Migne Reading Room

PG 18 · cols. 480–489 · Read from the page

The Canonical Letter

The Canonical Letter

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:480Read from the page
δούλους, εἰ καὶ κελεύσει τῶν δεσποτῶν ἔθυσαν, βιασθέντες, ἀλλ' οὐκ ἐξ οἰκείου θελήματος, ἐνιαυτὸν ἐν μετανοίᾳ διάγειν ὁ Πατὴρ οὗτος διορίζεται, καὶ μαθεῖν, ὅτι, πιστοὶ ὄντες, Χριστοῦ δοῦλοί εἰσι, κἀκεῖνον μᾶλλον φοβεῖσθαι ὀφείλουσι· καὶ ὅτι ἕκαστος, κατὰ τὸν μέγαν Ἀπόστολον, ὃ ἐὰν ποιήσῃ κομιεῖται, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
slaves, even if by the command of their masters they sacrificed, having been forced, and not of their own will, this Father ordains to pass a year in repentance, and to learn that, being faithful, they are slaves of Christ, and ought to fear Him more; and that each man, according to the great Apostle, whatsoever he shall do, shall receive, whether slave or free.
ΚΑΝΩΝ Ζʹ.
Canon VII.
Οἱ δὲ ἐλεύθεροι ἐν τρισὶν ἔτεσιν ἐξετασθήσονται ἐν μετανοίᾳ, καὶ ὡς ὑποκρινάμενοι, καὶ ὡς καταναγκάσαντες τοὺς ὁμοδούλους θῦσαι, ἅτε δὴ παρακούσαντες τοῦ Ἀποστόλου τὰ αὐτὰ θέλοντος ποιεῖν τοὺς δεσπότας τοῖς δούλοις, ἀνιέντας τὴν ἀπειλήν· εἰδότες, φησὶν, ὅτι καὶ ἡμῶν καὶ αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς, καὶ προσωποληψία παρ' αὐτῷ οὐκ ἔστιν. Εἰ δὲ ἕνα Κύριον ἔχωμεν οἱ πάντες, ἀπροσωπόληπτον, ἐπεὶ καὶ πάντα καὶ ἐν πᾶσίν ἐστιν ὁ Χριστὸς, ἔν τε βαρβάροις καὶ Σκύθαις, δούλοις καὶ ἐλευθέροις, σκοπεῖν ὀφείλουσιν ὃ κατειργάσαντο θελήσαντες τὴν ψυχὴν ἑαυτῶν σῶσαι, τοὺς δὲ συνδούλους ἑαυτῶν ἑλκύσαντες ἐπὶ εἰδωλολατρείαν, δυναμένους καὶ αὐτοὺς ἐκφυγεῖν, εἰ τὸ δίκαιον καὶ τὴν ἰσότητα ἦσαν αὐτοῖς παρασχόντες, ὡς πάλιν ὁ Ἀπόστολος λέγει.
But the free men shall be tested for three years in repentance, both as having dissembled, and as having compelled their fellow-slaves to sacrifice, inasmuch as having disobeyed the Apostle, who wills masters to do the same things unto their slaves, forbearing threatening: knowing, he says, that both our and their Lord is in heaven, and there is no respect of persons with Him. And if we all have one Lord, without respect of persons, since Christ is both all things and in all, among both barbarians and Scythians, slaves and free, they ought to consider what they have wrought in wishing to save their own soul, while dragging their own fellow-slaves into idolatry, who could themselves also have escaped, if they had afforded them what is just and equal, as again the Apostle says.
ΒΑΛΣ. Τοῖς δὲ ἐλευθέροις, ἤτοι τοῖς δεσπόταις τῶν βιασθέντων θῦσαι δούλων, ἐπὶ τριετίαν ἐπιτιμᾷ· ὅτι τε ὑπεκρίθησαν θῦσαι, καὶ ὅλως ἔδοξαν κατανεῦσαι, καὶ ὅτι τοὺς συνδούλους ἠνάγκασαν θῦσαι, καὶ ὅτι παρήκουσαν τοῦ Ἀποστόλου κελεύοντος ἀνιέναι τοῖς δούλοις τὴν ἀπειλὴν, ὡς καὶ τῶν δεσποτῶν δούλων ὄντων τῷ Κυρίῳ, καὶ τοῖς οἰκέταις συνδούλων. Καὶ αὐτοὶ μὲν ἔσπευσαν τὴν οἰκείαν σῶσαι ψυχὴν, τοὺς δὲ συνδούλους ἐπὶ εἰδωλολατρείαν κατήπειγον, δυναμένους ἐκφυγεῖν.
Balsamon. Upon the free men, that is the masters of the slaves who were forced to sacrifice, he imposes a penance for three years: both because they feigned to sacrifice, and altogether seemed to consent, and because they compelled their fellow-slaves to sacrifice, and because they disobeyed the Apostle commanding to forbear threatening unto the slaves, inasmuch as the masters also are slaves to the Lord, and fellow-slaves with their household servants. And they themselves indeed hastened to save their own soul, but urged their fellow-slaves into idolatry, who could have escaped.
ΖΩΝΑΡ. Τοῖς δὲ ἐλευθέροις, ἤτοι τοῖς δεσπόταις τῶν βιασθέντων θῦσαι δούλων, ἐπὶ τριετίαν ἐπιτιμᾷ· ὅτι τε ὑπεκρίθησαν θῦσαι, καὶ ὅλως ἔδοξαν ὑποκύψαι, καὶ ὅτι καὶ τοὺς συνδούλους ἠνάγκασαν θῦσαι, καὶ ὅτι παρήκουσαν τοῦ Ἀποστόλου κελεύοντος ἀνιέναι τοῖς δούλοις τὴν ἀπειλὴν, ὡς καὶ τῶν δεσποτῶν δούλων ὄντων Κυρίῳ, καὶ τοῖς οἰκέταις συνδούλων. Καὶ αὐτοὶ μὲν ἔσπευσαν τὴν οἰκείαν σῶσαι ψυχὴν, τοὺς δὲ συνδούλους ἐπὶ εἰδωλολατρείαν κατέπειξαν, δυναμένους ἐκφυγεῖν.
