Migne Reading Room

PG 18 · cols. 413–424 · Read from the page

Against the Doctrines of the Manichaeans

Against the Doctrines of the Manichaeans

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:413Read from the page
ἐν τοῖς ἐριστικοῖς, ἀφ' ὧν ἐντρεχεστέρους μὲν ἄλλους ἑτέρων μᾶλλον καὶ ζητητικωτέρους, ὡς ἄν τις εἴποι, γεγονέναι συμβέβηκε· καί τινες ἤδη καὶ αἱρέσεων προὔστησαν· ἀφ' ὧν ἡ κατὰ τὸ ἦθος ἄδηλος κατασκευὴ ἐμαραίνετο· τῆς μὲν κατὰ τὸν λόγον ἀκριβείας οὐκ ἐφικνουμένων τούτων, ὅσοι τῶν αἱρέσεων ἡγεῖσθαι ἠξίουν· τοῦ δὲ πολλοῦ πλήθους στασιαστικώτερον πρὸς αὐτὸ διατεθέντος. Κανόνος δὲ οὐδενὸς ὑπόντος οὐδὲ νόμων, ἀφ' ὧν τῶν ζητήσεων πορίσασθαι λύσιν, καθάπερ δὲ ἐν τοῖς ἄλλοις ἡ φιλοτιμία εἰς ὑπερβολὰς ἐκπίπτουσα, οὐκ ἔστιν ὅ τι οὐ λυμαίνεται.
in contentious disputations, from which it has come to pass that some have become more adroit than others and more inquisitive, as one might say; and some already have even stood at the head of sects; from whom the unseen formation of character withered away, since those who claimed to lead the sects did not attain to exactness of reason, while the common multitude was disposed more seditiously towards it. And since there is no rule present nor laws from which to procure a solution of the inquiries, just as in other matters ambition falling out into excesses ruins everything whatsoever.
Οὕτω δὲ καὶ ἐπὶ τούτων, τῇ καινότητι τῶν δοξῶν ἑκάτερος τὸν πρὸ αὐτοῦ ὑπερβάλλεσθαι σπουδάζων, εἰς ἀνήνυτον πρᾶγμα τὴν ἁπλῆν ταύτην ἐμβεβλήκασι φιλοσοφίαν· ὥσπερ ὁ λεγόμενος Μανιχαῖος, ὃς Πέρσης μέν τις ἐστὶ τὸ γένος· καί γέ τις Πάπος τοὔνομα πρὸς ἡμᾶς ἐγένετο τῆς τοῦ ἀνδρὸς δόξης ἐξηγητὴς, καὶ μετὰ τοῦτον Θωμᾶς, καί τινες ἕτεροι μετ' αὐτούς. Αὐτὸς δὲ ἐπὶ Οὐαλεριανοῦ μὲν γεγονέναι λέγεται, συστρατεῦσαί τε Σαπώρῳ τῷ Πέρσῃ· προσκρούσαντα δέ τι τούτῳ ἀπολωλέναι. Τοιάδε οὖν τις φήμη τῆς ἐκείνου δόξης ἀπὸ τῶν γνωρίμων τοῦ ἀνδρὸς ἀφίκετο πρὸς ἡμᾶς. Δύο ἀρχὰς ἐτίθετο, Θεὸν καὶ ὕλην. Εἶναι δὲ τὸν μὲν Θεὸν ἀγαθὸν, τὴν δὲ ὕλην κακόν. Ἀγαθῷ δὲ πλεῖον τὸν Θεὸν ὑπερβάλλειν ἢ κακῷ τὴν ὕλην. Τὴν δὲ ὕλην λέγει οὐχ ἣν Πλάτων τὴν πάντα γινομένην, ὅτ' ἂν λάβῃ ποιότητα καὶ σχῆμα· δι' ὃ πανδεχῆ καὶ μητέρα καὶ τιθὴν καλεῖ· καὶ Ἀριστοτέλης τὸ στοιχεῖον, περὶ ὃ τὸ εἶδος καὶ ἡ στέρησις· ἀλλ' ἕτερόν τι παρὰ ταῦτα. Τὴν γὰρ ἐν ἑκάστῳ τῶν ὄντων ἄτακτον κίνησιν, ταύτην ὕλην καλεῖ. Συντετάχθαι δὲ τῷ Θεῷ δυνάμεις ἑτέρας, οἷον ὑπηρέτιδας, ἀγαθὰς πάσας· καὶ ἄλλας τῇ ὕλῃ ὁμοίως πάσας κακάς. Τὸ δὲ λαμπρὸν καὶ τὸ φῶς καὶ τὸ ἄνω, πάντα ταῦτα σὺν τῷ Θεῷ εἶναι· τὸ ἀμυδρὸν δὲ καὶ τὸ σκότος καὶ τὸ κάτω σὺν τῇ ὕλῃ. Εἶναι δὲ καὶ τῷ Θεῷ ὀρέξεις, ἀλλὰ καὶ ταύτας ἀγαθάς· καὶ τῇ ὕλῃ ὁμοίως, ἀλλὰ πάσας κακάς.
And so in the case of these men too, each eager to surpass his predecessor by the novelty of his opinions, they have cast this simple philosophy into an endless affair; just like the so-called Manichaeus, who is a Persian by race; and indeed a certain man named Papus came to us as an expounder of the man's opinion, and after him Thomas, and certain others after them. And he himself is said to have lived in the time of Valerian, and to have served in the field with Sapor the Persian; and having given some offence to him, to have perished. Such a report, then, of his opinion reached us from the acquaintances of the man. He laid down two principles, God and matter. And that God is good, whereas matter is evil. And that God excels more in good than matter does in evil. And by matter he means not that which Plato calls that which becomes all things whenever it receives quality and shape—wherefore he calls it all-receiving and mother and nurse—and Aristotle the element about which form and privation are conversant; but something else beside these. For the disorderly motion in each of the things that exist, this he calls matter. And that there are ranged with God other powers, like handmaids, all good; and others similarly with matter, all evil. And that brightness and light and the region above, all these are with God; whereas dimness and darkness and the region below are with matter. And that God also has desires, and these too all good; and matter similarly, but all evil.
