Migne Reading Room

PG 18 · cols. 1321–1332 · Read from the page

From the Commentary on Isaiah

From the Commentary on Isaiah

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:1321Read from the page
Θλίψιν ἐνταῦθα λέγει τὴν ἔφοδον τῶν Ἀσσυρίων, ἐν ᾗ συνεχόμενοι τὰς ἀνηκέστους ὑπέμενον συμφοράς· τούτους τοίνυν διὰ τὴν κακόνοιαν τῶν τρόπων καὶ λέοντας καὶ σκύμνους λεόντων ἐκάλει καὶ ἔκγονα ἀσπίδων. Ὥσπερ οὖν καὶ ὁ μακάριος Ἰωάννης, ὁ πρόδρομος τοῦ ἡμετέρου Σωτῆρος, ὄφεις καὶ γεννήματα ἐχιδνῶν ἔλεγεν· οὐ μὴν ἀλλὰ καὶ ἵπποι θηλυμανεῖς ἐγενήθησαν, καὶ τοῖς ἄλλοις ὀνόμασιν ἐκάλει, δεικνὺς τὴν ἐκείνων κακίαν· οὕτω καὶ νῦν χαρακτηρίζων αὐτῶν τοὺς τρόπους, θηρία ἔλεγεν· οἵτινες ὑπὸ τῶν δεινῶν συνεχόμενοι, οὐκ ἐπὶ τὸν Θεὸν κατέφευγον τὸν τῶν καλῶν αἴτιον, τὴν τῶν ἀγαθῶν πηγήν· ἀλλ' ἐπιθέντες ἐπὶ ὄνους καὶ καμήλους τὸν ἑαυτῶν πλοῦτον, πρεσβείαν πρὸς Αἰγυπτίους ἀποστέλλουσιν.
Here he calls tribulation the onslaught of the Assyrians, held fast in which they endured incurable calamities; these therefore on account of the malice of their ways he called both lions and whelps of lions and offspring of asps. Just as therefore the blessed John also, the forerunner of our Saviour, called them serpents and broods of vipers; nay more, they also became lustful horses, and he called them by the other names, showing their wickedness; so now also characterizing their ways, he called them wild beasts; who when held fast by dreadful things, did not flee for refuge to God the Author of fair things, the fountain of good things; but having laid their wealth upon asses and camels, they send an embassy to the Egyptians.
Φθάνει Θεὸς καὶ πρὸ τῆς τῶν πραγματων πείρας διαμαρτύρεσθαι τὸν προφήτην, ὡς οὐδὲν ὀνήσει αὐτοὺς ἡ ἐλπισθεῖσα παρ' αὐτῶν ἀνθρωπίνη βοήθεια, ὅτ' ἂν ἀπείπῃ ἡ τοῦ Θεοῦ ῥοπή. — Καὶ ἐνταῦθα πολλὴ ἡ τοῦ Θεοῦ ἀγαθότης μηνύεται· Ἐπειδὴ γὰρ, φησὶ, λόγος οὐ τοσοῦτον καθικνεῖται τῶν νουθετουμένων ὡς ἔγγραφος φωνὴ, ἐγγράφως αὐτοὺς διαμαρτύρεται γράφων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι εἰς πυξίον καὶ εἰς βιβλίον.
God anticipates even before the experience of the events in having the prophet testify earnestly that the human help hoped for by them will profit them nothing, whenever the inclination of God's scale refuses. — And here much goodness of God is indicated: For since, he says, speech does not reach those who are admonished so much as a written voice, he testifies to them in writing, writing the things that are going to overtake them upon a boxwood tablet and in a book.
Ἐπειδὴ γὰρ καὶ μετὰ τὴν τούτων προαγόρευσιν τοῖς αὐτοῖς ἐπεμείνατε, μήτε ἀφ' ἑαυτῶν κατανοήσαντες τὰ συμφέροντα, μήτε παρὰ τῶν προφητῶν θελήσαντες ὀμματωθῆναι εἰς θεωρίαν, κατεδράμετε δὲ εἰς Αἴγυπτον ὡς εἰς ἰσχυρὰν βοήθειαν· διὰ τοῦτο καὶ τὰ κατ' Αἴγυπτον ἀκούσατε· ἡ γὰρ ἐλπισθεῖσα παρ' ὑμῶν ἄμυνά τε καὶ βοήθεια γενήσεσθαι ὑμῖν οὕτως ἔσται ἀσθενὴς, ὥσπερ τεῖχος πόλεως πίπτον παραχρῆμα.
For since even after the foretelling of these things you persisted in the same things, neither perceiving of yourselves what is profitable, nor willing to be given eyes by the prophets for contemplation, but ran down to Egypt as to a strong help; on this account hear also the things against Egypt: for the defence and help hoped for by you to come to you will be as weak as the wall of a city falling immediately.
Οὐχ ὁ ἐπιπόλαιος στεναγμὸς καὶ ἡ τοῦ προσώπου ἀποστροφὴ ὀνίνησιν, ἀλλ' ἡ τῶν τρόπων μεταβολὴ καὶ ἡ τῶν ἁμαρτημάτων ἀναχώρησις σωτηρίαν πραγματεύεται. — Τὴν μετὰ τὴν ἀναχώρησιν τῶν ἁμαρτημάτων καθαρὰν συναίσθησιν φάσκει· τότε γάρ τις ἐπιγνώμων ἑαυτοῦ ἀκριβὴς ἔσται, ὅτ' ἂν, ὥσπερ νόσου τινὸς τῆς ἡδονῆς τε καὶ εἰδωλολατρείας ἀπαλλαγεὶς, καθαρώτερον τὰ πρὸ τούτου αὐτῷ πεπλημμελημένα καὶ ἠσεβημένα κατίδοι.
Not the superficial groaning and the turning away of the face profits, but the change of ways and the withdrawal from sins works out salvation. — He speaks of the pure consciousness after the withdrawal from sins; for then will one be an exact judge of himself, whenever, freed as from some disease of pleasure and idolatry, he beholds more purely the things previously transgressed and impiously done by him.
Τὴν εἰς οὐδὲν ὄφελος αὐτοῖς κληθεῖσαν βοήθειαν προαγορεύει· ἀλλ' ἐκ τοῦ ἐναντίου ἐφόδιον αὐτοῖς κακῶν γενομένην, ὥσπερ ἐπ' ἐκείνου καταφευξόμενοι, τοῖς τε ἵπποις ἑαυτῶν χρησόμενοι εἰς φυγὴν, ἔμενον ἀνένδοτοι καὶ ἀνήκοοι πρὸς τὰ παρὰ τῶν προφητῶν λεγόμενα· ὅθεν γνώσεσθε, ὡς ἐκεῖνοι αὐτοὶ οἱ ἐφ' ὑμᾶς ἐξιόντες ταχύτεροι καὶ κουφότεροι ἔσονται, σύνθημα συγχωρήσεως παρὰ τοῦ τῶν ὅλων Θεοῦ δεξάμενοι· ὑμεῖς δὲ δειλίᾳ κατασχεθήσεσθε· τόλμα γὰρ καὶ δειλία παρ' αὐτοῦ χορηγηθήσεται.
He foretells the help called in by them to no profit; but on the contrary having become a provision of evils for them, as if about to flee for refuge upon that, and about to use their horses for flight, they remained unyielding and disobedient towards the things spoken by the prophets; whence you shall know that those very ones coming out against you will be swifter and lighter, having received the signal of permission from the God of all; whereas you will be held fast by cowardice; for boldness and cowardice will be supplied from Him.
Μετὰ τοίνυν, φησὶ, τὰ ἀπειλούμενα ἐκδέξεται ὑμᾶς ὁ Θεὸς, καὶ ἀναμενεῖ εἰς οἶκτον, ἐάν περ μετανοήσητε· εἰ δὲ ἐπιμενεῖτε τῇ ἑαυτῶν κακίᾳ, ἀσυγγνώ-
After the things threatened, therefore, he says, God will receive you, and will wait to show pity, if indeed you repent; but if you persist in your own wickedness, without par-
Notes, col. 1321