Zonaras. Upon the free men, that is the masters of the slaves who were forced to sacrifice, he imposes a penance for three years: both because they feigned to sacrifice, and altogether seemed to submit, and because they also compelled their fellow-slaves to sacrifice, and because they disobeyed the Apostle commanding to forbear threatening unto the slaves, inasmuch as the masters also are slaves to the Lord, and fellow-slaves with their household servants. And they themselves indeed hastened to save their own soul, but urged their fellow-slaves into idolatry, who could have escaped.
ΚΑΝΩΝ Ηʹ.
Canon VIII.
Τοῖς δὲ παραδεδομένοις καὶ ἐκπεπτωκόσι, τοῖς τε αὐτοῖς προσεληλυθόσιν εἰς τὸν ἀγῶνα καὶ ὁμολογοῦσιν εἶναι Χριστιανοῖς, ἐμβεβλημένοις τε ἐν τῇ φυλακῇ μετὰ βασάνων, εὔλογόν ἐστιν ἐν ἀγαλλιάσει καρδίας συνεπισχύειν καὶ κοινωνεῖν ἐν πᾶσιν, ἔν τε ταῖς προσευχαῖς καὶ τῇ μεταλήψει τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Χριστοῦ, καὶ τῇ παρακλήσει τοῦ
And to those who have been delivered up and have fallen away, and who of themselves have come forward to the contest and confess that they are Christians, and have been cast into prison with torments, it is reasonable in gladness of heart to give joint strength and to communicate in all things, both in prayers and in the partaking of the body and blood of Christ, and in the exhortation of
PG 18:481Read from the page
λόγου· ἵνα εὐτονώτερον ἀγωνισάμενοι, καταξιωθῶσι καὶ αὐτοὶ τοῦ βραβείου τῆς ἄνω κλήσεως. Καὶ γὰρ ἑπτάκις, φησὶ, πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται· ὅπερ εἰ καὶ πάντες οἱ ἐκπεπτωκότες πεποιήκεσαν, τελειοτάτην [add. ἂν] καὶ ὁλοκάρδιον μετάνοιαν ἐνεδείξαντο.
speech; so that having contended more vigorously, they also may be counted worthy of the prize of the upward calling. For seven times, he says, shall the righteous fall and rise again; which if all who have fallen away had also done, they would have shown a most perfect and wholehearted repentance.
ΒΑΛΣ. Τινὲς προσηγγέλθησαν καὶ παρεδόθησαν τοῖς τυράννοις, ἢ καὶ ἑκουσίως αὐτοῖς ἑαυτοὺς παρέδωκαν, ἡττηθέντες δὲ ὑπὸ τῶν κολάσεων, ἐκπεπτώκασι τῆς μαρτυρίας· εἶτα μεταμεληθέντες καὶ ἐπιγνόντες τὸ ἀγαθὸν, ὡμολόγησαν εἶναι Χριστιανοὶ, ὥστε καὶ εἰς φυλακὰς ἐμβληθῆναι καὶ βασάνους ὑποστῆναι. Τοὺς τοιούτους οὖν εὔλογον κρίνει ὁ ἅγιος μετὰ θυμηδίας δέχεσθαι καὶ ἐπιῤῥωννύειν πρὸς τὴν ὀρθόδοξον πίστιν, καὶ κοινωνεῖν αὐτοῖς ἔν τε προσευχαῖς καὶ τῇ μεταλήψει τῶν ἁγιασμάτων, καὶ διὰ λόγου παρακαλεῖν, ἵνα πρὸς τὸν ἀγῶνα εὐτονώτεροι γένωνται, καὶ καταξιωθῶσι τῆς ἐπουρανίου βασιλείας. Ἵνα δὲ μὴ, διότι πεπτώκασι, νομίζωνταί τισιν ἄδεκτοι, ἐπάγει καὶ μαρτυρίαν ἀπὸ τῆς Γραφῆς, τό· Ἑπτάκις, ἀντὶ τοῦ, πολλάκις, πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Τοῦτο δὲ, φησὶν, εἰ καὶ πάντες οἱ τῆς ὁμολογίας ἐκπεπτωκότες ἐποίησαν, τὸ ἀναπαλαῖσαι τὴν πτῶσιν, καὶ ἐνώπιον τῶν τυράννων Χριστιανοὺς ὁμολογῆσαι ἑαυτοὺς, ἐνεδείξαντο ἂν τελειοτάτην μετάνοιαν. Διαφορὰ γοῦν ἐστι τῶν ἐν τῷ παρόντι κανόνι διειλημμένων καὶ τῶν ἐν τῷ πρώτῳ κανόνι περιεχομένων αὕτη, ὅτι ἐκεῖ μὲν οἱ διὰ τὰς βασάνους ἐκπεπτωκότες οὐ μετεστράφησαν ἐνώπιον τῶν τυράννων εἰς τὴν ὁμολογίαν τῆς πίστεως· ἐνταῦθα δὲ οἱ ἐκπεπτωκότες διὰ βασάνους, ἐξ ἀγαθοῦ μεταμέλου ἐπὶ τῶν τυράννων τὸν Κύριον ὡμολόγησαν, καὶ διὰ τοῦτο οὐδὲ λογίζονται ἐκπεσεῖν.
