οὐ γυμνῶς δὲ τὰ πρὸς ἄρνησιν ἔγραψαν, ἀντὶ τοῦ οὐκ ἀπαρακαλύπτως, οὐ φανερῶς, ἀλλὰ διά τινος μεθόδου διέπαιξαν τοὺς βιάζοντας αὐτοὺς, ὡς ὁ Δαβὶδ ὅτε τὸν ἐπίληπτον ὑπεκρίθη φεύγων τὸν Σαοὺλ, καὶ πρὸς τοὺς ἀλλοφύλους γενόμενος, καὶ οὕτω τὸν θάνατον διαπέφευγε· διέπαιξαν δὲ, φησὶ, τὰς τῶν ἐχθρῶν ἐπιβουλὰς, ὡς παιδία βουλευτικὰ, ἔμφρονα, φρόνιμα, καὶ συνετῶς δηλαδὴ βουλευόμενα, διαπαίζουσιν ἐν ἄφροσι παιδίοις. Ἔμφροσι δὲ ἀπεικάζει τοὺς ἀπατήσαντας τοὺς ἀσεβεῖς, καὶ δόξαντας μὲν θύειν, μὴ θύσαντας δέ· ἔμφρονας μὲν ὡς τὴν θυσίαν τέως ἐκκλίναντας· παιδείους δὲ, ὡς μὴ τέλειον καὶ ἀνδρῶδες ἐνδειξαμένους φρόνημα, καὶ γενναίως ἀντικαταστάντας τοῖς εἰδωλολάτραις, ἀλλ' ὅμως συνθεμένους θῦσαι, εἰ καί τινες ἀνθ' ἑαυτῶν ὑπέβαλον ἐθνικοὺς, ἤγουν ἀπίστους, καὶ ἐκείνων θυσάντων ἐνομίσθησαν αὐτοὶ τεθυκέναι. Τοῖς τοιούτοις, φησὶν, ἑξάμηνος καιρὸς ἐξαρκέσει εἰς μετάνοιαν. Κἂν γὰρ οὐκ ἔθυσαν, ἀλλ' ὅτι συνέθεντο θῦσαι, ἢ ὅτι ἑτέρους ὑπέβαλον, καὶ ἔδοξαν αὐτοὶ θῦσαι, ἐλογίσθησαν δεῖσθαι μετανοίας, εἰ καί τισιν αὐτῶν συνεχώρησάν τινες τῶν ὁμολογησάντων. Τινὲς γὰρ τῶν μαρτυρησάντων καὶ παθόντων ὑπὲρ τῆς πίστεως συνεχώρησαν τοῖς διὰ μεθόδων, ὡς εἴρηται, μὴ θύσασι, καὶ ἐδέξαντο αὐτοὺς μετὰ τῶν πιστῶν, ὅτι ἐξέφυγον πολυτρόπως τὸ θυσιᾶσαι τοῖς δαίμοσι. Διὰ δὲ τὴν ἑξάμηνον προθεσμίαν ἐμνήσθη τοῦ διὰ Γαβριὴλ μηνύματος, τοῦ ἐν τῷ ἕκτῳ μηνὶ τῆς συλλήψεως τοῦ Προδρόμου, ἐν ᾧ συνελήφθη ὁ Κύριος. Ἐπιφέρει δὲ καὶ ῥήματα ἀποστολικά·
did not write nakedly the things towards denial, that is, not undisguisedly, not openly, but through a certain contrivance mocked those forcing them, as David when he feigned the epileptic fleeing Saul, and having come among the foreigners, and thus escaped death; and they mocked, he says, the plots of the enemies, as deliberative children, sensible, prudent, and namely deliberating intelligently, mock among foolish children. And he likens to sensible ones those who deceived the impious, and seemed indeed to sacrifice, yet did not sacrifice: sensible indeed as having meanwhile avoided the sacrifice; childish, however, as not having displayed a perfect and manly mind, and nobly withstood the idolaters, but nevertheless having agreed to sacrifice, even if some substituted Gentiles, that is unbelievers, in their own stead, and when those sacrificed they themselves were supposed to have sacrificed. For such persons, he says, a six-month time will suffice for repentance. For even though they did not sacrifice, yet because they agreed to sacrifice, or because they substituted others, and seemed themselves to sacrifice, they were reckoned to need repentance, even if some of the confessors pardoned some of them. For some of those who bore witness and suffered for the faith pardoned those who through contrivances, as has been said, did not sacrifice, and received them with the faithful, because in many ways they escaped sacrificing to the demons. And on account of the six-month term he mentioned the message through Gabriel, that in the sixth month of the conception of the Forerunner, in which the Lord was conceived. And he also adduces apostolic words:
Τοῖς δὲ δούλους Χριστιανοὺς ἀνθ' ἑαυτῶν ὑποβεβληκόσιν, οἱ μὲν δοῦλοι, ὡς ἂν ὑποχείριοι ὄντες, καὶ τρόπον τινὰ καὶ αὐτοὶ φυλακισθέντες ὑπὸ τῶν δεσποτῶν, καταπειληθέντες τε ὑπ' αὐτῶν καὶ διὰ τὸν φόβον αὐτῶν εἰς τοῦτο ἐληλυθότες καὶ ὀλισθήσαντες, ἐν ἐνιαυτῷ τὰ τῆς μετανοίας ἔργα δείξουσι, μανθάνοντες τοῦ λοιποῦ, ὡς δοῦλοι Χριστοῦ ποιεῖν τὸ θέλημα τοῦ Χριστοῦ, καὶ φοβεῖσθαι αὐτόν· ἀκούοντες μάλιστα, ὅτι ἕκαστος ἐάν [l. ὃ ἂν] τι ποιήσῃ ἀγαθὸν, τοῦτο κομίσεται παρὰ Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερός ἐστι.
As for those who have substituted Christian slaves in their own stead, the slaves indeed, inasmuch as being under their hand, and in a certain way themselves also imprisoned by their masters, and threatened down by them and having come to this and slipped through fear of them, shall for a year show the works of repentance, learning henceforth as slaves of Christ to do the will of Christ, and to fear Him; hearing above all that whatsoever [read: whatever] good thing each man shall do, this he shall receive from the Lord, whether he is a slave or free.
ΒΑΛΣ. Τοὺς κατὰ κέλευσιν καὶ ἀπειλὴν τῶν δεσποτῶν θύσαντας δούλους ἐπὶ ἐνιαυτὸν ἐπιτιμᾷ ὁ Πατὴρ οὗτος· ὡς μὲν γὰρ πεισθεῖσι τοῖς δεσπόταις συγγνωμονεῖ, καὶ βαρεῖαν οὐκ ἐπάγει κόλασιν· ὡς δὲ δούλοις Χριστοῦ μᾶλλον οὖσι, κἀκεῖνον πλέον φοβεῖσθαι ὀφείλουσι, μετρίως ἐπιτιμᾷ. Ἕκαστος γὰρ, φησὶ κατὰ τὸν μέγαν Παῦλον, ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, κομιεῖται τοῦτο παρὰ Κυρίου, εἴτε δοῦλος εἴτε ἐλεύθερος.
Balsamon. The slaves who sacrificed according to the command and threat of their masters this Father penalizes for a year; for as having obeyed their masters he pardons them, and does not inflict a heavy punishment; but as being rather slaves of Christ, and owing to fear Him more, he penalizes them moderately. For each man, he says according to the great Paul, whatsoever good thing he shall do, shall receive this from the Lord, whether slave or free.