Migne Reading Room

PG 18 · cols. 268–277 · Read from the page

On the Resurrection (fragments)

On the Resurrection (fragments)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:268Read from the page
γεται κακόν. Βαρυτάτη δὲ βλάβη τὸ παρακοῦσαι Θεοῦ, τοὺς ὅρους τῆς κατὰ τὸ αὐτεξούσιον ὑπερβάντα δικαιοσύνης.
called evil. And it is a most grievous harm to disobey God, transgressing the bounds of the righteousness that accords with free will.
Βʹ. Προηπόρηται δὲ ἤδη, καὶ ἀπεδείχθη, τοὺς δερματίνους χιτῶνας μὴ εἶναι τὰ σώματα. Ὅμως δὲ καὶ πάλιν (οὐ γὰρ ἅπαξ ῥητέον) φράσωμεν. Αὐτὸς πρὸ τῆς κατασκευῆς αὐτῶν ὁ πρωτόπλαστος ὁμολογεῖ καὶ ὀστᾶ ἔχειν καὶ σάρκας, ὁπότε δὴ τὴν γυναῖκα αὐτῷ προσαχθεῖσαν θεασάμενος, Τοῦτο νῦν ὀστοῦν, ἐφώνησεν, ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου· καὶ πάλιν· Αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ, καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Οὐ γὰρ δὴ ἀνέξομαι φληναφούντων τινῶν, καὶ βιαζομένων ἀπηρυθριασμένως τὴν Γραφὴν, ἵνα αὐτοῖς δίχα σαρκὸς εἶναι προχωρήσῃ ἡ ἀνάστασις, ὀστᾶ νοητὰ, καὶ σάρκας νοητὰς ὑποτιθεμένων, καὶ ἄλλοτε ἄλλως ἄνω καὶ κάτω μεταβαλλομένων ἀλληγορίαις. Καὶ ταῦτα οὕτως, ὡς γέγραπται, παραλαμβάνεσθαι, κρατύνοντος τοῦ Χριστοῦ τὴν Γραφὴν, ἔνθα πυνθανομένοις τοῖς Φαρισαίοις περὶ χωρισμοῦ γυναικὸς ἀποκρίνεται· Οὐκ ἀνέγνωτε, ὅτι ἀπ' ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; Καὶ εἶπεν· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα, καὶ τὰ ἑξῆς.
II. Now the question has already been raised beforehand, and it has been demonstrated, that the coats of skins are not the bodies. Nevertheless, let us state it once again (for it must not be said once only). The first-formed man himself, before the fashioning of them, confesses that he has both bones and flesh, when, upon beholding the woman brought to him, he cried out: This is now bone of my bones, and flesh of my flesh; and again: She shall be called woman, because she was taken out of her husband. For this cause a man shall leave his father and his mother, and shall cleave unto his wife; and they two shall be one flesh. For indeed I will not endure certain men talking nonsense and shamelessly forcing the Scripture, in order that the resurrection may proceed for them as being without flesh, supposing intelligible bones and intelligible flesh, and twisting themselves up and down, now one way and now another, by allegories. And that these things are taken thus, as it is written, Christ confirms the Scripture, where to the Pharisees inquiring concerning the divorcing of a wife He answers: Have you not read, that from the beginning He Who created them made them male and female? And said: For this cause a man shall leave his father, and so forth.
Γʹ. Ἄτοπον δὲ κἀκεῖνο προφανῶς, τὸ οἴεσθαι τὸ σῶμα ἐν τῇ εἰς αἰῶνας διαγωγῇ μὴ συνέσεσθαι τῇ ψυχῇ, διὰ τὸ δεσμὸν αὐτὸ καὶ πέδας εἶναι· ἵνα μὴ αἰώνιοι γενώμεθα κατάκριτοι δεσμῶται, κατ' αὐτοὺς, φθορᾶς ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς ἐσόμενοι. Λελυμένου γὰρ ἱκανῶς, καὶ ἐξελεγχθέντος τοῦ λόγου, ἐν ᾧ δεσμὸν τῆς ψυχῆς ὡρίζοντο εἶναι τὴν σάρκα, λέλυται καὶ τὸ, ἵνα μὴ δεσμῶται ἐν τῇ βασιλείᾳ τοῦ φωτὸς, εἰ ἀπολάβωμεν αὐτὴν, ἐσόμεθα, διὰ τοῦτο οὐκ ἀναστήσεται.
III. And that too is manifestly absurd, to suppose that in the life for the ages the body will not be with the soul, on account of its being a bond and fetters; lest, according to them, we become eternal condemned prisoners of corruption when we shall be in the kingdom of light. For now that the argument in which they defined the flesh to be a bond of the soul has been sufficiently dissolved and refuted, the argument also is dissolved that, lest we be prisoners in the kingdom of light if we receive it back, on this account it will not rise again.