Balsamon. Some were denounced and delivered up to the tyrants, or even voluntarily delivered themselves up to them, and having been overcome by the punishments, fell away from the witness; then having repented and recognized the good, they confessed that they were Christians, so as both to be cast into prisons and to undergo torments. Such persons therefore the saint judges it reasonable to receive with gladness of mind and to strengthen towards the orthodox faith, and to communicate with them both in prayers and in the partaking of the hallowed things, and to exhort them by word, so that they may become more vigorous for the contest, and be counted worthy of the heavenly kingdom. And lest, because they have fallen, they should be considered by some inadmissible, he also adduces a testimony from Scripture, this: Seven times, that is, many times, shall the righteous fall, and rise again. And this, he says, if all who have fallen away from the confession had also done, namely to wrestle back their fall, and before the tyrants to confess themselves Christians, they would have shown a most perfect repentance. The difference therefore between those treated in the present canon and those contained in the first canon is this, that there indeed those who fell away because of the torments did not turn back before the tyrants unto the confession of the faith; whereas here those who fell away because of torments, out of good remorse confessed the Lord before the tyrants, and on account of this are not even reckoned to have fallen away.
ΖΩΝΑΡ. Εἴ τινες δὲ, φησὶ, προσηγγέλθησαν καὶ παρεδόθησαν τοῖς τυραννοῦσιν, ἢ αὐτοὶ ἑαυτοὺς παρέδωκαν, καὶ ἐκπεπτώκασι τῆς μαρτυρίας, ἡττηθέντες τῶν κολάσεων, καὶ μὴ φέροντες τὰς ἐν ταῖς φυλακαῖς κακουχίας καὶ τὰς βασάνους, εἶτα ἀνεπάλαισαν τὴν πτῶσιν, καὶ ὡμολόγησαν εἶναι Χριστιανοὶ, ὥστε καὶ εἰς φυλακὰς ἐμβληθῆναι καὶ βασάνους ὑποστῆναι· τοὺς τοιούτους εὔλογον κρίνει ὁ ἅγιος μετὰ θυμηδίας δέχεσθαι, καὶ ἐπισχύειν, ἀντὶ τοῦ, ἐπιῤῥωννύειν, ἐνδυναμοῦν καὶ παραθαρῥύνειν πρὸς τὴν ὁμολογίαν· καὶ κοινωνεῖν αὐτοῖς ἐν πᾶσιν, ἔν τε προσευχαῖς καὶ τῇ μεταλήψει τῶν ἁγιασμάτων, καὶ διὰ λόγου παρακαλεῖν, ἤτοι διεγείρειν αὐτοὺς εἰς τὴν μαρτυρίαν, ἵνα πρὸς τὸν ἀγῶνα εὐτονώτεροι γένωνται, καὶ τῆς ἐπουρανίου βασιλείας ἀξιωθῶσιν. Ἵνα δὲ μὴ, διότι πεπτώκασι θύσαντες, νομίζωνταί τισιν ἄδεκτοι, ἐπάγει καὶ μαρτυρίαν ἐκ τῆς Γραφῆς, τό· Ἑπτάκις, ἀντὶ τοῦ, πολλάκις, πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Τοῦτο δὲ, φησὶν, εἰ καὶ πάντες οἱ τῆς ὁμολογίας ἐκπεπτωκότες ἐποίησαν, τὸ ἀναπαλαῖσαι τὴν πτῶσιν, καὶ ἐνώπιον τῶν τυράννων Χριστιανοὺς ὁμολογῆσαι ἑαυτοὺς, ἀνεδείξαντο [f. ἐνεδ-] ἂν τελειοτάτην μετάνοιαν.
Zonaras. And if any, he says, were denounced and delivered up to the tyrants, or themselves delivered themselves up, and fell away from the witness, having been overcome by the punishments, and not bearing the ill-treatments in the prisons and the torments, then wrestled back their fall, and confessed that they were Christians, so as both to be cast into prisons and to undergo torments; such persons the saint judges it reasonable to receive with gladness of mind, and to strengthen, that is, to fortify, empower and embolden towards the confession; and to communicate with them in all things, both in prayers and in the partaking of the hallowed things, and to exhort by word, that is to rouse them unto the witness, so that they may become more vigorous for the contest, and be counted worthy of the heavenly kingdom. And lest, because they have fallen by sacrificing, they should be considered by some inadmissible, he also adduces a testimony from Scripture, this: Seven times, that is, many times, shall the righteous fall, and rise again. And this, he says, if all who have fallen away from the confession had also done, namely to wrestle back their fall, and before the tyrants to confess themselves Christians, they would have displayed [perhaps: shown] a most perfect repentance.
PG 18:484Read from the page
ΚΑΝΩΝ Θʹ.
Canon IX.
