Κυρίου ἐξέφυγεν, ἤδη ἀρξάμενον ταχέως σκυλεύειν καὶ ὀξέως προνομεύειν, κατὰ τὴν ἐπίκλησιν τοῦ ὀνόματος, καθὼς γέγραπται· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον, διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Οἱ γοῦν μάγοι, ὡς ἤδη σκυλευθέντες καὶ προνομευθέντες, ὑποτεταγμένως καὶ τιμητικῶς προσκυνοῦτι τῷ παιδίῳ, ἀνοίγοντες τοὺς θησαυροὺς αὐτῶν καὶ προσφέροντες αὐτῷ καιριώτατα καὶ πρεπωδέστατα δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, ὡς βασιλεῖ καὶ Θεῷ καὶ ἀνθρώπῳ· ὅθεν οὐκέτι πρὸς τὸν Ἀσσύριον βασιλέα ἠξιώθησαν ὑποστρέψαι, συνεργούμενοι ὑπὸ τῆς Προνοίας· Χρηματισθέντες γὰρ, φησὶ, κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρώδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν. Ὅθεν ἰδὼν ὁ αἱμοβόρος Ἡρώδης ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν. Καὶ ἀποστείλας, φησὶν, ἀνεῖλε πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων. Μεθ' ὧν καὶ τὸ πρὸ αὐτοῦ γεννη-
of the Lord escaped, having already begun swiftly to despoil and speedily to plunder, according to the appellation of the Name, even as it is written: Call His name, Swiftly despoil, speedily plunder, because before the Child knows how to call father or mother, He shall take the power of Damascus and the spoils of Samaria before the king of the Assyrians. The Magi, therefore, as having already been despoiled and plundered, submissively and reverently worship the Child, opening their treasures and offering Him most seasonable and most fitting gifts, gold and frankincense and myrrh, as to a King and God and man; whence they no longer deigned to return to the Assyrian king, being aided by Providence: For having been warned, he says, in a dream not to return to Herod, they departed by another way into their own country. Wherefore, when the bloodthirsty Herod saw that he had been mocked by the Magi, he was exceedingly wroth. And sending forth, he says, he slew all the children that were in Bethlehem and in all its borders, from two years old and under, according to the time which he had ascertained from the Magi. Together with whom also the one born before Him
ΒΑΛΣ. Εἰ δέ τινες, φησὶ, κατέλιπον τὰς περιουσίας αὐτῶν καὶ ἀνεχώρησαν, ἵνα μὴ κατασχεθέντες κινδυνεύσωσιν, ἴσως μὴ δυνάμενοι μέχρι τέλους ἐμμεῖναι τῇ ὁμολογίᾳ διὰ τὴν τῶν κολαζόντων ἀπήνειαν, οὐκ ἐγκληθήσονται, κἂν καὶ ἕτεροι κατεσχέθησαν δι' αὐτούς. Καὶ παράγει χάριν τούτου εἰς παράδειγμα τὸν Γάϊον καὶ τὸν Ἀρίσταρχον, τοὺς ἀντὶ Παύλου κατασχεθέντας· τοὺς στρατιώτας τοὺς φυλάττοντας τὸν Πέτρον· τὰ νήπια τὰ παρὰ τοῦ Ἡρώδου ἀναιρεθέντα διὰ τὸν Χριστόν· καὶ τὸν τιμίου καὶ ἁγίου Προδρόμου πατέρα Ζαχαρίαν.
Balsamon. And if some, he says, left their possessions and withdrew, lest being seized they should be imperilled, perhaps not being able to remain steadfast in the confession until the end on account of the cruelty of the punishers, they shall not be accused, even if others were seized because of them. And for this sake he brings forward as an example Gaius and Aristarchus, who were seized instead of Paul; the soldiers who guarded Peter; the infants slain by Herod on account of Christ; and Zacharias, the father of the honourable and holy Forerunner.
ΖΩΝΑΡ. Εἰ δέ τινες, φησὶ, κατέλιπον τὰς περιουσίας αὐτῶν καὶ ἀνεχώρησαν, ἵνα μὴ κατασχεθέντες κινδυνεύσωσιν, ἴσως μὴ δυνάμενοι μέχρι τέλους ἐμμεῖναι τῇ ὁμολογίᾳ διὰ τὴν τῶν κολαζόντων ἀπήνειαν, οὐκ ἐγκληθήσονται, οὐδὲ εἰ δι' αὐτοὺς ἕτεροι κατεσχέθησαν καὶ ἐκολάσθησαν. Καὶ πάλιν ἀπὸ τῶν Πράξεων ἐπάγει παράδειγμα λέγων, ὅτι καὶ ἐν Ἐφέσῳ ἀντὶ τοῦ Παύλου συνηρπάγησαν Γάϊος καὶ Ἀρίσταρχος· ἀλλ' ὁ Παῦλος διὰ τοῦτο οὐκ ᾐτιάθη· οὔτε ὁ Πέτρος ὑπὸ ἀγγέλου τῆς φυλακῆς ἐκβληθεὶς, ὅτε ἐκεῖνος μὲν διέδρα τὸν κίνδυνον, οἱ δὲ φυλάσσοντες αὐτὸν στρατιῶται δι' ἐκεῖνον ἐκολάσθησαν. Καὶ ἀπὸ τοῦ Εὐαγγελίου ὑποδείγματι κέχρηται τοῖς ὑπὸ τοῦ Ἡρώδου ἀναιρεθεῖσι παισί· δι' ἃ, φησὶν, οὐκ
Zonaras. And if some, he says, left their possessions and withdrew, lest being seized they should be imperilled, perhaps not being able to remain steadfast in the confession until the end on account of the cruelty of the punishers, they shall not be accused, not even if because of them others were seized and punished. And again from the Acts he brings forward an example, saying that in Ephesus also instead of Paul Gaius and Aristarchus were seized together; yet Paul was not blamed on account of this; nor was Peter, when cast out of the prison by an angel, when he indeed escaped the danger, while the soldiers guarding him were punished because of him. And from the Gospel he makes use as an example of the children slain by Herod; on whose account, he says, not