Migne Reading Room

PG 18 · cols. 425–436 · Read from the page

Against the Doctrines of the Manichaeans

Against the Doctrines of the Manichaeans

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:425Read from the page
ὧν ἐλάττων γίνεται τῷ κεκτημένῳ ἡ ἀπὸ τῶν ἀνθρώπων εἰς ἕτερον μετάστασις. Ἀλλ' εἴ τινα τούτων ὅλως εἰκόνα ἐπινοῆσαι δεῖ, τὴν σοφίαν, οἶμαι δὲ καὶ ὡς ἄν τις παραβάλοι καὶ τὰς ἐπιστήμας. Ὥσπερ οὖν οὔτε ἡ σοφία ἐλαττοῦται οὔτε ἡ ἐπιστήμη, οὔτε οἱ αὐτὰς ἔχοντες, ἂν ἕτερος τῶν αὐτῶν μεταλάβῃ· οὕτως οὔτε τὸν Θεὸν εὔλογον φθονῆσαι τῇ ὕλῃ τῆς τοῦ καλοῦ ὀρέξεως· εἰ δὴ κατὰ αὐτοὺς ὠρέχθη τούτου.
of which the transfer from men to another becomes a lessening for the possessor. Rather, if one must conceive any image of these things at all, one might compare wisdom, and I think also the sciences. Just as, therefore, neither wisdom is lessened nor science, nor those who possess them, if another partakes of the same; so neither is it reasonable that God begrudged matter the desire of the good, if indeed according to them it desired this.
Πολὺ δὲ τοὺς μυθοποιοὺς ὑπερβεβλήκασι, τοὺς ἢ τὰ τοῦ Οὐρανοῦ αἰδοῖα τέμνοντας, ἢ τὰς ἐπιβουλὰς κατὰ τοῦ Κρόνου ὑπὸ τοῦ υἱοῦ συντιθέντας, ἵνα αὐτὸς κατάσχῃ τὴν ἀρχήν· ἢ ποιοῦντας πάλιν τὸν Κρόνον τοὺς υἱοὺς καταπίνειν· εἶτα διαμαρτάνοντα διὰ τῆς τοῦ λίθου εἰκόνος. Πῶς γὰρ τὰ λεγόμενα ὑπ' αὐτῶν οὐ τοιαῦτα ; ὅτ' ἂν πόλεμον ἄντικρυς τῆς ὕλης πρὸς τὸν Θεὸν ὑφηγήσωνται· καὶ μηδὲ ταῦτα μέντοι δι' ὑπονοίας λέγωσι, καθάπερ Ὅμηρος, χαίρειν τὸν Δία ἐπὶ τῷ τῶν θεῶν πολέμῳ πρὸς ἀλλήλους ἐν Ἰλιάδι, αἰνιττόμενος τὸ ἐξ ἀνομοίων τὸν κόσμον συγκεῖσθαι, ἡρμοσμένων πρὸς ἄλληλα, καὶ νικώντων τε καὶ νικωμένων. Καὶ ταῦτά μοι εἴρηται, ἐπειδὴ γιγνώσκω τοὺς τοιούτους, ἐπειδὰν ἀποδείξεων ἀπορῶσιν, ἔνια πανταχόθεν ἀπὸ τῶν ποιήσεων συμφέροντας, καὶ ἀπολογίαν ταῦτα ὑπὲρ τῶν ἰδίων δοξῶν ποιουμένους. Οὐκ ἂν δὲ ταῦτα ἐπεπόνθεισαν, εἰ μετά τινος φροντίδος ᾡτινι δήποτε ἐνετύγχανον.
And they have far surpassed the myth-makers, who either cut off the privy parts of Uranus, or contrive plots against Cronus by his son so that he himself may seize the sovereignty, or again make Cronus swallow his sons and then fail of his purpose through the semblance of the stone. For how are the things said by them not of such a kind, whenever they recount an outright war of matter against God, and do not even say these things by way of allegory, just as Homer says in the Iliad that Zeus rejoiced at the war of the gods against one another, hinting that the world is composed of unlike things fitted together with one another, both conquering and being conquered? And these things have been said by me because I know that such men, whenever they are at a loss for demonstrations, bring together certain passages from all sides out of the poems, and make these a defence on behalf of their own opinions. Yet they would not have suffered this if they had read anything whatsoever with some care.