Καὶ τοῖς δὲ ὡσὰν ἐξ ὕπνου ἑαυτοὺς παραπηδῶσιν εἰς τὸν ἀγῶνα ὠδίνοντα καὶ μέλλοντα ἑλκῦσαι, ἑαυτοῖς δὲ πειρασμὸν ἐπισπασαμένοις θαλαττομαχίας καὶ πολλῆς κυματώσεως, μᾶλλον δὲ καὶ τοῖς ἀδελφοῖς προσεκκαίουσιν ἄνθρακα ἁμαρτωλῶν· καὶ αὐτοῖς κοινωνητέον, ἅτε δὴ ἐν ὀνόματι Χριστοῦ παρερχομένοις εἰς τοῦτο, εἰ καὶ μὴ προσέχουσιν αὐτοῦ τοῖς λόγοις, διδάσκοντος προσεύχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμὸν, καὶ πάλιν ἐν εὐχῇ λέγειν τῷ Πατρί· Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἴσως δὲ καὶ ἀγνοοῦσι τὰς πολλάκις γινομένας ἀναχωρήσεις τοῦ οἰκοδεσπότου καὶ διδασκάλου ἡμῶν ἀπὸ τῶν θελόντων ἐπιβουλεύειν, καὶ ὅτι ἔσθ' ὅτε οὐδὲ παῤῥησίᾳ περιεπάτει δι' αὐτοὺς, καὶ ὅτι καὶ ὅτε ὁ καιρὸς τοῦ πάθους αὐτοῦ προσήγγισεν, οὐχ ἑαυτὸν παρέδωκεν, ἀλλ' ἐδέξατο ἕως ἦλθον ἐπ' αὐτὸν μετὰ μαχαιρῶν καὶ ξύλων. Λέγει γοῦν πρὸς αὐτούς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με. Οἳ καὶ παρέδωκαν αὐτὸν, φησὶ, Πιλάτῳ. Καθ' ὁμοιότητα γοῦν αὐτοῦ, καὶ οἱ κατὰ σκοπὸν αὐτοῦ βαίνοντες πεπόνθασι, μεμνημένοι τῶν θείων αὐτοῦ λόγων, δι' ὧν ἐπιστηρίζων ἡμᾶς περὶ τῶν διωγμῶν λέγει· Προσέχετε ἑαυτοῖς· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Παραδώσουσι δὲ, εἶπεν, ἀλλ' οὐχὶ ἑαυτοὺς παραδώσετε· καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε διὰ τὸ ὄνομά μου, ἀλλ' οὐχὶ ἑαυτοὺς ἄξετε· ἐπεὶ καὶ μεταπηδᾷν ἡμᾶς βούλεται ἀπὸ τόπου εἰς τόπον διωκομένους διὰ τὸ ὄνομα αὐτοῦ· ὡς πάλιν ἀκούομεν αὐτοῦ λέγοντος· Καὶ ὅθεν διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν· οὐ γὰρ θέλει αὐτομολεῖν ἡμᾶς πρὸς τοὺς τοῦ διαβόλου ὑπασπιστὰς καὶ δορυφόρους, ὅπως μὴ καὶ πλειόνων θανάτων αἴτιοι αὐτοῖς γινώμεθα, ὡς ἂν καταναγκάζοντες αὐτοὺς μᾶλλον κατατραχύνεσθαι καὶ τελεσιουργεῖν τὰ θανατηφόρα ἔργα· ἀλλ' ἐκδέχεσθαι καὶ προσέχειν ἑαυτοῖς, γρηγορεῖν τε καὶ προσεύχεσθαι, ἵνα μὴ εἰσέλθωμεν εἰς πειρασμόν. Οὕτω Στέφανος πρῶτος, κατ' ἴχνος αὐτοῦ μαρτύριον ἀναδεξάμενος, ἐν Ἱεροσολύμοις συναρπασθεὶς ὑπὸ τῶν παρανόμων, καὶ ἀχθεὶς ἐν τῷ συνεδρίῳ, λιθοβολούμενος ἐν ὀνόματι Χριστοῦ ἐδοξάσθη, παρακαλῶν καὶ λέγων· Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν. Οὕτως Ἰάκωβος δεύτερος συλληφθεὶς ὑπὸ Ἡρώδου, μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη. Οὕτως ὁ πρόκριτος τῶν ἀποστόλων Πέτρος, πολλάκις συλληφθεὶς καὶ φυλακισθεὶς καὶ
And with those also who as if out of sleep leap aside of themselves into the contest while it is in travail and about to draw on, and who draw upon themselves a temptation of sea-fighting and much billowing, and rather kindle further for the brethren a coal of sinners: with them also one must communicate, inasmuch as coming forward to this in the name of Christ, even though they do not pay heed to His words, when He teaches to pray not to enter into temptation, and again in prayer to say to the Father: And lead us not into temptation, but deliver us from the evil one. And perhaps they are also ignorant of the withdrawals oftentimes made by the master of the house and our teacher from those wishing to plot against Him, and that at times He did not even walk openly on account of them, and that even when the time of His passion approached, He did not deliver Himself up, but waited until they came upon Him with swords and clubs. He says therefore unto them: As against a robber have ye come out with swords and clubs to seize Me. Who also delivered Him up, it says, to Pilate. After His likeness therefore, those also who walk according to His mark have suffered, remembering His divine words, whereby strengthening us concerning persecutions He says: Take heed to yourselves; for they will deliver you up to councils, and in their synagogues they will scourge you. They will deliver up, He said, and not, ye shall deliver yourselves up; and before governors and kings shall ye be brought for My name's sake, and not, ye shall bring yourselves; since He also wills us to pass over from place to place when persecuted for His name's sake; as again we hear Him saying: And whence they persecute you out of this city, flee into the other; for He does not will us to desert over to the shield-bearers and spearmen of the devil, lest we also become to them the cause of more deaths, as compelling them to grow more harsh and to carry to completion their death-bringing works; but to wait and take heed to ourselves, and to watch and pray, that we enter not into temptation. Thus Stephen first, having taken up witness in His footsteps, having been seized in Jerusalem by the lawless, and brought into the council, being stoned in the name of Christ was glorified, praying and saying: Lord, lay not this sin to their charge. Thus James second, having been seized by Herod, had his head cut off with a sword. Thus the foremost of the apostles, Peter, having oftentimes been seized and imprisoned and
Notes, col. 484

On the reading

Printed ουδὲ, for οὐδὲ.