Δʹ. Ἵνα τοίνυν μὴ ᾖ κακὸν ἀθάνατον ὁ ἄνθρωπος, ἢ ἀείζωον, ἔχων ἐν ἑαυτῷ τὴν ἁμαρτίαν κρατιστεύουσαν, ἅτε ἐν ἀθανάτῳ βλαστήσασαν σώματι, καὶ ἀθάνατον ἔχουσαν τροφὴν, ὁ Θεὸς αὐτὸν διὰ τοῦτο θνητὸν ἀπεφήνατο νεκρότητι περιβαλών. Τοῦτο γὰρ οἱ δερμάτινοι χιτῶνες ἐβούλοντο, ἵνα δὴ διὰ τῆς ἀναλύσεως τοῦ σώματος ἡ ἁμαρτία κάτωθεν αὐτόπρεμνος πᾶσα διαφθαρῇ, ὡς μηδὲ κἂν
IV. In order, therefore, that man might not be an immortal or ever-living evil, having sin prevailing within himself, as having sprouted in an immortal body and having immortal nourishment, on this account God rendered him mortal, clothing him with deadness. For this is what the coats of skins meant, so that through the dissolution of the body sin might be wholly destroyed from below, root and all, so that not even
PG 18:269Read from the page
βραχύτατον ῥίζης ἐαθῆναι μέρος, ἀφ' οὗ νέαι βλάσται πάλιν ἁμαρτημάτων ἀναβλύζωνται.
the smallest part of a root should be left, from which new shoots of sins might again spring up.
Εʹ. Καθάπερ γὰρ ἐν οἰκοδομήμασι ναῶν καλοῖς συκῆ γεννηθεῖσα, καὶ εἰς ἔκστασιν καὶ μέγεθος εὐτραφήσασα, καὶ ἐπὶ πάσας τὰς ἁρμονίας πολυκλημάτοις ῥίζαις τῶν λίθων κεχυμένη, οὐ πρότερον τοῦ φύειν στέλλεται, ἕως πᾶσα ἀποσπασθῇ, λυθέντων τῶν καθ' οὓς ἐβλάστησε τόπους τῶν λίθων· δυνατὸν γὰρ εἰς τοὺς ἑαυτῶν ἐναρμοσθῆναι τόπους τοὺς λίθους, τῆς συκῆς ἀφῃρημένης, ὅπως ὁ μὲν ναὸς σώζηται, μηδὲν τῶν ἀφανιζόντων αὐτὸν κακῶν ἐν ἑαυτῷ μηκέτι φέρων, ἡ δὲ συκῆ προθέλυμνος ἀποσπασθεῖσα ἀποθάνῃ· κατὰ ταῦτα καὶ ὁ Θεὸς ὁ τεχνίτης τὸν ἑαυτοῦ νεὼ, τὸν ἄνθρωπον, δίκην ἀγρίας συκῆς, τὴν ἁμαρτίαν βλαστήσαντα, διεκώλυσε θανάτου προσκαίροις προσβολαῖς· ἀποκτείνων, κατὰ τὸ γεγραμμένον, καὶ ζωοποιῶν· ἵνα πάλιν τῶν αὐτῶν ἡ σὰρξ μερῶν, μετὰ τὸ ξηρανθῆναι καὶ ἀποθανεῖν τὸ ἁμάρτημα, δίκην ἀνακαινοποιηθέντος ναοῦ, ἀθάνατος καὶ ἀπήμων ἐγερθῇ, τελέως ἐκ βάθρων ἀπολομένης τῆς ἁμαρτίας. Ζῶντος γὰρ ἔτι τοῦ σώματος, πρὸ τοῦ τεθνήξασθαι, συζῆν ἀνάγκη καὶ τὴν ἁμαρτίαν, ἔνδον τὰς ῥίζας αὐτῆς ἐν ἡμῖν ἀποκρύπτουσαν, εἰ καὶ ἔξωθεν τομαῖς ταῖς ἀπὸ τῶν σωφρονισμῶν, καὶ τῶν νουθετήσεων ἀνεστέλλετο. Ἐπεὶ οὖν οὐκ ἂν μετὰ τὸ φωτισθῆναι συνέβαινεν ἀδικεῖν, ἅτε παντάπασιν εἰλικρινῶς ἀφῃρημένης ἀφ' ἡμῶν τῆς ἁμαρτίας. Νῦν δὲ καὶ μετὰ τὸ πιστεῦσαι, καὶ ἐπὶ τὸ ὕδωρ ἐλθεῖν τοῦ ἁγιασμοῦ, πολλάκις ἐν ἁμαρτίαις ὄντες εὑρισκόμεθα. Οὐδεὶς γὰρ οὕτως ἁμαρτίας ἐκτὸς εἶναι καυχήσεται, ὡς μηδὲ κἂν ἐνθυμηθῆναι τὸ σύνολον ὅλως τὴν ἀδικίαν. Ὥστε συμβέβηκε συστέλλεσθαι μὲν, καὶ κατευνάζεσθαι τῇ πίστει νῦν τὴν ἁμαρτίαν, εἰς τὸ μὴ φύσαι καρποὺς βλαβοποιοὺς, οὐ μὴν ἀνασπασθῆναι καὶ τῶν ῥιζῶν ἄχρις. Νῦν μὲν ἐνταῦθα τὰς βλάστας αὐτῆς, οἷον τὰς ἐνθυμήσεις τὰς πονηρὰς, συστέλλομεν, μή τις ῥίζα πικρίας ἄνω φύουσα ἐνοχλήσῃ, μὴ ἐῶντες ἀναμύειν, καὶ διοίγνυσθαι τὰ μεμυκότα στόμια πρὸς τὰς ἐκφύσεις· τοῦ λόγου δίκην ἀξίνης πρὸς τὰς ῥίζας αὐτῆς τὰς κάτω φυομένας τέμνοντος. Τότε καὶ τὸ ὅλως ἐνθυμηθήσεσθαι περὶ κακίας ἀφανισθήσεται.
