Migne Reading Room

PG 18 · cols. 372–381 · Read from the page

Sermon on Simeon and Anna

Sermon on Simeon and Anna

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:372Read from the page
νος, ὡς τύπος ἀψευδέστατος, τὸ πρὸς ἡμέραν τρεπόμενον καὶ ἀλλοιούμενον μάννα, ἄτρεπτον καὶ διαιωνίζον ἔνδον αὐτῆς διεφύλαττε. Τῆς σῆς ἁγνείας καὶ ὁ προφήτης Ἠλίας προθεωρὸς καὶ ζηλωτὴς ὑπάρχων διὰ τοῦ Πνεύματος, πυρφόρου πολιτείας ἀνεδήσατο στέφανον, κρείττων θανάτου ἀναδειχθεὶς θείᾳ ψήφῳ ἄχρι τῆς δεῦρο. Σὲ καὶ ὁ τούτου διάδοχος Ἐλισσαῖος παρὰ σοφοῦ διδασκάλου μυηθεὶς, καὶ ὡς παροῦσαν τὴν μήπω οὖσαν προδιατυπῶν, ὑπερφυῶς τοῖς τεκμηρίοις τῶν ἀληθινῶν τὰς ἐπικουρίας ἐποιεῖτο τῶν δεομένων· πῆ μὲν δι' ὑδρίας καινῆς, καὶ τοὺς νοστίμους ἐχούσης ἅλας, τὰ φθοροποιὰ ὕδατα ἰώμενος, εἰς ἔνδειξιν τοῦ ἀνασφήλοντος κόσμου διὰ τοῦ ἐπὶ σοὶ μυστηρίου· πῆ δὲ ἀλεύρῳ ἀζύμῳ, λοχείας ἀσπόρου ἀντιτύπῳ, θανάτου πικρίαν ἀναστέλλων ἀπὸ τῶν ἐδωδίμων· ἄλλοτε δὲ τοῖς ὑπερφυέσι τὰ κατὰ φύσιν ὑπερνικῶν ἐν τῷ Ἰορδάνῃ, καὶ διὰ τούτων τὴν κατάδυσιν τοῦ Κυρίου ἡμῶν εἰς ᾅδην, καὶ παράδοξον ἀνάῤῥυσιν τῶν ἐν φθορᾷ κατεχομένων προϊστορῶν. Πάντα γὰρ εἶκόν τε καὶ ὑπέκυπτον τῇ σῇ θείᾳ εἰκόνι ἐκνικώμενα.
as a most unerring type, preserved within itself unchangeable and enduring for ever the manna (Heb. 9:4) that otherwise turned and altered day by day. Of your purity the prophet Elijah also, being through the Spirit a foreseeing beholder and emulator, bound upon himself the crown of a fiery way of life (2 Kings 2:11; Sir. 48:1), having been shown superior to death by a divine decree until this day. You also his successor Elisha, having been initiated by a wise teacher, and prefiguring as present her who was not yet come, supernaturally rendered aid to those in need by the tokens of the true things: now healing the destructive waters by a new cruse holding savoury salt (2 Kings 2:20-21),for a demonstration of the world recovering from its fall through the mystery wrought in you; now checking the bitterness of death from the food with unleavened meal (2 Kings 4:41), an antitype of your seedless childbirth; and at other times overcoming natural properties by supernatural deeds in the Jordan (2 Kings 6:5-7), and through these things depicting beforehand the descent of our Lord into Hades and the marvellous rescue of those held fast in corruption. For all things yielded and bowed down, overcome by your divine image.
Ιʹ. Καὶ τί ἔτι περιπλέκων μηκύνω τὸν λόγον, τοῖς ποικίλοις προγράμμοις ἐπαφήσας τοῦ λόγου τὰς ἡνίας, καὶ μάλιστα πρὸ ὀφθαλμῶν ἐστηλωμένης τῆς ἐπὶ σοὶ ἀτρεκείας, ᾗ καὶ κατατρυφῆσαι ἄμεινον καὶ ἐπικερδέστερον; Τοιγαροῦν, χαίρειν φράσας τοῖς τῶν ἁγίων κατὰ πᾶσαν γενεὰν πνευματικοῖς διηγήμασι καὶ τερατουργήμασιν, ἐπὶ σὲ μετάγω τοὺς τῆς εὐωχίας οἴακας, παντομνημόνευτε. Εὐλογημένη σὺ, παντευλόγητε καὶ πᾶσι ποθητέ. Ἐπ' εὐλογίαις Κυρίου τὸ θεοχαριτώτατόν σου ὄνομα, Θεογεννήτωρ καὶ δᾳδοῦχε τῶν πιστῶν. Ἡ περιγραφὴ, ἵν' οὕτως εἴπω, τοῦ ἀπεριγράπτου· ἡ ῥίζα τοῦ ὡραιοτάτου ἄνθους· ἡ Μήτηρ τοῦ πλάσαντος· ἡ τιτθὴ τοῦ τρέφοντος· ἡ περιοχὴ τοῦ περιέχοντος· ἡ φέρουσα τὸν φέροντα ῥήματι τὰ πάντα· ἡ πύλη τῆς ἐν σαρκὶ ἀνατολῆς τοῦ Θεοῦ· ἡ λαβὶς τοῦ καθαρτικοῦ ἄνθρακος· ὁ βραχὺς κόλπος τοῦ πάντων κόλπου· ὁ πόκος τῆς ἀκαταλήπτου δρόσου· ὁ τῆς ἐπιθυμίας Δαβὶδ ζωοδόχος λάκκος τῆς Βηθλεὲμ, ἀφ' οὗ πόμα ἀθανασίας ἐξέβλυσε· τὸ ἱλαστήριον ἐξ οὗ Θεὸς ἐγνώσθη ἀνθρώποις ἀνθρωπομόρφως· τὸ ἄσπιλον ἔνδυμα τοῦ ἀναβαλλομένου φῶς ὡς ἱμάτιον. Ἡ δανείσασα
