φέναι τὸν ναὸν, τοῖς τῆς διανοίας ὀφθαλμοῖς ἀναπτερούμενος, ὡς ἔχων ἤδη τὸ ποθούμενον ἐγεγήθει. Ἀγόμενος δὲ οὕτω, καὶ μετεωροπορῶν τοῖς διαβήμασιν ὠκυτάτως, τὸν πάλαι ἱερὸν καταλαμβάνει σηκὸν, καὶ οὐ προσχὼν τῷ ἱερῷ, τῷ τοῦ ἱεροῦ πρυτάνει τὰς ἱερὰς ὠλένας ἐφήπλωσε, τοιάδε λέγων ἅμα καὶ ᾄδων, ἃ καὶ τῇ ἀσπαστῇ τελετῇ προσῆκε· Σὲ ἐπιποθῶ, δέσποτα Θεὲ πατέρων, καὶ Κύριε τοῦ ἐλέους, τὸν καταξιώσαντα τῇ ἰδίᾳ δόξῃ καὶ ἀρετῇ, ὡς πάντων προνοητικῇ, αἰδοῖ τῆς πρὸς ἡμᾶς συγκαταβάσεως, καθάπερ σπονδηφόρῳ μεσιτείᾳ, εἰς φιλικὴν ὁμηρεῦσαι συμφωνίαν τοὺς ἐπουρανίους πρὸς τοὺς γηγενεῖς. Σὲ ἐπιζητῶ τὸν αὐτουργὸν τῶν ἁπάντων· σὲ καραδοκῶ, τὸν περιέχοντα λόγῳ τὰ πάντα· σὲ ἀπεκδέχομαι, τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα· σὲ ἀναμένω, τὸν νομοδότην, καὶ τοῦ νόμου διάδοχον· σὲ πεινῶ, τὸν ζωοποιὸν τῶν νενεκρωμένων· σὲ διψῶ, τὴν ἀνάψυξιν τῶν κεκμηκότων· σὲ ἐπιθυμῶ τὸν κτίστην καὶ λυτρωτὴν τοῦ κόσμου. Σὺ ἡμῶν Θεὸς, καὶ σὲ προσκυνοῦμεν. Σὺ ἡμῶν ναὸς ἅγιος, καὶ ἐν σοὶ προσευξόμεθα· σὺ θεσμῶν θεσμοθέτης, καὶ σοὶ πειθαρχοῦμεν. Σὺ Θεὸς πρῶτος· ἔμπροσθέν σου οὐκ ἐγεννήθη Θεος ἄλλος ἐκ Θεοῦ Πατρὸς, καὶ μετὰ σὲ οὐκ ἔσται ἄλλος Υἱὸς τῷ Πατρὶ ὁμοούσιος καὶ ὁμότιμος. Καὶ τὸ ἐπίστασθαί σε, ὁλόκληρος δικαιοσύνη· καὶ εἰδέναι σου τὸ κράτος, ῥίζα ἀθανασίας. Σὺ εἶ ὁ διὰ τὴν ἡμετέραν σωτηρίαν λίθος ἀκρογωνιαῖος, πολυτελής τε καὶ ἔντιμος, τῇ Σιὼν προαναγορευθείς. Ὑποβέβληται γάρ σοι τὰ πάντα ὡς αἰτίῳ· ὡς παραγαγόντι τὰ ὅλα ἐκ μὴ ὄντων εἰς τὸ εἶναι, καὶ σύστασιν εὐπαγῆ τοῖς ἀστάτοις παρασχόντι· ὡς συνοχῇ καὶ φρουρᾷ τῶν παρενηνεγμένων· ὡς φύσεων διαφόρων δημιουργῷ· ὡς οἰακίζοντι παλάμῃ παναλκεστάτῃ καὶ πανσοφωτάτῃ τὰ σύμπαντα· ὡς εὐταξίας ἁπάσης ῥυθμῷ· ὡς συμφωνίας καὶ εἰρήνης ἀῤῥαγεῖ συνδέσμῳ. Ἐν σοὶ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Διὰ τοῦτο, Κύριε ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου· ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινὴν, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνδυσάμενος. Τί γὰρ περιφανέστερον βασιλεῖ περιανθούσης πορφυρίδος καὶ ἐπιλάμποντος διαδήματος; Ἢ τί μεγαλοπρεπέστερον Θεῷ φιλανθρώπῳ φιλανθρώπου ἐνανθρωπήσεως, ταῖς παμφανωτάταις ἐξαυγείαις τοὺς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένους καταλαμπούσης; Καὶ μὴν εἰκότως καὶ προανευφήμησέ σε τὸν Βασιλέα τῶν αἰώνων ὁ πρόσκαιρος βασιλεὺς καὶ οἰκέτης, φάσκων· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ὁ ἐν ἀνθρώποις Θεὸς καὶ ἄνθρωπος. Περιεζώσω γὰρ διὰ τῆς θείας σου σαρκώσεως δικαιοσύνῃ μὲν τὴν ὀσφύν· ἐνηλείψω δὲ καὶ ἀληθείᾳ τὰς πλευρὰς, αὐτόχρημα δικαιοσύνη καὶ ἀλήθεια ὑπάρχων, καὶ