Εἰς ἐπιθυμίαν οὖν ποτε τὴν ὕλην ἐλθεῖν εἰς τὸν ἄνω ἀφικέσθαι τόπον· ἀφικομένην δὲ, θαυμάσαι τό τε λαμπρὸν καὶ τὸ φῶς ὅσον ἦν παρὰ τῷ Θεῷ. Καὶ δὴ θέλειν τὴν ἀρχὴν ταύτην κατασχεῖν, τὸν Θεὸν παρωσαμένην. Τὸν δὲ καὶ βεβουλῆσθαι μὲν ταύτην τιμωρήσασθαι, ἀπορεῖν δὲ κακοῦ, ᾧ καὶ τιμωρήσεται· μὴ γὰρ εἶναι κακὸν ἐν Θεοῦ οἴκῳ. Πέμψαι οὖν τινα δύναμιν τὴν ὑφ' ἡμῶν καλουμένην ψυχὴν, ἐπὶ τὴν ὕλην, ἥτις αὐτῇ διὰ πάσης μιχθήσεται. Ἔσεσθαι γὰρ τῆς
That matter, then, once came into a desire to arrive at the upper place; and having arrived, marvelled at the brightness and the light, how great it was with God. And indeed that it wished to seize this sovereignty, thrusting God aside. And that He for His part wished to punish it, yet lacked evil wherewith He might punish it; for there is no evil in God's house. That He therefore sent a certain power, which by us is called soul, upon matter, which should be mixed with it throughout. For that the
PG 18:416Read from the page
ὕλης θάνατον, τὸν μετὰ ταῦτά ποτε τῆς δυνάμεως ταύτης χωρισμόν.
death of matter would be the separation of this power at some time hereafter.
Οὕτως οὖν κατὰ πρόνοιαν τοῦ Θεοῦ μεμίχθαι τὴν ψυχὴν τῇ ὕλῃ, ἀνόμοιόν τι πρᾶγμα ἀνομοίῳ. Ἐν δὲ τῇ μίξει συμπαθεῖν τῇ ὕλῃ τὴν ψυχήν. Ὥσπερ γὰρ ἐν φαύλῳ ἀγγείῳ συμμεταβάλλεται πολλάκις τὸ ἐνυπάρχον, οὕτω δὲ καὶ ἐν τῇ ὕλῃ τοιοῦτό τι τὴν ψυχὴν παθοῦσαν, παρὰ τὴν οὖσαν ἠλαττῶσθαι φύσιν εἰς μετουσίαν κακίας. Οἰκτεῖραι οὖν τοῦτο τὸν Θεὸν, καὶ πέμψαι τινὰ ἑτέραν δύναμιν, ἣν ἡμεῖς καλοῦμεν δημιουργόν· ἧς δὴ ἀφικομένης, καὶ τῇ κοσμοποιίᾳ ἐπικεχειρηκυίας, ἀποκεκρίσθαι τῆς ὕλης ἐκεῖνο τῆς δυνάμεως, ὅσον ἀπὸ τῆς μίξεως οὐδὲν ἦν ἄτοπον πεπονθὸς, καὶ γεγονέναι ἥλιον καὶ σελήνην πρῶτον· τὸ δὲ ἐν μετρίᾳ γεγονὸς κακίᾳ ἀστέρας καὶ τὸν οὐρανὸν σύμπαντα. Τῆς οὖν ὕλης, ἧς ἀπεκρίθησαν ἥλιος καὶ σελήνη, τὸ μέρος ἐκτὸς τοῦ κόσμου ἀπεληλάσθαι, καὶ εἶναι ἐκεῖνο πῦρ, καυστικὸν μὲν, σκοτῶδες δὲ καὶ ἀφεγγὲς, νυκτὶ προσόμοιον. Ἐν δὲ τοῖς ἄλλοις στοιχείοις καὶ φυτοῖς καὶ ζώοις, τοῖς ἐν τούτοις, ἀνωμάλως φέρεσθαι τὴν θείαν δύναμιν μεμιγμένην. Δι' ὃ δὴ καὶ τὸν κόσμον γεγονέναι, καὶ ἐν αὐτῷ ἥλιον καὶ σελήνην ταῖς γενέσεσι καὶ ταῖς φθοραῖς, ἀεὶ τὴν δύναμιν τὴν θείαν τῆς ὕλης ἀποχωρίζοντας καὶ πρὸς τὸν Θεὸν παραπέμποντας.
That thus, then, according to the providence of God, the soul was mixed with matter, a thing unlike with the unlike. And that in the mixture the soul suffered together with matter. For just as in a bad vessel that which is contained in it is often changed along with it, so also in matter the soul, having suffered some such thing, was diminished contrary to its existing nature into a participation in evil. That God therefore pitied this, and sent a certain other power, which we call the Demiurge; upon whose arrival and setting hand to the framing of the world, there was separated from matter so much of the power as had suffered nothing untoward from the mixture, and sun and moon came into being first; while that which had come to be in moderate evil became the stars and the whole heaven. And that of the matter from which sun and moon were separated, the part was driven out beyond the world, and that is fire, burning indeed, yet dark and lightless, resembling night. While in the other elements and plants and animals which are among them, the divine power is borne along unevenly mixed. Wherefore indeed the world came into being, and in it sun and moon, through generations and corruptions ever separating the divine power from matter and escorting it to God.
Ἐπεὶ γάρ τοι τῷ δημιουργῷ ἑτέραν δύναμιν ἐπὶ τὸ φωτοειδὲς τοῦ ἡλίου καθέλκουσαν ταῦτα διαπραγματεύσασθαι· καὶ εἶναι καὶ ἐμφανὲς τὸ πρᾶγμα, καὶ, ὡς ἄν τις εἴποι, τυφλῷ δῆλον. Ἐν μὲν γὰρ ταῖς αὐξήσεσι τὴν σελήνην λαμβάνειν τὴν ἀποχωριζομένην δύναμιν ἀπὸ τῆς ὕλης, καὶ πλήρη γίνεσθαι ταύτης τὸν χρόνον τοῦτον. Πληρωθεῖσαν δὲ, ἐν ταῖς μειώσεσιν εἰς τὸν ἥλιον ἀναπέμπειν· τὸν δὲ πρὸς τὸν Θεὸν ἀπιέναι. Ποιήσαντα δὲ τοῦτο, ἐκδέχεσθαι πάλιν τῆς ἀπὸ τῆς ἑτέρας πανσελήνου πρὸς αὐτὸν τῆς ψυχῆς μετοίκησιν· καὶ παραλαβόντα ὁμοίως πρὸς τὸν Θεὸν ἐᾷν αὐτομάτως φέρεσθαι. Καὶ τοῦτο διὰ παντὸς ἐκπονεῖν.
