Migne Reading Room

PG 18 · cols. 348–357 · Read from the page

Sermon on Simeon and Anna

Sermon on Simeon and Anna

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:348Read from the page
Αʹ. Πάλαι ἱκανῶς, ὡς οἷόν τε, διὰ βραχέων, τὰ περὶ παρθενίας ἐν τοῖς Περὶ ἁγνείας συμποσίοις κατεστρωκότων ἡμῶν, σήμερον αὐτὴν τὴν τῆς παρθενίας ὁλόῤῥιζον δόξαν, καὶ ἀμαράντινον στέφανον εἰς εὐφροσύνην ὁ χρόνος ἐν μέσῳ προήγαγε τοῖς τῆς Ἐκκλησίας τροφίμοις. Σήμερον γὰρ τὸ βουλευτήριον τῶν θείων χρησμῶν ἐξανοίγεται, καὶ τὰ τῆς παρούσης ἐνδόξου ἡμέρας σύμβολα καὶ ἀποτελέσματα, παρὰ τῶν ἱεροκηρύκων τῷ ἐκκλησιαστικῷ συλλόγῳ ἐπαναγινώσκεται. Σήμερον ἡ περαίωσις τῆς ἀρχαίας βουλῆς καὶ ἀληθινῆς διὰ τῶν ἔργων ἐνδόξως τῷ κόσμῳ ἐμφανίζεται. Σήμερον ἄτερ διακαλύμματος ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου, καὶ τῆς θείας αὐτοῦ κιβωτοῦ κατοπτριζόμεθα. Σήμερον τὴν καραδοκηθεῖσαν οὐράνιον χαρὰν ταῖς γενεαῖς ἐπ' ὤμων φέρουσα ἡ ἁγιωτάτη πανήγυρις, τῷ γένει τῶν ἀνθρώπων ἀποδίδωσι. Παρῆλθε τὰ παλαιὰ, καὶ ἤνθησε τὰ νέα, καὶ οὐ παλαιούμενα. Οὐκέτι νόμου αὐστηρὸν δόγμα προεδρεύει, ἀλλὰ χάρις Δεσπότου βασιλεύει, σωτηρίῳ μακροθυμίᾳ πάντας πρὸς ἑαυτὴν ἐπιστρέφουσα. Οὐ πάλιν Ὀζᾶν τις ἀοράτως μαστίζεται, προσψαῦσαι τοῖς ἀψαύστοις κατατολμῶν. Θεὸς γὰρ προτρέπεται, καὶ τίς δειλιάσει; Δεῦτε πρὸς μὲ πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, βοᾷ· καὶ τίς οὐ προσδραμεῖται; Καὶ μηδεὶς Ἰουδαίων ἀντιλεγέτω τῇ ἀληθείᾳ, πρὸς τὴν προτύπωσιν βλέπων τοῦ οἴκου Ἀβεδαρᾶ. Εἰς τὰ ἴδια ἦλθεν ὁ Κύριος ἐμφανῶς, καὶ ὑπὸ
Chapter I. Having long ago sufficiently, so far as was possible, in brief, set out the matters concerning virginity in the Banquets Concerning Chastity, today time has brought forth into the midst for gladness to the nurslings of the Church the very glory of virginity, root and all, and its unfading crown. For today the council-chamber of the divine oracles is thrown open, and the symbols and fulfilments of the present glorious day are read aloud by the sacred heralds to the ecclesiastical assembly. Today the accomplishment of the ancient and true counsel is gloriously manifested through deeds to the world. Today without a veil, with unveiled face, we behold as in a mirror the glory of the Lord (2 Cor. 3:18) and of His divine ark. Today the most holy festival, bearing on its shoulders the heavenly joy eagerly awaited by the generations, renders it to the race of men. The old things have passed away, and the new things that do not grow old have blossomed forth (2 Cor. 5:17; Isa. 43:19). No longer does the austere decree of the law preside, but the grace of the Master reigns, turning all towards itself with saving long-suffering. Not again is some Ozan invisibly scourged for daring to touch the untouchable things (2 Sam. 6:6-7). For God exhorts, and who shall be afraid? Come unto Me, all who labour and are burdened (Matt. 11:28), He cries; and who will not run to Him? And let no one of the Jews gainsay the truth, looking towards the prefiguration of the house of Abedara. Unto His own the Lord came manifestly (John 1:11; Ps. 49:3), and under
PG 18:349Read from the page