Καὶ μὴν πάντα μὲν τὰ κακὰ ἀπὸ τοῦ θείου χοροῦ ἀπελήλαται, ὁ ζῆλος δὲ μάλιστα καὶ ὁ φθόνος. Καταλείπουσι δὲ οὗτοι αὐτὰ παρὰ τῷ Θεῷ, ὅτ' ἂν φῶσιν αὐτὸν τὴν ἐπιβουλὴν κατὰ τῆς ὕλης συντάξαι, διότι δὴ τοῦ καλοῦ ἐπεθύμησε. Τίνι δὲ καὶ ὁ Θεὸς ὧν εἶχεν ἐβουλήθη τὴν ὕλην τιμωρήσασθαι ; τὸ μὲν γὰρ ἁπλοῦν φάναι τὸν Θεὸν ἀκριβέστερον οἶμαι ἢ κατὰ τούτους. Ἔστι καὶ ἡ τῆς ἐννοίας τούτου ἀφήγησις, οὐχ ὡς περὶ τῶν ἄλλων, εὔκολος. Οὐδὲ γὰρ ἁπλῶς ἐνδεῖξασθαι αὐτὴν δυνατὸν, διὰ δὲ πολλῆς παιδεύσεως καὶ πόνου. Ἀλλὰ τοῦτό γε πάντες ἴσμεν, ὅτι ἡ ὀργὴ καὶ ἡ τῆς τιμωρίας κατὰ τῆς ὕλης ὄρεξις πάθη ἐστὶ, περὶ τὸν οὕτω διωκόμενον συνιστάμενα· ταῦτα δὲ οὐδὲ περί τινα σπουδαῖον γένοιτο ἂν τὰ παθήματα· μήτι γε περὶ τὸ ἀγαθὸν αὐτό.
And further, all evils are banished from the divine choir, and jealousy and envy above all. Yet these men leave them with God, whenever they say that He contrived the plot against matter because forsooth it desired the good. And wherewith of the things that He had did God even wish to punish matter? For to say that God is simple I think is more exact than accords with these men. And the exposition of the conception of this is not, as concerning other things, easy. For neither is it possible to set it forth simply, but through much instruction and labour. Yet this at least we all know, that anger and the desire of vengeance against matter are passions subsisting about one so pursued; and these passions would not arise even about any worthy man, much less about the good itself.
Ἐφ' ἕτερα τοίνυν ἥκει πάλιν ὁ λόγος περιφερόμενος. Ἐπειδὴ γὰρ δύναμιν τὸν Θεὸν εἰς τὴν ὕλην καταπέμψαι φασὶ, σκοπεῖν ἄξιον, πότερον ἡ δύναμις αὕτη κατὰ τὸ ἀγαθὸν ἠλάττωται παρὰ τὸν Θεὸν, ἢ ὁμοίως εἶχεν. Εἰ μὲν γὰρ ἠλάττωται, τί τὸ αἴτιον ; ὕλης μὲν γὰρ οὐδὲν μετεῖχε τῶν παρὰ Θεῷ· ἓν δὲ μόνον ἀγαθὸν εἰσάγει τὸν Θεὸν, καὶ ἓν κακὸν τὴν ὕλην· εἰ δὲ ὁμοίως εἶχε, τίνος ἕνεκα ὁ μὲν ὥσπερ
To other matters, therefore, the argument comes round again. For since they say that God sent down a power into matter, it is worth examining whether this power was lessened in respect of the good in comparison with God, or was in like case. For if it was lessened, what is the cause? For nothing of the things with God partook of matter; and he introduces God as one sole good, and matter as one evil; whereas if it was in like case, for what reason did the one like
PG 18:428Read from the page
τις βασιλεὺς ἐπέταττεν, ἡ δὲ τὸν πόνον τὸν ἀκούσιον ἀνέτλη τοῦτον ;
a king give commands, while the other endured this involuntary toil?
