Migne Reading Room

PG 18 · cols. 280–289 · Read from the page

On the Resurrection (fragments)

On the Resurrection (fragments)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:280Read from the page
σιν, ἀλλὰ εἰς ὃ ἦν ἐξ ἀρχῆς πρὸ τοῦ ἐκπεσεῖν, ἀθάνατος ὤν. Χρὴ γὰρ ἐν τῷ ἰδίῳ τῆς ἕξεως αὐτῶν τόπῳ τῶν γεννητῶν ἕκαστον μένειν, ἵνα πάντα πάντων ὦσι πεπληρωμένα· οὐρανοὶ μὲν ἀγγέλων· θρόνοι δὲ ἐξουσιῶν· φῶτα δὲ λειτουργῶν· καὶ οἱ θειότεροι τόποι, καὶ τὰ ἀκράτητα καὶ ἀκραιφνῆ φῶτα τῶν σεραφὶμ, ἃ παρεστήκασι τῇ μεγάλῃ βουλῇ διακρατοῦντα τὸ πᾶν· ὁ δὲ κόσμος ἀνθρώπων. Ἐὰν δὲ μεταβάλλεσθαι δῶμεν τοὺς ἀνθρώπους εἰς ἀγγέλους, ὥρα μεταβάλλεσθαι λέγειν καὶ τοὺς ἀγγέλους εἰς ἐξουσίας, καὶ ταύτας εἰς ἄλλο καὶ ἄλλο, ἔστ' ἂν ὁ λόγος ἀναβὰς εἰς κίνδυνον ἐμπέσῃ.
nature, but into what he was from the beginning before he fell, being immortal. For each of the created beings must remain in the proper place of their state, so that all things may be filled with all: the heavens with angels; the thrones with powers; the lights with ministers; and the more divine places, and the uncontainable and pure lights, with the seraphim, who stand beside the great council upholding the universe; and the world with men. But if we grant that men are changed into angels, it is time to say that the angels also are changed into powers, and these into one thing after another, until the argument, mounting up, falls into danger.
ΙΑʹ. Ἀλλ' οὔτε ὡς φαῦλον τεκτηνάμενος ὁ Θεὸς τὸν ἄνθρωπον, ἢ διαμαρτήσας αὐτοῦ περὶ τὴν διάπλασιν, ἄγγελον αὐτὸν ὕστερον ἐπενόησε ποιῆσαι, μεταγνοὺς, ὥσπερ οἱ φαυλότατοι τῶν δημιουργῶν· οὔτε ἄγγελον κατ' ἀρχὰς θελήσας ποιῆσαι, καὶ μὴ δυνηθεὶς, ἄνθρωπον ἔπλασεν· ἀσθενὲς τοῦτο γάρ. Τί δήποτε οὖν τὸν ἄνθρωπον ἐποίει, καὶ οὐκ ἄγγελον, εἴγε ἄγγελον τὸν ἄνθρωπον, καὶ οὐκ ἄνθρωπον γενέσθαι ἠθέλησεν; Ὡς οὐ δυνάμενος; Βλάσφημον. Ἀλλ' ἀνεβάλλετο περὶ τοῦ κρείττονος τὸ χεῖρον ποιῶν; Καὶ τοῦτο ἄτοπον. Οὔτε γὰρ διασφάλλεται περὶ τὸ ποιεῖν τὸ καλὸν, οὔτε ἀναβάλλεται, οὔτε ἀδυνατεῖ· ἀλλὰ καὶ ὡς θέλει, καὶ ὅτε θέλει, τὸ δύνασθαι ἔχει, δύναμις ὤν. Οὐκοῦν εἶναι τὸν ἄνθρωπον ἄνθρωπον θέλων ἐξ ἀρχῆς ἔκτισεν. Εἰ δὲ θέλων· θέλει δὲ τὸ καλόν· καλὸν δὲ ὁ ἄνθρωπος· ἄνθρωπος δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος λέγεται συντεθέν· οὐκ ἔσται ἄρα ἐκτὸς σώματος ὁ ἄνθρωπος, ἀλλὰ μετὰ σώματος, ἵνα μὴ ἄλλος ἄνθρωπος παρὰ τὸν ἄνθρωπον γεννηθῇ. Δεῖ γὰρ τῷ Θεῷ τὰ ἀθάνατα γένη πάντα σώζεσθαι· ἀθάνατον δὲ ὁ ἄνθρωπος. Ἔκτισε γὰρ, φησὶν ἡ Σοφία, τὸν ἄνθρωπον ὁ Θεὸς ἐπὶ ἀφθαρσίᾳ, καὶ εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Οὐκ ἄρα ἀπόλλυται τὸ σῶμα· ὁ γὰρ ἄνθρωπος ἐκ ψυχῆς καὶ σώματος.