On the reading

Printed πραγματων, for πραγμάτων.

PG 18:1324Read from the page
στως ἐν τῇ κρίσει τῶν ὑμῖν ἑτοιμασθέντων ἐκδέξησθε τὰ ἀμοιβαῖα· κριτὴς γὰρ τῶν πάντων καθιεῖται ὁ Κύριος.
don in the judgement you will receive the requitals of the things prepared for you; for the Lord will sit as Judge of all.
Ἁγίους καλεῖ τοὺς διὰ τῆς μετανοίας τὸν ἁγιασμὸν ἐφελκυσαμένους· κλαίουσαν δὲ τὴν Ἱερουσαλὴμ εἰσάγει ὁ προφήτης, προανατυπῶν αὐτὴν τοιαύτην κατὰ νοῦν ἑαυτοῦ τοῖς τῆς συμπαθείας σπλάγχνοις.
He calls holy those who through repentance have drawn sanctification to themselves; and the prophet brings in Jerusalem weeping, shaping her beforehand as such in his own mind by the bowels of sympathy.
Ἵνα, κἂν γοῦν πρὸς ὀλίγον θλιβεῖσα, εὕροις ἑαυτὴν ἀλλοτρίαν Θεοῦ πεποιηκυῖαν· ἐφ' οἷς μετανοησάσης σου, ἀπαλλαγήσῃ τῶν πλανώντων σε.
So that, having been afflicted at least for a little while, you might find yourself to have made yourself alienated from God; upon which things, when you have repented, you will be freed from those who lead you astray.
Ὀμματοῖ τὴν Ἱερουσαλὴμ πρὸς κατανόησιν τῆς ἰδίας αὐτῆς πλάνης· ὑπεῖχε γὰρ ἑαυτὴν τοῖς μάντεσι πιστεύουσα τοῖς παρ' ἐκείνων λεγομένοις· καὶ ὁδοῦ σοι προκειμένης ἐπὶ τὰ δεξιὰ, ἀνεκάμπτετε ἐπὶ τὰ ἀριστερὰ, ἐκείνων συμβουλευόντων σοι· ἐμοὶ δὲ σαυτὴν οὐδέποτε ἀνέθου, οὐδὲ σύμβουλον τῶν πρακτέων ἔλαβες.
He gives eyes to Jerusalem for the understanding of her own error; for she subjected herself to the diviners, believing the things spoken by them; and when a way lay before you to the right, you turned back to the left, while those advised you; whereas to Me you never dedicated yourself, nor took Me as counsellor of what was to be done.
Τὴν μετὰ τὴν ἐπίγνωσιν συναίσθησιν σημαίνει· ὡς, Οὐκέτι, φησὶν, ἀνέξεσθε τῆς ματαιότητος τῶν εἰδώλων· ἀλλὰ καταλάβετε· καὶ συντρίψετε, τὸ ἀσθενὲς αὐτῶν δεικνύντες, καὶ κοπρίων ἀτιμότερα ἡγούμενοι.
He signifies the consciousness after recognition: how, No longer, he says, will you endure the vanity of the idols; but seize them, and you will shatter them, showing their weakness, and accounting them more worthless than dung.
Τὰ δι' ἁμαρτίαν ἐπαγόμενα δι' ἐπιστροφῆς τε καὶ δικαιοσύνης λύεται. Ὥσπερ γὰρ, ἁμαρτανόντων ὑμῶν καὶ τοῖς εἰδώλοις δουλευόντων, λιμὸς καὶ σπάνις τῶν ἀναγκαίων ἐπεκράτει· οὕτως, ἐκκοψάντων τὰ εἴδωλα, καὶ οὐδὲν ἐκεῖνα ἡγησαμένων εἶναι, ἀλλὰ δουλευόντων τῷ Θεῷ, δώσει ὑμῖν καὶ ὑετὸν ἀγαθὸν, καὶ τὰ ἐκ γῆς πάντα πρὸς ἀπόλαυσιν ὑμετέραν. Παρέξει γὰρ ὑμῖν εἰς κόρον· οὐ μόνον δὲ ὑμῖν, ἀλλὰ καὶ τοῖς κτήνεσιν ὑμῶν· τὰ γὰρ δι' ὑμᾶς γενόμενα καὶ συντιμωρεῖται καὶ συναπολαύει τῶν ἀγαθῶν. Δείκνυται δὲ καὶ διὰ τούτου, ὡς ὁ Θεὸς τῶν πάντων ποιητὴς καθέστηκεν, οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ ζώων παντοδαπῶν.
The things brought on because of sin are loosed through turning back and righteousness. For just as, when you sinned and served idols, famine and scarcity of necessities prevailed; so, when you have cut off the idols, and have accounted them to be nothing, but serve God, He will give you both good rain, and all the things from the earth for your enjoyment. For He will provide for you to the full; and not only for you, but also for your cattle; for the things that came into being on your account are both punished together with you and enjoy the good things together with you. And through this also it is shown that God is established as Maker of all things, not only of men but also of animals of every kind.
Ἐνταῦθα οὐ προσθήκην τοῦ φωτὸς τῶν στοιχείων δηλοῖ, ἀλλὰ τῆς καταληψομένης αὐτοὺς ἐν ἐκείναις ταῖς ἡμέραις εὐφροσύνης· οὕτω γὰρ εἰς ἀγαλλίασιν ἐπιδώσουσιν αὐτῶν αἱ ψυχαὶ, ὡς καὶ προσθήκην ἕξειν αὐτοὺς ἡγεῖσθαι τὰ φῶτα τῆς ἡμέρας, καὶ λευκοτέρας αὐτοῖς καὶ φαιδροτέρας ὀφθήσεσθαι τὰς ἡμέρας· ἴασιν γὰρ ἐπιδέξονται κατὰ ψυχὴν, θεραπευόμενοι τοὺς ψυχικοὺς μώμους, καὶ ἀπαλλαττόμενοι τῆς θλιβερᾶς ὀδύνης.