Καὶ ἐπὶ τῆς ὕλης δὲ ζητηθήσεται, πότερον εἰς τὸ κακὸν ὅμοιαι ἢ ἐλάττους δυνάμεις ; Εἰ γὰρ ἐλάττους, πάντως τε κακίας ἐλάττους· μετοχῇ ἄρα τοῦ ἀγαθοῦ αὗται ἂν γένοιντο. Δύο γὰρ ὄντων κακῶν, τὸ ἧττον τοιοῦτον κατὰ μετάληψιν τοῦ ἀγαθοῦ πάντως που οὕτως ἔσχηκεν. Ἀγαθὸν δὲ οὐδὲν περὶ τὴν ὕλην ἀπολείπουσι. Πάλιν τοίνυν ἀπορία ἑτέρα. Εἰ γάρ τις ἄλλη δύναμις τῷ κακῷ ὑπερβάλλει τὴν ἡγεμονεύουσαν ὕλην, αὕτη ἐστὶν ἡγεμονικωτέρα· τὸ γὰρ μᾶλλον κακὸν τῆς ἀρχῆς τῆς κατ' αὐτὴν ἡγοῖτο.
And in the case of matter also it will be inquired whether its powers are like it or lesser in respect of evil? For if lesser, they are by all means lesser in evil too; by participation in the good, therefore, these would be so. For when there are two evils, that which is less such has by all means, I suppose, come to be so by participation in the good. Yet they leave no good about matter. Again, therefore, another difficulty arises. For if some other power surpasses the ruling matter in evil, this one is more ruling; for that which is more evil would lead the sovereignty that belongs to it.
Τὸ δὲ, Κατέπεμψε ὁ Θεὸς δύναμιν ἐπὶ τὴν ὕλην, λέγεται μὲν μετ' οὐδεμιᾶς ἀποδείξεως· ἔστι δὲ πιθανὸν οὐδ' ὁπωστιοῦν. Χρὴ δὲ ὁμοίως καὶ αὐτὸ τυχεῖν τῶν οἰκείων λόγων. Τὸ μὲν γὰρ αἴτιον τούτου ἐκεῖνο εἶναι, ὅπως μηδὲν μὲν ᾖ κακὸν, ἀγαθὰ δὲ πάντα. Ἔδει μιχθῆναι τὴν δύναμιν τῇ ὕλῃ, κατὰ τοὺς ἀθλητὰς, τοὺς ἐν τῷ συμπλέκεσθαι καταγωνιζομένους τοὺς ἀντιπάλους, ἵνα, κρατήσασα τοῦ κακοῦ, παύσῃ αὐτὸ τοῦ εἶναι. Πολὺ δὲ οἶμαι σεμνότερον, καὶ τῆς τοῦ Θεοῦ ὑπεροχῆς ἐπάξιον, τὸ ὁμοῦ νοήματι τῶν ὄντων ἀφανίσαι τὴν ὕλην. Ἀλλ' οἶμαι, τοῦτο οὐκ ἀπεδέξαντο, διὰ τὸ καὶ νῦν κακόν τι ὑπάρχειν, ὃ τὴν ὕλην εἶναί φασι. Τὰ πράγματα δὲ οὐδὲν μᾶλλον δύναται παύσασθαι ὄντα τοιαῦτα, ἵνα τις τὸ μὴ μεταβάλλεσθαι εἰς τὰ χείρω ἔνια συγχωρήσῃ. Ἔδει δέ τινα αἴσθησιν γενέσθαι τούτου, ὅτι μετρίως ὅπως δήποτε ἐμειώθη ταῦτα, ἵνα καὶ τὰς εἰς τὸ μέλλον ἐλπίδας βελτίους ἔχωμεν. Καλῶς γὰρ δὴ πρὸς τὸν Ζήνωνος τοῦ Κιτιέως εἴρηται λόγον, ὃς τὸ πᾶν ἐκπυρωθήσεσθαι λέγων, Πᾶν τὸ καῖον ἔχον οὐ παύσῃ ἕως ὅλον καύσῃ· καὶ ὁ ἥλιος πῦρ ἐστι, καὶ ὃ ἔχει οὐ καύσει ; Ἐξ οὗ συνήγετο, ὡς ᾤετο, τὸ πᾶν ἐκπυρωθήσεσθαι. Πρὸς ὅν τις τῶν χαριεστέρων εἰρηκέναι λέγεται· Ἀλλ' ἐγώ τοι χθὲς, καὶ πρὸ ἐνιαυτοῦ, καὶ πρὸ πλείονος χρόνου εἶδον, καὶ νῦν ὁμοίως ὁρῶ, οὐδὲν ὑπὸ τοῦ ἡλίου πεπονθός. Χρῆν δὲ σὺν χρόνῳ κατ' ὀλίγον γενέσθαι τοῦτο, ἵνα καὶ ὅτι ποτὲ ἐκπυρωθήσεται τὸ ὅλον πιστεύσωμεν. Καὶ πρὸς τὸν Μανιχαίου δὴ λόγον, καίτοι σὺν οὐδεμιᾷ πίστει ῥηθέντα, ἡ αὐτὴ, οἶμαι, ἀπόκρισις· ὅτι Ἀλλ' οὐδὲν ἐμειώθη ταῦτα· ἀλλὰ καὶ πρότερον ἦν ἐπὶ τοῦ πρώτου γενομένου ἀνθρώπου, ὅπου ἀδελφὸς ἀδελφὸν ἀπόλλυσι, καὶ νῦν ἔτι ἐστί· καὶ πόλεμοι οἱ αὐτοὶ, καὶ ποικιλώτεραι ἐπιθυμίαι. Χρῆν δὲ, εἰ καὶ μὴ πεπαῦσθαι, μεμειῶσθαι γ' οὖν ταῦτα, ἵνα οἰηθήσωμεν, ὅτι καὶ παύσηταί ποτε σὺν τῷ χρόνῳ. Ὄντων δὲ τῶν αὐτῶν ἐκεῖθεν, τίς ἡ πίστις τῶν εἰς τὸ μέλλον ;