XI. Moreover, God neither, having fashioned man as something paltry or having erred concerning his moulding, afterwards devised to make him an angel, repenting like the poorest of craftsmen; nor, having wished at the beginning to make an angel and having been unable, did He mould man; for this is weak. Why ever, then, did He make man, and not an angel, if indeed He wished man to become an angel, and not man? As being unable? That is blasphemous. Or did He put off the better while making the worse? This too is absurd. For He neither errs regarding the doing of what is good, nor puts it off, nor is unable; but both as He wills and when He wills, He has the power, being power itself. Therefore, willing man to be man, He created him from the beginning. And if willing it—and He wills what is good, and man is good, and that which is compounded of soul and body is called man—man, therefore, will not be without a body, but with a body, lest another man beside man be produced. For all the immortal races must be preserved to God; and man is an immortal thing. For God created man, says Wisdom, for incorruption, and made him an image of His own eternity. The body, therefore, does not perish; for man consists of soul and body.
PG 18:281Read from the page
ΙΒʹ. Διὸ ἐπίστησον, ὡς ὁ Κύριος τὰ αὐτὰ ταῦτα διδάσκειν θέλων, μὴ πιστευόντων Σαδδουκαίων εἰς τὴν ἀνάστασιν τῆς σαρκός. Δόγμα γὰρ τοῦτο Σαδδουκαίων. Ὅθεν συσκευασάμενοι τὴν κατὰ τὴν γυναῖκα καὶ τοὺς ἑπτὰ ἀδελφοὺς παραβολὴν, ἵνα τὸν περὶ ἀναστάσεως τῆς σαρκὸς λόγον ἀπορήσωσι, Προσῆλθον αὐτῷ, φησὶ, καὶ Σαδδουκαῖοι, λέγοντες, ἀνάστασιν μὴ εἶναι. Ὁ οὖν Χριστὸς, εἰ μὴ ἦν ἀνάστασις σαρκὸς, ἀλλὰ μόνον ἐσώζετο ψυχὴ, συνέθετο ἂν αὐτοῖς, ὡς καλῶς καὶ ὀρθῶς φρονοῦσι. Νυνὶ δὲ ἀποκρίνεται, λέγων· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' ὡς ἄγγελοι ἐν οὐρανῷ εἰσιν· οὐ τῷ σάρκα μὴ ἔχειν, ἀλλὰ τῷ μὴ γαμεῖν καὶ γαμεῖσθαι, ἀλλὰ εἶναι λοιπὸν ἐν ἀφθαρσίᾳ. Καί φησιν, ἀγγέλοις κατὰ τοῦτο πλησιάζοντας, ἵνα ὥσπερ οἱ ἄγγελοι ἐν τῷ οὐρανῷ, οὕτω καὶ ἡμεῖς ἐν τῷ παραδείσῳ, μήτε γάμοις ἢ εἰλαπίναις ἔτι σχολάζοντες, ἀλλὰ τοῦ βλέπειν τὸν Θεὸν, καὶ γεωργεῖν τὴν ζωὴν, πρυτανεύοντος ἡμῖν τοῦ Χριστοῦ. Οὐ γὰρ εἶπεν, ἔσονται ἄγγελοι, ἀλλ' ὡς ἄγγελοι, οἷον δόξῃ μὲν καὶ τιμῇ, κατὰ τὸ γεγραμμένον, ἐστεφανωμένοι, βραχὺ δέ τι παρὰ τοὺς ἀγγέλους διαλλάσσοντες, καὶ ἐγγὺς ὄντες τοῦ εἶναι ἄγγελοι. Καθάπερ εἰ ἔλεγεν, οὔσης εὐταξίας κατὰ τὸν ἀέρα, καὶ γαλήνης νυκτὸς, καὶ πάντων τῷ τῆς σελήνης αἰθερίῳ φωτὶ κεκοσμημένων, ἡ σελήνη φαίνει ὡς ὁ ἥλιος. Καὶ οὐ πάντως ἂν ἥλιον εἶναι τὴν σελήνην ἀπομαρτυρεῖν αὐτὸν λέγομεν (f. λέγοιμεν), ἀλλ' ὡς ἥλιον. Ὥσπερ καὶ τὸ μὴ ὑπάρχον χρυσὸς, ἐγγὺς δὲ τοῦ εἶναι χρυσὸς πεφυκὸς, ὡς χρυσὸς λέγεται, καὶ οὐ χρυσός· εἰ δὲ ἦν χρυσὸς, οὐκ ἐλέγετο ἂν ὡς χρυσὸς, ἀλλὰ χρυσός. Ἐπεὶ δὲ μὴ ἔστι χρυσὸς, ἀλλὰ τοῦ εἶναι χρυσὸς, καὶ φαντάζεσθαι τὸν χρυσὸν, ὡς χρυσὸς λέγεται· οὕτω καὶ ὡς ἀγγέλους ἔσεσθαι λέγοντος τοὺς ἁγίους ἐν τῇ ἀναστάσει, οὐκ αὐτὸ τοῦτο ἀγγέλους αὐτὸν ἐπαγγέλλεσθαι ἀκούομεν τοὺς ἁγίους ἐν τῇ ἀναστάσει ἔσεσθαι, ἀλλὰ ἐγγὺς τοῦ εἶναι ἀγγέλους. Ὥστε ἀλογώτατον λέγειν· Ἐπειδὴ ὁ Χριστὸς ἀπεφήνατο τοὺς ἁγίους ὀφθῆναι ὡς ἀγγέλους ἐν τῇ ἀναστάσει, τὰ σώματα διὰ τοῦτο ταῦτα μὴ ἀνίστασθαι· καίτοι τῆς λέξεως αὐτὴν τὴν παράδειξιν δηλούσης σαφῶς τοῦ συμβαίνοντος. Ἀνάστασις γὰρ οὐκ ἐπὶ τοῦ μὴ πεπτωκότος, ἀλλ' ἐπὶ τοῦ πεπτωκότος λέγεται, καὶ ἀνισταμένου· ὥσπερ ὁπόταν λέγει καὶ ὁ προφήτης· Καὶ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν. Ἔπεσε δὲ ὀκλάσασα ἡ ποθητὴ σκηνὴ τῆς ψυχῆς εἰς γῆν χώματος. Οὐ γὰρ τὸ μὴ θνῆσκον, ἀλλὰ τὸ θνῆσκον κλίνεται. Θνήσκει δὲ ἡ σάρξ· ψυχὴ δὲ ἀθάνατος. Καὶ τοίνυν, εἰ ἡ ψυχὴ ἀθάνατος, σῶμα δὲ ὁ νεκρὸς, οἱ λέγοντες ἀνάστασιν μὲν εἶναι, σαρκὸς δὲ μὴ εἶναι, ἀρνοῦνται ἀνάστασιν· ὅτι μὴ τὸ ἑστὸς, ἀλλὰ τὸ πεπτωκὸς καὶ κλιθὲν διαν-