the temple, winged with the eyes of his understanding, he rejoiced as though already holding what he desired. Being led on thus, and treading aloft with most swift steps, he reaches the ancient sacred shrine, and paying no heed to the sanctuary, he spread out his sacred arms to the Sovereign of the sanctuary, speaking and singing at once such words as befitted the welcome solemnity: I yearn for Thee, O Master, God of our fathers, and Lord of mercy (Wisd. 9:1), Who by Thine own glory and virtue, which provides for all things, out of regard for Thy condescension towards us, as though by a truce-bearing mediation, hast deigned to bind heavenly beings with the earthborn in a friendly harmony. I seek Thee, the Framer of all things; I eagerly expect Thee, Who dost encompass all things by Thy word; I await Thee, Who art Lord of life and death; I wait for Thee, the Lawgiver and Successor of the law; I hunger for Thee, the Quickener of the dead; I thirst for Thee, the Refreshment of the weary; I desire Thee, the Creator and Redeemer of the world. Thou art our God, and Thee we worship. Thou art our holy temple, and in Thee we shall pray (Isa. 45:14); Thou art the Lawgiver of laws, and Thee we obey. Thou art the first God; before Thee was no other God begotten of God the Father, and after Thee there shall not be another Son consubstantial and co-equal in honour with the Father (Isa. 43:10). And to know Thee is complete righteousness; and to know Thy power is the root of immortality (Wisd. 15:3). Thou art the cornerstone for our salvation, both costly and precious, proclaimed beforehand to Sion (Isa. 28:16; 1 Pet. 2:6). For all things are subjected to Thee as Cause: as having brought the universe from non-being into being, and having granted a firm constitution to unstable things; as the maintenance and guard of things brought forth; as the Creator of diverse natures; as steering the universe with an all-powerful and all-wise hand; as the rhythm of all good order; as the unbreakable bond of harmony and peace. For in Thee we live, and move, and have our being (Acts 17:28). Therefore, O Lord my God, I will glorify Thee, I will hymn Thy name; for Thou hast done wonderful things, an ancient, true counsel (Isa. 25:1), having clothed Thyself with thanksgiving and majesty (Ps. 103:1). For what is more illustrious for a king than a blooming purple robe and aresplendent diadem? Or what is more magnificent for a philanthropic God than a philanthropic incarnation, shining with its all-bright gleams upon those sitting in darkness and the shadow of death (Isa. 42:7; Luke 1:79)? And indeed fittingly did the temporal king and servant also acclaim Thee beforehand as the King of the ages (1 Tim. 1:17), saying: Fair in beauty beyond the sons of men (Ps. 44:3), Thou Who among men art God and man. For through Thy divine incarnation Thou hast girded Thy loins with righteousness, and hast also anointed Thy sides with truth (Isa. 11:5), being Thyself very righteousness and truth, and