τῆς ἐμψύχου κιβωτοῦ, ὡς ἐπὶ ἱλαστήριον, ἐπὶ γῆς πομπεύει. Ταύτης προσψαύσας τελώνης, δίκαιος ἀναδείκνυται. Ταύτῃ προσπελάσασα πόρνη, σώφρων ἀναπλάττεται. Ταύτῃ θίξας λεπρὸς, ἀνωδύνως ἀναχαλκεύεται. Οὐδένα ἀπωθεῖται· οὐδένα βδελύσσεται. Μεταδιδοῖ τῶν ὑγιεινῶν, οὐ μεταλαμβάνουσα τῶν νοσερῶν· ὁ γὰρ τῆς φιλανθρωπίας Κύριος ἐπαναπαύεται αὐτῇ. Ταῦτα τῆς νέας χάριτος τὰ δωρήματα. Τοῦτο πρόσφατον γέγονεν ὑπὸ τὸν ἥλιον, οὐ πάλαι γεγονὸς, οὐδ' αὖ μετέπειτα γενησόμενον. Προώρισε δι' οἶκτον τὸν πρὸς ἡμᾶς, ἦλθε, καὶ ἐπλήρωσε διὰ φιλανθρωπίαν τὴν αὐτῷ πρέπουσαν. Εἰκότως γοῦν καὶ ἀνέκραγεν ἡ ἱερὰ σάλπιγξ· Τὰ ἀρχαῖα παρῆλθεν· ἰδοὺ γέγονε τὰ πάντα καινά. Καὶ τί ἐννοήσω, ἢ τί λαλήσω ἐπάξιον τῆς ἡμέρας, τοῖς ἀνεφίκτοις ἐπεκτεινόμενος; Φέρει γὰρ ἀεὶ τῆς ἁγίας Παρθένου ἡ μνήμη κατὰ παντὸς λόγου τὰ νικητήρια. Διά τοι τοῦτο, δυσωπῆσαν ἡμῖν τὴν ἀσθένειαν τὸ μέγεθος τῶν ἐγκωμίων, ἐπὶ τὸν δυνατὸν ὕμνον καταφεύγωμεν καὶ τὴν ἀκίνητον ἧτταν ἐγκαυχησάμενοι, τῷ φιλεόρτῳ Χριστοῦ ποιμνίῳ γεγηθότες συγχορεύσωμεν. Σὺ δέ μοι, ὦ θειότατον καὶ ἱερώτατον ἀκροατήριον, τὸ σιγηλὸν ἄσκει, ὅπως διὰ τῶν πορθμῶν τῶν ἀκοῶν γαληνῶς ταῖς διανοίαις ἐγκαθορμισθῇ τῆς ἀληθείας τὰ ἀγώγιμα. Ἑορτὴν ἄγομεν, οὐχ Ἑλληνικῆς εἰκαιομυθίας, γελοποιὸν καὶ ἐμβρόντητον θεῶν ἑστίασιν φέρουσαν, ἀλλὰ τῆς ἀστέκτου δόξης τοῦ ἐπὶ πάντων Θεοῦ συγκατάβασιν ἐκπαιδεύουσαν.
the living ark, as upon a mercy-seat, He goes in procession upon earth. Touching this, a tax-collector is shown forth righteous. Approaching this, a harlot is fashioned anew as chaste. Touching this, a leper is forged anew without pain. It repels no one; it abhors no one. It imparts wholesome things, not partaking of diseased things; for the Lord of loving-kindness rests upon it. These are the gifts of the new grace. This has happened freshly under the sun (Eccles. 1:10), not having happened of old, nor again to happen hereafter. He foreordained through pity towards us, He came, and He fulfilled through the loving-kindness befitting Him. Rightly therefore did the sacred trumpet also cry aloud: The ancient things have passed away; behold, all things have become new (2 Cor. 5:17). And what shall I conceive, or what shall I speak worthy of the day, stretching out towards things unattainable? For the remembrance of the holy Virgin ever bears away the prizes of victory over every speech. Wherefore, since the greatness of the praises has put our weakness to shame, let us take refuge in the hymn that is within our power, and boasting in our immovable defeat, let us dance rejoicing together with the feast-loving flock of Christ. And do you for me, O most divine and most sacred audience, practise silence, so that through the straits of the ears the cargoes of the truth may calmly come to anchor in your minds. We keep a feast, not of Greek idle mythology, bringing a ludicrous and thunderstruck banquet of gods, but teaching thoroughly the condescension of the unendurable glory of the God Who is over all (Rom. 9:5).
Βʹ. Φέρε τοίνυν, σεμνολόγε κηρύκων, καὶ μέγιστε προφητῶν, Ἡσαῖα, τὰ τῆς ἐνδόξου πανηγύρεως φιλοσόφει τῇ Ἐκκλησίᾳ μυστήρια, καὶ δαψιλῶς ἐμφορηθῆναι τῶν ἀναφαιρέτων ἀγαθῶν πρότρεπε τοὺς καλλίστους δαιτυμόνας, ὅπως τῷ παρὰ σοὶ ἐσόπτρῳ τὴν παρ' ἡμῖν ἀλήθειαν ἀντιζεύξας, ὡς ἀψευδὴς ὑποφήτης, χεῖρα ἐπὶ χεῖρα κροτήσῃς τῷ τέλει τῶν προῤῥήσεων· Ἐγένετο, φησὶ, τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ. Καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον, καὶ ὁ οἶκος ἐπλήσθη καπνοῦ. Καὶ εἶπα· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι· ὅτι ἄνθρωπος ὢν, καὶ ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος οἰκῶ, καὶ τὸν βασιλέα Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Καὶ ἀπεστάλη πρὸς μὲ ἓν τῶν σεραφὶμ, καὶ ἐν τῇ χειρὶ