X. And why do I still weave about and prolong my discourse, letting loose the reins of speech upon various foreshadowings, and especially when the truth concerning you stands set up as on a pillar before our eyes, in which it is both better and more profitable to take delight? Wherefore, bidding farewell to the spiritual narratives and wonder-workings of the saints in every generation, to you I turn the rudders of the banquet, O all-memorable one. Blessed are you, O all-blessed and desired by all. Upon the blessings of the Lord is your most God-graced name, O Mother of God and torch-bearer of the faithful. The circumscription, so to speak, of the Uncircumscribed; the root of the fairest flower (Isa. 11:1); the Mother of the Creator; the nurse of the Nourisher; the compass of the All-encompassing; she who bears Him Who bears all things by His word (Heb. 1:3); the gate of the rising of God in the flesh (Ezek. 44:2); the tongs of the cleansing coal (Isa. 6:6); the small bosom of the Bosom of all; the fleece of the incomprehensible dew (Judg. 6:37); the life-receiving cistern of Bethlehem of David's desire (2 Sam. 23:15), from which gushed forth the drink of immortality; the mercy-seat (Exod. 25:17; Heb. 9:5) from which God was made known to men in human form; the spotless garment of Him Who clothes Himself with light as with a garment (Ps. 103:2). She who lent
PG 18:373Read from the page
Θεῷ τῷ ἀνενδεεῖ σάρκα ἥνπερ οὐκ εἶχεν, ἵνα ᾖ ὁ παντοδύναμος ὅπερ ηὐδόκησε. Τί τούτου περιφανέστερον; Τί τούτου ὑψηλότερον; Ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν, οὗ τὰ σύμπαντα κτήματα, σοῦ γεγένηται ἐπιδεής· σὺ γὰρ ἐδάνεισας Θεῷ θείαν σάρκωσιν, ἣν οὐκ εἶχε. Σὺ ἐθωράκισας τὸν δυνατὸν τὴν εὐπρεπῆ τοῦ σώματος παντευχίαν, δι' ἧς αὐτὸς μὲν ὀφθῆναι χωρητὸς ἐμοὶ δεδύνηται, ἐγὼ δὲ εὐπροσίτως ἀντωπῆσαι αὐτῷ ἐνίσχυσα, δι' ἧς καὶ πάντα τοῦ πονηροῦ τὰ πεπυρωμένα βέλη σβεσθήσεται. Εὖγε, εὖγε, μήτηρ Θεοῦ καὶ δούλη. Εὖγε, εὖγε, ἡ ὑπόχρεων ἔχουσα τὸν πάντων δανειστήν. Πάντες μὲν Θεῷ ἐποφείλομεν, σοὶ δὲ ἐποφείλεται. Ὁ γὰρ εἰπὼν, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα, πολλῷ μᾶλλον αὐτὸς ἐν τούτοις ἐξετάζεσθαι ἑλόμενος, φυλάξειε τὴν χάριν καὶ τὸ ἴδιον δόγμα τῇ διακονησαμένῃ τὴν αὐθαίρετον γέννησιν, καὶ δοξάσειε θεοπρεπῶς, ἣν ἐπεγράψατο ἀπάτωρ ὡς ἄνανδρον Μητέρα. Ἔσται τοίνυν ταῦτα οὕτως, ἔσται. Οὐ γὰρ κομψοεπείας ἀκάρπου οἱ προσαχθέντες σοι παρ' ἡμῶν ὕμνοι, παναγιώτατον καὶ ἀξιάγαστον τοῦ Θεοῦ ἐνδιαίτημα· οὐδ' αὖ κοσμικῆς λογολεσχίας καὶ ψευδαρεσκείας λαρυγγίσματα ὁ πνευματικός σου ὕμνος, Θεοϋπαίνετε, καὶ Θεὸν ἔχουσα ὑπομάζιον, τὸν τοῖς βροτοῖς ἀρχὴν τοῦ εἶναι διὰ γεννήσεως παρέχοντα, ἀλλ' ἐναργοῦς ἀληθείας. Ἐπιλείψει γὰρ ἡμῖν ὁ χρόνος καὶ ταῖς μετέπειτα γενεαῖς, τὸν κατ' ἀξίαν σοι ἀποδοῦναι μακαρισμὸν τῇ Μητρὶ τοῦ Βασιλέως τῶν αἰώνων, ὥς που φησὶν ὁ ἀοίδιμος προφήτης, τὰ τῆς σῆς ἀκαταληψίας ἡμᾶς ἐκπαιδεύων· Ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτήσεως αὐτοῦ. Μέγας, καὶ οὐκ ἔχει τελευτήν· ὑψηλὸς καὶ ἀμέτρητος. Ὄντως γὰρ, ὄντως προφητικὸς χρησμὸς καὶ ἀψευδὴς λόγος οὗτος τῆς περὶ σὲ μεγαλειότητος· διότι καὶ μόνη συμμερίσασθαι Θεῷ τὰ τοῦ Θεοῦ κατηξίωσαι, Θεὸν γεννήσασα σαρκὶ μόνη, τὸν ἐκ Θεοῦ Πατρὸς μονογενῶς καὶ συναϊδίως γεννηθέντα. Φιλαλήθως οἵδε λόγοι πίστεως ἀκραιφνοῦς ἀντεχομένων.