For indeed another power, drawing these things down for the Demiurge to the luminous substance of the sun, accomplishes this; and the thing is both manifest and, as one might say, plain to a blind man. For in its waxings the moon receives the power separated from matter, and becomes full of this during this time. And when it has been filled, in its wanings it sends it up into the sun; and it goes away to God. And having done this, it awaits again the migration of the soul to it from the next full moon; and having received it, similarly suffers it to be borne of its own accord to God. And this it labours out continually.
Καὶ εἰκόνα δὲ ἐν ἡλίῳ ἑωρᾶσθαι τοιαύτην, οἷόν ἐστι τὸ τοῦ ἀνθρώπου εἶδος· καὶ ἀντιφιλοτιμήσασθαι τὴν ὕλην ποιῆσαι τὸν ἄνθρωπον ἐξ αὐτῆς κατὰ τὴν διὰ πάσης αὐτῆς τῆς δυνάμεως μίξιν, ἔχοντα καὶ αὐτόν τι τῆς ψυχῆς· πολὺ μέντοι συμβεβλῆσθαι τὸ εἶδος εἰς τὸ πλεῖόν τι παρὰ τὰ ἄλλα θνητὰ ζῶα τῆς δυνάμεως τῆς θείας τὸν ἄνθρωπον μετασχεῖν. Ὑπάρχειν γὰρ αὐτὸν θείας δυνάμεως εἰκόνα· τὸν δὲ Χριστὸν εἶναι νοῦν. Ὅν δὴ, καὶ ἀφικόμενόν ποτε ἀπὸ τοῦ ἄνω τόπου, πλεῖστόν τε τῆς δυνάμεως ταύτης πρὸς τὸν Θεὸν λελυκέναι. Καὶ δὴ καὶ τὸ τελευταῖον ἀνασταυρωθέντα παρασχέσθαι γνῶσιν τοιῷδε τρόπῳ· καὶ τὴν δύναμιν τὴν θείαν ἐνηρμόσθαι, ἐνεσταυρῶσθαι τῇ ὕλῃ. Ἐπεὶ οὖν ἀπόλλυσθαι τὴν ὕλην ἐστὶ Θεοῦ δόγμα,
And that an image also was seen in the sun such as is the form of man; and that matter strove in rivalry to make man out of itself according to the mixture of the power throughout the whole of it, having himself also something of the soul; that the form, however, contributed much towards man's partaking of the divine power in a greater degree beyond the other mortal animals. For he is an image of divine power; while Christ is mind. Who indeed, having also arrived once from the upper place, released very much of this power to God. And indeed at the last, having been crucified, He afforded knowledge in such a manner: that the divine power too had been fitted into, had been crucified in matter. Since, therefore, it is God's decree that matter perish,
PG 18:417Read from the page
ἀπέχεσθαι μὲν ἐμψύχων πάντων, σιτίζεσθαι δὲ λάχανα, καὶ πᾶν ὅ τι ἀναίσθητον. Ἀπέχεσθαι δὲ γάμων καὶ ἀφροδισίων καὶ τεκνοποιίας, ἵνα μὴ ἐπιπλεῖον ἡ δύναμις ἐνοικήσῃ τῇ ὕλῃ κατὰ τὴν τοῦ γένους διαδοχήν· μὴ ἐξάγειν δὲ ἑαυτοὺς, μηχανωμένους κάθαρσιν ὧν ἐλυμήνατο ἡ μίξις τῆς ὕλης τὴν δύναμιν.
they abstain from all animate things, and feed on herbs and everything that is devoid of sensation. And they abstain from marriage and sexual intercourse and the begetting of children, in order that the power may not dwell longer in matter through the succession of race; yet they do not make away with themselves, contriving a purification of the things wherein the mixture of matter has outraged the power.
Τὰ μὲν κεφαλαιωδέστερα ὧν λέγουσιν, ἐστὶ ταῦτα. Τιμῶσι δὲ μάλιστα ἥλιον καὶ σελήνην, οὐχ ὡς θεοὺς, ἀλλ' ὡς ὁδὸν δι' ἧς ἔστι πρὸς Θεὸν ἀφικέσθαι. Ἀποχωρισθείσης δὲ ἀκριβῶς τῆς θείας δυνάμεως, τὸ ἔξω πῦρ φασι, συμπεσὸν, ἑαυτό τε καὶ τὸ ἄλλο σύμπαν, ὅ τι δ' ἂν λείπηται τῆς ὕλης, συγκαταφλέξειν. Οἱ δὲ ἐν τούτοις χαριέστεροι καὶ Ἑλληνικῶν οὐκ ἄπειροι λόγων ἀναμιμνήσκουσιν ἡμᾶς ἐκ τῶν οἰκείων. Ἐκ μὲν τῶν τελετῶν τὸν κατατεμνόμενον Διόνυσον τῷ λόγῳ ἐπιφημίζοντες, ὑπὸ τῶν Τιτάνων, καθάπερ λέγουσιν αὐτοὶ, τὴν θείαν δύναμιν μερίζεσθαι εἰς τὴν ὕλην· ἐκ δὲ τῶν ποιήσεων τῆς γιγαντομαχίας, ὅτι μηδὲ αὐτοὶ ἠγνόησαν τὴν τῆς ὕλης κατὰ τοῦ Θεοῦ ἄνταρσιν. Ἐγὼ δὲ, ὡς μὲν ταῦτα οὐχ ἱκανὰ ψυχαγωγῆσαι τοὺς ἀβασανίστως τὸν λόγον προσιεμένους, οὐκ ἂν εἴποιμι, ὅπουγε καί τινας τῶν συνεσχολακότων ἡμῖν ἐν τῷ φιλοσοφεῖν μετέστησεν ἡ τοιαύτη ἀπάτη τῶν λόγων πρὸς ἑαυτήν· εἰς ἐξέτασιν δὲ ὅπως ἔχει νῦν ἐμαυτὸν καθεὶς, ἀπορῶ τί χρήσωμαι. Οὔτε γὰρ διά τινων λόγων νενομισμένων εἰσὶν αὐτῶν αἱ ὑποθέσεις, ἵνα κατὰ ταύτας τὴν ζήτησιν ποιησώμεθα· οὔτε τινὲς ἀρχαὶ ἀποδείξεων, καὶ ἵνα τὸ ταύταις ἑπόμενον θεασώμεθα· ἕρμαιόν τε ἀληθῶς ἐστι τὸ τῶν ἁπλῶς λεγομένων φιλοσοφεῖν. Οἱ τὰς παρ' αὐτοῖς γραφὰς παλαιάς τε καὶ νέας ὑποστησάμενοι, θεοπνεύστους εἶναι ὑποτιθέμενοι, τὰς σφῶν αὐτῶν δόξας ἐντεῦθεν περαίνουσι· καὶ ἐλέγχεσθαι μόνον τηνικαῦτα δοκοῦσιν, ἐάν τι μὴ ταύταις ἀκόλουθον ἢ λέγεσθαι ἢ πράττεσθαι ὑπ' αὐτῶν