XII. Wherefore observe how the Lord wished to teach these very same things, when the Sadducees did not believe in the resurrection of the flesh. For this was the dogma of the Sadducees. Whence, having contrived the parable concerning the woman and the seven brothers, in order to bring into difficulty the doctrine concerning the resurrection of the flesh, There came to Him, it says, Sadducees also, saying that there is no resurrection. Christ, therefore, if there were no resurrection of the flesh, but the soul alone were saved, would have agreed with them, as thinking well and rightly. But as it is, He answers, saying: In the resurrection they neither marry, nor are given in marriage, but are as angels in heaven; not by not having flesh, but by not marrying and being given in marriage, but being henceforth in incorruption. And He says that in this respect they draw near to angels, so that just as the angels in heaven, so we also in paradise, no longer devoting ourselves to marriages or banquets, but to beholding God and cultivating life, with Christ presiding over us. For He did not say, they shall be angels, but as angels, as it were crowned with glory and honour, according as it is written, differing a little from the angels, and being near to being angels. Just as if one should say, when there is good order in the air, and calm at night, and all things are adorned with the ethereal light of the moon, the moon shines like the sun. And we do not at all say (or, would not say) that he bears witness that the moon is the sun, but like the sun. Just as also that which is not gold, but by nature is near to being gold, is spoken of as gold, and not gold; for if it were gold, it would not be spoken of as gold, but gold. Since, however, it is not gold, but near to being gold, and presents the appearance of gold, it is spoken of as gold; so also when He says that the saints in the resurrection will be as angels, we do not understand Him to promise that in the resurrection the saints will be this very thing, angels, but near to being angels. So that it is most irrational to say: Since Christ declared that the saints will appear as angels in the resurrection, therefore these bodies do not rise; even though the expression itself clearly shows the demonstration of what takes place. For resurrection is spoken of not regarding that which has not fallen, but regarding that which has fallen and rises again; just as when the prophet also says: And I will raise up the tabernacle of David that is fallen. And the desired tabernacle of the soul crouched down and fell into the earth of dust. For not that which does not die, but that which dies bows down. Now the flesh dies, whereas the soul is immortal. And therefore, if the soul is immortal, and the corpse is the body, those who say that there is indeed a resurrection, but not of the flesh, deny the resurrection; because not that which stands, but that which has fallen and bowed down rises
PG 18:284Read from the page
ίσταται, κατὰ τὸ γεγραμμένον· Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἀναστρέφει;
up again, according as it is written: Does he who falls not rise again, or he who turns away not return?