Chapter II. Come therefore, solemn speaker among heralds, and greatest of prophets, Isaiah, expound to the Church the mysteries of the glorious festival, and urge the noblest guests to take their fill abundantly of the goods that cannot be taken away, so that, having yoked the truth among us over against the mirror that is with you, as an unerring interpreter, you may clap hand upon hand at the fulfilment of the prophecies: It came to pass, says he, in the year in which King Ozias died, I saw the Lord sitting upon a throne high and lifted up, and the house was full of His glory. And seraphim stood round about Him; six wings to the one, and six wings to the one. And one cried unto another, and they said: Holy, holy, holy, Lord Sabaoth; all the earth is full of His glory. And the lintel was lifted up at the voice wherewith they cried, and the house was filled with smoke. And I said: O wretched that I am, because I am pierced with compunction; because being a man, and having unclean lips, I dwell in the midst of a people having unclean lips, and I have seen with my eyes the King, the Lord Sabaoth. And there was sent unto me one of the seraphim, and in his hand
PG 18:352Read from the page
αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου, καὶ ἥψατο τοῦ στόματός μου, καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπα· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπε· Πορεύου, καὶ εἶπον τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσητε, καὶ οὐ μὴ συνῆτε· καὶ βλέποντες βλέψητε, καὶ οὐ μὴ ἴδητε. Ταῦτα τοῦ προφήτου διὰ τοῦ Πνεύματος τὰ προκηρύγματα. Σὺ δέ μοι, ἀγαπητὲ, σκόπει τῶν εἰρημένων τὴν δύναμιν, ἵνα συνίσῃς τῶν μυστηρίων τὴν ἔκβασιν, καὶ μάθῃς τίς καὶ ποταπὴ ἡμῶν ἡ συνάθροισις. Καὶ προχρηματίσαντος τοῦ προφήτου τὸ θαῦμα, δεῦρο ἄπιθι, καὶ πρόσβαινε θερμότατα καὶ φαιδρότατα καὶ προθυμότατα, τῇ ὀξυωπίᾳ τῆς διανοίας ἐπὶ τὴν εὐκλεεστάτην Βηθλεέμ· καὶ ἀνατύπωσαι σεαυτῷ ἐμφανῆ εἰκόνα, τῇ ἐκβάσει τῶν πραγμάτων τὴν προφητείαν συγκρίνων· οὐ γὰρ δεήσῃ μακρῶν λόγων εἰς ἐφόδιον γνώσεως, τοῖς ἐκεῖσε ἔργοις ἐνατενίζων· Πάντα γὰρ ἐνώπια τοῖς συνιοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Ἰδοὺ γὰρ αὐτόθι ὡς θρόνος ὑψηλὸς καὶ ἐπηρμένος τῇ δόξῃ τοῦ κτίσαντος ἡ Παρθενομήτωρ εὐτρεπίζεται φανερώτατα τῷ βασιλεῖ Κυρίῳ Σαβαώθ. Ἐπὶ τοῦτον κατανόησον τὸν νῦν πρὸς σὲ διὰ σαρκὸς ἐπιδημήσαντα Κύριον. Ἐπὶ τοῦτον τὸν παρθενικόν φημι θρόνον προσκύνησον τὸν πρὸς σὲ τὴν νέαν ταύτην καὶ πανύμνητον πορείαν στειλάμενον. Περίβλεψαι δὲ τοῖς τῆς πίστεως ὄμμασι, καὶ εὑρήσεις περὶ τοῦτον καὶ τὸν βασιλικὸν τῶν σεραφὶμ ἱεράτευμα. Ἕπεσθαι γὰρ φιλεῖ πως τῇ βασιλέως παρουσίᾳ καὶ ἡ τούτων δορυφορία. Ὅθεν καὶ ἀνυμνηκέναι τὸ τηνικαῦτα λέγονται οὐ μόνον τὸ τρισυπόστατον τῆς θείας ἑνάδος, ἀλλὰ δὴ καὶ τὴν καταντήσασαν τὰ νῦν ἐπὶ γῆς διὰ τῆς θεοφανείας τοῦ ἑνὸς τῆς ἁγίας Τριάδος πᾶσι προσκυνητὴν δόξαν, ἐν τῷ λέγειν· Πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Συμπαρεῖναι γὰρ πεπιστεύκαμεν τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι Υἱῷ κατὰ τὴν εὐδοκίαν, καὶ τὴν ἀδιάστακτον αὐτοῦ Πατέρα κατὰ τὴν θεότητα, σὺν τῷ ὁμοουσίῳ αὐτοῦ Πνεύματι. Θεὸς γὰρ, φησὶν ὁ ἱεροφάντης Παῦλος, ἦν ἐν τῷ Χριστῷ, κόσμον
he had a coal, which with the tongs he took from the altar, and he touched my mouth, and said: Behold, this has touched your lips, and will take away your iniquities, and will purge away your sins. And I heard the voice of the Lord saying: Whom shall I send? and who will go to this people? And I said: Behold, here am I, send me. And He said: Go, and say to this people: With hearing you shall hear, and shall in no wise understand; and seeing you shall see, and shall in no wise perceive (Isa. 6:1-9). These are the proclamations beforehand of the prophet through the Spirit. And do you for me, beloved, consider the force of the things spoken, so that you may understand the outcome of the mysteries, and learn what and of what sort is our gathering. And since the prophet has announced the marvel beforehand, come, depart, and approach most warmly and most brightly and most eagerly, with the keen sight of the mind, unto most glorious Bethlehem; and fashion for yourself a clear image, comparing the prophecy with the outcome of the events; for you will not need long speeches as provision for knowledge, gazing intently upon the works there: For all things are plain to those who understand, and right to those who find knowledge (Prov. 8:9). For behold, in that very place, as a throne high and lifted up by the glory of the Creator, the Virgin Mother is prepared most manifestly for the King, the Lord Sabaoth. Upon this throne contemplate the Lord Who has now sojourned with you through the flesh. Upon this virginal throne, I say, worship Him Who has made this new and all-hymned journey unto you. And look around with the eyes of faith, and you will find around this throne also the royal priesthood of the seraphim. For their bodyguard too somehow loves to attend the presence of the King. Whence also at that time they are said to have hymned not only the three-hypostasis nature of the divine Unity, but indeed also the glory adorable by all that has now arrived upon earth through the theophany of One of the Holy Trinity, in saying: All the earth is full of His glory. For we have believed that together with the Son Who became man for our sakes according to the good pleasure (Eph. 1:5), there is present also His Father, unseparated according to deity, with His consubstantial Spirit. For God, says the hierophant Paul, was in Christ, [reconciling] the world
Γʹ. Κατανοήσας δὲ, ὦ φιλέορτε, περὶ τὴν Βηθλεὲμ τὰ οὕτως ἔνδοξα καὶ διὰ σὲ τελούμενα, συνασμένιζε τοῖς ἐπουρανίοις μεγαλοφυῶς τὴν περὶ σὲ ἑορτάζουσι σωτηρίαν. Χόρευε πρὸ προσῶπου τοῦ παρθενικοῦ θρόνου, ὡς πάλαι Δαυῒδ πρὸ προσώπου τῆς κιβωτοῦ. Ἀνευφήμησον τὸν ἁπανταχοῦ πάντοτε παρόντα, καὶ ἐκ Θεμὰν, ὥς φησιν ὁ προφήτης, ἐπιφανῆναι κατὰ
Chapter III. And having contemplated, O lover of the feast, the things thus glorious and accomplished around Bethlehem on your account, rejoice nobly together with the heavenly ones who keep festival over your salvation. Dance before the face of the virginal throne, as of old David danced before the face of the ark (2 Sam. 6:14). Acclaim Him Who is everywhere always present, and from Theman, as says the prophet (Hab. 3:3), to appear according to
Notes, col. 352