συμβαίνει. Καὶ ὅπερ αἱ παρὰ τοῖς φιλοσοφοῦσι καθ' Ἕλληνας τῶν ἀποδείξεων ἀρχαὶ αἱ προτάσεις διάμεσοι, τοῦτο παρ' αὐτοῖς ἐστιν ἡ τῶν προφητῶν φωνή. Ἐνταῦθα δὲ τούτων μὲν ἁπάντων ἐκβαλλομένων, λεγομένων δὲ ὧν πρότερον ἐπεμνήσθην ἄνευ τινὸς ἀποδείξεως· ἀναγκαίου δὲ ὄντος μετὰ λόγου ποιήσασθαι τὴν ἀπόκρισιν, ἀλλὰ μὴ πιθανώτερα ἕτερα παραθεῖναι καὶ μᾶλλον ψυγαγωγεῖν· χαλεπωτέρα ἡ ἔφοδος, καὶ ἔτι μᾶλλον δυσκολωτέρα, ὅτι καὶ ποικίλους τοὺς λόγους ποιεῖσθαι δεῖ. Οἵ τε γὰρ ἀκριβέστεροι τοὺς ὑπὸ τούτων ἄνευ τινὸς πίστεως προκατειλημμένους λάθοιεν ἂν, εἰ, ὅτε εἰς ψυχαγωγίαν γένοιτο, εἰς τὰς αὐτὰς λαβὰς ἐμπεσοῦνται· ἐξ ὁμοίων γὰρ γεγονέναι δοξάζουσι. Διὸ πολλῆς καὶ μεγάλης φροντίδος δεῖ, καὶ Θεοῦ ὡς ἀληθῶς, ὃς τοῦ λόγου ἡγήσεται.
The more summary points of what they say are these. And they honour above all the sun and moon, not as gods, but as a way through which it is possible to arrive at God. And when the divine power has been completely separated, the outer fire, they say, collapsing, will burn up together both itself and all the rest, whatever is left of matter. And those among them who are more accomplished and not unacquainted with Greek discourses remind us from our own traditions: from the mysteries, alleging in their argument Dionysus cut in pieces, that by the Titans, just as they themselves say, the divine power is divided into matter; and from the poems of the battle of the Giants, that neither were they ignorant of the rebellion of matter against God. Now for my part, that these things are not sufficient to beguile the souls of those who admit the doctrine without examination, I would not say, seeing that such deceit of words has even drawn over to itself some of those who studied philosophy together with us; yet now, having betaken myself to an examination of how the matter stands, I am at a loss what to do. For neither are their hypotheses framed through any customary arguments, that we might make our inquiry according to these; nor are there any principles of demonstrations, that we might also behold what follows upon them; and the philosophizing of those who are called simple is truly a windfall. Those who have set up as their foundation the Old and New Scriptures among them, presupposing them to be inspired by God, deduce their own opinions thence; and they seem to be refuted only then, if it happens that anything not consistent with these is either said or done by them. And what among those who philosophize after the manner of the Greeks the principles of demonstrations and middle propositions are, this among them is the voice of the prophets. Here, however, since all these things are cast out, and the things which I mentioned before are spoken without any demonstration, while it is necessary to make the reply with reason, and not to set alongside other more plausible things and rather beguile the soul, the approach is harder, and still more difficult, because one must also make the arguments varied. For the more exact arguments would escape the notice of those preoccupied by these men without any proof, if, when it came to beguiling the soul, they should fall into the same holds; for they suppose them to have arisen from like grounds. Wherefore there is need of much and great care, and truly of God, Who will lead the discourse.
Notes, col. 417

On the reading

Printed ψυγαγωγεῖν, for ψυχαγωγεῖν.

PG 18:420Read from the page
Δύο ἀρχὰς ὑποτίθενται, Θεὸν καὶ ὕλην. Εἰ μὲν τὸ γιγνόμενον τοῦ ὄντος ἀποχωρίζει, οὐχ ὁμοίως φαύλη ἡ ὑπόθεσις, ἵνα μήτε ἡ ὕλη ἑαυτὴν ποιῇ, καὶ τῶν ἐναντίων ἀποδέχηται λόγον, ποιοῦσά τε καὶ πάσχουσα· μήτ' αὖ τοιαῦτα πάλιν ἕτερα περὶ τὸν ποιητικὸν αἴτιον θεωρῆται, ἃ οὐδὲ λέγειν ἴσως θέμις· καίτοι οὐ δεομένου τοῦ Θεοῦ πρὸς τὰ ἀποτελέσματα ὕλης, ἐν ὑποστάσει δυναμένων γίγνεσθαι πάντων πρὸς ἐκεῖνον τὸν νοῦν· εἰ δὲ, ὅπερ μᾶλλον λέγεσθαι δοκεῖ, ὑπ' αὐτοῦ ἡ ἄτακτος κίνησις τῶν ὄντων ἐστὶν ὕλη, πρῶτον μὲν λανθάνει ἑαυτὸν ἕτερον ποιητικὸν αἴτιον ὑφιστάμενος (κακοποιὸν μέντοι)· οὐχ ὁρᾷ δὲ καὶ τὸ ἑπόμενον, ὅτι, εἰ Θεὸν πάντως ὑποστατέον καὶ ὕλην, ἑτέρα τις ὕλη τῷ Θεῷ ὑποστήσεται· ἵνα ἑκατέρῳ τῶν ποιητικῶν αἰτίων ἡ ὑποκειμένη ὑπάρχῃ ὕλη. Ἀντὶ τοίνυν δύο τέτταρας ἡμῖν ποιῶν ἀρχὰς ἐπιδειχθήσεται.