ΙΓʹ. Ἐπειδὴ μεθόριος τῆς ἀφθαρσίας ἐγένετο καὶ τῆς φθορᾶς ἡ σὰρξ, οὐκ οὖσα οὔτε φθορὰ οὔτε ἀφθαρσία, ἐκρατήθη δὲ διὰ τὴν ἡδονὴν ὑπὸ τῆς φθορᾶς, ποίημα τῆς ἀφθαρσίας καὶ κτῆμα ὑπάρχουσα· διὰ τοῦτο ἐγένετο φθαρτὴ καὶ εἰς γῆν ἐκλίθη χώματος. Καὶ ἐπεὶ οὖν ἐκρατήθη ὑπὸ τῆς φθορᾶς, καὶ θανάτῳ διὰ παρακοὴν παρεδόθη, εἰς νῖκος αὐτὴν ὁ Θεὸς τῇ φθορᾷ καθάπερ κληρονομίαν οὐ κατέλιπεν· ἀλλὰ πάλιν, διὰ τῆς ἀναστάσεως νικήσας τὸν θάνατον, παρέδωκε τῇ ἀφθαρσίᾳ, ἵνα μὴ κληρονομήσῃ ἡ φθορὰ τὴν ἀφθαρσίαν, ἀλλ' ἡ ἀφθαρσία τὸ φθαρτόν. Ἐπαποκρίνεται γοῦν ὁ Ἀπόστολος· Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν. Φθαρτὸν δὲ καὶ θνητὸν ἐνδυόμενον ἀθανασίαν τί ἄλλο ἂν εἴη παρὰ τὸ σπειρόμενον ἐν φθορᾷ καὶ ἀνιστάμενον ἐν ἀφθαρσίᾳ (ὅτι μὴ φθαρτή ἐστιν ἢ θνητὴ ἡ ψυχὴ ἀλλὰ τὸ θνητὸν τοῦτο καὶ φθειρόμενον σαρκίον); ἵνα, καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Ἡ γὰρ εἰκὼν τοῦ χοϊκοῦ ἣν ἐφορέσαμεν, τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐστίν· ἡ δὲ εἰκὼν τοῦ ἐπουρανίου ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀφθαρσία· ἵνα, Ὥσπερ ἠγέρθη ὁ Χριστὸς διὰ τῆς δόξης τοῦ Πατρὸς, οὕτως καὶ ἡμεῖς ἐν καινότητι ζωῆς περιπατήσωμεν. Εἰ δέ τις εἰκόνα μὲν χοϊκὴν τὴν σάρκα αὐτὴν οἴοιτο λέγεσθαι, εἰκόνα δὲ ἐπουράνιον ἄλλο παρὰ τὴν σάρκα σῶμα πνευματικόν· ἐνθυμηθήτω δὴ οὗτος πρότερον, ὅτι Χριστὸς, ὁ οὐράνιος ἄνθρωπος, τὸ αὐτὸ σχῆμα τῶν μελῶν, καὶ εἰκόνα καὶ σάρκα τὴν αὐτὴν τῇ ἡμετέρᾳ φορέσας ἐφάνη· δι' ἣν καὶ, ἄνθρωπος οὐκ ὢν, ἄνθρωπος ἐγένετο· ἵνα, καθάπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. Εἰ γὰρ, διὰ τὸ μὴ ἐλευθερῶσαι τὴν σάρκα καὶ ἀναστῆσαι, σάρκα ἐφόρεσεν, τί καὶ περισσῶς σάρκα ἐφόρει, ἣν οὔτε σῶσαι, οὔτε ἀναστῆσαι προῄρητο; Ἀλλ' οὐδὲν περισσῶς ποιεῖ ὁ Υἱὸς τοῦ Θεοῦ. Οὐκ ἄρα ἀνωφελῶς τὴν μορφὴν τοῦ δούλου ἀνέλαβεν, ἀλλὰ πρὸς τὸ ἀναστῆσαι καὶ σῶσαι. Ἀληθῶς γὰρ ἄνθρωπος ἐγένετο καὶ ἀπέθανε, καὶ οὐ τῷ δοκεῖν, ἀλλ' ἵνα ἀληθῶς πρωτότοκος ἀναφανῇ τῶν νεκρῶν, τὸν χοϊκὸν μεταβαλὼν εἰς οὐράνιον, καὶ τὸν θνητὸν εἰς ἀθάνατον. Ὁπόταν οὖν σάρκα ὁ Παῦλος καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι μὴ δύνασθαι λέγῃ, οὐχ ὡς ἐκ φαύλης τῆς σαρκὸς τὴν παλιγγενεσίαν ἀποφαίνεται, ἀλλ' ὡς διδάσκων οὐ κληρονομεῖσθαι βασιλείαν Θεοῦ, αἰώνιον ὑπάρχουσαν ζωὴν, ὑπὸ τοῦ σώματος, ἀλλὰ τὸ σῶμα ὑπὸ τῆς ζωῆς. Εἰ γὰρ ἐκληρονομεῖτο ἡ βασιλεία τοῦ Θεοῦ ὑπὸ τοῦ σώματος, ζωὴ ὑπάρχουσα, συνέβαινεν ἂν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς καταπίνεσθαι. Νῦν δὲ τὸ
XIII. Since the flesh was made on the border between incorruption and corruption, being neither corruption nor incorruption, and was overcome by corruption through pleasure, though it was the work and possession of incorruption, on this account it became corruptible and was bowed down into the earth of dust. And since, then, it was overcome by corruption, and was delivered over to death through disobedience, God did not leave it forever to corruption as an inheritance; but again, having conquered death through the resurrection, He delivered it over to incorruption, lest corruption should inherit incorruption, but rather incorruption that which is corruptible. Accordingly the Apostle answers: For this corruptible must put on incorruption, and this mortal must put on immortality. Now what else could the corruptible and mortal putting on immortality be than that which is sown in corruption and raised in incorruption (because the soul is not corruptible or mortal, but this mortal and perishing little flesh)? so that, just as we have borne the image of the