Here he does not make clear an addition of the light of the elements, but of the gladness that will overtake them in those days; for so greatly will their souls advance into exultation as even for them to suppose that the lights of the day will have an addition, and that the days will appear whiter and brighter to them; for they will receive healing in soul, being healed of the blemishes of soul, and being freed from grievous pain.
Τὴν κατὰ πάντων θεοπτίαν κἀν τούτῳ δείκνυσιν, ὅτι οὐχ ἕως τούτων στήσεται τὰ τῆς ὀργῆς, διαβήσεται δὲ καὶ εἰς τὰ ἔθνη ἡ τιμωρία· ἵνα γὰρ μὴ ἐξῇ τοῖς Ἰσραηλίταις μόνοις ὑπὸ τοῦ Θεοῦ ἐλεγχομένοις λέγειν αὐτοὺς μόνον τὸν Θεὸν ἐπὶ τοῖς ἁμαρτήμασι τιμωρεῖσθαι, οὐχὶ δὲ καὶ τὰ ἔθνη, ἀναγκαίως καὶ τὴν ἐπὶ τὰ ἔθνη διαβήσεσθαι ἐκδικίαν φάσκει, καὶ καταλήψεσθαι αὐτοὺς τὴν ἐκ τῆς πλανήσεως δίκην προαγορεύει.
He shows the divine oversight over all in this also, that the things of wrath will not stop as far as these, but the punishment will pass over to the nations also; for in order that it may not be possible for the Israelites when convicted alone by God to say that God punishes them alone over sins, and not the nations also, of necessity he says that the vengeance will pass over to the nations also, and foretells that the justice from their wandering will overtake them.
Διὰ τούτων διδασκόμεθα, ὡς οὐ χρὴ πάντοτε ταῖς ἀνέσεσι χαίρειν· οὐδὲ γὰρ ἐν ταῖς ἑορταῖς ἀμείβοντες ἐσθῆτα, καὶ διαχεόμενοι τὴν ψυχὴν ἐν εὐφροσύνῃ, ὡς μισθὸν ἡμῖν προξενοῦν μεταδιώξομεν· ἀλλ' εἰ καὶ ἀναμάρτητον δοκεῖ εἶναι τὸ ἐν ταῖς ἑορταῖς εὐωχεῖσθαι, ἀλλ' οὐδέ που ὡς μισθὸν αὐτοῦ τούτου ληψόμε-
Through these things we are taught that one must not always rejoice in relaxations; for neither when changing raiment at feasts, and pouring out the soul in gladness, shall we pursue it as procuring a reward for us; but even if feasting at feasts seems to be sinless, yet nowhere as about to receive a reward for this very thing shall we
PG 18:1325Read from the page
νοι ἐκδεξόμεθα· ὁπότε οἶδε πολλάκις καὶ ἑορτὴ ἀμέτρως εἰς ἡδονὴν ἐκχυθεῖσα καὶ ἁμαρτίαν προξενῆσαι. Δεῖ οὖν ἀσμένως μᾶλλον τὰς θλίψεις δέξασθαι, ὡς ἐμμίσθους ἐσομένας.
await it; since a feast poured out immoderately into pleasure often knows how to procure sin as well. One must therefore rather gladly receive tribulations, as going to bring a reward.
Τὸ ἐξάκουστον τῆς μελλούσης αὐτοὺς καταλήψεσθαι δίκης δηλοῖ ὁ λόγος· οὐδὲ γὰρ ὡς ἀδίκως ἐπαχθησόμενον κρυφῇ καὶ ἐν γωνίᾳ πραχθήσεται, ἀλλ' ἔκδηλος ἔσται τοῖς πᾶσι ἡ μετὰ δικαίου κρίματος ὀργὴ ἐπαγομένη.
The word makes clear the audible report of the justice that is going to overtake them; for neither as about to be brought on unjustly will it be done in secret and in a corner, but manifest to all will be the wrath brought on with just judgement.
Τοῦτο, κατὰ τῶν Ἀσσυρίων ὀλέθρου προαγορευθέντος, καὶ τῆς κατ' αὐτοῦ δίκης δηλωθείσης, δικαιότατα οἱ Ἰσραηλῖται ταλανίζονται· πρὸς μὲν τοῦτον ἐπτοημένοι, παρὰ δὲ Αἰγυπτίων βοηθήσεσθαι προσδοκῶντες, καὶ μὴ καταφεύγοντες ἐπὶ τὸν τῶν ὅλων Θεόν τε καὶ Σωτῆρα, ὃν οὐχ ἡγοῦντο πρὸς τὴν βοήθειαν αὐτῶν ἀνταρκέσειν, ἀλλὰ τῇ τῶν ἵππων καὶ ἁρμάτων πληθύϊ πεποιθότες παρ' ἐκείνων σωθήσεσθαι προσεδόκων.
Here, destruction having been foretold against the Assyrians, and the justice against him having been made clear, most justly are the Israelitespronounced wretched: terrified at him on the one hand, and expecting to be helped by the Egyptians on the other, and not fleeing for refuge to the God and Saviour of all, Whom they did not suppose would suffice for their help, but trusting in the multitude of horses and chariots they expected to be saved by them.
Τὴν σαφῶς παρὰ τοῦ Θεοῦ ἁρμόζουσαν θεραπείαν ταῖς ψυχαῖς αὐτῶν προσαχθήσεσθαι σημαίνει· ὅτι καὶ αὐτὰ ταῦτα κακωτικὰ, ὥσπερ ἀγαθοῦ ἰατροῦ ἐκκόπτοντος νόσον καὶ ἰωμένου ἁμαρτήματα, προσάγει· σοφῶς τοῦ Θεοῦ διὰ τῶν δοκούντων εἶναι λυπηρῶν σωφρονίζοντος τοὺς ἁμαρτάνοντας, καὶ καιρὸν μετανοίας χαριζομένου.