On the reading

Printed τὴν, for τὸν.

Printed προσῶπου, for προσώπου.

PG 18:353Read from the page
σάρκα τῷ γένει τῶν ἀνθρώπων εὐδοκήσαντα Κύριον. Λέγε Μωσαϊκῶς· Οὗτός μου Θεὸς, καὶ δοξάσω αὐτὸν, Θεὸς τοῦ πατρός μου, καὶ ὑψώσω αὐτόν. Ἐχόμενα δὲ τῶν εὐχαριστηρίων, ἐξετάσωμεν χρησιμώτατα, τίς ἡ ἐν Βηθλεὲμ ἐξεγείρασα πρόφασις τὸν βασιλέα τῆς δόξης. Τὸ μὲν γὰρ ἐν Βηθλεὲμ σωματικῶς γεννηθῆναι ἡ περὶ ἡμᾶς εὐσπλαγχνία ἐξεβιάσατο τὸν ἀβίαστον· τὸ δὲ ὑποτίτθιον τυγχάνοντα, τὸν ἐν χρόνῳ ἄχρονον, καὶ τοῖς σπαργάνοις ἐγκατεχόμενον ἀκατόχως, μέτοικόν τε καὶ μετανάστην γενέσθαι, ποία ἄρα γένηται ἀνάγκη; Εἰ δὲ βούλῃ γνῶναι καὶ τοῦτο, ὦ θειότατόν μοι καὶ θεόπνευστον σύστημα, ἄκουε Μωϋσέως διαπρυσίως κηρύττοντος τῷ λαῷ, καὶ εἰς γνῶσιν τῆς ὑπερφυοῦς γεννήσεως ἐγκεντρίζοντος αὐτοὺς, καὶ λέγοντος· Πᾶν ἄρσεν, σιανοῖγον μήτραν, ἅγιον τῷ Κυρίῳ κληθήσεται. Ὢ τοῦ θαύματος! Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Ἔπρεπε γὰρ τῷ Κυρίῳ νόμου καὶ προφητῶν κατὰ νόμον ἅπαντα τὸν ἴδιον διαπράξασθαι, καὶ μὴ ἀθετητὴν εἶναι νόμου, ἀλλὰ πληρωτήν· συνάψαι τε ἐντεῦθεν τῇ τοῦ νόμου περαιώσει τὴν τῆς χάριτος αὐτοῦ ἀρχήν. Διὰ τοῦτο ἡ ὑπερτέρα νόμου Μήτηρ τῷ νόμῳ ὑποκύπτει, καὶ ἡ εὐαγὴς τὸν κατὰ τῶν ἀναγῶν φυλάττει ὁρισμὸν τὸν τετταράκοντα ἡμερῶν, καὶ γίνεται νόμου ὑπήκοος ὁ τοῦ νόμου ἐλευθεριωτὴς, καὶ προσφορὰ προσάγεται ὑπὲρ τοῦ ἡμᾶς ἁγιάσαντος, ζεῦγος ὀρνέων ἀκεραίων, εἰς μαρτύριον τῶν ἀμωμήτως προσιόντων. Ὅτι δὲ ἀμόλυντος ὁ τόκος καὶ καθαρσίων ἀνεύθυνος, μαρτυρεῖ μου τῷ λόγῳ Ἡσαΐας, διαῤῥήδην τῇ ὑφ' ἡλίῳ κηρύττων· Πρὶν ἢ τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἢ ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε, καὶ ἔτεκεν ἄῤῥεν. Τίς ἤκουσε τοιοῦτον, ἢ τίς ἑώρακεν οὕτως; Ἐκπέφευγε τοίνυν ἡ παναγία Παρθενομήτωρ τὰ γυναικεῖα, καὶ πρὶν ἢ τεκεῖν, εἴτ' οὖν ἄνευ συνουσίας συλλαβεῖν, Πνεύματος ἁγίου προνυμφεύσαντος καὶ ἁγιάσαντος. Τέτοκε τὸν πρωτότοκον, καὶ μονογενῆ τοῦ Πατρὸς Υἱὸν, τὸν ἄνω μονογενῶς ἄτερ μητρὸς ἐκ τῆς πατρικῆς οὐσίας ἐκλάμψαντα, καὶ τὴν παρθενίαν τῆς φυσικῆς ἑνάδος ἀμέριστον καὶ ἀδιάστατον φυλάξαντα· καὶ κάτω ἐκ παρθενικῆς παστά-
the flesh been well-pleased to appear to the race of men, the Lord. Say after the manner of Moses: This is my God, and I will glorify Him; the God of my father, and I will exalt Him (Exod. 15:2). And next after our thanksgivings, let us examine most profitably what was the occasion that raised up in Bethlehem the King of glory. For to be born bodily in Bethlehem our tender mercy towards us constrained Him Who cannot be constrained; but while being an infant at the breast, the Timeless One in time, and held fast in swaddling clothes unholdably, to become a sojourner and a migrant, what necessity, pray, could there be? And if you wish to know this also, O my most divine and God-inspired assembly, hear Moses proclaiming piercingly to the people, and spurring them on to knowledge of the supernatural birth, and saying: Every male opening the womb shall be called holy to the Lord (Exod. 34:19; Luke 2:23). O the marvel! O the depth of the riches and wisdom and knowledge of God! (Rom. 11:33). For it befitted the Lord of the law and the prophets to accomplish all things according to His own law, and not to be an abolisher of the law, but a fulfiller; and thence to join to the termination of the law the beginning of His grace. On this account the Mother who is above the law submits to the law, and she who is pure keeps the ordinance of the forty days appointed against the impure, and the Liberator of the law becomes subject to the law, and an offering is brought on behalf of Him Who sanctified us, a pair of unblemished birds (Luke 2:24), for a testimony to those who approach blamelessly. And that the birth was undefiled and not liable to purifications, Isaiah bears witness to my word, expressly proclaiming to the world under the sun: Before she who travailed gave birth, before the pain of travails came, she escaped, and gave birth to a male. Who has heard such a thing, or who has seen thus? (Isa. 66:7-8). The all-holy Virgin Mother, therefore, has escaped the things of women even before giving birth, that is to say, to conceive without intercourse, the Holy Spirit having espoused and sanctified her beforehand. She has given birth to the firstborn and only-begotten Son of the Father, Who above shone forth in an only-begotten manner without mother from the paternal essence, and kept the virginity of the natural unity undivided and unparted; and below from a virginal bridal-
Notes, col. 353