to the unneeding God flesh which He did not have, so that the Almighty might be what He was well pleased to be. What is more illustrious than this? What is loftier than this? He Who fills heaven and earth (Jer. 23:24), Whose possessions are all things, has stood in need of you; for you lent to God a divine incarnation, which He did not have. You armed the Mighty One with the comely panoply of the body, through which He Himself was enabled to be seen as containable by me, and I was strengthened to look upon Him face to face with easy access, and through which all the fiery darts of the evil one shall be quenched (Eph. 6:16). Well done, well done, Mother of God and handmaid! Well done, well done, you who hold as debtor the Creditor of all! We all owe a debt to God, while He owes a debt to you. For He Who said, Honour thy father and thy mother (Exod. 20:12), having chosen much more to be reckoned among these Himself, would keep His grace and His own decree for her who ministered to His voluntary birth, and would glorify in a manner worthy of God her whom He, being fatherless, inscribed as His unwedded Mother. These things therefore shall be so, they shall be. For the hymns offered to you by us are not of fruitless elegance of speech, O most all-holy and admirable dwelling-place of God; nor again is your spiritual hymn the mouthings of worldly word-trifling and false flattery, O you who are praised by God and who hold God at your breast, Him Who through birth grants to mortals the beginning of being, but is of manifest truth. For time will fail us and the generations hereafter to render the beatitude worthy of you to the Mother of the King of the ages (1 Tim. 1:17), as somewhere the renowned prophet says, instructing us in the things of your incomprehensibility: O Israel, how great is the house of God, and how vast the place of His possession! Great, and it has no end; high and immeasurable (Bar. 3:24-25). Truly indeed, truly is this a prophetic oracle and an unerring word concerning the majesty that surrounds you; because you alone have been counted worthy to share with God the things of God, having alone given birth in the flesh to God, Who was begotten of God the Father as Only-begotten and co-eternally. Truth-loving are these words of those who cleave to pure faith.
ΙΑʹ. Ἀπολάβωμεν δὲ λοιπὸν, ὦ φιλομαθέστατοι, τὸν θεοδόχον πρεσβύτην, καὶ εὐσεβῆ διδάσκαλον, ὧδέ που διανήξαντα σωτηρίως ἐκ τοῦ παρθενικοῦ πελάγους· καὶ διαναπαύσωμεν ἐμπεφορημένον ἅμα τῆς θείας ἐφέσεως, καὶ ἐμπορευσάμενον ἡμῖν τὴν πανόλβιον θεολογίαν· καὶ ἴωμεν ἡμεῖς πρὸς τὸ ἑξῆς τοῦ λόγου, ἀπλανῶς πρὸς τὸν προκείμενον σκοπὸν ἀπευθύνοντες σὺν ὁδηγίᾳ τοῦ κρείττονος τὴν τρίβον, ὅπως μὴ πάντη ὦμεν ἄκαρποι καὶ ἀσυντελεῖς πρὸς τὰ δέοντα. Ἐπεὶ οὖν συνεκλήθησαν πρὸς τὰ ἱερῶς τελούμενα ἱερωσύνη τε καὶ προφητεία, καὶ παρειστή-
XI. Let us now receive back, O most fond of learning, the God-receiving elder and pious teacher, who has here safely swum across from the virginal sea; and let us give him rest, filled at once with his divine desire and having brought back as merchandise for us his all-blessed theology; and let us proceed to what follows of the discourse, unerringly directing our path towards the goal set before us with the guidance of the Almighty, so that we may not be altogether unfruitful and unprofitable for what is needful (Titus 3:14). Since therefore both priesthood and prophecy were summoned together to the sacredly performed rites, and there stood by
PG 18:376Read from the page
κει τῷ ἐνδόξῳ καὶ παρθενικῷ θρόνῳ ξυνωρὶς θεοκλήτων δικαίων, Συμεῶνός φημι καὶ Ἄννης, ἑκατέρων τῶν λαῶν ἐναργεστάτας φερόντων τὰς εἰκόνας (ὁ μὲν πρεσβύτης, τοῦ Ἰσραὴλ καὶ τοῦ γηράσαντος νόμου· ἡ δὲ χήρα, τῆς ἐξ ἐθνῶν χήρας τὸ τηνικαῦτα Ἐκκλησίας)· ὁ μὲν οὖν πρεσβύτης προσωποποιούμενος τὸν νόμον, τὴν ἀπόλυσιν ἐξεζήτει· ἡ δὲ τῆς Ἐκκλησίας προσωποποιὸς τὴν ἀνθομολόγησιν προσεκόμιζε, καὶ τοῖς ἀπεκδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλὴμ τὰ περὶ αὐτοῦ ἐλάλει· καθὼς γέγραπται εὖ μάλα ἁρμοδίως καὶ ὑπερφυῶς τὰ παρ' ἑκατέροις λαλούμενα, καὶ τῇ ἱερᾷ τελετῇ σύμφημα. Ἔδει γὰρ, ἔδει σαφῶς τὸν μὲν πρεσβύτην ἐπιστάμενον τὸ φάσκον τοῦ νόμου διάταγμα, Αὐτοῦ ἀκούετε· καί· Πᾶσα ψυχὴ ἥτις ἂν μὴ ἀκούσῃ αὐτοῦ, ἐξολοθρεύσεται ἐκ τοῦ λαοῦ αὐτῆς, ἀπόλυσιν ἐπιζητῆσαι εἰρηνικὴν τῆς νομικῆς παιδαγωγίας. Ὕβρις γὰρ ἅμα καὶ προπέτεια, βασιλέως παρόντος καὶ δημηγοροῦντος, ὑπασπιστὴν κατάντικρυς ἀντιφθέγγεσθαι, καὶ τούτῳ ἐπικλῖναι τοὺς ὑπηκόους τὰ ὦτα. Ἔδει δὲ καὶ τὴν χήραν, τυχοῦσαν τῶν ὑπὲρ λόγον, τὰ εὐχαριστήρια ἑορτάσαι τῷ Θεῷ· ὥστε συνῳδὰ τῷ νόμῳ τὰ ὧδε τελούμενα. Ἐπιζητῆσαι δὲ λοιπὸν τῶν ἀναγκαίων καθέστηκε, πῶς τῶν προφητικῶν προτυπώσεων, καθὼς ἀποδέδεικται, ἐπὶ τῶν ἐξαιρέτων τούτων ἑορτασμάτων ἀραρότως ἐχόντων τὴν ἀναφορὰν, καπνοῦ τὸν οἶκον ἐμπεπλῆσθαι λέλεκται· καὶ τοῦτο οὐ παρενθέτως, ἀλλ' ἐνσημάντρως, ἀπὸ τῆς τρισαγίας φωνῆς φάσκων ὁ εἰσηγητὴς, ἧς ἐκέκραγον οἱ τῶν ἐπουρανίων μύσται. Ἀναλαβὼν δ' οὖν, ὦ φιλήκοε, τῆς ἱστορίας τὸ ἐπαγόμενον, εὑρήσεις τὴν αἰτίαν. Ἀκοῇ γὰρ, φησὶν, ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ἐπεὶ τοίνυν εἶδον ἀγνώμονες Ἰουδαίων παῖδες τέρατα ἔνδοξα, ἃ ἔθετο ὁ Θεὸς ἐπὶ τῆς γῆς κατὰ τὸν μελῳδὸν Δαβίδ· ἐθεάσαντο δὲ καὶ σημεῖον ἐκ βάθους καὶ ἐξ ὕψους κατὰ σύνοδον ἀσύγχυτον καὶ ἀδιαίρετον, ὃν τρόπον προανεφώνησεν Ἡσαΐας (τί τοῦτο; μητέρα ὑπὲρ φύσιν, καὶ τόκον ὑπὲρ λόγον· μητέρα ἐπίγειον, καὶ υἱὸν οὐράνιον, καινήν φημι θεανδρίαν, καὶ λόχον ἀπειρόγαμον· ὧν τί καὶ γένοιτ' ἂν ἐνδοξότερον καὶ περιβοητότερον ἀμφὶ τὴν κτίσιν;)· καὶ ταῦτα θεασάμενοι, διετέθησαν ὡς μὴ θεασάμενοι, μύσσοντες καὶ ὑπτιούμενοι πρὸς τὴν αἴνεσιν· διὰ τοῦτο ἐπλήσθη ὁ οἶκος τῆς καυχήσεως αὐτῶν καπνοῦ.
belonged to the glorious and virginal throne a pair of righteous ones called by God, I mean Simeon and Anna, bearing the clearest images of both peoples (the aged man, of Israel and the law grown old; and the widow, of the Church from the Gentiles, then a widow); the aged man, therefore, personifying the law, sought dismissal; while she who personified the Church brought thanksgiving in return, and spoke of Him to all who were looking for redemption in Jerusalem; just as the things spoken by each of them are written most fittingly and supernaturally, and in harmony with the sacred rite. For it was necessary, clearly necessary, that the aged man, knowing the ordinance of the law which says, Hear Him; and, Every soul which shall not hear Him shall be destroyed from among its people, should seek a peaceful dismissal from the tutelage of the law. For it is at once an insolence and a rashness, when the King is present and addressing the people, for a shield-bearer to speak out in opposition over against Him, and for the subjects to incline their ears to him. And it was necessary also that the widow, having obtained things beyond reason, should celebrate a feast of thanksgiving to God; so that the things accomplished here are in harmony with the law. Next, it remains among things necessary to inquire how, when the prophetic prefigurations, as has been demonstrated, have their reference firmly fixed upon these eminent festivities, the house is said to have been filled with smoke; and the declarer states this not parenthetically, but significantly, as resulting from the thrice-holy voice which the initiates of the heavenly things cried aloud. Taking up, therefore, O lover of learning, what follows in the history, you will find the cause. For with hearing, he says, you shall hear, and shall in no wise understand; and seeing you shall see, and shall in no wise perceive. Since, then, the ungrateful children of the Jews saw glorious wonders which God set upon the earth, according to the melodist David; and they beheld also a sign from the depth and from the height according to an unconfused and indivisible union, even as Isaiah foretold (what is this? a mother above nature, and a birth above reason; an earthly mother, and a heavenly Son, a new God-manhood, I say, and a childbed untried by marriage; than which things what could ever be more glorious and more celebrated throughout creation?); and having beheld these things, they were disposed as though they had not beheld them, wrinkling their noses and leaning back listlessly towards the praise; on this account the house of their boasting was filled with smoke.