He signifies that the fitting healing from God will clearly be applied to their souls; because He applies even these very afflicting things, as of a good physician cutting out disease and healing sins; God wisely chastening those who sin through the things that seem to be painful, and granting a season of repentance.
Ἀλλὰ καὶ μετανοούντων ὑπερασπιεῖ ἡμῶν, καὶ ἀντιποιηθήσεται τῆς Ἱερουσαλὴμ, ἴσα τοῖς ὀρνέοις τοῖς βοηθοῦσι τοῖς ἑαυτῶν νεοττοῖς· καὶ γὰρ κἀκεῖνα παρ' αὐτοῦ δέδεκται ταῦτα τὰ φυσικὰ συνθήματα.
But when we repent He will also shield us, and will lay claim to Jerusalem, equally with the birds that help their own nestlings; for those also have received from Him these natural tokens.
Τοὺς ἐν τοῖς κακοῖς ἐμβαθύνοντας καὶ ἐν τοῖς κατὰ Θεὸν ἐπιπολαίους ἐπιστρέφων ὁ λόγος, τὰ καθ' ἑαυτοὺς συνορᾷν συμβουλεύει, κακίζων αὐτῶν καὶ τὴν πεποίθησιν, ἣν ἐπ' Αἰγυπτίους ἐκέκτηντο.
Turning back those who plunge deep into evils and are superficial in the things of God, the word advises them to survey their own affairs, reproaching also their confidence which they had acquired in the Egyptians.
Ἀλλὰ ταῦτα μὲν, ὅσον ἧκεν εἰς τὴν ἱστορίαν, εἰς τὸν Ἐζεκίαν λεχθήσονται· κυρίως δὲ νοηθήσεται εἰς αὐτὸν τὸν Σωτῆρα· ἵν' ἔχοιμεν νοεῖν, ὅτι τὸ ἀληθῶς μακάριον ἔσται τοῖς προκεκοπόσι κατὰ Θεὸν καὶ τὴν ἄνω Σιὼν οἰκοῦσι, καὶ βασιλέα ἐπιγραφομένοις τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, εἰς ὃν κατὰ γῆν ἡμετέραν καὶ ἡ ἄκρα δικαιοσύνη νοηθήσεται.
But these things, so far as pertains to the history, will be said with reference to Hezekiah; yet strictly it will be understood with reference to the Saviour Himself; so that we may be able to understand that true blessedness will belong to those who have advanced according to God and inhabit the Zion above, and enroll as King our Lord Jesus Christ, with reference to Whom across our earth also supreme righteousness will be understood.
Τὸν τὰς ἐντολὰς τοῦ Θεοῦ τηρήσοντα, καὶ ὥσπερ ἐν ἑαυτῷ τοὺς λόγους τοῦ Θεοῦ κατακρύψαντα ἐπὶ δικαιοσύνῃ, τοῦτον καὶ ἀπὸ ὀργῆς ἐπαγομένης σκεπασθήσεσθαι δηλοῖ.
He makes clear that him who will keep the commandments of God, and has as it were hidden the words of God in himself for righteousness, this man will also be sheltered from wrath when it is brought on.
Τοὺς Ἀσσυρίους ἐπικειμένους εἰς πόλεμον, ἀκόλουθον ἦν τοὺς πρὸς τὸν Θεὸν τείνοντας τὸ ὄμμα καταφρονεῖν μὲν τῆς ἀνθρωπίνης βοηθείας, λέγω δὴ τῆς τῶν Αἰγυπτίων· ἐπ' αὐτὸν δὲ τὰς ἐλπίδας κεκτῆσθαι, καὶ αὐτῷ προσέχειν τὸν νοῦν· τοὺς γὰρ πρότερον μὴ δυναμένους τὴν τῆς θεοσεβείας διαρθρῶσαι λόγον τότε ἐνῆν ἰδεῖν δύνασθαι τρανῇ τῇ γλώττῃ ὁμολογεῖν τὸν τῆς εἰρήνης βραβευτὴν, καὶ οὐκέτι αἱρεῖσθαι τὸν Αἰγύπτιον αὐτῶν ἄρχειν, ὃν μωρὸν δικαίως ἡ Γραφὴ ὠνόμασεν.
When the Assyrians were pressing upon them for war, it was fitting that those who direct their eye towards God should despise human help, I mean that of the Egyptians; and should have their hopes set upon Him, and give heed with their mind to Him; for those who previously were unable to articulate the word of godliness could then be seen able with clear tongue to confess the Arbiter of peace, and no longer to choose that the Egyptian should rule over them, whom the Scripture justly named foolish.
Τοῦ τάγματος τῶν ἀνδρῶν ἀνηκοΐαν νοσοῦντος, μετάγει τὸν λόγον ὁ προφήτης ἐπὶ τὰς γυναῖκας, καὶ νομοθετεῖν ἀξιοῖ ταύτας· καὶ μάλιστα τὰς κομώσας πλούτῳ, αἳ τοῦ μὲν ἑαυτῶν κόσμου πολλὴν ἐπιμέλειαν ἐποιήσαντο, καθὼς καὶ ἐν τοῖς ἔμ-
Since the rank of the men was sick with disobedience, the prophet transfers the discourse to the women, and deems it right to lay down laws for these; and especially those who plume themselves on wealth, who took much care of their own adornment, even as in the fore-
Notes, col. 1325

