νος ἀποκλεισθῇ.] Μηδεὶς σκυθρωπὸς πρὸς τὴν ὑποδοχὴν εὑρεθῇ ἐν ἡμῖν, ἵνα μὴ τοῖς πονηροῖς πολίταις συγκατακριθῇ. Πολίτας δέ φημι τοὺς μὴ θελήσαντας δέξασθαι τὸν Κύριον ἑαυτῶν βασιλέα ἐφ' ἑαυτούς. [Πάντες φαιδρῶς συνδράμωμεν·] πάντες προθύμως ὑποδεξώμεθα, καὶ ὑπερκοσμίως ἑορτάσωμεν. Ἀντὶ ἱματίων, τὰς καρδίας ἡμῶν ἐκχέωμεν ἐνώπιον αὐτοῦ· ἐν ψαλμοῖς καὶ ὕμνοις τὰς εὐχαριστίας ἀνατείνωμεν αὐτῷ· καὶ τὸ, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ἀκαταπαύστως βοήσωμεν. Οἱ γὰρ εὐλογοῦντες αὐτὸν, εὐλόγηνται· καὶ οἱ καταρώμενοι αὐτὸν, κεκατήρανται. Πάλιν ἐρῶ, καὶ προτρεπόμενος ἐπὶ τὸ ἀγαθὸν οὐ παύσομαι. Δεῦτε, ἀγαπητοὶ, εὐλογήσωμεν τὸν εὐλογημένον, ἵνα εὐλογηθῶμεν ὑπ' αὐτοῦ. Πᾶσαν ἡλικίαν καὶ ἀξίαν ἐπὶ τὸ αὐτὸ συνεκάλεσεν ὁ λόγος πρὸς τὴν τοῦ Κυρίου αἴνεσιν· Βασιλεῖς τῆς γῆς καὶ πάντας λαοὺς, ἄρχοντας καὶ πάντας κριτὰς γῆς· νεανίσκους καὶ παρθένους· καὶ τὸ καινοπρεπὲς τοῦ θαύματος, ὅτι τῇ νέᾳ καὶ ἀπειροκάκῳ τῶν νηπίων καὶ θηλαζόντων ἡλι-
chamber he be shut out.] Let no one among us be found gloomy towards the reception, lest he be condemned together with the wicked citizens. And by citizens I mean those who were not willing to receive the Lord their King over themselves. [Let us all run together brightly;] let us all eagerly welcome Him, and celebrate the feast in a supramundane manner. Instead of garments, let us pour out our hearts before Him; in psalms and hymns let us offer up thanksgivings to Him; and let us unceasingly cry out, Blessed is He Who comes in the name of the Lord. For those who bless Him are blessed; and those who curse Him are cursed. Again I will speak, and exhorting unto that which is good I will not cease. Come, beloved, let us bless the Blessed One, that we may be blessed by Him. The word has called together every age and rank to the same place for the praise of the Lord: Kings of the earth and all peoples, princes and all judges of the earth; young men and virgins; and the novelty of the wonder is that to the young and guileless age of infants and sucklings
Βʹ. Σήμερον χαρᾷ χαίρει ὁ μακάριος Δαβὶδ, σεσυλημένος τὴν κιθάραν ὑπὸ νηπίων· οἷς καὶ συγχορεύων τῷ πνεύματι καὶ συνευωχούμενος, καθάπερ ⟨τ⟩ὸ πρὶν πρὸ προσώπου τῆς κιβωτοῦ τοῦ Θεοῦ, συμμουσουργεῖ καὶ συμψελλίζει ἡδέως· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Πρὸς ὃν ἐροῦμεν· Λέγε ἡμῖν, ὦ προφῆτα, τίς οὗτος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου; Οὐκ ἐμὸν, φησὶ, τὸ διδασκαλεῖον σήμερον· νηπίοις γὰρ ἀφιέρωται παρὰ τοῦ καταρτήσαντος ἐκ στόματος νηπίων καὶ θηλαζόντων αἶνον, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν· ὅπως καὶ διὰ τοῦ θαύματος τούτων ἐπιστραφῶσι πατέρων καρδίαι ἐπὶ τέκνα, καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων. Λέγετε ἡμῖν, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; Τίς ὁ διδάξας; Τίς ὁ σοφίσας; Τίς ὁ συναθροίσας; Ποῖαι δέλτοι; Τίνες οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φασὶ, τῆς εὐωχίας καὶ μελῳδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῇ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν προετράπημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατ' ἀνατολὰς, καὶ ἐπὶ ὑποζύγιον, ὡς ηὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς. Μετὰ τῶν νηπίων κλάδη ἄρωμεν, καὶ τοῖς θαλλοῖς κροτήσωμεν, ὅπως ἐπιπνεύσῃ καὶ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν θεοδίδακτον ἀναμέλψωμεν εὐτάκτως ᾠδήν· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Σήμερον καὶ ὁ πατριάρχης Ἰακὼβ ἐν πνεύματι ἑορτάζει, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν· καὶ τὸν δε-
Chapter II. Today the blessed David rejoices with joy, having been despoiled of his harp by infants; and dancing together with them in the spirit and feasting with them, just as formerly before the face of the ark of God, he makes music with them and lisps sweetly with them: Blessed is He Who comes in the name of the Lord. To whom we shall say: Tell us, O prophet, who is this Who comes in the name of the Lord? The school is not mine today, says he; for it has been dedicated to infants by Him Who perfected praise out of the mouth of infants and sucklings, to overthrow the enemy and avenger; so that through the wonder of these the hearts of fathers also may be turned to children, and the disobedient to the wisdom of the just. Tell us, O children, whence have you this noble and graceful rivalry and song? Who is he that taught you? Who is he that made you wise? Who is he that gathered you together? What tablets? Who are the tutors? Share with us, they say, in the feast and melody, and you shall learn the things that were desired by Moses and the rest of the prophets. Since therefore we have been exhorted, and the children have given us the right hands of fellowship, come, beloved, let us also emulate the God-befitting choir, and with the apostles let us prepare the way for Him Who mounts upon the heaven of heavens towards the east, and Who rides upon a beast of burden on the earth, as He was well-pleased. With the infants let us take up branches, and let us applaud with the olive-boughs, so that the Holy Spirit may breathe upon us also, and we may in good order sing aloud the God-taught song: Blessed is He Who comes in the name of the Lord, hosanna in the highest. Today the patriarch Jacob also celebrates the feast in spirit, seeing his prophecy brought into effect; and Him Who