PG 18:377Read from the page
ΙΒʹ. Καὶ ἐπείπερ ἤκουσαν καὶ αὖθις πρὸς τῇ θέᾳ τοῦ ὑπὲρ θέαν πρεσβύτου δικαιοτάτου, ἀνδρὸς ἀξιοπίστου, ἀνδρὸς ἀξιοζηλώτου, ἀνδρὸς πνευματοφόρου, ἀνδρὸς νομοδιδασκάλου, ἱερωσύνῃ τετιμημένου, προφητείᾳ λελαμπρυσμένου, τῇ τοῦ Χριστοῦ ἐλπίδι τὸ ζῆν παρεκτείναντος, καὶ θανάτου ὀφειλὴν ὑπερτιθεμένου, χορεύοντος, ἀνευφημοῦντος, συμμεταμορφωμένου τῇ θυμηδίᾳ, ὅλου ἐξεστηκότος Θεῷ τὴν καλὴν ἔκστασιν, ἀλλοιουμένου εἰς ἄγγελον τὴν καλὴν ἀλλοίωσιν, τῇ ἀμετρίᾳ τῆς χαρᾶς τὰ εὐχαριστήρια ἀναμέλποντος· Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραὴλ ἀνακηρύττοντος· καὶ οὐχ εἵλοντο ἀκοῦσαι τὰ ἀκουστὰ, καὶ τοῖς ἐπουρανίοις προσκυνητά· διὰ τοῦτο ἐπλήσθη ὁ οἶκος τῆς καυχήσεως αὐτῶν καπνοῦ. Καπνὸς δὲ, ὀργῆς σημεῖον καὶ τεκμήριον, ὡς γέγραπται· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· καὶ ἐν ἑτέρῳ· Ἐν ἔθνει ἀπειθεῖ ἐκκαυθήσεται πῦρ. Ὅπερ δὴ σημαίνων ὁ Κύριος ἐν τοῖς σεβασμίοις Εὐαγγελίοις ἔλεγε τοῖς Ἰουδαίοις· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Πῆ δέ· Πέμψας τὰ στρατεύματα αὐτοῦ ὁ βασιλεὺς, ἀπώλεσε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν ἐν πυρί. Ταῦτα τῆς Ἰουδαϊκῆς ἀπειθείας πρὸς τὴν τριαδικὴν δοξολογίαν ἐναντιώτατα τὰ ἔπαθλα. Ἐπεὶ γὰρ ἡγιάσθη τὰ πέρατα τῆς ὑπ' οὐρανὸν, καὶ τῆς δόξης Κυρίου πλήρης γέγονεν ὁ μέγιστος οἶκος τῆς Ἐκκλησίας διὰ τοῦ τρισαγίου κηρύγματος, ὡς ὕδωρ πολὺ κατακαλύπτον θαλάσσας· ἀπέβη μὲν αὐτοῖς τὰ ᾀδόμενα, συνεβεβαιώθη δὲ τῷ τέλει καὶ ἡ τῆς προφητείας ἀρχὴ, ἐπισημηναμένου, καθάπερ λέλεκται, διὰ τοῦ Πνεύματος τοῦ κήρυκος τῆς ἀληθείας ἐν ὑποδείγματι τὴν μέλλουσαν κακίστην τούτων καταστροφὴν, ἐν οἷς φησι· Τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον· ὡς τοῦ ἀποστάτου Ὀζίου εἰς παράδειγμα παντὸς τοῦ ἀποστατικοῦ σώματος, οἷά τε κεφαλὴ τούτου τυγχάνοντος, ἐκλαμβανομένου· ὃς καὶ δίκην τίσας τῆς αὐθαδίας ἰσόῤῥοπον, ἐγκόλαπτον ὡς χαλκῷ ἀνδριάντι τῷ μετώπῳ ἀπηνέγκατο τὴν θείαν ἀπόφασιν, βδελυρίᾳ λέπρας, τῆς βδελυρωτάτης ἀσεβείας τὰς ἀμοιβὰς πᾶσιν ἐπιδεικνύμενος. Θεοσόφως τοιγαροῦν, τῇ παρεξαγωγῇ τῆς ἀχαρίστου συναγωγῆς, τὴν ἀντεισαγωγὴν ἐποιήσατο τῆς εὐχαρίστου Ἄννης ὁ τῶν τελεσθέντων προγνώστης, ἧς καὶ τὸ ὄνομα προδηλωτικὸν τῆς κατὰ χάριν Χριστοῦ τοῦ Θεοῦ δεδικαιωμένης Ἐκκλησίας ἐν τῷ βαπτίσματι. Ἄννα γὰρ χάρις ἑρμηνεύεται.