On the reading

Printed τὴν τῆς θεοσεβείας διαρθρῶσαι λόγον, for τὸν τῆς θεοσεβείας διαρθρῶσαι λόγον.

PG 18:1328Read from the page
προσθεν κατέλεξεν ὁ προφήτης· τοῦ δὲ ἀληθοῦς ψυχικοῦ κόσμου, ὃς σωτηρίαν αὐταῖς προεξένει, ἠμέλουν. Ὥσπερ οὖν ἀφυπνίζων αὐτὰς καὶ διανιστῶν τῷ λόγῳ, « Ἀκούσατε, ἔφασκε, γυναῖκες πλούσιαι· » οὐκ εἰς πλοῦτον αὐτὰς ἀποσκώπτων, ὃς καὶ αὐτὸς παρὰ τοῦ Θεοῦ ἐδέδοτο, ἀλλ' εἰς τρόπον τῶν κακῶς τῷ πλούτῳ χρωμένων.
going words the prophet recounted; whereas of the true spiritual adornment, which procured salvation for them, they were careless. As if therefore waking them from sleep and rousing them up by the word, "Hear," he said, "you rich women;" not jeering at them over wealth, which itself also had been given from God, but over the manner of those who use wealth badly.
Τὴν καταληψομένην τοὺς τόπους ἐρημίαν ἐνταῦθα σημαίνει· Χερμὲλ γὰρ ὄρος ἐστὶ τῆς Σαμαρείας.
Here he signifies the desolation that will overtake the places; for Carmel is a mountain of Samaria.
Εἰς ἀπέραντα παρανομοῦντος τοῦ λαοῦ, καὶ μήτε τῇ τῶν σκυθρωπῶν ἐπαγγελίᾳ καμπτομένων πρὸς μετάνοιαν, μήτε τῇ τῶν χρηστῶν ἐλπίδι διεγειρομένων πρὸς θεοσέβειαν, εἰς συμπάθειαν κατενεχθεὶς ὁ προφήτης, ὡς μηδενὸς ἑτέρου λειπομένου ἢ τιμωρίας τῆς ἐπαχθήσεσθαι αὐτοῖς μελλούσης κατ' ἀξίαν, εὐχὴν ὑπὲρ αὐτῶν ἀναπέμπει πρὸς τὸν τῶν ὅλων Θεόν· τοῦτο δηλῶν, ὅτι τὰ μὲν παρ' αὐτοῦ τῶν εἰς κακίαν συμπεπλήρωται, καὶ οὐδὲν ἕτερον κεχρεωστήσεται αὐτοῖς ἢ δίκη· χρεία δὲ τῶν σῶν οἰκτιρμῶν καὶ τοῦ σοῦ ἐλέου, ὡς ἐπὶ σοὶ πεποιθότων
As the people were acting lawlessly without end, and neither being bent towards repentance by the announcement of grim things, nor being roused towards godliness by the hope of good things, the prophet, brought down to sympathy, as nothing else remained than the punishment that was going to be brought upon them according to desert, sends up a prayer on their behalf to the God of all; making this clear, that the things on his part of those tending to wickedness have been filled up, and nothing else will be owed to them than justice; and there is need of Thy compassions and of Thy mercy, as of those who have trusted in Thee
Ταῦτα δὲ ὁ προφήτης ἔλεγεν, οὐχ ὡς ἀγανακτοῦντα τὸν Θεὸν διδάσκων, ἀλλ' ὡς τῷ λαῷ προφάσεις παρέξων τῶν ἀρκούντων αὐτοῖς εἰς σωτηρίαν. Ἃ γὰρ ἐχρῆν τὸν λαὸν ὑπὲρ ἑαυτοῦ εἰς συναίσθησιν ἐρχόμενον πρὸς τὸν Θεὸν λέγειν, ταῦθ' ὁ προφήτης εἰς ἐπήκοον αὐτῶν εὐχόμενος ἐδίδασκεν αὐτοὺς ἐρανίζεσθαι τὸν εὐσεβῆ νοῦν· ἵνα καὶ αὐτοὶ, κἂν γοῦν μιμησάμενοι τὸν προφήτην, ὑπὲρ ἑαυτῶν πρὸς τὸν Θεὸν φθέγξωνται.
And these things the prophet spoke, not as teaching an indignant God, but as about to provide the people with occasions of the things sufficing for them unto salvation. For what things the people coming to consciousness on their own behalf ought to have said to God, these the prophet praying in their hearing taught them to contribute as a pious mind; so that they also, at least having imitated the prophet, might utter them on their own behalf to God.
Προκοπὴν διανοίας, καὶ δίδαγμα ψυχῆς ἀγαθὸν δηλοῖ ἡ προκειμένη προσευχή. Οὐχ ὡς γὰρ τοῦ Θεοῦ εἰς ἁγιασμὸν προκόπτοντος, τὸ ἅγιος ἐλέγετο, ἀλλ' αὐτοῦ τοῦ προσευχομένου εἰς ἁγιασμὸν προκεκοπότος, καὶ τὸ μεγαλεῖον τοῦ Θεοῦ καὶ ὑψηλὸν κατειληφότος· τότε γὰρ μάλιστα ἀληθῶς ἅγιος καὶ ὑψηλὸς νοηθείη εἶναι Θεὸς, ὅτ' ἂν προκόψασα ψυχὴ ἐνίδοι τὸν ὄντως ὄντα Θεὸν δικαίως μετιόντα τὰς κρίσεις· τοῦτο μὲν ἐπ' αὐτῆς τῆς Ἱερουσαλὴμ, τοῦτο δὲ ἐπὶ τῶν καθόλου· ἐπαιδεύετο γὰρ ἡ πόλις οὐκ εἰς παντελῆ ἐξολόθρευσιν, ἀλλ' εἰς θεραπείαν καὶ ἐπιστροφὴν τῶν ἐνοικούντων αὐτήν.