man of dust, we may bear also the image of the heavenly. For the image of the man of dust which we have borne is this: Earth thou art, and unto earth shalt thou depart; whereas the image of the heavenly is the resurrection from the dead and incorruption; so that, Just as Christ was raised through the glory of the Father, so we also might walk in newness of life. And if anyone should suppose that the flesh itself is called the image of dust, while the heavenly image is another spiritual body beside the flesh, let such a one consider first that Christ, the heavenly man, appeared wearing the same form of limbs and the same image and flesh as ours; on account of which also, though not being man, He became man; so that, just as in Adam all die, so also in Christ shall all be made alive. For if He wore flesh in order not to set the flesh free and raise it up, why did He even superfluously wear flesh, which He purposed neither to save nor to raise up? But the Son of God does nothing superfluously. Not unprofitably, therefore, did He take up the form of the servant, but in order to raise and save it. For He truly became man and died, and not in appearance, but in order that He might truly be shown forth as the firstborn of the dead, changing the man of dust into a heavenly one, and the mortal into an immortal. Whenever, therefore, Paul says that flesh and blood cannot inherit the kingdom of God, he does not declare the regeneration of the flesh to be something paltry, but as teaching that the kingdom of God, which is eternal life, is not inherited by the body, but the body by life. For if the kingdom of God, being life, were inherited by the body, it would happen that life would be swallowed up by corruption. But as it is,
PG 18:285Read from the page
θνῆσκον ἡ ζωὴ κληρονομεῖ· ἵνα εἰς νῖκος ὁ θάνατος καταποθῇ ὑπὸ τῆς ζωῆς, καὶ τὸ φθαρτὸν τῆς ἀφθαρσίας κτῆμα καὶ τῆς ἀθανασίας φανῇ, ἄφετον μὲν καὶ ἐλεύθερον θανάτου γενόμενον καὶ ἁμαρτίας, δοῦλον δὲ καὶ ὑπήκοον ἀθανασίας· ὅπως τῆς ἀφθαρσίας εἴη τὸ σῶμα κτῆμα, καὶ μὴ τοῦ σώματος ἡ ἀφθαρσία.
life inherits that which dies; so that death may be swallowed up in victory by life, and the corruptible may be shown to be the possession of incorruption and of immortality, having become released and free from death and sin, and a servant and subject of immortality; in order that the body may be the possession of incorruption, and not incorruption the possession of the body.
ΙΔʹ. Εἰ ἐκ τοιαύτης σταγόνος βραχείας καὶ μηδέπω οὔσης τὸ σύνολον, μηδὲ ἐν ὑγρασίᾳ τοιαύτῃ καὶ συνοχῇ καὶ πυγμῷ, ἐκ τοῦ μηδενὸς ἄνθρωπος γίνεται, πῶς οὐχὶ μᾶλλον ἐκ τοῦ ἤδη ὑπάρξαντος ἀνθρώπου ἄνθρωπος ἔσται αὖθις ὁ ἄνθρωπος; Οὐ γὰρ οὕτω μετὰ τὸ ἤδη γεγενημένον καὶ διαλυθὲν ποιῆσαι πάλιν, ὡς μηδέπω γεγενημένον ἐκ τοῦ μὴ ὄντος κατασκευάσαι. Ἐὰν οὖν ἐθελήσωμεν δεῖξαι τὴν γονὴν τὴν ἀπὸ τοῦ ἄῤῥενος ἀποκρινομένην, παραγάγωμεν δὲ, αὐτὸ καθ' ἑαυτὸ, καὶ τεθνηκότος σῶμα· ποῖον πιστεύσουσιν ἡμῖν οἱ θεωροὶ, εἰς τὸ φανερὸν ἑκατέρων κειμένων, ἔσεσθαι ἄνθρωπον; ἆρα τὴν σταγόνα ἐκείνην τὴν ὅλως οὐδὲν ὑπάρχουσαν, ἢ τὸν ἤδη σχῆμα καὶ μέγεθος καὶ ὑπόστασιν ἔχοντα; Εἰ γὰρ ἐκεῖνο τὸ ὅλως οὐδὲν, μόνον ἐθελήσαντος Θεοῦ, πάλιν τὸ αὐτὸ ἄνθρωπος γίνεται, πολλῷ μᾶλλον τὸ ἤδη ὑπάρχον καὶ τετελειωμένον, ἐθελήσαντος τοῦ Θεοῦ, τὸ αὐτὸ πάλιν ἄνθρωπος γενέσθαι. Ἐπεὶ τί βουλόμενος ὁ θεολόγος Μωϋσῆς, τὴν κατὰ τὴν σκηνοπηγίαν ἑορτὴν ἐν τῷ Λευϊτικῷ μυστικῶς εἰσηγήσατο; Ἆρα γὰρ ἵνα οὕτως ἑορτάσωμεν τῷ Θεῷ, καθάπερ ἐξηγοῦνται χυδαιότερον οἱ Ἰουδαῖοι νοοῦντες τὰς