And the statement, "God sent down a power upon matter," is spoken indeed with no demonstration, and is not plausible in any way whatsoever. Yet it too must similarly receive its fitting arguments. For they say the cause of this is that nothing may be evil, and all things good. The power had to be mixed with matter, after the manner of athletes who in grappling overcome their antagonists, in order that, having prevailed over the evil, it might make it cease to exist. Yet I think it far more august, and worthy of the pre-eminence of God, at once by a thought to blot out matter from the things that exist. But, I think, they did not accept this, because even now some evil exists, which they say is matter. Yet things are no more able to cease being such, even should one grant that some things do not change for the worse. And there ought to have been some perception of this, that these things had been moderately diminished in some way or other, in order that we might also have better hopes for the future. For well indeed was it spoken in reply to the argument of Zeno of Citium, who, saying that the universe will be consumed by fire, argued: "Everything that has something to burn will not cease until it burns the whole; and the sun is fire, and will it not burn what it has?" From which it was inferred, as he supposed, that the universe will be consumed by fire. To whom one of the wittier sort is said to have spoken: "Why, I saw it yesterday, and a year ago, and a longer time ago, and now I similarly see it having suffered nothing from the sun. Yet this ought to have come about little by little with time, in order that we might also believe that at some time the whole will be consumed by fire." And to the argument of Manichaeus indeed, although spoken with no proof, there is, I think, the same reply: "Why, these things have been diminished not at all; rather, both formerly it was so in the time of the first man who came into being, where brother destroys brother, and now it still is so; and the wars are the same, and the desires more varied. Yet these things ought, even if they had not ceased, at any rate to have been diminished, in order that we might suppose that they will also cease at some time with time. But since the same things exist from that time, what is the assurance of the things for the future?"