V. For just as a fig tree that has sprung up in fair buildings of temples, and has grown thrivingly to an astonishing size, and has spread with many-branched roots over all the joints of the stones, does not cease from growing until it is wholly torn away, when the stones in the places where it sprouted have been loosened; for once the fig tree has been taken away, it is possible for the stones to be fitted back into their own places, so that the temple is preserved, no longer bearing within itself any of the evils that were destroying it, while the fig tree, torn away by the roots, dies; in the same way God the Artificer also checked His own temple, man, when like a wild fig tree he had sprouted sin, by temporary assaults of death, killing, according as it is written, and making alive; in order that the flesh, from the same parts again, after the sin has withered and died, like a temple renewed, may be raised immortal and unharmed, once sin has perished completely from the foundations. For while the body still lives, before it dies, sin also must of necessity live together with it, hiding its roots within us, even if outwardly it was held in check by the prunings from chastisements and admonitions. For otherwise it would not happen that we do wrong after being enlightened, inasmuch as sin would have been altogether purely taken away from us. But as it is, even after believing and coming to the water of sanctification, we are oftentimes found to be in sins. For no one will boast of being so far outside of sin as not even to have a thought of unrighteousness at all. So that it has come to pass that sin is now checked and lulled to sleep by faith, so as not to bring forth harmful fruits, yet is not torn up even to the roots. Now, here, we check its shoots, such as wicked thoughts, lest any root of bitterness springing up trouble us, not suffering the closed mouths to open up and be parted wide for outgrowths, while the word like an axe cuts at its roots that grow below. Then even the very thinking of wickedness at all will be done away with.
Ϛʹ. Φέρε γὰρ, ἐπειδὰν πολλῶν δεῖ τῶν περὶ τὰ τοιαῦτα παραδειγμάτων, ἐντεῦθεν αὐτὰ μάλιστα σκεπτώμεθα, μὴ ἀφιστάμενοι πρὶν ἂν εἰς εὐδηλοτέραν ἑρμηνείαν ἀποτελευτήσει καὶ ἀπόδειξιν ὁ λόγος. Φαίνεται τοίνυν ὥσπερ εἴ τις δημιουργὸς ἄκρος,
VI. Come then, since there is need of many examples concerning such matters, let us consider them above all from this point, not desisting before the argument shall end in a clearer explanation and demonstration. It appears, therefore, just as if some consummate artificer,
