τὸν ἁμαρτίας ὑπάρχειν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἀπατῆσαί με, ἀπατήσας ἀπέκτεινε· τῷ, ᾟ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε, κατακρίματι ὑπεύθυνον γενέσθαι κατεργασάμενος. Ὥστε ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ τοῦ Θεοῦ ἁγία, καὶ δικαία, καὶ ἀγαθή· ὅτι μὴ ἐπὶ τὸ βλάψαι, ἀλλ' ἐπὶ τὸ σῶσαι ἐδόθη. Μὴ γὰρ οἰώμεθα ἀνωφελές τι ἢ βλαβερὸν ποιεῖν τὸν Θεόν. Τί οὖν; Τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος; ὁ τοῦ μεγίστου μοι ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ, νομοθέτημα ἐδόθη; Μὴ γένοιτο! Ὅτι μὴ ἡ ἐντολὴ τοῦ Θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ αἰτία, ἀλλ' ὁ διάβολος· ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν κατασκευάσας· ἵνα γένηται καὶ ἐλεγχθῇ καθ' ὑπερβολὴν ὁ εὑρετὴς τῆς ἁμαρτίας ἁμαρτωλός. Οἴδαμεν γὰρ, ὅτι ὁ νόμος ἐστὶ πνευματικός· διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί. Πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνηται τὰ πνευματικά. Ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. Οἷον· Ἐγὼ δὲ σάρκινος ὢν, καὶ ἐν μέσῳ τοῦ ἀγαθοῦ καὶ πονηροῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵνα ἐπ' ἐμοὶ ἑλέσθαι ὃ βούλομαι ᾖ. Τέθεικα γὰρ πρὸ προσώπου σου, φησὶ, τὴν ζωὴν καὶ τὸν θάνατον. Νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου· οἷα τῆς ἐντολῆς· ἐπακοῦσαι δὲ τοῦ ὑλικοῦ· οἷα τοῦ ὄφεως τῆς συμβουλίας· πέπραμαι διὰ τὴν τοιαύτην αἵρεσιν, πεσὼν ὑπὸ τὴν ἁμαρτίαν, τῷ διαβόλῳ. Ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν ἐνιζάνει καὶ ἐμπολιτεύεται εἰσοικίσθαι ἐν τῇ σαρκί μου, δίκης ἐντεθείσης μοι, τὴν ἐντολὴν ἀθετήσαντι, πραθῆναι τῷ κακῷ. Διὸ καὶ τὸ, Οὐ γινώσκω ὃ κατεργάζομαι· καὶ, Ποιῶ ὃ μισῶ, λεγόμενον· οὐκ ἐπὶ τοῦ δρᾶσαι τὸ φαῦλον παραληπτέον, ἀλλ' ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι. Οὐ γὰρ ἐφ' ἡμῖν τὸ ἐνθυμεῖσθαι, ἢ μὴ ἐνθυμεῖσθαι, κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. Κωλῦσαι μὲν γὰρ πίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, προσδεχομένων ἡμῶν ἔξωθεν εἰσπνεομένους· μὴ πεισθῆναι μέντοι, ἢ μὴ χρῆσθαι δυνάμεθα. Διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμηθῆναι παράκειται· τὸ δὲ κατεργάσασθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν, οὔ· ὅτι μὴ κεῖται τοῦτο ἐφ' ἡμῖν, ὡς ἔφην· ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ· Οὐ γὰρ ὃ θέλω, ποιῶ ἀγαθόν· θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με. Ἐπειδὴ τοῦτο τὸ ἀγαθὸν πανάμωμον. Καὶ τοῦτο μὲν, ὃ θέλω ἀγαθὸν, οὐ ποιῶ· ὃ δὲ μὴ θέλω, πράσσω κακόν· οὐ θέλων
sin, having taken an occasion through the commandment to deceive me into disobedience, when he had deceived me, slew me; having brought it about that I became subject to the condemnation, And in whatever day you eat of it, you shall die by death. So that the law indeed is holy, and the commandment of God is holy, and righteous, and good; because it was given not for harming, but for saving. For let us not suppose that God makes anything unprofitable or harmful. What then? Did that which is good become death to me? Was the ordinance given me which was to be the cause of the greatest good? May it not be! Because not the commandment of God became the cause of my being enslaved to corruption, but the devil, in order that he might be made manifest as having contrived evil through that which is good; in order that the inventor of sin might become and be convicted a sinner beyond measure. For we know that the law is spiritual; wherefore also it is in no way a cause of harm to anyone. For spiritual things dwell far from irrational desire and sin. But I am carnal, sold under sin. That is: Whereas I am carnal, and set in the midst of good and evil as one having free will, so that it may be in my power to choose what I wish. For I have set before thy face, says He, life and death. Having inclined towards disobeying the spiritual law—namely, the commandment—and obeying the material—namely, the counsel of the serpent—I have been sold on account of such a choice, having fallen under sin, to the devil. Whence from that time evil, having besieged me, settles in and establishes itself so as to make its abode in my flesh, a penalty having been laid upon me, who rejected the commandment, to be sold to evil. Wherefore also the saying, I do not know what I work, and, I do what I hate, must not be taken as referring to doing what is base, but only to pondering it. For it does not lie in our power to ponder or not to ponder absurd things, but to use or not to use the thoughts. For we cannot prevent thoughts from falling upon us, since we receive them breathed in from without; yet we are able not to be persuaded by them, or not to use them. Wherefore the willing not to ponder them is present with us; but to accomplish their obliteration, so that they may not come up again about our mind, is not; because this does not lie in our power, as I said; so that the sense of the saying is such as this: For not what I will, do I do that is good; for I will not to ponder the things that harm me, since this good is all-blameless. And this good indeed, which I will, I do not do; but what I do not will, evil do I practise; not willing