PG 18:429Read from the page
Τίνα δὲ καὶ τὰ κακὰ εἶναι λέγει; Περὶ μὲν γὰρ τὸν ἥλιον καὶ τὴν σελήνην οὐδὲν ἀπολείπει· περὶ δὲ τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας, εἴ τι τοιοῦτον εἶναί φησι, καὶ τί ποτ' ἐστὶ τοῦτο, εὔλογον ἐφεξῆς ζητεῖν. Ἀλλ' ἡ μὲν ἀταξία κατ' αὐτούς ἐστι τὸ κακὸν καὶ ἡ ἄτακτος κίνησις· ταῦτα δὲ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχει· καὶ οὔτε τινά τις τῶν πλανωμένων αἰτιάσεται, ὡς παρὰ τὸν τεταγμένον χρόνον ἐπιμεῖναί ποτε ζωδιακῷ ἀξιώσαντα, οὔτε τῶν ἀπλανῶν, ὡς οὐκέτι τῆς αὐτῆς μένοντα ἕδρας καὶ μὴ συμπεριπολοῦντα τῇ τοῦ παντὸς περιφορᾷ, ἐν ἑκατὸν ἔτεσι μίαν μοῖραν ἐπὶ τὰ ἑπόμενα κινούμενα. Ἐν γῇ δὲ εἰ τὸ ἀνήμερον ἐνίων χωρίων αἰτιᾶται, ἢ μέμψονται οἱ κυβερνῆται ἐν τῇ θαλάσσῃ χειμῶνας· πρῶτον μὲν κατ' αὐτοὺς τῆς τοῦ ἀγαθοῦ μοίρας τὰ τοιαῦτα. Εἰ γοῦν ἐπὶ γῆς μηδὲν φύοιτο, τάχιστα ἂν ἀπόλοιτο πάντα τὰ ζῶα. Τοῦτο δὲ πολὺ τῆς ἐναπειλημμένης τῇ ὕλῃ δυνάμεως πρὸς τὸν Θεὸν παραπέμψαι δύναται· καὶ πολλὰς σελήνας δεήσει γενέσθαι, ἵνα ἀθρόως χωρῆσαι δυνηθῶσι τοσαύτας προσπελαζούσας ψυχάς. Τὰ δὲ αὐτὰ καὶ περὶ τὴν θάλατταν. Ἕρμαιον γὰρ ἀπόλλυσθαι, ἵνα τάχιστα τῆς πρὸς τὸν Θεὸν ὁδοῦ ἔχωνται ἀπολλύμενα. Οἱ δὲ πόλεμοι οἱ ἐπὶ γῆς, καὶ λιμοὶ καὶ πᾶν ὅ τι φθοροποιὸν, ἐν πλείστῃ τιμῇ κατ' αὐτούς. Πᾶν γὰρ τὸ ἀγαθῶν αἴτιον τιμητέον. Ἀγαθοῦ δὲ αἴτια ταῦτα ἐκ τῆς συμβαινούσης φθορᾶς, ἂν πρὸς τὸν Θεὸν παραπέμπει τὴν διακρινομένην ἀπὸ τῶν ἀπολλυμένων δύναμιν.
And what things also does he say are evils? For concerning the sun and the moon he leaves nothing behind; but concerning the heaven and the stars, if he says there is any such thing, and what ever this is, it is reasonable to inquire next in order. Yet disorder, according to them, is the evil, and disorderly motion; whereas these things always hold in the same respects and in like manner: and neither will anyone blame any of the planets, as having ever deigned to remain in the zodiac beyond the appointed time, nor any of the fixed stars, as no longer remaining in the same seat and not revolving together with the revolution of the universe, moving one degree towards the following signs in a hundred years. And on earth, if he blames the wildness of some places, or steersmen find fault with storms in the sea: first, according to them, such things belong to the portion of the good. If, at least, nothing were to grow upon the earth, all living creatures would very quickly perish. And this is able to send on to God much of the power caught fast in matter; and many moons will need to come into being, so that they may be able all at once to contain so many approaching souls. And the same things hold also concerning the sea. For it is a windfall to perish, so that by perishing they may very quickly lay hold of the way towards God. And wars upon earth, and famines and everything that is destructive, are held in the greatest honour according to them. For every cause of good things is to be honoured. And these things are causes of good out of the corruption that comes to pass, which sends on to God the power separated from the things that perish.