Γραφάς; ὡς τοῦ Θεοῦ σκηναῖς τοιαύταις ἐκ καρπῶν, καὶ κλάδων καὶ φύλλων κατεσκευασμέναις ἀρεσκομένου, ἃ εὐθέως μαραίνονται τὴν χλόην ἀποσυλώμενα. Οὐκ ἔστιν εἰπεῖν. Τίνος μὲν ἡ Σκηνοπηγία, φράσατε; εἰσήχθη μήνυμα τῆς ἀληθινῆς ἡμῶν ταύτης σκηνῆς, ἣν καταπεσοῦσαν εἰς φθορὰν διὰ τὴν παράβασιν, καὶ λελυμένην τῇ ἁμαρτίᾳ, αὖθις συμπήξασαν ἀνώλεθρον ἀναστήσειν ὁ Θεὸς ἀπηγγείλατο (f. ἐπ-)· ὅπως ἑορτάσωμεν αὐτῷ ἀληθῶς τὴν μεγάλην ἑορτὴν καὶ πολυθρύλλητον τῆς Σκηνοπηγίας ἐν τῇ ἀναστάσει· ὁπότε συμπηγνύμενα ἡμῶν εἰς κατακόσμησιν τῆς ἀθανασίας καὶ συμφωνίας τὰ σκηνώματα, ἐκ τοῦ χοὸς ἄφθαρτα ἀνίστανται· ὁπότε ἀκούσουσι τὰ ὀστᾶ τὰ ξηρὰ κατὰ τὴν ἀψευδεστάτην προφητείαν, προσαγόμενα πρὸς τὰς ἁρμονίας αὐτῶν, ὑπὸ τοῦ ζωοπλάστου Θεοῦ καὶ ἀριστοτέχνου ἀνακαινοποιοῦντος αὖθις τὴν σάρκα καὶ συμμιγνύντος, οὐ τοιούτοις ἔτι δεσμοῖς, οἷς καὶ πρῶτον συνείχετο, ἀλλ' ἀκηράτοις πάμπαν λοιπὸν καὶ ἀλύτοις. Ἐθεασάμην γὰρ ἐν Ὀλύμπῳ ἐγὼ (ὄρος δέ ἐστι τῆς Λυκίας) πῦρ αὐτομάτως κατὰ τὴν ἀκρώρειαν τοῦ ὄρους κάτωθεν ἐκ τῆς γῆς ἀναδιδόμενον· περὶ ὃ πῦρ ἄγνου φυτὸν ἑστὸς, οὕτω μὲν
XIV. If from such a tiny drop, not yet existing at all, nor even in such moisture and compression and smallness, a man comes into being out of nothing, how much more out of the man who has already existed will the man again be a man? For it is not so hard to make again after what has already come into being and been dissolved, as to fashion out of what is not that which has never yet come into being. If, then, we should wish to show the seed secreted from the male, and should also bring forward, by itself, the body of one who has died, when both are laid out in the open, which of the two will the onlookers believe us will become a man? That drop which is nothing at all, or him who already has form and size and substance? For if that which is nothing at all, solely because God has willed it, becomes again the very same thing, a man, much more must that which already exists and has been perfected, when God has willed it, become again the very same thing, a man. Otherwise with what purpose did the theologian Moses mystically introduce the feast of Tabernacles in Leviticus? Was it so that we should thus keep festival to God, just as the Jews, understanding the Scriptures more crudely, explain it—as though God were pleased with such tabernacles constructed of fruits and branches and leaves, which straightway wither when stripped of their verdure? One cannot say so. Of what, then, tell me, is the Feast of Tabernacles? It was introduced as an announcement of this true tabernacle of ours, which, having fallen down into corruption through transgression and been dissolved by sin, God proclaimed (or, promised) that He would join together again and raise up indestructible; in order that we may truly keep to Him the great and far-famed feast of Tabernacles in the resurrection, when our tabernacles, joined together for the adornment of immortality and harmony, rise up incorruptible from the dust; when the dry bones shall hear, according to the most unerring prophecy, being brought together to their joints by God the life-moulder and supreme craftsman, renewing the flesh again and uniting it, no longer with such bonds as those with which it was held together at first, but henceforth with altogether unaging and indissoluble ones. For on Olympus (and it is a mountain of Lycia) I myself beheld fire coming up of its own accord on the summit of the mountain from beneath out of the earth; around which fire a plant of the chaste-tree standing, is on the one hand so
