα, καὶ κληρονομήσειν τὴν γῆν, κἀκείνου ἐπειπόντος, « Κατὰ τί γνώσομαι, » ὅτι ταῦτα ἔστι; ἐγνωκότος τῇ ἀκοῇ τῶν λυπηρῶν σωφρονίσθαι τὸν προπάτορα, προεῖπε καὶ τὴν τοῦ γένους δουλείαν καὶ τὴν μετὰ τετρακόσια πεντήκοντα ἔτη ἐσομένην ἐλευθερίαν αὐτῶν· ἅπερ πάντα, μηδενὸς ὄντος τοῦ ἐκ τῆς προῤῥήσεως ἀπαιτοῦντος τὴν ἔκβασιν τῶν πραγμάτων, ἐπληροῦτο.
Here God calls to their mind how all His own things remain unceasingly accomplished; whereas the things of the idols not thus, but will be seen fallen. And let each one consider with Me that the words are not a boast, but predictions coming from God with events following; for indeed when God promised to Abraham that his seed would live, and would inherit the land, and he said in reply, "Whereby shall I know," that these things are so? knowing that the forefather was chastened by the hearing of painful things, He foretold both the slavery of the race and their freedom that would be after four hundred and fifty years; all which things, though there was no one demanding the outcome of the events from the prediction, were fulfilled.
Ἅπαν ὑμῶν αιχμαλωσίᾳ παραδεδομένον ἔσται φορτία ἐλεφάντων καὶ ὑποζυγίων, ἐν τῷ ἀπάγεσθα αὐτοῖς ἐπιτιθέμενα· οὐ μὴν ἀλλὰ καὶ αὐτοὶ οι ἄνδρες οἱ ταῦτα κομίζοντες κοπωθήσονται· κἀν τούτῳ τὴν ἀσθένειαν τούτων ὁμολογοῦντες, ὅτι ταῦτα βαστάζοντες κοποῦνται, καὶ θεὸν φέροντες ἀσθενοῦσιν, ὅπου γε ἔδει ἐπικουφίζεσθαι τῶν πόνων, εἴ γε θεοί τινες ὑπῆρχον.
All your goods handed over to captivity will be burdens of elephants and beasts of burden, laid upon them in being led away; nay more, the men themselves also who carry these things will grow weary; in this also confessing the weakness of these things, that carrying them they grow weary, and bearing a god they are weak, whereas they ought to have been lightened of their labours, if indeed they were any gods.
Ἐπανάγει αὐτοὺς πρὸς συναίσθησιν τῶν λεχθέντων, τοῦ προπάτορος μνημονεύων καὶ τῆς ἐκείνου δόξης· καὶ ὅτι, ἐκείνου αὐχοῦντες εἶναι γένος, τὸν ἐκείνου ζηλοῦν τρόπον ὀφείλουσιν. Εἰ γὰρ λεῖμμα τοῦ Ἰσραὴλ τυγχάνετε, δύο περιλειφθεῖσαι φυλαὶ, τῶν ἄλλων δέκα εἰς αἰχμαλωσίαν ἀπαχθεισῶν, οὐ μὴ περιόψομαι ὑμᾶς μετανοήσαντας.
He brings them back to consciousness of the things said, making mention of the forefather and of his glory; and that, boasting to be his race, they ought to emulate his way. For if you happen to be a remnant of Israel, two tribes left remaining, while the other ten have been led away into captivity, I will by no means overlook you when you have repented.
Τὴν πεπλανημένην αὐτῶν δόξαν τῇ διατριβῇ τοῦ λόγου ἐπιδείκνυσιν· Ὡς ἔχοντες γὰρ, φησὶν, ἐμὴν ὑποβεβλημένην ὑμῖν εἰκόνα, ἐπὶ τὸ ποιεῖν εἴδωλα ἤλθετε, ὡς διὰ τούτων θεραπεύσοντες· ἵνα τὴν ἐν διανοίαις ἐγγενομένην ὑμῖν φαντασίαν ἐν ὁρωμένοις ἔχητε τιμᾷν.
He displays their erring opinion by the discourse of the word: For as having, He says, Mine image suggested to you, you came to making idols, as about to worship through these; so that the imagination that arose for you in your minds you might have to honour in visible things.
Ἵνα θεὸν ὑμῖν ἀναπλάσῃ ἐπὶ μισθοῖς γενόμενον· ἐμοῦ μὴ μισθοὺς ἀπαιτοῦντος, χάριτι δὲ πάντα παρέχοντος καὶ ἀγαθότητι, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πάντα δωρουμένου.
So that he may fashion for you a god that came into being for wages; whereas I do not demand wages, but provide all things by grace and goodness, and freely give all things from non-being into being.
Ἁπανταχόθεν συγκροτεῖ αὐτοὺς εἰς νῆψιν καὶ εἰς κατανόησιν ὧν τε αὐτοὶ μετῄεσαν, καὶ ὧν Θεὸς ἀπαύστως αὐτοὺς εὐεργετεῖ· ἵνα, ἐν συναισθήσει γινόμενοι ἐπὶ τοῖς πεπλημμελημένοις αὐτοῖς, καὶ ὡς ἐπὶ νεκρῷ τοῖς ἰδίοις ἔργοις κατάγοντες δάκρυα, οὐ
From all sides He welds them together unto soberness and unto understanding both of the things which they themselves pursued, and of the things wherein God unceasingly does good to them; so that, coming to consciousness over the things transgressed by them, and bringing down tears over their own works as over a corpse, they may not
Notes, col. 1344
On the reading
Printed τουτῳ, for τούτῳ.
Printed αιχμαλωσίᾳ, for αἰχμαλωσίᾳ.
Printed ἀπάγεσθα, for ἀπάγεσθαι.