PG 18:272Read from the page
ἄγαλμα καλὸν ἀπὸ χρυσοῦ κατεσκευασμένον ἢ ὕλης ἑτέρας αὐτῷ, καὶ πάντα τὰ μέλη συμμέτρως εἰς κάλλος διακεκοσμημένον, πάλιν χωνεύοι, λελωβημένον ἄφνω θεατάμενος ὑπό τινος ἀνθρώπου πονηροτάτου, ὃς οὐκ ἐνεγκὼν ὑπὸ βασκανίας εὐπρεπὲς εἶναι τὸ ἄγαλμα, ἐσίνατο, ματαίαν ἡδονὴν καρπούμενος τοῦ φθόνου. Πρόσχες γὰρ, ὦ σοφώτατε Ἀγλαοφῶν, ὅτι, εἰ βούλοιτο μὴ εἶναι σεσινωμένον ὅλως ὁ δημιουργὸς καὶ ψεκτὸν τὸ μετὰ τοσαύτης αὐτῷ σπουδῆς τε καὶ φροντίδος πεπονημένον, πάλιν προτραπήσεται συγχωνεύσας αὐτὸ, τοιοῦτο ποιεῖν, οἷον καὶ πρόσθεν ἦν. Εἰ δὲ μὴ ἀναχωνεύοι, μηδὲ ἀνασκευάζοι, (ἐᾷ δὲ οὕτως μένειν) θεραπεύων αὐτὸ καὶ ἐπανορθούμενος, ἀνάγκη δὴ, πυρακτούμενον καὶ χαλκευόμενον τὸ ἄγαλμα, μηκέτι δύνασθαι διατηρηθῆναι τὸ αὐτὸ, ἀλλὰ διηλλαγμένον ἔσεσθαι καὶ ὑπεσπασμένον. Διὰ τουτο, εἰ βούλοιτο καλὸν καὶ ἄμωμον ὅλον αὐτὸ εἶναι, ἀναθλᾶσθαι αὐτὸ, καὶ ἀναχωνεύεσθαι δεῖ· ὅπως τὰ μὲν αἴσχη καὶ τὰ ἀλλοιώματα πάντα τὰ ἐξ ἐπιβουλῆς αὐτῷ καὶ φθόνου ὑπάρξαντα, αὐτὰ μὲν διὰ τῆς ἀνασκευῆς καὶ ἀναχωνεύσεως ἀπόληται· τὸ δὲ εἰς τὸ αὐτὸ εἶδος ἀσινὲς καὶ ἀκίβδηλον αὖθις ἄγαλμα ὁμοιότατον ἑαυτοῦ κατασταθῇ Τῷ μὲν γὰρ ἀγάλματι ἀπολέσθαι οὐκ ἔστιν ὑπὸ τῷ αὐτῷ τεχνίτῃ, κἂν πάλιν εἰς ὕλην χυθῇ· ἀποκατασταθῆναι δὲ ἔστι· τοῖς δὲ αἴσχεσι καὶ λωβήμασι ἀπολέσθαι μὲν ἔστι, τήκονται γάρ· ἀποκατασταθῆναι δὲ οὐκ ἔστι· διὰ τὸ ἐν πάσῃ τέχνῃ τὸν ἄριστον δημιουργὸν μὴ πρὸς τὸ αἴσχιον ἢ ἐπιτευχθησόμενον ὁρᾷν, ἀλλὰ πρὸς τὸ σύμμετρον καὶ εὐθὲς τοῦ δημιουργουμένου. Ταυτὸν γὰρ φαίνεται δή μοι καὶ ἐφ' ἡμῶν ὁ Θεὸς διῳκονομηκέναι. Τὸν γὰρ ἄνθρωπον, τὸ εὐπρεπέστατον ἑαυτοῦ τέχνημα, βασκάνοις ἐπιβουλαῖς φθόνου κεκακωμένον ἰδὼν, οὐκ ἠνέσχετο τοιοῦτον καταλεῖψαι φιλάνθρωπος ὢν, ὅπως μὴ δι' αἰῶνος εἴη μεμωμημένον, ἀθάνατον ἔχων ἐν ἑαυτῷ τὸν ψόγον· ἀλλὰ διέλυσεν εἰς ὕλην πάλιν, ἵνα διὰ τῆς ἀναπλάσεως ἐκτακῶσι, καὶ ἐξαφανισθῶσι πάντα τὰ ἐν αὐτῷ μωμήματα. Τὸ γὰρ ἐκεῖ ἀναχωνευθῆναι τὸν ἀνδριάντα τοῦτον, τὸ ἐνταῦθα ἀποθανεῖν καὶ διαλυθῆναι τὸ σῶμα· τὸ δὲ ἐκεῖ ἀναμορφοποιηθῆναι τὴν ὕλην, ἢ ἀνακοσμοποιηθῆναι, τοῦτο ἐνταῦθα (μετὰ τὸ ἀποθανεῖν) τὸ ἀναστῆναι· ὥσπερ καὶ ὁ προφήτης Ἱερεμίας. Τούτοις γὰρ ἤδη καὶ αὐτὸς ὧδε ταῦτα παρεγγυᾷ· Καὶ κατέβην, λέγων, εἰς τὸν οἶκον τοῦ κεραμέως· καὶ ἰδοὺ αὐτὸς ἐποίει ἔργον ἐπὶ τῶν λίθων· καὶ διέπεσε τὸ ἀγγεῖον, ὃ αὐτὸς ἐποίει ἐν ταῖς χερσὶν αὐτοῦ· καὶ πάλιν ἐποίησεν αὐτὸς ἀγγεῖον ἕτερον, καθὼς ἤρεσεν ἐνώπιον αὐτοῦ τοῦ ποιῆσαι.