PG 18:288Read from the page
εὐθαλὲς καὶ χλοερὸν, οὕτω δὲ σύσκιον, ὡς ὑποτοπῆσαι ὕδωρ μᾶλλον ἀένναον αὐτὸ βεβλαστηκέναι. Δι' ἣν αἰτίαν οὖν, εἰ φύσεις εἰσὶ φθαρτῶν, καὶ ὑπὸ πυρὸς καταναλισκομένων σωμάτων, καὶ ἀδύνατον ἄκαυστα διαμεῖναι τὰ ἅπαξ φύσεως ὑπάρχοντα τῆς καυστικῆς· οὐ μόνον οὐ καταφλέγεται τὸ φυτὸν τοῦτο, ἀλλ' ἀκμαιότερον μᾶλλον ὑπάρχει καὶ χλοηρότερον, ὃ τῇ φύσει ἐστὶ καυστὸν, καὶ ταῦτα περὶ αὐτὰς αὐτοῦ τὰς ῥίζας τοῦ πυρὸς ἐντυφομένου. Κλάδους γοῦν ἐγὼ δένδρων ἐκ τῆς παρακειμένης ὕλης ἔῤῥιψα καθ' ὃν ἀνερεύγεται τὸ πῦρ τόπον, καὶ εὐθέως εἰς φλόγα ἀρθέντες ἐτεφρώθησαν. Φράσατε οὖν δὴ, δι' ἣν αἰτίαν τὸ μὴ ὑποφέρον μηδὲ τὴν ἐξ ἡλίου δέξασθαι ἔκκαυσιν, ἀλλὰ ξηραινόμενον ἐὰν μὴ ἀρδευθῇ βραχὲν, τοσούτῳ πυρὸς φλογμῷ συνεχόμενον οὐ καταναλίσκεται, ἀλλὰ ζῇ τε καὶ θάλλει; Τί οὖν βούλεται τὸ παράδοξον; Δεῖγμα τοῦτο τῆς μελλούσης ὁ Θεὸς ἡμέρας καὶ προοίμιον ἔθετο, ἵνα γινώσκωμεν εὐδηλότερον, ὅτι, πάντων πυρὶ καταβασίῳ κατομβρουμένων, τὰ ἐν ἁγνείᾳ σώματα καὶ δικαιοσύνῃ διαπρέψαντα, καθάπερ ψυχρῷ ὕδατι τῷ πυρὶ οὐδὲν ἀλγυνόμενα, πρὸς αὐτοῦ ἐπιβήσονται. Ἀληθῶς γὰρ, ὦ μεγαλωφελῆ καὶ μεγαλόδωρε Δέσποτα, ἡ κτίσις σοι τῷ ποιήσαντι ὑπηρετοῦσα, ἐπιτείνεται εἰς κόλασιν κατὰ τῶν ἀδίκων· καὶ ἀνίεται εἰς εὐεργεσίαν ὑπὲρ τῶν ἐπὶ σοὶ πεποιθότων· καὶ θέλοντός σου, πῦρ μὲν καταψύχει, λυμαινόμενον οὐδὲν ὧν αὐτὸς κρίνεις διασώζεσθαι· ὕδωρ καὶ ἔμπαλιν δριμυτέραις καταφλέγει πυρὸς προσβολαῖς· καὶ οὐδὲν ἀντιτάσσεταί σου τῷ ἀνικήτῳ κράτει, καὶ τῇ σῇ ἰσχύϊ. Πάντα γὰρ ἔκτισας ἐξ οὐκ ὄντων· διὸ καὶ πάντα μεταλλεύεις, σὰ ὑπάρχοντα, καὶ μετασκευάζεις, μόνος ὑπάρχων Θεὸς, ὡς θέλεις.
flourishing and green, and on the other hand so shady, that one would suppose rather that an ever-flowing water had made it sprout. For what reason, then, if there are natures of corruptible bodies consumed by fire, and it is impossible for things that once belong to a combustible nature to remain unburned, is this plant not only not burned up, but is rather more vigorous and greener, though by nature it is combustible, and that too while the fire smoulders around its very roots? At any rate, I myself threw branches of trees from the adjacent wood into the place where the fire belches forth, and straightway, caught up into flame, they were reduced to ashes. Tell me, then, for what reason that which cannot endure even to receive the scorching heat from the sun, but withers unless it is watered and moistened, when encompassed by so great a blaze of fire is not consumed, but lives and flourishes? What, then, does this marvel mean? God has set this as a token and prelude of the coming day, so that we may know more clearly that, when all things are rained upon with descending fire, the bodies that have shone forth in chastity and righteousness, suffering no pain at all from the fire just as if in cold water, shall tread upon it. For truly, O most beneficent and munificent Sovereign, creation, serving Thee Who made it, exerts itself for punishment against the unrighteous, and relaxes for kindness on behalf of those who trust in Thee; and when Thou willest, fire cools, harming nothing of what Thou Thyself judgest to be preserved, and water conversely burns up with assaults fiercer than fire; and nothing resists Thine invincible might and Thy strength. For Thou didst create all things out of nothing; wherefore also Thou transformest all things, since they are Thine, and refashionest them, Who alone art God, as Thou willest.