They presuppose two principles, God and matter. Now if he separates that which comes to be from that which is, the hypothesis is not equally bad, so that neither does matter make itself and admit the account of contraries, both acting and being acted upon, nor again are other such things contemplated concerning the efficient cause, which perhaps it is not even lawful to speak of; although God has no need of matter for His effects, since all things are able to come into subsistence according to that Mind; but if, as rather seems to be said by him, the disorderly motion of the things that exist is matter, first of all he is unaware that he is setting up another efficient cause (an evil-working one, however); and he fails also to see what follows, that if one must by all means posit God and matter, some other matter will be posited for God, so that for each of the two efficient causes there may be the underlying matter. Instead of two, therefore, he will be shown to be making four principles for us.
Θαυμαστὴ δὲ καὶ ἡ ἀντιδιαίρεσις. Εἰ γὰρ Θεός ἐστι παρ' αὐτῷ, ὅπερ τὸ ἀγαθὸν, καὶ βούλεται ὑφίστασθαι αὐτῷ ἐναντίον, διὰ τί οὐ καθάπερ τινὲς τῶν Πυθαγορείων τὸ κακὸν αὐτῷ ἀντιτίθησιν ; Ἀνεκτότερον γοῦν ὑπ' ἐκείνων λέγεσθαι δύο εἶναι ἀρχὰς, τὸ ἀγαθὸν καὶ τὸ κακόν· στασιάζειν δὲ ταύτας συνεχῶς, ἐπικρατεῖν δὲ τὸ ἀγαθόν. Εἰ γὰρ τὸ κακὸν ὑπερέχοι, φθαρήσεσθαι πάντα. Ὅλως γὰρ καθ' ἑαυτὴν μὲν ἡ ὕλη οὔτε σῶμά ἐστιν, οὔτε ἀκριβῶς ἀσώματόν τι, οὔτε ἁπλῶς τόδε τι· ἀλλὰ ἀόριστός τις προσλαβοῦσα τὸ εἶδος γίνεται ὡρισμένη· οἷον τὴν πυραμίδα μὲν πῦρ· τὸ ὀκτάεδρον δὲ ἀήρ· τὸ εἰκοσάεδρον δὲ ὕδωρ· κύβον δὲ γῆ. Πῶς οὖν ἐστι τῶν στοιχείων ἡ ἄτακτος κίνησις ἡ ὕλη ; Καθ' ἑαυτὴν μὲν οὖν οὐκ ἔστιν ὑποστατή· εἰ γὰρ κίνησις, ἐν τῷ κινουμένῳ· οὐ δοκεῖ δὲ τοιοῦτον εἶναι ἡ ὕλη, ἀλλὰ μᾶλλον τὸ πρῶτον ὑποκείμενον καὶ ἀῤῥύθμιστον, καὶ ἀφ' οὗ τὰ ἄλλα.
And marvellous also is his counter-division. For if with him God is that which is the good, and he wishes a contrary to subsist against Him, why does he not, just like some of the Pythagoreans, set evil over against Him? It is more tolerable, at any rate, for it to be said by those men that there are two principles, the good and the evil, and that these are continually at variance, while the good prevails. For if the evil should gain the upper hand, all things would be destroyed. For altogether, in itself matter is neither a body, nor strictly something incorporeal, nor simply a particular thing; but being something indefinite, when it has taken on form it becomes definite: for instance, the pyramid, fire; the octahedron, air; the icosahedron, water; and the cube, earth. How then is matter the disorderly motion of the elements? In itself, therefore, it is not capable of subsistence; for if it is motion, it is in that which is moved; yet matter does not seem to be such a thing, but rather the first subject and unshaped, and that from which the other things come.
Ἐπεὶ τοίνυν ἡ ἄτακτος κίνησίς ἐστιν ἡ ὕλη, πότερον ἦν ἀεὶ σὺν τῷ κινουμένῳ, ἢ ποτὲ κεχώρισται τούτου ; Εἰ μὲν γὰρ ποτὲ ἦν καθ' αὑτὴν, οὕτω γε οὐκ ἂν ἦν· οὐδεμία γὰρ κίνησις ἄνευ τοῦ κινουμένου· εἰ δὲ ἀεὶ ἐν τῷ κινουμένῳ ἦν, πάλιν αὖ δύο ἀρχαὶ οὕτω γε ὑποστήσονται, τὸ κινοῦν καὶ τὸ κινούμενον. Ποτέρῳ οὖν αὐτῶν ψηφίζεται, ἵνα ἐκεῖνο μετὰ τοῦ Θεοῦ ὑποστησώμεθα πρῶτον ;
Since, therefore, disorderly motion is matter, was it always with that which is moved, or has it ever been separated from this? For if it was ever by itself, in that way at least it would not exist; for there is no motion without that which is moved; whereas if it was always in that which is moved, back again two principles in that way at least will be posited, that which moves and that which is moved. For which of the two of them, then, does he cast his vote, that we may posit that one first together with God?