Chapter XII. And since they heard once more, besides the sight, the most righteous aged man who was above sight, a man worthy of trust, a man worthy of emulation, a man bearing the Spirit, a man a teacher of the law, honoured with priesthood, made illustrious with prophecy, who had prolonged his life by the hope of Christ and deferred the debt of death, dancing, shouting praises, transformed together in gladness of heart, wholly transported to God in the noble ecstasy, changed into an angel by the noble alteration, singing the songs of thanksgiving in the immensity of his joy; proclaiming A light for revelation of the Gentiles, and the glory of Thy people Israel; and they did not choose to hear the things worthy to be heard and worshipped by the heavenly ones; on this account the house of their boasting was filled with smoke. And smoke is a sign and token of wrath, as it is written: Smoke went up in His wrath, and fire from His face shall flame; and in another place: Among a disobedient nation fire shall be kindled. Signifying this very thing in the venerable Gospels, the Lord said to the Jews: Behold, your house is left to you desolate. And elsewhere: Sending forth his armies, the king destroyed those murderers, and burned up their city with fire. These are the most adverse rewards of Jewish disobedience towards the triadic doxology. For since the ends of the earth under heaven have been sanctified, and the greatest house of the Church has become full of the glory of the Lord through the thrice-holy proclamation, as much water covering the seas; the things sung came to pass for them, and the beginning of the prophecy was confirmed also by the end, the herald of truth having indicated, as has been said, through the Spirit, by way of example, their coming worst overthrow, in the words wherein he says: In the year in which King Uzziah died, I saw the Lord; the apostate Uzziah being taken as an example of the whole apostate body, as being its head; who also, paying a penalty equivalent to his presumption, carried away the divine sentence graven on his forehead as on a bronze statue, by the loathsomeness of leprosy displaying to all the recompenses of his most loathsome impiety. With divine wisdom, therefore, alongside the leading out of the ungrateful synagogue, the Foreknower of the things accomplished made the introduction in its stead of the grateful Anna, whose very name is foreshowing of the Church justified in baptism according to the grace of Christ our God. For Anna is interpreted grace.
ΙΓʹ. Ἀλλ' αὐτοῦ που τοῖς προσόρμοις καταπαύσωμεν τὴν σταυροφόρον ὁλκάδα, τοῦ λόγου, διὰ τὸ
Chapter XIII. But somewhere here at the anchorages let us bring to rest the cross-bearing merchant-ship of the discourse, on account of the
Notes, col. 377

On the reading

Printed συμμεταμορφωμένου, for συμμεταμορφουμένου.

PG 18:380Read from the page
σύμμετρον τὰ ἱστία χαλάσαντες, καὶ μικρά τινα ὡς οἷόν τε χαιρετίσαντες τὴν πόλιν τοῦ Βασιλέως τοῦ μεγάλου, ἅμα τῷ ἐκκλησιαστικῷ λαῷ, ὡς τῷ πνεύματι συμπαρόντες, καὶ συνεορτάζοντες τοῖς ἐκεῖσε τιμιωτάτοις πατράσι καὶ ἀδελφοῖς. Χαίροις, ἡ πόλις τοῦ μεγάλου Βασιλέως, ἐν ᾗ τῆς σωτηρίας ἡμῶν ἐτελεσιουργήθη μυστήρια. Χαίροις, ὁ ἐπίγειος οὐρανὸς, Σιὼν πόλις πιστὴ τοῦ λοιποῦ τῷ Κυρίῳ. Χαίροις, καὶ φωτίζου, Ἰερουσαλήμ· ἥκει γάρ σου τὸ Φῶς. Φῶς τὸ ἀΐδιον, Φῶς τὸ ἀένναον, Φῶς τὸ ὑπέρτατον, Φῶς τὸ ἄϋλον, Φῶς τὸ ὁμοούσιον τοῦ Θεοῦ καὶ Πατρὸς, Φῶς τὸ ἐν τῷ Πνεύματι, καὶ ἐν ᾧ ὁ Πατήρ· Φῶς τὸ φωτίσαν τοὺς αἰῶνας, Φῶς τὸ φωτίσαν τὰ ὑπερκόσμια καὶ τὰ ἐγκόσμια, Χριστὸς ἀληθινὸς ἡμῶν Θεός. Χαίροις, πόλις ἁγία, καὶ ἐκλελεγμένη τῷ Κυρίῳ· ἑόρταζε ἐν εὐφροσύνῃ τὰς ἑορτάς σου, αἳ οὐ μὴ προσθῶσι διελθεῖν εἰς παλαίωσιν. Χαίροις, πόλις ἡ πανευδαίμων· ὅτι δεδοξασμένα ἐλαλήθη περὶ σοῦ. Οἱ γὰρ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται, καὶ οἱ πτωχοί σου χορτασθήσονται ἄρτων. Χαίροις, καὶ εὐφραίνου, Ἰερουσαλήμ· ὅτι ἐβασίλευσε Κύριος ἐν μέσῳ σου. Οὗτος Κύριος ὁ γυμνῇ καὶ ἀΰλῳ τῇ θεότητι ἐπιβὰς τῇ ἡμετέρᾳ φύσει, καὶ ἐκ τῆς παρθενικῆς νηδύος ἀφράστως σαρκωθείς· οὗτος Κύριος ὁ μηδενὸς ἑτέρου ἐν μεθέξει γενόμενος πλὴν τοῦ φυράματος Ἀδὰμ, τοῦ ὑπὸ τοῦ ὄφεως σκελισθέντος. Οὐ γὰρ ἀγγέλων ἐπιλαμβανόμενος ὁ Κύριος, τῶν μὴ ἀποπεπτωκότων