ΙΕʹ. Ὁ γοῦν Ἀπόστολος, τὸ φυτεύεσθαι καὶ ποτίζεσθαι τέχνῃ καὶ γῇ καὶ ὕδατι δοὺς, τῷ Θεῷ τὸ αὐξάνειν συνεχώρησε μόνῳ· ἔνθα, οὔτε ὁ φυτεύων οὔτε ὁ ποτίζων ἐστί τι, ἀλλ' ὁ αὐξάνων Θεὸς, ἔφη. Ἠπίστατο γὰρ πάντα γεννῶσαν τὴν πρωτόγονον σοφίαν τοῦ Θεοῦ, καὶ πάντων τεχνίτιδα, πάντα εἰς τὸν κόσμον προφέρειν· ἣν γὰρ παλαιοὶ ἄνδρες φύσιν ἐκάλεσαν καὶ πρόνοιαν, παρὰ τὸ φύειν αὐτὴν ἅπαντα καὶ αὔξειν, προνοουμένην ἀεὶ καὶ φροντίζουσαν· Ὁ γὰρ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, φησὶ, κἀγὼ ἐργάζομαι. Ὅθεν διὰ ταῦτα δὴ καὶ ὁ Σολομῶν ἁπάντων αὐτὴν τεχνίτιδα ἐκάλεσεν· εἰς οὐδὲν πτωχεύοντος τοῦ Θεοῦ, ἀλλὰ πλουσίως πάντα καὶ κτίζειν, καὶ ποιεῖν, καὶ ποικίλλειν, καὶ αὔξειν δυναμένου.
XV. Accordingly the Apostle, having assigned planting and watering to art and earth and water, conceded giving growth to God alone; where he said: Neither he who plants is anything, nor he who waters, but God Who gives the growth. For he knew that the firstborn wisdom of God, begetting all things and the artificer of all things, brings forth all things into the world; which the men of old called nature and providence, from its making all things spring up and grow, ever providing and taking care; For My Father works until now, He says, and I work. Whence on this account Solomon also called her the artificer of all things; since God is impoverished in nothing, but is able richly to create, and to make, and to diversify, and to give growth to all things.
PG 18:289Read from the page
Ιςʹ. Τὰ πάντα δημιουργων ὁ Θεὸς, καὶ πάντων φροντίζων καὶ προνοούμενος· λαβὼν χοῦν ἀπὸ τῆς γῆς, τὸν ἔξωθεν ἡμῶν ἔπλασεν ἄνθρωπον.
XVI. God, fashioning all things, and caring and providing for all things, having taken dust from the earth, moulded our outer man.
Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου Πατάρων περὶ ἀναστάσεως λόγος βʹ.
Of Saint Methodius, bishop of Patara, Discourse II on the Resurrection.
Αὐτίκα γοῦν, τῶν τῇδε βασιλέων αἱ εἰκόνες, κἂν μὴ ἀπὸ τῆς πολὺ τιμιωτέρας [ὕλης] χρυσοῦ τε καὶ ἀργύρου ὦσι κατεσκευασμέναι, τιμὴν ἔχουσι πρὸς ἁπάντων. Οὐ γὰρ, τὰς μὲν ἀπὸ τῆς πολὺ τιμιωτέρας ὕλης θεραπεύοντες οἱ ἄνθρωποι, ἐξολιγωροῦσι τῶν ἐξ ἀτιμιωτέρας· ἀλλὰ πᾶσαν ἐπὶ γῆς τιμῶσιν, εἰ καὶ ἀπὸ γύψου ἢ χαλκοῦ ὑπάρχουσι. Καὶ ὁ δυσφημήσας εἰς ὁποτέραν, οὔτε ὡς εἰς πηλὸν, ἀφίεται, οὔτε ὡς χρυσὸν ἐξευτελίσας, κρίνεται, ἀλλ' ὡς εἰς αὐτὸν ἀσεβήσας τὸν βασιλέα καὶ κύριον. Τὰς μὲν ἀπὸ χρυσοῦ κατεσκευασμένας εἰκόνας τῶν αὐτοῦ ἀγγέλων, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, εἰς τιμὴν καὶ δόξαν αὐτοῦ ποιοῦμεν.
For instance, the images of the kings here on earth, even if they are not constructed from the much more precious [material] of gold and silver, receive honour from all. For men do not, while paying court to those made from the much more precious material, slight those made from a less precious one; but they honour every image on earth, even if it be of plaster or bronze. And he who has spoken evil against either is neither let go as having spoken against clay, nor judged as having disparaged gold, but as having acted impiously against the king and lord himself. The images constructed of gold of His angels, the principalities and the powers, we make to His honour and glory.
Τοῦ ἁγίου Μεθοδίου ἐκ τοῦ περὶ ἀναστάσεως λόγου.
Of Saint Methodius, from the discourse on the Resurrection.
Αʹ. Ἀνεγνώσθη τοῦ ἁγίου Μεθοδίου, ἐπισκόπου καὶ μάρτυρος, ἐκ τοῦ Περὶ ἀναστάσεως λόγου, οὗ ἡ ἐκλογὴ τὰ ὑποκείμενα λέγει. Ὅτι οὐ δεσμόν φησι τὸ σῶμα τῆς ψυχῆς εἶναι, ὡς Ὠριγένης ᾤετο, οὐδὲ
I. There was read from the discourse On the Resurrection of Saint Methodius, bishop and martyr, the extract of which says the following. That he says the body is not a bond of the soul, as Origen supposed, nor
Notes, col. 289

On the reading

Printed δημιουργων, for δημιουργῶν.