Advance of understanding, and a good teaching of soul does the present prayer make clear. For not as though God advances into sanctification was the word "holy" said, but because he who prays has himself advanced into sanctification, and has apprehended the majesty and sublimity of God; for then especially would God be understood to be truly holy and sublime, whenever a soul that has advanced beholds the truly existing God justly pursuing judgements; partly in the case of Jerusalem herself, and partly in the case of universal things; for the city was chastised not for utter destruction, but for the healing and turning back of those who inhabit her.
Τοὺς τόπους ἀντὶ τῶν οἰκητόρων παραλαμβάνει, καὶ τὰ ἀναίσθητα αἰσχύνην τῶν αἰσθητῶν· τὰ γὰρ ἁρμόζοντα ἐπ' ἀνθρώπων τὴν ἑαυτῶν πληγὴν πενθούντων, ταῦτα μετήγαγεν ὁ λόγος ἐπ' αὐτοὺς τοὺς τόπους μονονουχὶ στενάζοντας καὶ συνωδίνοντας κατὰ τὸν Ἀποστόλου λόγον· ὧν τὴν ἐρήμωσιν φανερὰν καὶ ἔκδηλον τοῖς πᾶσι μηνύει.
He takes the places instead of the inhabitants, and the insensible things as a shame of the sensible; for the things that fit in the case of men mourning their own blow, these the word transferred to the places themselves all but groaning and travailing in pain together according to the word of the Apostle; of which he indicates the desolation manifest and evident to all.
Ἐπὶ τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ πληγῇ παρὰ τῶν Ἀσσυρίων ἐπαχθήσεσθαι οὐ μόνον οἱ πλησίον χῶροι ἐκπλαγήσονται, ἀλλὰ καὶ οἱ πόῤῥωθεν ἀκούσαντες· οἱ τῆς Ἱερουσαλὴμ ἀσεβεῖς αἰσχυνθήσονται.
At the blow from God that is going to be brought on by the Assyrians not only will the neighbouring lands be struck with terror, but also those who hear from afar; the ungodly of Jerusalem will be put to shame.
Ὁ Ῥαψάκης λέγεται ἐκ τῆς αἰχμαλωσίας εἶναι τῶν δέκα φυλῶν, καὶ τοῦτο τεκμήριον εἶναι τὸ εἰδέναι αὐτὸν Ἰουδαϊστί.
Rabshakeh is said to be from the captivity of the ten tribes, and the proof of this is that he knew how to speak in the Jewish tongue.
PG 18:1329Read from the page
Σημειωτέον, ὡς ἐν τῇ προκειμένῃ ἱστορίᾳ ἐν τῇ βίβλῳ τῶν Παραλειπομένων δεδήλωται . . . ἀρθέντος καὶ ὑψηλαυχενίαν νοσήσαντος· γέγραπται γάρ· « Ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ ὕψους τῆς καρδίας αὐτοῦ... » νοῦν λαβόντος· ὅτι δὴ ἐκεῖνός ἐστι· καὶ εἰς ἑαυτὸν τὰ . . . ἀγγελίας περιστήσεται τὰς εἰς τὸν Σωτῆρα ἡμῶν προλεχ [θείσας]· τοῦ γὰρ Ἄχαζ πατρὸς αὐτοῦ διαδεξαμένου τὴν προφητείαν, τὸ, « Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱόν· » τεχθέντος δὲ τούτου μετὰ τὴν προφητείαν, ἔμενε τοῦτ' ἔχων κατὰ διάνοιαν ἐφ' ἑαυτοῦ, μήτε γάμοις ὁμιλῶν καὶ παρθενίαν ἀσκῶν· ὡς δὴ καὶ τὸ σημεῖον τῆς πτώσεως τῶν ρπεʹ χιλιάδων ἐγεγόνει, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδεικνυμένου τοῦ Θεοῦ, ἔμενέ τε ἀπολέμητος, τροπουμένου τοῦ Θεοῦ τοὺς ἐναντίους, μᾶλλον τὰ τῆς ὑπονοίας ἐκύρου παρ' ἑαυτῷ, ὡς ἂν ἐκεῖνος ὢν ὁ προσδοκώμενος Θεός· τοίνυν ἐξ ὧν ἔδει μάλιστα, ἐπανήγαγεν αὐτὸν εἰς νῆψιν, καὶ τοῖς τῆς φύσεως συμπτώμασιν ἐκέχρητο κατ' αὐτοῦ εἰς σωφρονισμόν· μαλακισθῆναι γὰρ αὐτὸν συνεχώρει, καὶ τὸν πόδα ὑπομένειν σῆψιν καὶ λώβην αὐτὸν ἐκδέχεσθαι. Ὁ τοίνυν μακάριος, εἰς νόσον τὴν προλεχθεῖσαν καταστρέψας, ἐδέχετο διὰ τοῦ προφήτου Ἠσαΐου πρόῤῥησιν περὶ τοῦ καταλήψεσθαι αὐτὸν μέλλοντος θανάτου· καὶ εἰς συναίσθησιν ἐλθὼν, καὶ διὰ τῶν παθῶν εἰς κατανόησιν τῆς ἑαυτοῦ φύσεως ἐναχθεὶς, « Διάταξαι περὶ τοῦ οἴκου σου, » ἤκουσεν, ὡς μὴ ἔχοντος τὸν διαδεξόμενον τὴν βασιλείαν, ἐπὶ τὸ φάρμακον τῆς μετανοίας ἐτρέπετο. Περιστείλας γὰρ τὰς ἑαυτοῦ αἰσθήσεις τῶν περιττῶν φαντασιῶν, καὶ ὥσπερ εἰσοικισμὸν ἑαυτοῦ κατακλείσας, στρέψας τε τὸ πρόσωπον ἐπὶ τὸν τοῖχον, καιρὸν ἐδίδου τῇ ἑαυτοῦ ψυχῇ ἐπανατρέχειν ἐπὶ τὸν ἑαυτῆς Δεσπότην, καὶ διὰ προσευχῆς καρποῦσθαι τὴν τοῦ σώματος ἴασιν· τοῦτο ἀντὶ δυσωπήματος