should melt down again a fair statue fashioned by him of gold or of some other matter, and adorned in all its members symmetrically unto beauty, upon suddenly beholding it mutilated by some most wicked man, who, not enduring out of malice that the statue should be comely, damaged it, reaping the vain pleasure of envy. For mark, O wisest Aglaophon, that if the artificer should wish that what had been wrought by him with so great zeal and care should not be damaged at all and blameworthy, he will be impelled, having melted it down, to make it again such as it was before. For if he should not melt it down again nor refashion it (but suffers it to remain thus), repairing and correcting it, of necessity the statue, being heated in the fire and forged, can no longer be preserved the same, but will be altered and drawn awry. Wherefore, if he should wish it to be wholly fair and blameless, it must be broken up and melted down again; so that all the disfigurements and alterations that came upon it from treachery and envy may themselves perish through the refashioning and remelting, while the statue may be restored again to the same form, unharmed and unadulterated, most like unto itself. For it is not possible for the statue to perish under the same artificer, even if it be poured back again into matter, whereas it is possible for it to be restored; but for the disfigurements and mutilations it is possible to perish, for they are melted away, whereas it is not possible for them to be restored; because in every art the best artificer looks not towards what is uglier or what will miss the mark, but towards the symmetry and uprightness of what is being fashioned. Now God appears to me to have administered the very same thing in our case also. For having seen man, His own most comely handiwork, injured by the malicious plots of envy, He did not endure, being a lover of mankind, to leave him such, lest he should be blemished for ever, having the reproach immortal within himself; but He dissolved him again into matter, in order that through the refashioning all the blemishes in him might be melted out and caused to vanish. For the remelting of that image there is the dying and dissolving of the body here; and the re-forming or re-adorning of the matter there is the rising again here (after dying); just as Jeremiah the prophet also says. For in these words he himself also already commends these things here, saying: And I went down into the house of the potter; and behold, he was making a work upon the stones; and the vessel which he was making fell apart in his hands; and again he himself made another vessel, according as it pleased him before him to make it.
Notes, col. 272

On the reading

Printed θεατάμενος, for θεασάμενος.

Printed τουτο, for τοῦτο.

PG 18:273Read from the page
Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων· Εἰ καθὼς ὁ κεραμεὺς οὗτος οὐ δυνήσομαι τοῦτο ποιῆσαι ὑμᾶς, οἶκος Ἰσραήλ; Ἰδοὺ ὡς ὁ πηλὸς τοῦ κεραμέως ὑμεῖς ἐστε ἐν ταῖς χερσί μου.
And the word of the Lord came to me, saying: Shall I not be able to do this to you as this potter does, O house of Israel? Behold, as the clay of the potter you are in My hands.
Ζʹ. Πρόσχες γὰρ ὅπως, ὡς ἔφην, μετὰ τὸ παραβῆναι τὸν ἄνθρωπον, ἡ μεγάλη χεὶρ εἰς νῖκος καταλεῖψαι τὸ ἑαυτῆς ἔργον οὐκ ηὐδόκησε ὡς κίβδηλον τῷ πονηρῷ ἀδίκως αὐτὸ λυμηναμένῳ βασκάνοις αἰτίαις· ἀλλὰ ἀνατήξας ἀνέδευσεν αὖθις εἰς πηλὸν, οἷα κεραμεὺς ἄγγος ἀνακλάσας, πρὸς τὸ ἀφανισθῆναι μὲν διὰ τῆς ἀναπλάσεως πάντα τὰ ἐν αὐτῷ αἴσχη καὶ θλάσματα, γενηθῆναι δὲ τὸ πᾶν ἄνωθεν ἀμέμπτως ἀρεστόν.
VII. For mark how, as I said, after man transgressed, the great hand was not pleased to leave its own work unto victory as adulterated to the wicked one who had unjustly marred it by malicious causes; but having melted it down, He moistened it back again into clay, as a potter having broken up a vessel, in order that through the refashioning all the disfigurements and bruises in it might be caused to vanish, and the whole might become from the beginning blamelessly well-pleasing.