Ἠγνοήκαμέν τε, ὡς ἔοικεν, ὅτι ἐν δίκῃ τὸν κροκόδειλον καὶ τὸν λέοντα καὶ τὸν λύκον τιμῶσιν Αἰγύπτιοι· ἐπειδὴ ταῦτα μάλιστα παρὰ τὰ ἄλλα ζῶα καρτερικώτατα ὄντα, καταναλίσκει σιτούμενά τε αὐτὰ καὶ πάντα τρόπον διαφθείροντα· καὶ τὸν ἀετὸν καὶ τὸν ἱέρακα ὅτι καὶ ταῦτα τῶν ἐν ἀέρι καὶ ἐπὶ γῆς ἀσθενεστέρων ζώων ἀναιρετικά. Τάχα δὲ κατ' αὐτοὺς ὁ ἄνθρωπος διὰ τοῦτο ἐν πλείστῃ τιμῇ, ὅτι μάλιστα πάντων ταῖς ἐπινοίαις καὶ ταῖς τέχναις πλεῖστα τῶν ζώων δαμάζειν εἴωθεν· ἵνα καὶ αὐτὸς μὴ ἀμοιρῇ τούτου τοῦ ἀγαθοῦ, βορὰ ἑτέρων γίνεται. Πάλιν οὖν αἱ γενέσεις ἄτοποι, κατ' αὐτοὺς, ἐκ μικροῦ καὶ τοῦ τυχόντος σπέρματος πᾶν μέγα τι ἀποτελοῦσαι· καὶ πολὺ κάλλιον κατ' αὐτοὺς ἀνῃρῆσθαι ταύτας ὑπὸ τοῦ Θεοῦ, ἵνα ἂν σύντομος ἐγένετο ἀπαλλαγὴ τῆς ἐνταῦθα διατριβῆς τῆς δυνάμεως τῆς θείας.
And we have been ignorant, as it seems, that with justice the Egyptians honour the crocodile and the lion and the wolf; since these, being most hardy above the other animals, consume them, both feeding upon them and destroying them in every way; and the eagle and the hawk, because these too are destructive of the weaker animals in the air and upon the earth. And perhaps according to them man is on this account in the greatest honour, because most of all by his contrivances and arts he is accustomed to tame very many of the animals; and that he himself also may not be without a share of this good, he becomes food for others. Again therefore generations are absurd, according to them, accomplishing every great thing out of a small and casual seed; and it would have been much better according to them for these to have been done away with by God, so that there might have been a speedy deliverance of the divine power from its sojourn here.
Ἀλλὰ τί καὶ πρὸς ἀκολασίας καὶ ἀδικίας, καὶ πᾶν ὁτιοῦν τοιοῦτον, φήσειέ τις ἂν, ὁ Μανιχαῖος ἐρεῖ; Οὐκοῦν πρὸς ταῦτα βοηθὸς δέδοται ἡ παίδευσις καὶ ὁ νόμος· ἡ μὲν παίδευσις ἐκφροντίζουσα τοῦ μηδὲ τοιοῦτόν τι περὶ τοὺς ἀνθρώπους συμβαίνειν· ὁ νόμος δὲ τιμωρούμενος τὸν ἁλόντα ἔν τινι τῶν ἀδικημάτων ὄντα.
But what also, someone might say, will Manichaeus say with regard to licentiousness and injustices, and anything whatever of such a kind? Well then, against these things instruction and the law have been given as a helper: instruction taking care that no such thing at all should happen among men, and the law punishing him who is caught being involved in any of the wrongdoings.
Notes, col. 429

On the reading

Printed ἂν, for ἣ.

