ΖΩΝΑΡ. Περὶ αὐτομολησάντων εἰς τὸν τοῦ μαρτυρίου ἀγῶνα, διαλεχθεὶς ὁ Πατὴρ, νῦν καὶ περὶ κληρικῶν τοιούτων τὸν λόγον ποιεῖται· καί φησιν, ὡς, εἰ κληρικὸς ηὐτομόλησεν, εἶτα μὴ στέγων τὰς τιμωρίας ἐκπέπτωκε, καὶ αὖθις εἰς ἑαυτὸν γενόμενος ἀνεπάλαισε τὴν οἰκείαν πτῶσιν, καὶ Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν ἐνώπιον τῶν τυράννων, ὁ τοιοῦτος οὐκέτι ἐν τῇ λειτουργίᾳ ἔσται. Καὶ τὴν αἰτίαν ἐπάγει· ἥδε ἐστίν· ὅτι κατέλιπε τὸ ποίμνιον τοῦ Κυρίου, καὶ διὰ τὸ αὐτομολῆσαι καὶ μὴ καρτερῆσαι τὰς βασάνους, μῶμον προσήνεγκεν ἑαυτῷ. Τὸ δὲ καταφρονῆσαι τῆς διδασκαλίας τοῦ λαοῦ, καὶ προτιμήσασθαι τὸ ἑαυτοῖς συμφέρον, οὐδὲ οἱ ἀπόστολοι πεποιήκασιν. Ὁ γὰρ μέγας Παῦλος, μετὰ τὸ πολλὰς βασάνους ὑπομεῖναι, κατανοήσας κρεῖττον εἶναι τὸν βίον ἀπολιπεῖν, προετιμήσατο ζῇν καὶ βασανίζεσθαι διὰ τὴν σωτηρίαν καὶ διδασκαλίαν τοῦ λαοῦ. Οὓς καὶ πάνυ ἀναισθήτους ἀποφαίνεται, αἰτοῦντας τὴν λειτουργίαν, ἧς ἐθελονταὶ ἐκπεπτώκασι. Πῶς γὰρ, φησὶν, αἰτοῦσιν ὃ κατέλιπον, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ, διωγμοῦ δηλαδή; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, τῇ αὐτομολήσει δηλαδὴ, ἢ τῇ περὶ τὸ διδάσκειν τοὺς ἀδελφοὺς ῥᾳθυμίᾳ· ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Εἰ μὲν οὖν οὐ πεπτώκασι, φησὶν, εἶχον ἂν συγγνώμην ἐπὶ τῇ παραλόγως αὐτῶν πράξει· παράλογον πρᾶξιν οὐ τὸ αὐτομολῆσαι μόνον καλῶν, ἀλλὰ μᾶλλον τὸ καταλιπεῖν τὸ ποίμνιον τοῦ Κυρίου, καὶ μὴ παραμένειν αὐτῷ καὶ στηρίζειν τοὺς ἀδελφοὺς κλονουμένους ἐν τῷ καιρῷ τοῦ διωγμοῦ. Εἰ δὲ πεπτώκασιν ἐκ περπερείας, περπερείαν δ' ἐνταῦθα τὴν οἴησιν καὶ τὴν ἀλαζονείαν καλεῖ· ὅτι ἐξ ἀλαζονείας ἐθάῤῥησαν ἑαυτοῖς, καὶ τὸν ἀγῶνα ὑπέλυσαν καὶ ἑαυτοὺς ἐμωμήσαντο, ἀντὶ τοῦ, διὰ τὴν πτῶσιν μῶμον ἐπήνεγκαν ἑαυτοῖς, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν, λέγει, μᾶλλον ἐν ταπεινοφροσύνῃ, πῶς ἐκτελέσουσι τὴν ὁμολογίαν, δηλαδὴ παυσάμενοι τῆς κενοδοξίας. Τὸ γὰρ λειτουργίαν ζητεῖν, διὰ κενοδοξίαν, φησὶ, γίνεται. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία, ἤγουν τὸ συγκοινωνεῖν αὐτοῖς τοὺς πιστοὺς, ἤτοι συνεύχεσθαι, ἢ καὶ τῶν θείων μυστηρίων μετάληψις. Καὶ ταῦτα μετ' ἐπιστασίας καὶ ἀκριβείας γενόμενα, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι, μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μὴ λυπούμενοι, φησὶν, ἀπέλθωσιν ἐντεῦθεν ἀναλύοντες, ἀπὸ τοῦ σώματος δηλονότι ἐξερχόμενοι, μετὰ βίας τῆς ἐκ τῶν κολάσεων καὶ τῆς ἐν ταῖς εἱρκταῖς κακοπαθείας· καὶ ἵνα μή τινες πρόφασιν σχῶσι τοῦ ἐκλυθῆναι καὶ χαυνωθῆναι πρὸς τὸν ἀγῶνα τῆς ὁμολογίας, καὶ διὰ τοῦτο ἐκπεσεῖν, τὴν ἐπιτίμησιν. Οἵτινες μᾶλλον αἰσχυνθήσονται, κατὰ τὸ ἐν Εὐαγγελίοις εἰρημένον· Ὃς θεμέλιον οὐκ ἴσχυσεν ἐκτελέσαι.
Zonaras. Having discoursed concerning those who deserted over to the contest of martyrdom, the Father now makes his discourse also concerning clerics of such a kind; and he says that if a cleric deserted over, then not bearing the punishments fell away, and again having come to himself wrestled back his own fall, and confessed himself a Christian before the tyrants, such a one shall no longer be in the ministry. And he adduces the cause; it is this: that he left behind the flock of the Lord, and by deserting over and not enduring the torments, brought blame upon himself. And to despise the teaching of the people, and to prefer their own profit, not even the apostles have done. For the great Paul, after enduring many torments, having perceived that it was better to leave life behind, preferred to live and be tormented for the salvation and teaching of the people. Whom he also pronounces altogether senseless, when they ask for the ministry, from which of their own will they have fallen away. For how, he says, do they ask for what they left behind, when they could have been useful to the brethren in such a season, namely of persecution? So long therefore as they were unfallen, they had pardon for their unreasonable deed, namely the desertion, or the laxity concerning teaching the brethren; but when they stumbled, as having vaunted themselves, they can no longer minister. If therefore they have not fallen, he says, they would have had pardon for their unreasonably done deed; calling an unreasonable deed not only the deserting over, but rather the leaving behind the flock of the Lord, and not remaining beside it and strengthening the brethren shaken in the season of persecution. But if they have fallen out of vaunting, and vaunting here he calls conceit and arrogance; because out of arrogance they trusted in themselves, and slackened the contest and brought blame upon themselves, that is, because of the fall they brought blame upon themselves, they can no longer minister. Wherefore let them take thought, he says, rather in humility of mind, how they shall finish the confession, namely ceasing from vainglory. For to seek ministry comes about, he says, through vainglory. For there suffices them the communion, that is that the faithful communicate with them, namely pray together with them, or also the partaking of the divine mysteries. And these things are done with attention and exactness, both lest they seem to be grieved, laying hold with violence of the departure hence, and lest being grieved, he says, they depart in departing hence, namely going out from the body, with the violence from the punishments and the ill-suffering in the prisons; and lest some have the penalty as an excuse for being enfeebled and slackened towards the contest of confession, and on account of this falling away. Who rather shall be put to shame, according to that which is said in the Gospels: Who was not able to finish a foundation.