τῆς ἐξ ἀρχῆθεν ἀποκληρωθείσης αὐτοῖς ἀοιδίμου τάξεως καὶ καταστάσεως, συγκατάβασιν ἐνεδείξατο ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν Θεὸς Λόγος. Οὐδὲ τοὺς ἀποπεπτωκότας τοῦ φωτὸς ἀλάστορας δαίμονας ἀνακαλούμενος, ἢ καὶ ἀνακαλεσόμενος, κατὰ τοὺς ἀσεβεστάτους πονηροῦ συνηγόρους, τῷ κόσμῳ ἐπεφοίτησεν· ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαβόμενος κατὰ τὸν θειότατον Παῦλον, καὶ δι' αὐτοῦ παντὸς τοῦ ἀνθρωπείου φύλου, ἄνθρωπος ἀμεταβλήτως γέγονεν ὁ δημιουργὸς καὶ πλαστουργὸς τῶν ἁπάντων· ὅπως διὰ τῆς αὐτοῦ πρὸς ἡμᾶς κοινωνίας, καὶ ἡμῶν πρὸς αὐτὸν συναφείας ὑπολωφήσῃ τῆς ἐν ἡμῖν ἁμαρτίας ἡ εἴσδυσις, ἐξατονήσασα κατὰ βραχὺ, καὶ ἐκδαπανηθεῖσα ὡς κηρὸς τῷ θείῳ πυρὶ, ὃ ἐλθὼν ὁ Σωτὴρ ἔβαλεν ἐπὶ τὴν γῆν ἡμῶν. Χαίροις τοίνυν καὶ σὺ, Ἐκκλησία καθολικὴ, ἡ ἐν πάσῃ τῇ ὑπ' οὐρανόν· σκίρτησον σὺν ἡμῖν.
due measure, lowering the sails, and having greeted in some small way, so far as is possible, the city of the great King, together with the ecclesiastical people, as being present with them in spirit, and keeping the feast together with the most honourable fathers and brethren there. Hail, city of the great King, in which the mysteries of our salvation were brought to perfection. Hail, earthly heaven, Zion, city henceforth faithful to the Lord. Hail, and shine, Jerusalem; for your Light is come. The eternal Light, the ever-flowing Light, the supreme Light, the immaterial Light, the Light consubstantial with God the Father, the Light which is in the Spirit, and in Whom is the Father; the Light which enlightened the ages, the Light which enlightened the supramundane and the mundane things, Christ our true God. Hail, holy city, and chosen by the Lord; celebrate in gladness your feasts, which shall no more proceed to pass into obsolescence. Hail, all-blessed city; for glorious things have been spoken of you. For your priests shall clothe themselves with righteousness, and your holy ones shall exult with exultation, and your poor shall be satisfied with bread. Hail, and rejoice, Jerusalem; for the Lord has reigned in the midst of you. This is the Lord Who with bare and immaterial divinity stepped upon our nature, and from the virginal womb was ineffably incarnate; this is the Lord Who partook of nothing else save the lump of Adam, who was tripped up by the serpent. For not taking hold of angels, who had not fallen away from the renowned order and state allotted to them from the beginning, did the Lord, God the Word Who is ever in the Father, display condescension. Nor yet calling back, or even about to call back, the avenging demons who had fallen away from the light, according to the most impious advocates of the evil one, did He visit the world; but taking hold of the seed of Abraham, according to the most divine Paul, and through it of the whole human race, the Maker and Fashioner of all things unchangeably became man; so that through His communion with us, and our union with Him, the inroad of sin within us might abate, losing its vigour little by little, and consumed like wax by the divine fire which the Saviour came and cast upon our earth. Hail, therefore, you also, Catholic Church, which are in all the earth under heaven; leap for joy with us.
PG 18:381Read from the page
Μὴ φοβοῦ, τὸ μικρὸν ποίμνιον, τὰς τρικυμίας τοῦ ἐχθροῦ· ὅτι εὐδόκησεν ὁ Πατὴρ δοῦναί σοι τὴν βασιλείαν, καὶ ἐπὶ τραχήλου τῶν ἐχθρῶν σου ἐπιβῆναι. Χαῖρε καὶ εὐφραίνου, ἡ πάλαι στείρα καὶ ἄγονος πρὸς εὐσέβειαν, νυνὶ δὲ πολλὰ τὰ τῆς πίστεως ἔχουσα τέκνα. Χαίροις καὶ σὺ, λαὸς τοῦ Θεοῦ, λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν· ἐξάγγελε τὰς ἀρετὰς τοῦ ἐκ σκότους σε καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς· ὑπὲρ ἐλέους δὲ δόξαζε αὐτόν.
Fear not, little flock, the triple waves of the enemy; for it has pleased the Father to give you the kingdom, and to tread upon the neck of your enemies. Hail and rejoice, you who of old were barren and unfruitful towards piety, but now have many children of faith. Hail, you also, people of God, a chosen people, a royal priesthood, a holy nation, a people for His own possession; proclaim the virtues of Him Who called you out of darkness into His marvellous light; and glorify Him for His mercy.