PG 18:432Read from the page
Ἔπειτα δὲ τί τὸ ἔγκλημα τῆς γῆς, εἰ γεωργὸς ἀμελήσειε τοῦ ταύτην ἡμεροῦν; ὅτι ἠλάττωται ἡ τοῦ Θεοῦ ἀρχὴ, ἥτις ἐστὶ κατὰ τὸ δίκαιον, ὅτ' ἂν ᾖ τὰ μὲν καρπῶν γόνιμα, τὰ δὲ μὴ τοιαῦτα· ἢ φερομένων τῶν πνευμάτων καθ' ἑτέραν αἰτίαν, τοὺς μὲν ὠφελεῖσθαι, τοὺς δὲ καὶ ἀβούλητά τινα ὑπομένειν, συμβαίνῃ; ἀπείρους τούτους εἶναι τῆς τῶν ἐνδεχομένων φύσεως καὶ τῆς τῶν ἀναγκαίων. Οὕτω γὰρ οὐκ ἂν τὰ τοιαῦτα ἐτερατεύοντο.
And next, what is the charge against the earth, if a husbandman should neglect to cultivate it? Is it that the rule of God, which is according to justice, has been diminished whenever some parts are productive of fruits and others are not such; or when the winds blow according to another cause, it happens that some are benefited while others even undergo certain unwelcome things? It is that these men are ignorant of the nature of contingent things and of that of necessary things. For thus they would not have talked such marvels.
Πόθεν οὖν ἡδονὴ καὶ ἐπιθυμία; Ταῦτα γὰρ μάλιστα κακὰ εἶναι λέγουσι καὶ διαμεμισήκασι· τὴν ὕλην οὐχ ἑτέρα μᾶλλόν ἐστιν. Ὅτι μὲν οὖν περὶ τὰ αἰσθητικὰ τῶν ζώων μόνων ἐστὶ ταῦτα, καὶ οὐδὲν ἕτερον ἀντιλαμβάνεται ἐπιθυμίας καὶ ἡδονῆς ἢ τὰ αἰσθανόμενα, φανερόν. Ποία γὰρ αἴσθησις ἡδονῆς καὶ λύπης φυτῷ; ποία δὲ γῇ, ὕδατι ἢ ἀέρι; Οἱ δαίμονές τε, εἴπερ εἰσιν αἰσθητὰ ζῶα, διὰ τοῦτο ἴσως τοῖς νενομισμένοις περὶ τὰς θυσίας ἥδονται, καὶ ἀπολειπομένων δυσφοροῦσιν· οὐδενὸς τοιούτου περὶ Θεοῦ ἐπινοεῖσθαι δυναμένου. Οἱ δὴ λέγοντες· Διὰ τί ἥδεται καὶ ἐπιθυμεῖ τὰ ζῶα; αἰτιάσθωσαν πρότερον· Διά τί ἐστιν αἰσθητικὰ ταῦτα; ἢ διὰ τί τροφῆς δεῖται; Ἂν μὲν γὰρ ἦν ἀθάνατα ζῶα, καὶ φθορᾶς καὶ αὔξης ἀπήλλακται, οἷον ἥλιος καὶ σελήνη καὶ ἀστέρες, καίτοι ὄντα αἰσθητικά· ἐκτὸς δὲ τούτων ἐστὶ καὶ τῆς τοιαύτης αἰτιάσεως. Ὁ δὲ ἄνθρωπος, καὶ αἰσθέσθαι καὶ κρίνειν δυνάμενος, καὶ δυνάμει σοφὸς (ἔχει γὰρ δύναμιν τοιοῦτος γενέσθαι), ἀπολαβὼν τὸ ἴδιον δὴ, καταπατεῖ.
Whence then come pleasure and desire? For these they say are evils most of all, and they have utterly hated them; matter is nothing else more than this. That these things, then, belong only to the sentient among animals, and that nothing else partakes of desire and pleasure except things that have sense-perception, is plain. For what perception of pleasure and pain is there in a plant? and what in earth, water, or air? And the demons, if indeed they are sentient living beings, on this account perhaps take pleasure in the customary rites concerning sacrifices, and are vexed when they are left off; whereas nothing of such a kind can be conceived concerning God. Let those, then, who say, Why do animals feel pleasure and desire? first make it a charge, Why are these sentient? or why do they need nourishment? For if they were immortal living beings, they are also freed from corruption and growth, such as are the sun and moon and stars, even though they are sentient; and they are outside of these things and of such a charge. But man, being able both to perceive and to judge, and potentially wise (for he has the capacity to become such), having received what is his own, tramples it underfoot.