PG 18:485Read from the page
ἀτιμασθεὶς, ὕστερον ἐν Ῥώμῃ ἐσταυρώθη. Καὶ ὁ περιβόητος Παῦλος, πλεονάκις παραδοθεὶς καὶ ἕως θανάτου κινδυνεύσας, πολλά τε ἀθλήσας καὶ καυχησάμενος ἐν πολλοῖς διωγμοῖς καὶ θλίψεσιν, ἐν τῇ αὐτῇ πόλει καὶ αὐτὸς μαχαίρᾳ τὴν κεφαλὴν ἀπετμήθη· ὃς ἐν οἷς ἐκαυχήσατο, κατέληξε· ὅτι καὶ ἐν Δαμασκῷ σπυρίδι ἐχαλάσθη διὰ τοῦ τείχους νυκτὸς, καὶ ἐξέφυγε τὰς χεῖρας τοῦ ζητοῦντος αὐτὸν πιάσαι. Τὸ γὰρ προκείμενον ἦν αὐτοῖς, ἐν πρώτοις εὐαγγελίζεσθαι καὶ διδάσκειν τὸν λόγον τοῦ Θεοῦ, ἐν οἷς ἐπιστηρίζοντες τοὺς ἀδελφοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ τοῦτο ἔλεγον, ὅτι διὰ πολλῶν θλίψεων δεῖ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ἐζήτουν γὰρ οὐ τὸ ἑαυτῶν συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι, καὶ ἦν ἂν ἡμᾶς διηγουμένους ὁ χρόνος.
dishonoured, afterwards in Rome was crucified. And the renowned Paul, having been delivered up more times and having been in peril even unto death, and having contended in many things and boasted in many persecutions and afflictions, in the same city himself also had his head cut off with a sword; who ended in the things wherein he boasted: that in Damascus also he was let down in a basket through the wall by night, and escaped the hands of him who sought to seize him. For the thing set before them was, first of all, to preach the good news and to teach the word of God, wherein strengthening the brethren to abide in the faith, they said this also, that through many afflictions we must enter into the kingdom of God. For they sought not their own profit, but that of the many, that they might be saved, and time would [fail] us recounting.
ΒΑΛΣ. Οἱ ἄρτι τοῦ ὕπνου ἐξανιστάμενοι, καὶ μᾶλλον εἰ ὠμόϋπνοι εἶεν, οὐ καθεστηκότα τὸν λογισμὸν ἔχουσιν, ἀλλὰ τεταραγμένον καὶ ἀκατάστατον· τοιούτοις παρείκασεν ὁ ἱερομάρτυς οὗτος τοὺς παραπηδῶντας εἰς τὸν ἀγῶνα, ἤγουν τοὺς μὴ εὐτάκτως ἀλλὰ θρασέως καὶ ἀπερισκέπτως εἰσωθοῦντας ἑαυτοὺς εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκῦσαι, ἀντὶ τοῦ, μήπω εἰς φανερὸν ἐκραγῆναι, ἀλλὰ μελετώμενον καὶ μέλλοντα, ἤτοι βραδύνοντα ἑλκῦσαι τοὺς ἀγωνιζομένους, οἵτινες ἑαυτοῖς πειρασμὸν ἐπισπῶνται, ἤγουν εἰς ἑαυτοὺς ἕλκουσι πειρασμόν. Μᾶλλον δὲ καὶ ἄλλοις πιστοῖς ἀνάπτουσιν ἄνθρακας ἁμαρτωλῶν, τὰς ἐκ τῶν τυράννων δηλονότι κολάσεις. Ἀλλ' εἰ καὶ αἰτιᾶται τοὺς οὕτω ποιοῦντας, κοινωνεῖν τέως αὐτοῖς τοὺς πιστοὺς διατάττεται, ὅτι διὰ τὸν Χριστὸν ὑπεισῆλθον τὸν ἀγῶνα, κἂν ἠγνόησαν τὴν ἐκείνου διδασκαλίαν, διδάσκοντος αἰτεῖν μὴ πειρασθῆναι, καὶ ὅτι οὐδὲ ἑαυτὸν παρέδωκεν, ἀλλὰ παρεδόθη· καὶ μὴ αὐτομολεῖν πρὸς τοὺς κολαστὰς, ἵνα μὴ αἴτιοι αὐτοῖς γίνοιντο πλειόνων φόνων, ὥσπερ παραθήγοντες αὐτοὺς εἰς τὰς κατὰ τῶν εὐσεβῶν τιμωρίας. Ἐπάγει δὲ καὶ διάφορα παραδείγματα Γραφικὰ ὁ κανών.
Balsamon. Those who are just rising up from sleep, and the more so if they be raw from sleep, do not have their reasoning settled, but troubled and unstable; to such persons this holy martyr likened those who leap aside into the contest, that is those who not in good order, but rashly and inconsiderately thrust themselves into the contest while it is in travail and about to draw on, that is, has not yet broken out into the open, but is being meditated and is about to, or delaying to draw on the contestants, who draw temptation upon themselves, that is drag temptation unto themselves. And rather for other faithful ones also they kindle coals of sinners, namely the punishments from the tyrants. Yet even though he blames those who do thus, he ordains that the faithful should meanwhile communicate with them, because for Christ's sake they entered into the contest, even if they were ignorant of His teaching, when He teaches to ask not to be tempted, and that He did not even deliver Himself up, but was delivered up; and not to desert over to the punishers, lest they become to them the cause of more murders, as though whetting them on to the punishments against the pious. And the canon also adduces various Scriptural examples.