Πρόσεστι δὲ τῷ λόγῳ ἐφόλκιον τὸ ἄτακτον ἐξόριστον παντελῶς τοῦτο. Ὁπότε γὰρ μὴ κίνησις, εἰκότως ἂν λέγοιτο. Τίς δὲ καὶ τῶν κινήσεων ἡ ὕλη ; Πότερον ἡ κατ' εὐθεῖαν, ἢ ἡ κυκλοφορητική· ἢ ἡ κατ' ἀλλοίωσιν, ἢ ἡ κατὰ γένεσιν καὶ κατὰ φθοράν ; Ἀλλ' ἡ μὲν κυκλοφορητικὴ οὕτω κοσμία, ὥστε τῇ τοῦ παντὸς ἀποδέδοται τάξει. Οὐ κατὰ τούτους δὲ ταύτην αἰτιᾶσθαι, ἐν ᾗ ὁ ἥλιος καὶ ἡ σελήνη, οὓς μόνους θεῶν αἰδεῖσθαί φασιν· ἀλλὰ τὴν ἐπ' εὐθείας· ἀλλὰ
And there is attached to the statement as an appendage this altogether banished term "disorderly". For when there is not motion, it might reasonably be said. And which also of the motions is matter? Is it that in a straight line, or the circular; or that according to alteration, or that according to generation and according to corruption? Yet the circular motion is so orderly that it has been assigned to the order of the universe. And it is not in accordance with these men to blame this motion, in which are the sun and the moon, which alone of gods they say they revere; but that in a straight line; yet
PG 18:421Read from the page
καὶ ταύτῃ πέρας ἐστὶν, ἡ τοῦ ἰδίου τόπου τεῦξις. Πάντη γὰρ τὸ γήϊνον πέπαυται κινούμενον, ὅτ' ἂν γῆς ἐπιλάβηται· πᾶν δὲ ζῶον καὶ φυτὸν αὐξανόμενον, ὅτ' ἂν τοῦ ἰδίου ὅρου ἐφίκηται. Ὥστε ἡ τούτων στάσις εὐλογώτερος ἂν θάνατος γένοιτο τῇ ὕλῃ ἢ ὑπ' αὐτῶν ταύτης πλεκομένη ἀνήνυτος τελευτή. Τὴν δὲ κατὰ γένεσιν καὶ φθορὰν οὐδὲ ἐπινοῆσαι οἷόν τε τῇ ὑποθέσει ταύτῃ προσήκουσαν· ἀγένητος γὰρ αὐτοῖς ἐστιν ἡ ὕλη. Εἰ δέ γε τὴν κατὰ ἀλλοίωσιν κίνησιν ἀποδώσουσιν αὐτῇ (δοκοῦσι γὰρ μάλιστα τοῦτο λέγειν, ἐπεὶ διὰ τῆς ὕλης καὶ μεταβολὰς ἠθῶν καὶ ἐν τῇ ψυχῇ κακίας εἶναι λέγουσιν)· σκοπεῖν ἄξιον ὅπως ποτὲ καὶ ταῦτά φασιν. Ἀλλοιοῦσα γὰρ αὑτὴν, ἀεὶ ἄρξεται ἀπ' ἀρχῆς· καὶ τοῦ μέσου προϊοῦσα ἐπιλήψεται, καὶ εἰς τὸ τέλος οὕτως ἀφίξεται. Ἀλλ' εἰς τὸ τέλος ἀφικομένη οὐ στήσεται, εἴ γε οὐσία ἐστὶν αὐτῆς ἡ ἀλλοίωσις· ἀλλὰ πάλιν ἀνακάμψει διὰ τῶν αὐτῶν ἐπὶ τὴν ἀρχὴν, καὶ ὁμοίως ἐντεῦθεν ἐπὶ τὸ τέλος· καὶ οὔποτε τοῦτο ποιοῦσα παύσεται. Οἷον εἰ ἀλλοιοῖτο η α γ, μέσον δὲ τὸ ἀπὸ μὲν τοῦ β· α ἡ μεταβολὴ ἀφίξεται ἐπὶ τὸ β, καὶ ἐκεῖθεν ἐπὶ τὸ γ. Πάλιν τοίνυν, ἀπὸ τοῦ ἄκρου τοῦ γ ἐπὶ τὸ β ἀνακάμπτουσα, ἀφίξεταί ποτε ἐπὶ τὸ α· καὶ τοῦτο ἔσται διαπαντός. Ὥσπερ ἀπὸ τοῦ μέλανος ἡ μεταβολὴ, μέσον δὲ τὸ φαιὸν, καὶ ἄκρον τὸ λευκόν. Πάλιν δὲ ἀνάπαλιν ἀπὸ τούτου ἐπὶ τὸ φαιὸν, καὶ ὁμοίως ἐπὶ τὸ μέλαν· πάλιν δὲ ἀπὸ τοῦ λευκοῦ ἡ ἀρχὴ τῆς ἀλλοιώσεως, ἡ αὐτὴ ἔφοδος ἤδη.
for this too there is a limit, the attainment of its own place. For altogether that which is earthy ceases moving whenever it reaches earth; and every growing animal and plant, whenever it attains its own bound. So that the coming to rest of these things would more reasonably be death for matter than the endless end of it woven by them. And motion according to generation and corruption it is not even possible to conceive as belonging to this hypothesis; for with them matter is unbegotten. But if they shall assign to it motion according to alteration (for they seem above all to say this, since through matter they say both changes of character and vices in the soul exist), it is worth examining how ever they say these things too. For in altering itself, it will always begin from a beginning; and advancing it will lay hold of the middle, and thus will arrive at the end. Yet having arrived at the end it will not stand still, if indeed alteration is its essence; but again it will bend back through the same stages to the beginning, and similarly thence to the end; and it will never cease doing this. As for instance if a and c were altered, and the middle were from b: from a the change will arrive at b, and thence at c. Again, therefore, bending back from the extreme c to b, it will arrive at some time at a; and this will be continually. Just as from black is the change, and the middle is grey, and the extreme white. And again contrariwise from this to grey, and similarly to black; and again from white the beginning of the alteration, the same course now.