On the reading

Printed σιανοῖγον, for διανοῖγον.

PG 18:356Read from the page
δος νυμφικῶς ἑνώσαντα ἑαυτῷ τὸν Ἀδὰμ ἀτρέπτως, καὶ ἀδιάσπαστον καὶ ἀκήρατον τὴν μητρικὴν ἁγνείαν διατηρήσαντα· τὸν ἄνω ἀῤῥεύστως γεννηθέντα, καὶ κάτω ἀφράστως τεχθέντα. Ἀλλ' ἐπὶ τὸ προκείμενον ἐπανάξωμεν τὸν λόγον.
chamber bridally united Adam to Himself immutably, and preserved the maternal chastity unsevered and unstained; Who above was begotten without flux, and below was brought forth ineffably. But let us bring back our discourse to the subject before us.
Δʹ. Προφήτης τοιγαροῦν ἐκ Ναζαρὲθ ἀνήγαγε τὴν Παρθένον ἀποκυῆσαι ἐν Βηθλεὲμ τὸ σωτήριον κύημα· καὶ προφήτης ἐξήγαγεν ἐμφανίσαι τῷ κόσμῳ τῆς ζωῆς τὴν ἐλπίδα. Ὅθεν ἐπάρασα ἐκ σταθμῶν Βηθλεὲμ ἡ κιβωτὸς τοῦ Θεοῦ (αὐτῷ γὰρ ἀπετίννυε τῷ νόμῳ τῆς τεσσαρακοντάδος τὴν οὐ κατὰ χρέος, ἀλλὰ κατὰ χάριν ὀφειλὴν), ἐπὶ τὰ ὄρη κατέπαυσε τῆς Σιὼν, καὶ ἀναλαβοῦσα τοῖς ἀχράντοις κόλποις, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, καὶ τὴν ἀνθρωπείαν ὑπερβαίνοντα φύσιν, τὸν βασιλέα τῶν ἁπάντων, τῷ Θεῷ καὶ Πατρὶ, τὸν σύνθρονον αὐτοῦ καὶ ἀνεκφοίτητον Υἱὸν, ἐνεφάνισεν ἐκεῖ μετὰ τῆς ἐξ αὐτῆς προσλήψεως ἀχράντου. Ἄνεισιν ἐπὶ τὸ ἱερὸν ἡ ἱερὰ Μήτηρ ἐμφανίσαι τῷ νόμῳ ξένον θαῦμα, καὶ τὸν ζητούμενον τόκον, τὸν διανοίξαντα μήτραν παρθενίας, καὶ κλεῖθρα παρθενίας μὴ διαῤῥήξαντα· τὸν ἀνώτερον νόμου, καὶ πληρωτὴν νόμου· τὸν προγενέστερον, καὶ μεταγενέστερον· τὸν ἐξ αὐτῆς σαρκωθέντα ὑπὲρ νόμον φύσεως. Διότι πᾶσα μήτρα, ἐκ συναφείας πρῶτον διανοιγομένη καὶ ἐνσπειρομένη, ἀρχὴν τοῦ τίκτειν λαμβάνει, καὶ τελεσφόροις ὠδῖσι τὸν λογικὸν καὶ κατάλληλον τῆς φύσεως καρπὸν, τῇ τοῦ δημιουργοῦντος σοφίᾳ εἰς τοὐμφανὲς προφέρει, κατὰ τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, τοῦ Θεοῦ λέγοντος. Ἡ δὲ ταύτης γαστὴρ, οὔτε μὲν προδιανοιγεῖσα οὔτε ἐνσπειρομένη, ὑπερφυᾶ τε καὶ συμφυᾶ καρπὸν ἐβλάστησε, καθ' ἕνωσιν ἀδιάσπαστον ἀλωβήτως εἰς ἐπίτασιν θαύματος, ἐν ταυτότητι διαμείνασα τῆς παρθενίας. Ἄνεισι τοιγαροῦν εἰς τὸ ἱερὸν, ἡ τοῦ ἱεροῦ ὑψηλοτέρα, δισσὸν κλέος περικειμένη, παρθενίας φημὶ ἀχράντου, καὶ παιδοποιΐας ἀφράστου, εὐλογίαν νόμου, καὶ ἁγιασμὸν χάριτος. Διό φησιν ὁ βλέπων· Καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ· καὶ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· καὶ ἐνέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος Σαβαώθ· πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Τοῦτο δὴ τοῦτο καὶ ὁ μακάριος προφήτης Ἀμβακοὺμ ἀστείως ἐμελῴδησε φάσκων· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ : ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Ὅρα μοι τηλαυγῶς τοῦ Πνεύματος τὴν ἀκρίβειαν· γνῶσίν φησιν ἐπίγνωσιν,
Chapter IV. A prophet, therefore, led up the Virgin from Nazareth to bring forth in Bethlehem the saving offspring; and a prophet led her forth to manifest to the world the hope of life. Whence, having set out from the quarters of Bethlehem, the ark of God (for she was paying to the law itself of the forty days the debt that was not of obligation, but of grace) rested upon the mountains of Sion; and having taken up in her immaculate bosom, as upon a high throne surpassing human nature, the King of all, she presented there to God and the Father His co-enthroned and inseparable Son, together with the immaculate assumption taken from her. The sacred Mother goes up to the temple to manifest to the law a strange marvel, and the sought-for offspring, Who opened the womb of virginity, and did not burst the bars of virginity; Who is above the law, and the fulfiller of the law; Who is elder in birth, and later in birth; Who from her became incarnate above the law of nature. Because every womb, being first opened through union and sown, receives the beginning of bearing, and through accomplishing travails brings forth into the light by the wisdom of the Creator the rational and fitting fruit of nature, according to the word, Increase and multiply, and fill the earth (Gen. 1:28), as God says. But her womb, neither opened beforehand nor sown, sprouted forth a fruit both supernatural and connatural, according to an unsevered union without blemish unto the heightening of the marvel, having remained in the sameness of virginity. She goes up therefore into the temple, she who is higher than the temple, clothed with a twofold glory, I mean of immaculate virginity and of ineffable childbearing, the blessing of the law, and the sanctification of grace. Wherefore the seer says: And the house was full of His glory; and seraphim stood round about Him; and one cried unto another, and they said: Holy, holy, holy, Lord Sabaoth; all the earth is full of His glory (Isa. 6:1-3). This very thing the blessed prophet Habakkuk also finely chanted in melody, saying: In the midst of two living creatures Thou shalt be known; when the years draw near Thou shalt be recognized; when the time is present Thou shalt be shown forth (Hab. 3:2). See for me clearly the exactness of the Spirit: He speaks of knowledge, recognition,
Notes, col. 356