ΖΩΝΑΡ. Οἱ ἄρτι τοῦ ὕπνου ἐξανιστάμενοι, καὶ μᾶλλον εἰ ὠμόϋπνοι εἶεν, οὐ καθεστηκότα τὸν λογισμὸν ἔχουσιν, ἀλλὰ τεταραγμένον, καὶ ἀκατάστατον. Τοιούτοις παρείκασεν ὁ ἱερομάρτυς οὗτος τοὺς παραπηδῶντας εἰς τοὺς ἀγῶνας, ἤγουν τοὺς μὴ εὐτάκτως ἀλλὰ θρασέως καὶ ἀπερισκέπτως εἰσωθοῦντας ἑαυτοὺς εἰς τὸν ἀγῶνα, ὠδίνοντα καὶ μέλλοντα ἑλκῦσαι, ἀντὶ τοῦ μήπω εἰς φανερὸν ἐκραγέντα, ἀλλὰ μελετώμενον καὶ μέλλοντα, ἤτοι βραδύνοντα ἑλκῦσαι τοὺς ἀγωνιζομένους· οἵτινες πειρασμὸν ἐπισπῶνται, ἤγουν εἰς ἑαυτοὺς ἕλκουσι πειρασμὸν, μᾶλλον δὲ καὶ ἄλλοις πιστοῖς ἀνάπτουσιν ἄνθρακας ἁμαρτωλῶν,
Zonaras. Those who are just rising up from sleep, and the more so if they be raw from sleep, do not have their reasoning settled, but troubled, and unstable. To such persons this holy martyr likened those who leap aside into the contests, that is those who not in good order, but rashly and inconsiderately thrust themselves into the contest while it is in travail and about to draw on, that is not yet having broken out into the open, but being meditated and about to, or delaying to draw on the contestants; who draw temptation upon themselves, that is drag temptation unto themselves, and rather for other faithful ones also kindle coals of sinners,
PG 18:488Read from the page
τὰς ἐκ τῶν τυράννων δηλονότι κολάσεις. Ἀλλ' εἰ καὶ αἰτιᾶται τοὺς οὕτως ποιοῦντας, κοινωνεῖν τέως αὐτοῖς τοὺς πιστοὺς διατάττεται, ὅτι ἐν ὀνόματι τοῦ Χριστοῦ παρέρχονται εἰς τοῦτο, θαῤῥοῦντες δηλαδὴ τῷ Χριστῷ, ἢ ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ αἱρούμενοι τὸν ἀγῶνα, εἰ τάχα καὶ οὐ κατὰ τὴν ἐκείνου ποιοῦσι διδασκαλίαν, διδάσκοντος αἰτεῖν μὴ πειρασθῆναι, ἢ καὶ ἀγνοοῦσιν, ὅτι ὁ Κύριος ὑπεχώρει ἀπὸ τῶν ἐπιβουλευόντων αὐτῷ, καὶ ἔστιν ὅτε καὶ οὐ φανερῶς περιεπάτει, καὶ ὅτι οὐδὲ ἑαυτὸν παρέδωκε παθεῖν, ἀλλὰ παρεδόθη· καὶ ἐν τῷ διώκεσθαι τοὺς μαθητὰς αὐτοῦ, διετάξατο φεύγειν εἰς πόλιν ἐκ πόλεως, καὶ μὴ αὐτομολεῖν πρὸς τοὺς κολαστὰς, ἵνα μὴ αἴτιοι αὐτοῖς γίνοιντο πλειόνων φόνων, ὥσπερ παραθήγοντες αὐτοὺς εἰς τὰς κατὰ τῶν εὐσεβῶν τιμωρίας. Καὶ τοὺς ἀποστόλους παράγει εἰς ὑπόδειγμα, τὸν Στέφανον, τὸν Ἰάκωβον, καὶ τοὺς κορυφαιοτάτους Πέτρον καὶ Παῦλον.
namely the punishments from the tyrants. Yet even though he blames those who do thus, he ordains that the faithful should meanwhile communicate with them, because in the name of Christ they come forward to this, namely trusting in Christ, or choosing the contest for the sake of the name of Christ, even if perhaps they act not according to His teaching, when He teaches to ask not to be tempted, or are even ignorant that the Lord withdrew from those plotting against Him, and at times did not even walk openly, and that He did not even deliver Himself up to suffer, but was delivered up; and when His disciples were being persecuted, He ordained that they should flee from city to city, and not desert over to the punishers, lest they become to them the cause of more murders, as though whetting them on to the punishments against the pious. And he brings forward the apostles for an example, Stephen, James, and the most chief ones, Peter and Paul.
ΚΑΝΩΝ Ιʹ.
Canon X.
