πλανηθέντα ἄνθρωπον· καταλῦσαι τὴν πλάνην· φωταγωγῆσαι τοὺς ἐν σκότει· καταργῆσαι εἰδώλων ἀπάτην· ἀντεισάξαι θεογνωσίαν σωτήριον· ἁγιάσαι κόσμον· ἀπελάσαι τὸ μύσος καὶ ἄλγος τῆς τῶν ματαίων θεῶν θεραπείας. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· εἷς ὑπὲρ πολλῶν, ῥύσασθαι πτωχὸν γένος ἀνθρώπων, ἐκ χειρὸς στερεωτέρων αὐτοῦ, καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. [Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐπιχέαι οἶνον καὶ ἔλεον ἐπὶ τὸν ἐμπεσόντα εἰς τοὺς ληστὰς καὶ παρεωραμένον.] Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· σῶσαι ἡμᾶς δι' ἑαυτοῦ, ὥς φησιν ὁ προφήτης· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος· ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Διὰ τοῦτο καὶ ἡμεῖς εὐλογοῦμέν σε, Κύριε· τὸν σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι πρὸ αἰώνων καὶ εἰς αἰῶνας αἰώνων εὐλογημένον· πρὸ μὲν τῶν αἰώνων καὶ μέχρι τῆς δεῦρο ἀσώματον· τὰ νῦν δὲ καὶ εἰς αἰῶνας μετὰ τῆς θείας καὶ ἀμεταβόλου καὶ ἀμερίστου σου σαρκώσεως.
man who had gone astray; to dissolve error; to lead into light those in darkness; to abolish the deceit of idols; to introduce in its stead saving knowledge of God; to sanctify the world; to drive away the abomination and grief of the service of vain gods. Blessed is He Who comes in the name of the Lord: One on behalf of many, to rescue the poor race of men from the hand of those stronger than it, both the poor and the needy from those who plunder him. [Blessed is He Who comes in the name of the Lord: to pour wine and oil upon him who fell among the robbers and was overlooked.] Blessed is He Who comes in the name of the Lord: to save us through Himself, as the prophet says: No ambassador, nor angel, but the Lord Himself saved us. Wherefore we also bless Thee, O Lord, Who with the Father and the Holy Spirit art blessed before the ages and unto the ages of ages: before the ages indeed and until now bodiless, but now and unto the ages with Thy divine and immutable and undivided incarnation.
Ζʹ. Ἴδωμεν καὶ τὰ ἑξῆς. Τί λέγει ὁ θειότατος εὐαγγελιστής; Εἰσελθόντος γὰρ τοῦ Κυρίου εἰς τὸ ἱερὸν, προσῆλθον αὐτῷ χωλοὶ καὶ τυφλοὶ, καὶ ἐθεράπευσεν αὐτούς. Ἰδόντες δὲ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰ θαυμάσια ἃ ἐποίησε, καὶ τοὺς παῖδας κράζοντας καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυῒδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, οὐκ ἤνεγκαν τὴν τούτου τιμήν. Ὅθεν προσελθόντες οὕτως εἶπον· Οὐκ ἀκούεις τί οὗτοι λέγουσιν; Ὡσανεὶ ἔλεγον· Οὐ βαρύνῃ δοξαζόμενος ὡς Θεός; Οὐκ ἄχθῃ ἀκούων παρὰ τῶν ἀκάκων τὰ τῷ Θεῷ, καὶ μόνῳ, πρέποντα; Οὐ πάλαι δεδήλωκεν ὁ Θεὸς διὰ τοῦ προφήτου· Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω; καὶ πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς ἑαυτὸν Θεόν; Ἀλλὰ τί πρὸς ταῦτα ὁ μακρόθυμος, ὁ πολὺς ἐν ἐλέει καὶ βραδὺς εἰς ὀργήν; ἀνέχεται τῶν μεμηνότων· ἀναστέλλει τῇ ἀπολογίᾳ τὴν φλεγμονήν· ἀνθυπομνήσκει Γραφάς· προσφέρει μαρτυρίας τῶν τελουμένων, καὶ οὐκ ἀπαναίνεται πρὸς τὴν πεῦσιν. Διό φησιν· Οὐδέποτε καὶ ὑμεῖς ἠκούσατέ μου διὰ τοῦ προφήτου λέγοντος· Τότε γνώσεσθε, ὅτι ὁ λαλῶν, αὐτὸς πάρειμι; οὐδ' αὖ πάλιν· Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν; Οἵτινές ἐστε ὑμεῖς, οἱ νόμῳ προσανέχοντες καὶ προφήτας ἀναγινώσκοντες, κἀμὲ τὸν ἐν νόμῳ καὶ προφήταις κηρυττόμενον ἀθετοῦντες. Δοκεῖτε μὲν γὰρ ἐν σχήματι εὐλαβείας διεκδικεῖν τὴν τοῦ Θεοῦ δόξαν, μὴ συνιέντες, ὅτιπερ ὁ ἐμὲ ἀθετῶν, καὶ τὸν Πατέρα μου ἀθετεῖ· Ἐγὼ παρὰ τοῦ Θεοῦ ἐξῆλθον, καὶ ἐλήλυθα εἰς τὸν κόσμον· καὶ ἡ ἐμὴ δόξα, καὶ τοῦ Πατρός μου ἐστὶν δόξα. Ἐλεγχθέντες δὲ οὕτως οἱ ἀνόητοι ὑπὸ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ, ἐπαύσαντο μὲν τῆς ἀντιλογίας, φιμωθέντες τῇ ἀληθείᾳ· ἕτερον
Chapter VII. Let us see also what follows. What says the most divine evangelist? For when the Lord entered into the temple, the lame and the blind came to Him, and He healed them. But when the chief priests and the Pharisees saw the wonderful things that He did, and the children crying out and saying, Hosanna to the Son of David! Blessed is He Who comes in the name of the Lord! they did not bear the honour paid to Him. Wherefore coming up they spoke thus: Do You not hear what these say? As if they were saying: Are You not weighed down at being glorified as God? Are You not grieved at hearing from the guileless the things that befit God, and Him alone? Did not God declare of old through the prophet: My glory I will not give to another? And how do You, being a man, make Yourself God? But what says to these things the long-suffering One, plenteous in mercy and slow to anger? He bears with the frantic ones; He checks the inflammation by His defence; He recalls the Scriptures in reply; He brings forward testimonies of the things being accomplished, and does not refuse the inquiry. Wherefore He says: Did you also never hear Me speaking through the prophet: Then you shall know that I Who speak, Myself am present? Nor again: Out of the mouth of babes and sucklings Thou hast perfected praise because of Thine enemies, to destroy the enemy and avenger? Who are you yourselves, who attend to the law and read the prophets, and reject Me Who am proclaimed in the law and the prophets. For you think under a guise of piety to avenge the glory of God, not understanding that he who rejects Me rejects My Father also: I came forth from God, and am come into the world; and My glory is also My Father's glory. Having been thus convicted by our Saviour and God, the foolish ones ceased indeed from their gainsaying, muzzled by the truth; but another