On the reading

Printed ἐνέκραγεν, for ἐκέκραγεν.

PG 18:357Read from the page
ἀνάδειξιν, ἅτινα δηλοῖ, τὸ μὲν, Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ, τήν τε κατὰ νόμον ἐν τοῖς ἀδύτοις ὑπεράνωθεν τοῦ ἱλαστηρίου τῆς κιβωτοῦ μεταξὺ τῶν τυπικῶν χερουβὶμ ἐπισκίασιν τῆς θείας αὐτοῦ δόξης, ὥς φησι πρὸς Μωϋσῆν, Ἐντεῦθέν σοι γνωσθήσομαι, τήν τε καταντήσασαν τὰ νῦν διὰ τὴν κατὰ σάρκα πανύμνητον αὐτοῦ τοῦ Σωτῆρος θεοφάνειαν ἀγγελικὴν συνέλευσιν, εἰ καὶ πρὸς ἡμῶν ἀθεώρητος, καθὼς προδεδήλωκεν Ἡσαΐας· τὸ δὲ, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ, τὴν πανένδοξον, ὥς προείρηται, κατὰ σάρκα ἐπίγνωσιν τοῦ ἀοράτου Σωτῆρος ἡμῶν Θεοῦ, ὥς που φησὶν ὁ μέγας ἱερομύστης Παῦλος· Ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν. Τὸ δὲ ἐπαγόμενον, Ἐν τὸ (f. τῷ) παρεῖναι τὸν καιρὸν, ἀναδειχθήσῃ, ποίας ἂν καὶ δέοιτο ἀντιφράσεως τῷ εὔσκοπον πρὸς τὸ ἑορταζόμενον ἀπευθύνοντι τὸ ὄμμα; Ἀναδειχθήσῃ γὰρ, φησὶν, ὡς ἐπὶ πίνακι βασιλικῷ, ὑπὸ τῆς τεκούσης σε ἀχράντου μητρὸς ἐν τῷ ναῷ, ἐν τῇ τῆς σαρκώσεώς σου εὐπρεπείᾳ. Ταῦτα δὲ ἀνακεφαλαιούμενος ὁ προφήτης πρὸς τὸ σαφέστερον, ἀνακέκραγε λέγων· Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ.
showing forth; of which the first, In the midst of two living creatures Thou shalt be known, signifies both the overshadowing according to the law in the sanctuary above the mercy-seat of the ark between the typical cherubim of His divine glory, as He says to Moses, Thence will I be known to you (Exod. 25:22), and the angelic assembly that has now arrived on account of the all-hymned theophany according to the flesh of the Saviour Himself, even though unseen by us, just as Isaiah has declared beforehand; and the second, When the years draw near, Thou shalt be recognized, signifies the all-glorious recognition according to the flesh, as has been said before, of our invisible God and Saviour, as somewhere the great hierophant Paul says: But when the fulness of the time came, God sent forth His Son, born of a woman, born under the law, that He might redeem those under the law, that we might receive the adoption of sons (Gal. 4:4-5). And what is subjoined, In the (or, when the) time is present, Thou shalt be shown forth, what further explanation could it even need for one who directs a well-aimed eye towards what is being celebrated? For Thou shalt be shown forth, says he, as upon a royal platter, by the immaculate Mother who bore Thee in the temple, in the comeliness of Thine incarnation. And summing up these things for greater clearness, the prophet has cried aloud, saying: The Lord is in His holy temple; let all the earth stand in awe before His face (Hab. 2:20; Ps. 10:5; 95:9).