Ὅθεν οὐκ ἔστιν εὔλογον οὐδὲ τοὺς ἀπὸ κλήρου αὐτομολήσαντας, ἐκπεπτωκότας τε καὶ ἀναπαλαίσαντας, ἔτι ἐν τῇ λειτουργίᾳ εἶναι, ἅτε δὴ καταλείψαντας τὸ ποίμνιον Κυρίου καὶ μωμησαμένους ἑαυτούς· ὅπερ οὐδεὶς τῶν ἀποστόλων πεποίηκε. Καὶ γὰρ ὁ πολλοὺς διωγμοὺς ἐξανύσας, πολλά τε ἄθλα ἀγωνισμάτων ἐνδειξάμενος, ὁ μακάριος ἀπόστολος Παῦλος, ἐγνωκώς τε ὅτι κάλλιόν ἐστιν ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, ἐπιφέρει καὶ λέγει· Τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Σκοπῶν γὰρ οὐ τὸ ἑαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν ἵνα σωθῶσιν, ἀναγκαιότερον τῆς ἑαυτοῦ ἀναπαύσεως ἡγήσατο τὸ παραμένειν τοῖς ἀδελφοῖς καὶ ἐπιμελεῖσθαι αὐτῶν. Ὃς καὶ τὸν διδάσκοντα θέλει εἶναι ἐν τῇ διδασκαλίᾳ τύπον γινόμενον τῶν πιστῶν. Ὅθεν οἱ ἐν τῇ εἱρκτῇ ἐπιδικαζόμενοι τῆς λειτουργίας ἐκπεπτωκότες, καὶ ἀναπαλαίσαντες, πάνυ ἀναισθητοῦσι. Πῶς γὰρ αἰτοῦσιν ὃ κατέλειψαν, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ; Ἕως μὲν οὖν ἄπταιστοι ἦσαν, συγγνώμην εἶχον ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει· ὅτε δὲ ἔπταισαν, ὡς ἂν περπερευσάμενοι καὶ ἑαυτοὺς μωμησάμενοι, οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον ἐν ταπεινοφροσύνῃ, πῶς ἐκτελέσουσι παυσάμενοι τῆς κενοδοξίας. Ἀρκεῖ γὰρ αὐτοῖς ἡ κοινωνία μετ' ἐπιστάσεως καὶ ἀκριβείας πρὸς ἀμφότερα γινομένη, καὶ ἵνα μὴ δόξωσι λυπεῖσθαι μετὰ βίας περιδρασσόμενοι τῆς ἐντεῦθεν ἀναλύσεως, καὶ ἵνα μή τινες ἐκπεσόντες, προφασίζωνται ὡσὰν διὰ τὴν ἀφορμὴν τῆς ἐπιτιμίας ὑπεκλελυμένοι·
Wherefore it is not reasonable either that those of the clergy who deserted over, and fell away and wrestled back, should still be in the ministry, inasmuch as having left behind the flock of the Lord and brought blame upon themselves; which none of the apostles has done. For indeed the blessed apostle Paul, having accomplished many persecutions, and displayed many prizes of contests, and knowing that it is better to depart and be with Christ, adduces and says: Nevertheless to abide in the flesh is more needful for your sakes. For considering not his own profit, but that of the many that they might be saved, he accounted it more needful than his own rest to remain beside the brethren and take care of them. Who also wills him that teaches to be in teaching a pattern of the faithful. Wherefore those who in prison lay claim to the ministry after having fallen away, and wrestled back, are altogether senseless. For how do they ask for what they left behind, when they could have been useful to the brethren in such a season? So long therefore as they were unfallen, they had pardon for their unreasonable deed; but when they stumbled, as having vaunted themselves and brought blame upon themselves, they can no longer minister. Wherefore let them rather take thought in humility of mind how they shall finish their course, ceasing from vainglory. For the communion suffices them which is granted with attention and exactness with a view to both things, both lest they seem to be grieved, laying hold with violence of the departure hence, and lest some who have fallen away should make excuses as having been enfeebled by reason of the occasion of the penalty;
Notes, col. 488

On the reading

Printed Χριστου, for Χριστοῦ.

PG 18:489Read from the page
οἵτινες πλέον ἁπάντων αἰσχύνην καὶ ὄνειδος ἕξουσι, κατ' ἐκεῖνον τὸν τεθεικότα θεμέλιον, καὶ μὴ ἰσχύσαντα ἐκτελέσαι· Ἄρξονται γὰρ, φησὶν, πάντες οἱ παραπορευόμενοι ἐμπαίζειν αὐτὸν, λέγοντες· Οὗτος ὁ ἄνθρωπος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι.
who more than all shall have shame and reproach, according to that man who laid a foundation, and was not able to finish: For all that pass by, He says, shall begin to mock him, saying: This man laid a foundation, and was not able to finish.
ΒΑΛΣ. Περὶ αὐτομολησάντων εἰς τὸν τοῦ μαρτυρίου ἀγῶνα διαλεχθεὶς ὁ Πατὴρ, νῦν καὶ περὶ κληρικῶν τοιούτων τὸν λόγον ποιεῖται· καί φησιν, ὡς, εἰ κληρικὸς ηὐτομόλησεν, εἶτα μὴ στέγων τὰς τιμωρίας ἐκπέπτωκε, καὶ αὖθις εἰς ἑαυτὸν γενόμενος, ἀνεπάλαισε τὴν οἰκείαν πτῶσιν, καὶ Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν ἐνώπιον τῶν τυράννων, ὁ τοιοῦτος οὐκέτι ἐν τῇ λειτουργίᾳ ἔσται, διότι καταλέλοιπε τὸ ποίμνιον τοῦ Κυρίου· καὶ διὰ τὸ αὐτομολῆσαι καὶ μὴ καρτερῆσαι τὰς βασάνους, μῶμον προσήνεγκεν ἑαυτῷ. Τὸ δὲ καταφρονῆσαι τῆς διδασκαλίας τοῦ λαοῦ καὶ προτιμήσασθαι τὸ ἑαυτῷ συμφέρον, οὐδὲ οἱ ἀπόστολοι πεποιήκασιν. Ὁ γὰρ μέγας Παῦλος, μετὰ τὸ πολλὰς βασάνους ὑπομεῖναι, κατανοήσας