Κατ' ἀλλοίωσιν κακοποιὸς αἰτία ἐστὶν ἡ ὕλη ; Οὐ μᾶλλόν τι κακοποιὸς ἢ ἀγαθοποιὸς, οὕτω γε δείκνυται. Ἔστω γὰρ ἡ ἀρχὴ τῆς ἀλλοιώσεως ἀπὸ τοῦ κακοῦ. Οὐκοῦν οὕτως ἀπὸ τούτου διὰ τῶν ἀδιαφόρων ἐπὶ τὸ ἀγαθὸν ἡ ἀλλοίωσις. Ἀλλ' ἀπὸ τοῦ ἀγαθοῦ. Πάλιν τοίνυν διὰ τῶν ἀδιαφόρων ἡ ἀρχή. Εἴτ' ἐπὶ τόδε τὸ ἄκρον εἴτ' ἐπὶ τὸ ἕτερον ἡ κίνησις, ὁ αὐτὸς λόγος· ταῦτα ἐκ περιουσίας λέγεται.
Is matter an evil-working cause by way of alteration? Not any more evil-working than good-working is it thus at least shown to be. For let the beginning of the alteration be from the evil. Therefore thus from this through the indifferent things to the good is the alteration. Or let it be from the good. Again, therefore, through the indifferent things is the beginning. Whether the motion is towards this extreme or towards the other, the account is the same; these things are said out of abundance.
Πᾶσα μὲν γὰρ κίνησις περὶ τὸ ποσόν· κακίας δὲ καὶ ἀρετῆς ἡγεμών ἐστιν ἡ ποιότης. Ταῦτα δὲ ὅτι καὶ τῷ γένει διώρισται, ἴσμεν. Πότερον δὲ μόνον ὁ Θεὸς καὶ ἡ ὕλη ἐστὶν ἀρχαὶ, ἤ τι ἕτερον ἀπολείπει, ὃ τούτων ἐστὶν ἐν μέσῳ ; Εἰ μὲν γὰρ μηδέν ἐστιν, ἄμικτα ταῦτα ὑπολείπεται πρὸς αὐτά· καλῶς γὰρ λέγεται, ὅτι, ἵνα τὰ ἄκρα μιχθῇ, δεῖ τι εἶναι ἐν μέσῳ, ὅπως ταῦτα συνδέῃ· εἰ δέ τι ἕτερον ὑπάρχει, ἀνάγκη πάλιν εἶναι ἢ ἀσώματον ἢ σῶμα· ὥστε τριττὴ ἀρχὴ ἐπεισόδιος γέγονεν.
For all motion is concerned with quantity; whereas the leader of vice and of virtue is quality. And that these are distinguished in genus also, we know. But are God and matter alone principles, or does he leave something else which is between these? For if there is nothing, these are left unmixed with one another; for it is well said that, in order that extremes may be mixed, there must be something in between so as to bind these together; whereas if something else exists, it is necessary again that it be either incorporeal or a body; so that a third adventitious principle has come into being.
Πρότερον δὲ εἰ ὅλως ὁ Θεὸς καὶ ἡ ὕλη ἀσώματα ἑκάτερα, οὐδέτερον ἐν οὐδετέρῳ, πλὴν εἰ μὴ ὡς γραμματικὴ ἐν ψυχῇ· τοῦτο δὲ ἄτοπον ἐπὶ Θεοῦ καὶ Ὕλης ἐπινοεῖν. Εἰ δὲ ὡς ἐν κενῷ, ὥς τινες λέγουσι, τὸ κενὸν τῷ παντὶ περικεχῶσθαι· τὸ ἕτερον πάλιν ἀνυπόστατον. Οὐσία γὰρ τοῦ κενοῦ τὸ μηδέν. Εἰ δὲ ὡς συμβεβηκότα, πρῶτον μὲν ἀδύνατον τοῦτο· οὐσίας γὰρ ἄμοιρα ὄντα, οὐδαμοῦ εἶναι δύναται.
And first, if God and matter are altogether both incorporeal, neither is in the other, unless as grammar is in the soul; and this is absurd to conceive in the case of God and Matter. And if as in a void, as some say that the void is poured around the universe, the other again is unsubstantial. For the essence of the void is nothing. And if as accidents, first of all this is impossible; for being devoid of essence, they can be nowhere.
Notes, col. 421

On the reading

Printed η, for ῆ.

PG 18:424Read from the page
Ὄχημα γὰρ ὥσπερ ἐστὶν ὑποβεβλημένον τοῖς συμβεβηκόσιν ἡ οὐσία. Εἴ τε σώματα ἑκάτερα, ἀνάγκη ἢ ἄμφω βαρέα εἶναι, ἢ ἄμφω κοῦφα, ἢ μέσα· ἢ τὸ μὲν βαρὺ, ἢ τὸ δὲ κοῦφον, ἢ τὸ δὲ μέσον. Εἴτε οὖν ἑκάτερα βαρέα, σύμπασα οὕτως ἀνάγκη εἶναι τάδε αὐτὰ καὶ ἐπὶ τῶν κούφων καὶ ἐπὶ τῶν μέσων· εἴτε παραλλάττοιτο, τὸ ἕτερον πάντως τοῦ ἑτέρου ἔσται κεχωρισμένον. Ἄλλος γὰρ τῷ βάρει, καὶ ἄλλος τῷ μέσῳ καὶ τῷ κούφῳ τόπος· τῷ μὲν γὰρ τὸ ἄνω, τῷ δὲ τὸ κάτω, τῷ δὲ τὸ μέσον. Παντὸς δὲ σφαιροειδοῦς τὸ κάτω μέσον ἐστίν· ἀπὸ γὰρ αὐτοῦ πρὸς πᾶν τὸ μετέωρον ἄχρι τῆς ἄνω ἐπιφανείας πάντοθέν ἐστιν ἡ ἀπόστασις. Καὶ πάντα πάλιν τὰ βαρέα πανταχόθεν φέρεται ἐπ' αὐτό. Διὸ καὶ γέλωτός μοι ἐπῆλθεν ἀκούσαντι, ὅτι κινουμένη ἡ ὕλη ἀτάκτως (τοῦτο γὰρ αὐτῇ κατὰ φύσιν) εἰς τὴν τοῦ Θεοῦ ἀφίκετο χώραν, ἣ ἐς φῶς καὶ λαμπρὸν, καὶ πάντα τὰ τοιαῦτα.