Ηʹ. Οὐκ ἀρεστὸν δὲ ἐκεῖνο, τὸ λέγειν εἰς ἄρδην ἀπολεῖσθαι τὸ πᾶν· καὶ γῆν, καὶ ἀέρα, καὶ οὐρανὸν, μὴ ἔσεσθαι. Ἐκπυρωθήσεται μὲν γὰρ πρὸς κάθαρσιν καὶ ἀνακαινισμὸν, καταβασίῳ πᾶς ὁ κόσμος κατακλυζόμενος πυρί· οὐ μὴν εἰς ἀπώλειαν ἐλεύσεται παντελῆ καὶ φθοράν. Εἰ γὰρ κρεῖττον τὸ μὴ εἶναι τοῦ εἶναι τὸν κόσμον, διὰ τί τὸ χεῖρον ᾑρεῖτο ποιήσας τὸν κόσμον ὁ Θεός; Ἀλλ' οὐδὲ ὁ Θεὸς ματαίως ἢ χεῖρον ἐποίει. Οὐκοῦν εἰς τὸ εἶναι καὶ μένειν τὴν κτίσιν ὁ Θεὸς διεκοσμήσατο, καθάπερ καὶ ἡ Σοφία συνίστησιν, Ἔκτισε γὰρ εἰς τὸ εἶναι, λέγουσα τὰ πάντα, ὁ Θεός· καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου· καὶ οὐκ ἔστιν ἐν αὐταῖς φάρμακον ὀλέθρου. Καὶ ὁ Παῦλος δὲ σαφῶς μαρτυρεῖ, λέγων· Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, οὐχ ἑκοῦσα, ἀλλὰ διὰ τὸν ὑποτάξαντα ἐπ' ἐλπίδι· ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη, φησίν. Ἐλευθερωθήσεσθαι δὲ τῆς τοιαύτης δουλείας προσδοκᾷ, κτίσιν τὸν κόσμον τοῦτον βουλόμενος καλεῖν. Οὐ γὰρ τὰ μὴ βλεπόμενα τῇ φθορᾷ δουλεύει, ἀλλὰ ταῦτα δὴ τὰ βλεπόμενα. Μένει ἄρα ἡ κτίσις εἰς τὸ ἄμεινον ἀνακαινοποιηθεῖσα, καὶ εὐπρεπέστερον ἀγαλλομένη, καὶ χαίρουσα ἐπὶ τοῖς τέκνοις τοῦ Θεοῦ, τῇ ἀναστάσει στενάζει, καὶ συνωδίνει νῦν, τὴν ἀπολύτρωσιν ἡμῶν ἀπὸ τῆς φθορᾶς καὶ αὐτὴ τοῦ σώματος ἀπεκδεχομένη· ὅπως ἡμῶν ἐξεγερθέντων καὶ ἀποτιναξαμένων τὴν νεκρότητα τῆς σαρκὸς, κατὰ τὸ γεγραμμένον, Ἐκτίναξαι τὸν χοῦν, καὶ ἀνάστηθι, [καὶ] κάθισον, Ἱερουσαλὴμ, ἐλευθερωθέντων τε τῆς ἁμαρτίας, ἐλευθερωθήσεται
VIII. Yet that is not acceptable, to say that the universe will utterly perish, and that earth, and air, and heaven will not exist. For the whole world will indeed be consumed by fire for purification and renewal, being flooded with descending fire; yet it will not come into complete destruction and corruption. For if it were better for the world not to exist than to exist, why did God choose the worse in making the world? Yet neither did God act in vain or for the worse. Therefore God ordered the creation so as to exist and remain, even as Wisdom also establishes, saying: For God created all things that they might exist; and the generations of the world are healthful, and there is no poison of destruction in them. And Paul also clearly bears witness, saying: For the earnest expectation of the creation eagerly awaits the revelation of the sons of God. For the creation was subjected to vanity, not willingly, but on account of Him Who subjected it in hope; because the creation itself also will be set free from the slavery of corruption into the freedom of the glory of the children of God. For the creation was subjected to vanity, says he. And it expects to be set free from such slavery, since he means to call this world creation. For it is not the things unseen that serve corruption, but these things that are seen. The creation, then, remains, renewed unto what is better, and exulting more comely, and rejoicing over the children of God; it groans at the resurrection and travails together now, itself also eagerly awaiting our redemption from the corruption of the body; so that when we have been raised up and have shaken off the deadness of the flesh, according as it is written, Shake off the dust, and arise, [and] sit down, O Jerusalem, and have been set free from sin, it also will be set free
PG 18:276Read from the page
καὶ αὐτὴ τῆς φθορᾶς, μηκέτι τῇ ματαιότητι δουλεύουσα, ἀλλὰ τῇ δικαιοσύνῃ. Καὶ ὁ Ἠσαΐας δὲ, Ὃν τρόπον γὰρ ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινὴ, ἃ ἐγὼ, φησὶ, ποιῶ, μένει ἐνώπιόν μου, λέγει Κύριος· οὕτως ἔσται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν· καὶ πάλιν· Οὕτω λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, οὗτος ὁ κατασκευάσας τὴν γῆν, καὶ ποιήσας αὐτήν· αὐτὸς διώρισεν αὐτήν. Οὐκ εἰς κενὸν [ἐποίησεν αὐτὴν,] ἀλλὰ κατοικεῖσθαι [ἔπλασεν αὐτήν]. Ὄντως γὰρ οὐκ εἰς κενὸν, οὐδὲ εἰς μάτην πρὸς ἀπώλειαν ἔκτισε, κατὰ τοὺς φρονοῦντας μάταια, τὸ πᾶν ὁ Θεὸς, ἀλλὰ εἰς τὸ εἶναί τε καὶ οἰκεῖσθαι καὶ διαμένειν. Διὸ ἀνάγκη δὴ καὶ τὴν γῆν αὖθις καὶ τὸν οὐρανὸν, μετὰ τὴν ἐκφλόγωσιν ἔσεσθαι πάντων καὶ τὸν βρασμόν.
from corruption, no longer serving vanity, but righteousness. And Isaiah also says: For as the new heaven and the new earth, which I make, remain before Me, saith the Lord, so shall your seed and your name be; and again: Thus saith the Lord Who made heaven, this One Who fashioned the earth and made it; He Himself marked it out. Not in vain [did He make it,] but to be inhabited [did He form it]. For truly God did not create the universe in vain, nor idly for destruction, according to those who mind vain things, but so as both to exist and to be inhabited and to endure. Wherefore of necessity both the earth and the heaven will exist again after the conflagration and the boiling of all things.