Εʹ. Φρικτὸν γὰρ ὄντως τὸ περὶ σὲ μυστήριον, Μῆτερ Παρθένε, καὶ νοητὲ θρόνε, δεδοξασμένε καὶ Θεοῦ ἐπάξιε. Προήγαγες γὰρ θαῦμα ἐπουρανίοις καὶ ἐπιγείοις ἐξαίσιον. Καὶ παράδειγμα τούτων καὶ ἀῤῥαγὴς ἔλεγχος· τὸ κατὰ τὸ καινὸν τῆς ὑπερφυοῦς σου λοχείας ἀγγέλους ἐπὶ γῆς ᾄδειν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία· τῷ τριπλασιασμῷ τῆς ᾠδῆς τὸν τριπλασιασμὸν τῆς ἁγιότητος εἰσαγαγόντες. Μακαρία σὺ ἐν γενεαῖς γυναικῶν, θεομακάριστε· ὅτι διὰ σοῦ ἐπληρώθη ἡ γῆ τῆς θείας δόξης τοῦ Θεοῦ, ὡς καὶ ἐν Ψαλμοῖς ᾄδεται· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ· γένοιτο, γένοιτο. Καὶ ἐπήρθη, φησὶ, τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον· ὃ σημαίνει τοῦ ναοῦ τὸ καταπέτασμα, τὸ συσκιάζον κατὰ πρόσωπον τῆς προτυπωσάσης σε κιβωτοῦ Διαθήκης, ἵνα μοι φανερωθῇ τἀληθὲς, καὶ διὰ τῶν προηγησαμένων τύπων τε καὶ ὑποδειγμάτων παιδαγωγηθῶ αἰδοῖ καὶ τρόμῳ τιμᾷν καὶ προσκυνεῖν τὸ περὶ σὲ μυστήριον, χαλιναγωγηθῶ τε αὖ διὰ τῆς νομικῆς σκιαγραφίας τῆς τολμηρᾶς καὶ ἀναιδοῦς ἀσκαρδαμύκτου ἀντοφθαλμῆσαι ἀντωπίας
Chapter V. For truly awesome is the mystery concerning you, O Mother Virgin, and spiritual throne, glorified and worthy of God. For you have brought forth a wonder extraordinary to heavenly and earthly beings. And a proof of these things and an unbreakable demonstration is that at the new manner of your supernatural childbirth angels sing upon earth: Glory to God in the highest, and on earth peace, good pleasure among men (Luke 2:14); by the threefold repetition of the song introducing the threefold repetition of holiness. Blessed are you among the generations of women, O divinely blessed one; because through you the earth has been filled with the divine glory of God, as is also sung in the Psalms: Blessed be the Lord the God of Israel, and all the earth shall be filled with His glory; so be it, so be it (Ps. 71:18-19). And the lintel was lifted up, says he, at the voice wherewith they cried (Isa. 6:4); which signifies the veil of the temple, overshadowing before the face of the ark of the Covenant that prefigured you, so that the truth might be manifested to me, and through the types and examples that went before I might be tutored to honour and worship with reverence and trembling the mystery concerning you, and might again be bridled through the legal shadowing-forth from bold and shameless unblinking gazing face to face
Notes, col. 357

On the reading

Printed ὥς, for ὡς.

Printed τὸ, for τῷ.