προσάγων, ὅτι Ἐν ἀφελείᾳ ψυχῆς καὶ ἀληθινῇ καρδίᾳ πεπόρευμαι ἐνώπιόν σου. Λέγεται καὶ ἐν τοῖς τόποις καὶ ἕτερόν τι, ὅτι, τοῦ Σολομῶντος βασιλέως ἐν στήλῃ ἐγγράψαντος τὰ φυσικὰ τῶν θεραπειῶν τοῦ σώματος, καὶ ταύτην ἀναστήσαντος, ὁ μακάριος Ἐζεκίας, καθελὼν, ἵνα μὴ ὁ λαὸς ἀσχολίαν ἔχῃ τοῦ ἀφίστασθαι τοῦ Θεοῦ, ἐν τῷ ἑαυτοῦ οἴκῳ εἰς τὸν τοῖχον ἐντίθησι· λέγεται οὖν, ἐν τῷ ἀποστρέψαι αὐτὸν πρὸς τὸν τοῖχον, ἀντὶ δυσωπήματος ἐκείνην προβάλλεσθαι τὴν στήλην· Ὅτι δὴ σπουδὴν ἔθεμην ταύτην ἀνελέσθαι, πρὸς τὸ μὴ εἶναι ἐμπόδιον τῷ λαῷ τοῦ εἰς τὴν θεοσέβειαν τόνου. Καὶ
It must be noted that in the present history in the book of Chronicles it has been made clear . . . having been lifted up and having fallen sick with haughtiness of neck; for it is written: "Hezekiah was humbled from the height of his heart..." having taken into mind that he himself is that One, and will turn round to himself the . . . announcements foretold regarding our Saviour; for since his father Ahaz had received the prophecy, "Behold, the virgin shall conceive in the womb, and shall bear a son," and he had been born after the prophecy, he remained holding this in mind concerning himself, neither consorting with marriage and practising virginity; and when indeed the sign also of the fall of the 185 thousand had taken place, as God displayed His own care, and he remained unwarred upon, as God routed the adversaries, he all the more ratified the things of his surmise within himself, as though he were that expected God; therefore from the things whereby it was most needful, He brought him back to soberness, and used the mishaps of nature against him for chastening; for He permitted him to fall sick, and his foot to undergo putrefaction and him to await maiming. The blessed man therefore, having turned into the aforesaid sickness, received through the prophet Isaiah a prediction concerning the death that was going to overtake him; and having come to consciousness, and having been led through sufferings to an understanding of his own nature, he heard, "Set in order concerning your house," as having no one who would succeed to the kingdom, he turned to the medicine of repentance. For having wrapped up his senses from superfluous imaginations, and having shut up as it were a dwelling within himself, and having turned his face to the wall, he gave opportunity to his soul to run back up to its own Master, and through prayer to reap the healing of the body; bringing forward this by way of entreaty: In simplicity of soul and in a true heart I have walked before Thee. Another thing also is said in the places, that after King Solomon had inscribed upon a pillar the natural remedies of the healings of the body, and had set this up, the blessed Hezekiah, having taken it down so that the people might not have an occupation for departing from God, places it into the wall in his own house; it is said therefore that in turning away towards the wall he put forward that pillar by way of entreaty: Because indeed I made it my care to take this away, towards its not being a hindrance to the people of their intensity towards godliness. And
Ὕψος ἡμερῶν λέγει τὴν ἐγγενομένην τῇ διανοίᾳ αὐτοῦ ὑψηλαυχενίαν, ὑφ' ἧς συνεχόμενος, ἔμελλον τὴν ἐμαυτοῦ ζωὴν ὑποτέμνεσθαι· ταῦτα διανοούμενος, οὐδὲ γὰρ ἐν γῇ ζώντων ἤλπιζον ὄψεσθαι τὸ σωτήριον τοῦ Θεοῦ, ἐλεγχθεὶς ἐπὶ τῇ καταλαβούσῃ με
Height of days he calls the haughtiness of neck that arose in his mind, held fast by which I was about to cut short my own life; thinking these things, for neither in the land of the living did I hope to see the salvation of God, convicted over the [madness] that overtook me
Notes, col. 1329