Θʹ. Ἐὰν δὲ, Πῶς οὖν, εἰ μὴ ἀπόλλυται τὸ πᾶν; οἱ ἐξ ἐναντίας εἴπωσι, ὁ μὲν Κύριος, τὸν οὐρανὸν παρελεύσεσθαι, ἔφη, καὶ τὴν γῆν· ὁ δὲ προφήτης, ἀπολεῖσθαι μὲν τὸν οὐρανὸν ὡς καπνὸν, τὴν δὲ γῆν ὡς ἱμάτιον παλαιωθήσεσθαι, ἐπειδὴ ἔθος ταῖς Γραφαῖς, λέξομεν, τὴν εἰς τὸ κρεῖττον καὶ ἐνδοξότερον ἀπὸ ταύτης τῆς καταστάσεως τοῦ κόσμου μεταβολὴν, ἀπώλειαν λέγειν· οἷον τοῦ πρόσθεν σχήματος ἀπολλυμένου κατὰ τὴν εἰς τὸ φαιδρότερον ἁπάντων ἐξαλλαγήν· ὅτι μηδεμία ὑπεναντίωσις ἢ ἀτοπία ἐν τοῖς θείοις λόγοις. Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ οὐχ ὁ κόσμος, εἴρηται· οὕτως ἔθος ἀπώλειαν καλεῖν τὰς Γραφὰς, τὴν πρὸς τὸ ἄμεινον, ἔσθ' ὅτε, καὶ εὐμορφότερον τροπὴν τοῦ πρόσθεν σχήματος· οἷον ὥσπερ ὁπότ' ἄν τις ἀπώλειαν λέγει τοῦ κατὰ τὸν νήπιον σχήματος τὴν εἰς τὸν ἄνδρα τὸν τέλειον μεταλλαγὴν, τρεπομένης εἰς μέγεθος καὶ κάλλος τῆς ἡλικίας τοῦ νηπίου. Παραχθήσεσθαι μὲν γὰρ τὴν κτίσιν ὥσπερ τεθνηξομένην κατὰ τὴν ἐκπύρωσιν, ἵνα ἀνακαινισθῇ· οὐ μὴν ἀπολεῖσθαι προσδοκητέον· ὅπως οἱ ἀνακαινοποιηθέντες ἐν ἀνακαινοποιηθέντι κόσμῳ ἄγευστοι λύπης κατοικήσωμεν, κατὰ τὸ λεχθέν· Ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισθήσονται· καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς· τοῦ περιέχοντος τῆς εὐκρασίας ἐπιτροπεύοντος λοιπὸν τοῦ Θεοῦ. Ἐσομένης γὰρ καὶ μετὰ τοῦτον τὸν αἰῶνα γῆς, ἀνάγκη πᾶσα ἔσεσθαι καὶ τοὺς οἰκήσοντας, οὐκέτι τεθνηξο-
IX. And if those on the contrary side should say: How then, if the universe is not destroyed, did the Lord say that heaven and earth shall pass away, and the prophet that heaven shall perish like smoke, and the earth shall grow old like a garment? we will say that, since it is customary for the Scriptures to call the change of the world from this state unto what is better and more glorious destruction—as though the former fashion perishes in the alteration of all things unto what is brighter—there is no contradiction or absurdity in the divine words. For the fashion of this world passes away, it has been said, and not the world; thus it is customary for the Scriptures at times to call the turning of the former fashion towards what is better and more comely destruction; just as whenever someone calls the change of the fashion of an infant into the full-grown man destruction, when the stature of the infant is turned into size and beauty. For it must be expected that the creation will pass by, as though about to die in the conflagration, in order that it may be renewed, yet will not perish; so that we who have been renewed may dwell untasting of grief in a renewed world, according as it was said: Thou shalt send forth Thy Spirit, and they shall be created; and Thou shalt renew the face of the earth; while God thenceforth administers the temperate climate of the surrounding air. For since there will be an earth even after this age, there is every necessity that there will also be those who will inhabit it, who will no longer die
PG 18:277Read from the page
μένους, ἢ γαμήσοντας, ἢ γεννησομένους, ἀλλ' ὡς ἀγγέλους ἀμεταστρόφως ἐν ἀφθαρσίᾳ τὰ ἄριστα πράξοντας. Διὸ ληρῶδες τὸ ἐν ποίᾳ διαγωγῇ τότε δὴ τὰ σώματα ἔσονται λέγεσθαι, μήτε ἀέρος, μήτε γῆς, μήτε τῶν ἄλλων ἐσομένων.
going to die, or to marry, or to beget children, but like angels unchangeably doing what is best in incorruption. Wherefore it is foolish to ask in what manner of life the bodies will then be, when neither air, nor earth, nor the other things will any longer exist.