κρεῖττον εἶναι τὸν βίον ἀπολιπεῖν, προετιμήσατο ζῇν καὶ βασανίζεσθαι διὰ τὴν σωτηρίαν καὶ διδασκαλίαν τοῦ λαοῦ. Ἀναίσθητοι γοῦν εἰσιν οἱ αἰτοῦντες τὴν λειτουργίαν, ἧς ἐθελονταὶ ἐκπεπτώκασι. Πῶς γὰρ αἰτοῦσιν ὃ κατέλιπον, δυνάμενοι τοῖς ἀδελφοῖς εὔχρηστοι εἶναι ἐν καιρῷ τοιούτῳ, διωγμοῦ δηλαδή; Εἰ μὲν οὖν οὐ πεπτώκασι, φησὶν, εἶχον ἂν συγγνώμην ἐπὶ τῇ παραλόγῳ αὐτῶν πράξει, τῆς αὐτομολήσεως δηλαδὴ, ἢ τῆς περὶ τὸ διδάσκειν καὶ στηρίζειν τοὺς ἀδελφοὺς ῥᾳθυμίας· εἰ δὲ πεπτώκασιν ἐκ περπερείας, ἤτοι ἀλαζονείας, [τοιοῦτον γάρ ἐστι τὸ κατατολμῆσαι προπετῶς τῶν βασάνων καὶ μὴ ἐμμεῖναι, καὶ διὰ τοῦτο ἐθριαμβεύθησαν·] οὐκέτι δύνανται λειτουργεῖν. Διὸ φροντιζέτωσαν μᾶλλον πῶς ἐκτελέσουσι τὴν ὁμολογίαν ἐν ταπεινοφροσύνῃ, παυσάμενοι τῆς ἀπὸ τοῦ ζητεῖν τὴν λειτουργίαν κενοδοξίας· ἀρκεῖ γὰρ αὐτοῖς ἡ μετὰ τῶν πιστῶν κοινωνία διὰ δύο γινομένη τινὰ μετὰ ἐπιστασίας ἀκριβοῦς καὶ οἰκονομίας. Εἰ γὰρ εἴπωμεν μὴ ἔχειν αὐτοὺς κοινωνικοὺς, τούτους τε λυπήσομεν, ὡς ἀποφαινόμενοι μετὰ βίας, ἤγουν ἐπιτετιμημένους, ἐντεῦθεν ἀναλῦσαι αὐτοὺς, ἤγουν ἀποθανεῖν· καὶ τοὺς ἄλλους δὲ ἐκπεσόντας ἴσως καὶ βουλομένους ὑποστρέψαι εἰς τὸ ἀγαθὸν, ἐκλελυμένους πρὸς τοῦτο καὶ ἀμελεῖς ποιήσομεν, προφασιζομένους τὸ μὴ μέλλειν αὐτοὺς εἶναι κοινωνικοὺς τοῖς πιστοῖς, κἂν ὁμολογήσωσι τὴν πίστιν μετὰ τὴν ἔκπτωσιν· οἵτινες, μὴ ἐπιστρέφοντες, πλέον ἁπάντων ἵνα ὀνειδισθῶσι καὶ αἰσχυνθῶσι! καθὰ (f. κατὰ) τὸν ποιήσαντα μὲν θεμέλιον, μὴ πληρώσαντα δὲ οἴκημα. Τούτῳ γὰρ ἐοίκασιν οἱ πρὸς βασάνους αὐτομολήσαντες μὲν διὰ Χριστὸν καὶ οἱονεὶ καλὸν θέμενοι θεμέλιον, μὴ δυνηθέντες δὲ τελειῶσαι τὸ καλὸν διὰ τὴν ἔκπτωσιν. Σημείωσαι οὖν, ὅτι οὐδὲ ἡ διὰ Χριστὸν ὁμολογία ἀποκαθιστᾷ τὸν ἅπαξ ἐκ τοῦ κλήρου ἀποξενωθέντα διὰ τὴν ἔκπτωσιν.
Balsamon. Having discoursed concerning those who deserted over to the contest of martyrdom, the Father now makes his discourse also concerning clerics of such a kind; and he says that if a cleric deserted over, then not bearing the punishments fell away, and again having come to himself wrestled back his own fall, and confessed himself a Christian before the tyrants, such a one shall no longer be in the ministry, because he has left behind the flock of the Lord; and by deserting over and not enduring the torments, he brought blame upon himself. And to despise the teaching of the people and to prefer one's own profit, not even the apostles have done. For the great Paul, after enduring many torments, having perceived that it was better to leave life behind, preferred to live and be tormented for the salvation and teaching of the people. Senseless therefore are those who ask for the ministry, from which of their own will they have fallen away. For how do they ask for what they left behind, when they could have been useful to the brethren in such a season, namely of persecution? If therefore they have not fallen, he says, they would have had pardon for their unreasonable deed, namely of the desertion, or of the laxity concerning teaching and strengthening the brethren; but if they have fallen out of vaunting, that is arrogance, [for such a thing it is to venture rashly against torments and not abide in them, and on account of this they were triumphed over;] they can no longer minister. Wherefore let them rather take thought how they shall finish the confession in humility of mind, ceasing from the vainglory of seeking the ministry; for there suffices them the communion with the faithful, granted for two certain reasons with exact attention and stewardship. For if we say that we do not hold them in communion, we shall both grieve these men, as pronouncing that with violence, that is under penalty, they depart hence, that is die; and the others also who have perhaps fallen away and wish to return unto the good, we shall make enfeebled towards this and negligent, making the excuse that they will not be in communion with the faithful, even if they confess the faith after the fall; who, if they do not turn back, how much more than all will they be reproached and put to shame! according as (perhaps: according to) him who made indeed a foundation, but did not complete a house. For to this man are they like who deserted over indeed to torments for Christ's sake and laid as it were a fair foundation, but were not able to bring the good to completion because of the fall. Note therefore that not even confession for Christ's sake restores him who has once been alienated from the clergy because of a fall.