On the reading

Printed ἔθεμην, for ἐθέμην.

PG 18:1332Read from the page
κακοβουλίᾳ· ἀλλὰ καὶ ταύτης τῆς ζωῆς στερηθήσεσθαι εἰς ἀπώλειαν καὶ ἀναίρεσίν μου καταστρέψαντα, κατὰ τὸν πηξάμενον μὲν σκηνὴν, συστείλαντα δὲ αὐτὴν ταχέως· τὸ γὰρ ζωτικὸν πνεῦμα οὕτως ἀφῃρεῖτο τὰς δυνάμεις, ὡς ἱστὸς γυναικὸς ἐκτέμνεσθαι μέλλων. Ὅθεν οὐ παύσομαι ἐν τοῖς μετὰ ταῦτα κῆρυξ τῆς σῆς ἀγαθότητος ἐσόμενος, κατὰ τοὺς ὄρνιθας τήν τε χελιδόνα καὶ περιστερὰν, ἀπαύστως τὰ σὰ μεγαλεῖα ἐξηγούμενος· σὺ γὰρ εἶ ὁ
through evil counsel; but also to be deprived of this life, having turned to my destruction and undoing, like one who pitched a tent indeed, and quickly folded it up; for the vital spirit was thus being stripped of its powers, like a woman's web about to be cut off. Whence I will not cease in the times hereafter to be a herald of Thy goodness, like the birds, both the swallow and the dove, unceasingly recounting Thy mighty works; for Thou art He Who
Τοῦτο ἔλεγεν οὐκ ἐκκόπτων τῆς ἀναστάσεως τὰς ἐλπίδας, ἀλλὰ δηλῶν, ὡς εἰς ᾅδην ἀπωλείας ἀπελήλυθε, μὴ παρὰ σοῦ ἀνακληθεὶς καὶ συγχώρησιν ἁμαρτιῶν δεξάμενος.
He said this not cutting off the hopes of the resurrection, but making clear that he had departed into the Hades of destruction, had he not been called back by Thee and received forgiveness of sins.
Ὅθεν, ἐγὼ αὐτὸς ἰώμενος τὴν σφαλερὰν ἐκείνην ἔννοιαν, σπεύσω καὶ γάμοις ὁμιλῆσαι καὶ παιδοποιήσασθαι, πρὸς τὸ καὶ τοὺς ἐξ ἐμοῦ γενομένους κήρυκας ἀναστῆναι τῆς δικαιοσύνης.
Whence I myself, healing that perilous thought, will hasten both to consort with marriage and to beget children, towards those also born from me rising up as heralds of righteousness.
Φάραγγα ἐκληπτέον, οὐχ ὡς μέλλοντος τοῦ Θεοῦ ἐπιβαίνειν αὐταῖς, ἀλλὰ πρὸς τὰς κατορωρυγμένας ψυχὰς, καὶ κάτω που εἰς τὸν ᾅδην κειμένας, τεταπεινωμένας τε ταῖς ἁμαρτίαις, λέγει· ταύτας γὰρ ἀπαλλαγείσας τῶν ὀλεθρίων τούτων καὶ ἐπικινδύνων λογισμῶν ὑπὲρ τὰ ὄρη ταπεινοῦσθαι καιρός.
A ravine must be understood not as though God were going to tread upon them, but he speaks with reference to the buried souls, both lying somewhere below in Hades, and humbled by sins; for it is time for these, freed from these destructive and dangerous thoughts, to be humbled above the mountains.
Δεικνὺς, ὡς καὶ αὐτὸς ὁ προφήτης ὁ ὑπηρετούμενος τῷ λόγῳ, ὑπὸ τῆς σαρκὸς ἐπισκιαζόμενος τὸν νοῦν, χωρῆσαι οὐ δεδύνηται· καὶ γὰρ καὶ πᾶσα ὑπόληψις ἀνθρωπίνη ταχέως παύσεται, οὐ μὴν τὸ λόγιον τοῦ Θεοῦ παύλαν ποτὲ λήψεται· ἀλλα πέρα τελεῖ, ἀληθεύοντα τῆς ἐπαγγελίας εἰς αἰῶνα.
Showing that even the prophet himself who ministers to the word, overshadowed in mind by the flesh, has not been able to contain it; for indeed every human supposition will quickly cease, yet the oracle of God will never take a cessation; but accomplishes further, speaking truth of the promise for ever.
Πρὸς τὰς ἐν διανοίᾳ πάλιν φύσεις ἀμφισβητήσεις περὶ τῶν κριμάτων καὶ τῆς προνοίας τῆς τοῦ Θεοῦ διὰ πάντων διηκούσης, καὶ καθ' ἕνα ἕκαστον, καὶ ὡς οὐκ ἔστι τῶν λανθανόντων τὸν Θεὸν, ἀλλὰ διὰ πάντων διαβαίνουσα ἡ τοῦ Θεοῦ γνῶσις· τὰ ἑκάστου ἀνιχνεύειν προϋπαντῶν ὁ λόγος ἐκδιδάσκει, ὅτι ἐκ τῶν ὁρωμένων, καὶ ἐκ τῶν τοῦ Θεοῦ καθολικώτερον στοιχείων ἐκδιδάσκου τοῦ Θεοῦ δύναμιν.
Meeting beforehand again the natures and disputes in mind concerning the judgements and the providence of God reaching through all things, and over each individual, and how nothing is among the things that escape God's notice, but the knowledge of God passes through all things: the word teaches thoroughly to trace out the things of each, that from the things seen, and more generally from the elements of God, you are taught thoroughly the power of God.
Πάλιν πρὸς τοὺς ἐν διανοίαις λογισμοὺς προσυπαντᾷ ὁ λόγος· ὅτι τοῦτον τὸν Θεὸν τὸν προμηνυθέντα διὰ τῶν εἰρημένων ἴσως λογιεῖσθε θυσίαις ἐξιλεοῦσθαι, μὴ σκοπήσαντες, ὡς οὐκ ἐν χρείᾳ τούτων καθέστηκεν, οὗ τῷ λόγῳ τὰ πάντα γεγένηται· « ἐπαρκέσει οὖν Λίβανος » καὶ ἡ ἐν τούτῳ ὕλη; « ἀρκέσει δὲ εἰς ὁλοκάρπωσιν πάντα τὰ τετράποδα, » ᾧ πάντα τὰ ἔθνη κατὰ τὸ ὑποβληθὲν ὑπόδειγμα « ὃς ἥκεν εἰς γνῶσιν, » οὐδὲν ἐλογίσθη
Again the word meets beforehand the thoughts in minds: that this God foretold through the things said you will perhaps reckon to propitiate by sacrifices, not having considered that He stands in no need of these things, by Whose word all things have come into being; "will Lebanon then suffice" and the wood in it? "and will all the four-footed beasts suffice for a whole burnt-offering," to Whom all the nations according to the suggested example "who has come to knowledge," were reckoned as nothing
Πρὸς τὰς μὴ ἰσχυούσας ὀδύναις τε πραττούσας ψυχὰς συμβουλία προσάγεται· ὅτι ταύτῃ δυνατὸν ὑμᾶς τὰς ἐγχρονισάσας ἐν τοῖς πάθεσι καὶ παλαιωθείσας ἐν ταῖς ἡδοναῖς, ἔν τε τούτοις κατασυρείσας ἀναλαβεῖν τὰς ἑαυτῶν ψυχικὰς δυνάμεις· καὶ ὥσπερ γῆρας ἀποθέσθαι τὰς ἐν τοῖς πάθεσι παλαιωθείσας καὶ ὥσπερ νεκρωθείσας· ἃς καὶ νήσους ὁ
Counsel is brought to the souls that are not strong and fare in pains: that in this way it is possible for you who have lingered long in passions and grown old in pleasures, and been dragged down in these, to recover your own spiritual powers; and as if old age to put off the powers grown old in passions and as it were deadened; which the
Notes, col. 1332

On the reading

Printed ἀλλα, for ἀλλὰ.