Ιʹ. Ἄξιον δὲ κἀκεῖνο πρὸς τοῖς εἰρημένοις ἐπισκοπεῖν, ὡς ἔχει πολλὴν διάπτωσιν, εἰ δεῖ παῤῥησίαν ἄγειν περὶ τηλικούτων, Ἀγλαοφῶν. Ἔφρασας γὰρ ἀποφήνασθαι τὸν Κύριον, ὡς οἱ τῆς ἀναστάσεως τευξόμενοι ἔσονται τότε ὡς ἄγγελοι, ἔνθα πειράζουσιν αὐτὸν οἱ Σαδδουκαῖοι. Ἐπέφερες οὖν· Οἱ δὲ ἄγγελοι, ἐκτὸς ὄντες σαρκὸς, ἐν μακαριότητος ἀκρότητι, διὰ τοῦτο καὶ δόξης εἰσί· καὶ ἡμᾶς δὲ ἄρα, ἐξισάζεσθαι μέλλοντας ἀγγέλοις, ἀνάγκη δὴ, σαρκῶν ὡσαύτως ἐκείνοις γυμνοὺς, ἀγγέλους ἔσεσθαι δεῖν· οὐκ ἐπιστήσας, ὦ ἄριστε, ὡς ὁ ποιήσας καὶ διακοσμήσας ἐξ οὐκ ὄντων τὸ πᾶν, τὴν τῶν ἀθανάτων φύσιν, οὐ μόνον εἰς ἀγγέλους καὶ λειτουργοὺς διανείμας διεκόσμησεν, ἀλλὰ καὶ εἰς ἀρχὰς, καὶ θρόνους, καὶ ἐξουσίας. Ἄλλο γὰρ γένος τὸ τῶν ἀγγέλων, καὶ ἄλλο τὸ τῶν ἀρχῶν καὶ ἐξουσιῶν· ὅτι μὴ τάγμα ἓν, καὶ μία σύστασις, καὶ φυλὴ, καὶ πατριὰ τῶν ἀθανάτων· ἀλλὰ γένη, καὶ φυλαὶ, καὶ διαφοραί· καὶ οὔτε τὰ χερουβὶμ, τῆς ἰδίας ἐξιστάμενα φύσεως, εἰς τὴν τῶν ἀγγέλων ἰδέαν μετασκευάζονται· οὔτ' αὖ πάλιν εἰς ἑτέραν οἱ ἄγγελοι. Εἶναι γὰρ αὐτὰ χρὴ καὶ ὃ εἰσι, καὶ ὃ γεγόνασιν. Ἀτὰρ καὶ ὁ ἄνθρωπος τὸν κόσμον οἰκεῖν, καὶ τῶν ἐν αὐτῷ πάντων ἡγεμονεύειν ταχθεὶς, τῆς ἐξ ἀρχῆς διακοσμήσεως, ἀθάνατος ὢν, τοῦ εἶναι ἄνθρωπος οὔποτε μεταβληθήσεται οὔτε εἰς τὴν τῶν ἀγγέλων οὔτε εἰς τὴν τῶν ἑτέρων μορφήν· ὅτι μηδὲ οἱ ἄγγελοι εἰς τὴν ἄλλην τῆς ἐξ ἀρχῆς ἰδέας μετακοσμούμενοι μεταβάλλονται. Ὁ γὰρ Χριστὸς ἧκεν οὐκ εἰς ἑτέραν μεταπλασθῆναι κηρύσσων ἢ μετασκευασθῆναι τὴν ἀνθρωπείαν φύ-
X. And it is worth examining that point also in addition to what has been said, how great a lapse it involves, if one must speak boldly about such great matters, Aglaophon. For you said that the Lord declared that those who shall attain the resurrection will then be as angels, where the Sadducees tempt Him. You inferred, therefore: Now the angels, being without flesh, are on that account in the summit of blessedness and of glory; and therefore we also, who are to be made equal to angels, must of necessity, stripped of flesh in the same way as they, become angels; not having considered, O best of men, that He Who made and ordered the universe out of nothing, having distributed the nature of the immortals, ordered it not only into angels and ministers, but also into principalities, and thrones, and powers. For the race of the angels is one thing, and that of the principalities and powers another; because there is not one rank, and one constitution, and tribe, and family of the immortals; but races, and tribes, and differences; and neither are the cherubim, departing from their own nature, refashioned into the form of the angels, nor again the angels into another. For they must be both what they are and what they have come to be. And so man also, having been appointed under the original ordering to inhabit the world and to rule over all things in it, being immortal, will never be changed from being man either into the form of the angels or into that of the others; because neither are the angels, by being reordered from their original form, changed into another. For Christ came proclaiming not that human nature should be remoulded or refashioned into another