For essence is submitted like a vehicle to accidents. And if both are bodies, it is necessary either that both be heavy, or both light, or intermediate; or the one heavy, and the other light, or the other intermediate. Whether therefore both are heavy, there is every necessity that these same things be so both in the case of the light and in the case of the intermediate; or if they should differ, the one will by all means be separated from the other. For there is one place for the heavy, and another for the intermediate and for the light: for the one has the upper place, the other the lower, and the other the middle. And of every spherical body the lower place is the middle; for from it towards every elevated part up to the upper surface the distance is on all sides equal. And again all heavy things are borne from all sides towards it. Wherefore also laughter came upon me when I heard that matter, moving disorderly (for this is natural to it), arrived at the region of God, or into light and brightness, and all such things.
Εἰ δὲ τὸ μὲν σῶμα, τὸ δὲ ἀσώματον, πρῶτον μὲν ὃ ἐστι σῶμα, μόνον κινητόν ἐστιν· ἔπειτα δὲ, εἰ μὲν ἄμικτα, ἐστὶν ἑκάτερον χωρὶς ἑκατέρου κατὰ τὴν οἰκείαν φύσιν· εἰ δὲ μέμικται τὸ ἕτερον τῷ ἑτέρῳ, ἢ ψυχὴ ἢ νοῦς ἢ συμβεβηκὸς ἂν εἴη. Οὕτω γὰρ μόνον τὰ ἀσώματα τοῖς σώμασι πάρεστι μίγνυσθαι.
And if the one is a body, and the other incorporeal, first of all that which is a body is alone movable; and next, if they are unmixed, each is apart from the other according to its own nature; whereas if the one is mixed with the other, it would be either soul or mind or accident. For only thus is it possible for incorporeal things to be mixed with bodies.
Ἀλλ' ὅπως ἠνέχθη εἰς τὴν τοῦ Θεοῦ χώραν, ἢ ἐκ ποίας αἰτίας ; κατὰ φύσιν μὲν γὰρ αὐτῇ τὸ κάτω καὶ τὸ σκότος, ὥς φασι, παρὰ φύσιν δὲ τὸ ἄνω καὶ τὸ φῶς· ὥς γε παρὰ φύσιν τότε γέγονεν αὐτῇ ἡ κίνησις. Καὶ τοιοῦτόν τι πέπονθεν, οἷον εἰ λίθον τις ἢ βῶλον γῆς εἰς τὸ ἄνω ῥίψειεν· δι' ὃ δὴ, ὀλίγον τὰ τοιαῦτα κουφισθέντα ὑπὸ τῆς τοῦ ῥίψαντος βίας, μετέωρα γεγονότα, εἰς τὸν αὐτὸν καταφέρεται τόπον. Τὴν οὖν ὕλην τίς ἐκούφισεν εἰς τὸν ἄνω τόπον ; Δι' αὑτὴν μὲν γὰρ καὶ ἐξ αὑτῆς οὐκ ἂν κινοῖτο ταύτην τὴν κίνησιν, αὐτῆς ὑπάρχουσαν. Δεῖ δὲ αὐτὴν ὑπομεῖναι βίαν, ἵνα εἰς τὸν ἄνω τόπον μετεωρισθῇ, καθάπερ ὁ λίθος καὶ ἡ βῶλος. Ἀλλ' ἕτερον μὲν οὐδὲν σὺν αὐτῇ ἀπολείπουσι, τὸν Θεὸν δέ. Φανερὸν οὖν τὸ ἐκ τοῦ λόγου συμβαῖνον· ὅτι, κατ' αὐτοὺς, ὁ Θεὸς βίᾳ καὶ ἀνάγκῃ ταύτην μετέωρον ἐποίησεν ὡς αὐτόν.
But how was it carried into the region of God, or from what cause? For according to nature the lower place and darkness belong to it, as they say, while the upper place and light are contrary to nature; so that at that time its motion came about contrary to nature. And it suffered some such thing as if someone should throw a stone or a clod of earth upwards; wherefore indeed such things, having been lightened a little by the force of the thrower and having become elevated, are borne down into the same place. Who then lightened matter into the upper place? For through itself and of itself it would not be moved with this motion, being its own. And it must undergo force in order to be raised aloft into the upper place, just like the stone and the clod. Yet they leave nothing else with it, except God. Manifest, therefore, is what results from the argument: that according to them, God by force and necessity raised it aloft to Himself.
Καὶ μην, εἰ κακὸν ἡ ὕλη, πάντως που εἰσὶν αὐτῆς καὶ ὀρέξεις τοιαῦται. Ἔστι δὲ ἡ μὲν τοῦ κακοῦ ὄρεξις φαύλη· ἡ δὲ τοῦ καλοῦ πάνυ σπουδαία. Εἰ δὲ τοῦ λαμπροῦ καὶ τοῦ φωτὸς ἐπεθύμησεν ἡ ὕλη, οὐ φαύλη ἡ ἐπιθυμία· καθάπερ οὐδὲ εἰ ἐν κακίᾳ τις ζῶν, μετὰ ταῦτά ποτε ἐπιθυμήσειεν ἀρετῆς. Τοὐναντίον γὰρ, ἐν ἐγκλήματι τὸ σπουδαῖόν τινα τοῦ φαύλου εἰς ἐπιθυμίαν ἐλθεῖν· καθάπερ ἂν εἰ τὸν Θεὸν φαῖεν ὀρέγεσθαι τῶν τῇ ὕλῃ προσόντων κακῶν. Οὐ γὰρ δὴ τὰ τοῦ Θεοῦ ἀγαθὰ τοιαῦτα ὑποληπτέον, οἷόν ἐστιν ὁ πλοῦτος καὶ ἡ πολλὴ γῆ, καὶ ὁ πολὺς χρυσὸς,
And further, if matter is evil, by all means its desires also, I suppose, are such. Now the desire of evil is bad; while that of the good is altogether worthy. And if matter desired brightness and light, the desire was not bad; just as neither is it if someone living in vice should at some time hereafter desire virtue. On the contrary, it is a matter of blame that a worthy person should come into a desire of what is bad; just as if they should say that God desires the evils belonging to matter. For indeed the good things of God must not be supposed to be such as are wealth and much land, and much gold,
Notes, col. 424

On the reading

Printed μην, for μὴν.