ΙΔʹ. Χαίροις εἰς ἀεὶ, ἡ ἄληκτος ἡμῶν χαρά· ἐπὶ σὲ γὰρ πάλιν ἀνατρέχομαι. Σὺ τῆς ἑορτῆς ἡμῶν ἀρχή· σὺ μεσότης· σὺ τέλειος· ὁ πολύτιμος μαργαρίτης τῆς βασιλείας· τὸ ὄντως οὖθαρ πάσης ἁγιστείας· τὸ ἔμψυχον θυσιαστήριον τοῦ ἄρτου τῆς ζωῆς. Χαίροις, ἀγάπης Θεοῦ θησαυρέ· χαίροις, φιλανθρωπίας Υἱοῦ πηγή· χαίροις, Πνεύματος ἁγίου κατάσκιον ὄρος. Ἤστραψας, γλυκύδωρε γεννῆτορ φωτὸς ἡλιακοῦ, πυρσοῖς ἀκαρτερήτοις ἀγάπης ὑπερζεούσης, τὸ πρὸ ἀρχῆς συλληφθὲν ἐν τῷ τέλει τεκοῦσα, φανερώσασα τὸ κρυπτὸν μυστήριον καὶ ἀλάλητον, τὸν ἀοράτου Πατρὸς Υἱὸν, εἰρήνης βραβευτὴν, πάσης γενόμενον ἥττονα βραχύτητος παραδόξως. Διὰ τοῦτο ἐκλιπαροῦμέν σε τὴν ἀμείνω πάντων, καὶ μητρῴαις ἐπαυχοῦσαν τιμαῖς καὶ παῤῥησίαις, μνήμην ἀδιάλειπτον ἡμῶν ποιοῦ, παναγία Θεοτόκε, καὶ εἰς σὲ κατακαλλυνομένων, καὶ ὕμνοις θεοπρεπέσι γεραιρόντων σου τὴν ἀείζωον καὶ ἀνεξάλειπτον μνήμην. Καὶ σὺ δὲ αὐτὸς, ὦ πρεσβύτα τίμιε Συμεὼν, τῆς εὐσεβοῦς ἡμῶν θρησκείας προδοχεῦ, καὶ τῆς τῶν πιστῶν ἀναστάσεως ἐξηγητὰ, συμπρεσβευτὴς ἡμῶν γενοῦ πρὸς τὸν Σωτῆρα Θεὸν, ὃν ἀγκάλαις ὑποδέξασθαι κατηξιώθης. Συνᾴδομεν γάρ σοι καὶ ἡμεῖς Χριστῷ τῷ τῆς ζωῆς καὶ θανάτου ἐξουσιαστῇ· Σὺ εἶ φῶς, λέγοντες, ἀληθινὸν, ἐκ φωτὸς ἀληθινοῦ, Θεὸς ἀληθινὸς ἐκ Θεοῦ ἀληθινοῦ· εἷς Κύριος πρὸ τῆς ἐνανθρωπήσεως καὶ μετὰ τὴν πανύμνητον ἐνανθρώπησιν, ἐξ ἑαυτοῦ μὲν καὶ οὐ κατὰ χάριν Θεὸς, δι' ἡμᾶς δὲ καὶ τέλειος ἄνθρωπος· ἐξ ἑαυτοῦ δὲ φύσει ἀβασίλευτος παμβασιλεὺς, δι' ἡμᾶς καὶ τὴν ἡμετέραν σωτηρίαν καὶ εν δούλου μορφῇ ἀχράντως καὶ ἀμιάντως. Ἀφθαρσια γὰρ ὢν, λῦσαι φθορὰν προῆλθες, ἵνα ἄφθαρτα πάντα τεύχοις. Ὅτι σοῦ ἐστιν ἡ δόξα καὶ τὸ κράτος, μεγαλοσύνη τε καὶ μεγαλοπρέπεια σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Chapter XIV. Hail for ever, our unceasing joy; for to you again I run back. You are the beginning of our feast; you its middle; you its perfection; the pearl of great price of the kingdom; the true udder of all sanctity; the living altar of the Bread of life. Hail, treasure of the love of God; hail, fountain of the loving-kindness of the Son; hail, shaded mountain of the Holy Spirit. You flashed forth, sweet-gifted mother of solar light, with unendurable torches of boiling love, bringing forth in the end that which was conceived before the beginning, manifesting the hidden and unutterable mystery, the Son of the invisible Father, the Arbiter of peace, Who paradoxically became less than all smallness. On this account we entreat you, who are better than all, and who glory in maternal honours and boldness of speech, make unceasing remembrance of us, all-holy Mother of God, who both adorn ourselves in you and honour with God-befitting hymns your ever-living and indelible memory. And you yourself also, O venerable aged Simeon, first receiver of our pious religion, and expounder of the resurrection of the faithful, become our fellow-ambassador to God the Saviour, Whom you were counted worthy to receive in your arms. For we also sing together with you to Christ the Sovereign of life and death, saying: Thou art true Light, of true Light, true God of true God; one Lord before the incarnation and after the all-hymned incarnation, of Himself and not by grace God, and for our sakes also perfect man; and of Himself by nature unruled All-King, for our sakes and for our salvation also in the form of a servant spotlessly and undefiledly. For being incorruption, Thou camest forth to dissolve corruption, that Thou mightest fashion all things incorrupt. For Thine is the glory and the dominion, majesty and magnificence, with the Father and the Holy Spirit, unto the ages of the ages. Amen.
Notes, col. 381

On the reading

Printed στείρα, for στεῖρα.

Printed ἐξάγγελε, for ἐξάγγελλε.

Printed εν, for ἐν.

Printed Ἀφθαρσια, for Ἀφθαρσία.