Ὅλως γὰρ ἄξιον πυθέσθαι τούτων τῶν ἀνδρῶν, πότερον οὐδένα ἄνθρωπον δυνατὸν σπουδαῖον γενέσθαι, ἤ τινά γε ἐνδέχεται; Εἰ μὲν γὰρ οὐδεὶς σοφὸς, τί δήποτε αὐτὸς ὁ Μανιχαῖος; Ἐῶ γὰρ, ὅτι τοὺς ἄλλους οὐ μόνον σπουδαίους εἶναι λέγει· ἀλλὰ καὶ ἄλλους φησὶν ἱκανοὺς εἶναι τοιούτους ποιῆσαι. Εἰ δ' ὅλως ἐστί τις, τί κωλύει καὶ πάντας γενέσθαι σπουδαίους; Ὃ γὰρ περὶ ἕνα, καὶ περὶ πάντας ἐνδέχεται· καὶ δι' ὧν καὶ εἷς, διὰ τούτων καὶ πάντες ἐνάρετοι ἂν γένοιντο· εἰ μὴ τί φασιν τῆς δυνάμεως πλεῖστον τοῖς τοιούτοις ἐναπολαμβάνεσθαι.
For altogether it is worth inquiring of these men whether it is possible for no man to become earnest in virtue, or whether it is possible for someone at least? For if no one is wise, what ever is Manichaeus himself? For I pass over the fact that he says the others are not only earnest in virtue, but also says they are able to make others such. And if there is anyone at all, what prevents all men also from becoming earnest in virtue? For what is possible in the case of one is possible also in the case of all; and through the means by which even one becomes virtuous, through these all men also might become virtuous; unless perchance they say that a very great part of the power is enclosed in such men.
Πάλιν τοίνυν πρῶτον μέν· Τίς χρεία τοῦ περὶ τὴν παίδευσιν πόνου (γενοίμεθα γὰρ ἂν καθεύδοντες σπουδαῖοι); ἢ διὰ τί μάλιστα τοὺς ἀκροωμένους αὐτῶν οἱ τοιοῦτοι ἄνδρες εἰς ἐλπίδας ἄγουσι τοῦ καλοῦ; Καὶ γὰρ καλινδούμενοι σὺν ταῖς ἑταίραις, τὸ οἰκεῖον ἔχοιεν ἂν ἀγαθόν. Εἰ δὲ ἡ παίδευσις καὶ ἡ περιαγωγὴ ἡ βελτίων καὶ τὸ σπουδαῖον περὶ τὴν τῆς
Again therefore, first of all: What need is there of the labour spent on instruction (for we might become earnest in virtue while sleeping)? Or why most of all do such men lead their hearers into hopes of the good? For even while rolling about with courtesans, they might have their own proper good. But if instruction and the better turning of the soul and earnestness concerning the
PG 18:433Read from the page
ἀρετῆς ἀνάληψιν τοιοῦτον αὐτὸν ἐπειργάσαντο, πάντες γινέσθωσαν τοιοῦτοι, καὶ ἀνῄρηται ἡ θρυλλουμένη ὑπ' αὐτῶν τῆς ὕλης ἄτακτος κίνησις.
acquisition of virtue have made him such, let all become such, and the disorderly motion of matter so much talked of by them is done away with.
Πολὺ δὲ κάλλιον ἦν τὴν σοφίαν ὅπλον φάναι τοῖς ἀνθρώποις ὑπὸ τοῦ Θεοῦ δεδόσθαι, ἵν' ὅ ἐστιν αὐτοῖς διὰ τὸ αἰσθητικοῖς εἶναι ἐξ ἐπιθυμίας καὶ ἡδονῆς, τοῦτο κατὰ μικρὸν εἰς τὸ ἀγαθὸν περιάγουσα, τὸ ἑπόμενον ἄτοπον ἐξ αὐτῶν ἀνέλῃ· οὕτως γὰρ οὗτοί τε, ἀρετὴν ἐπαγγελλόμενοι διδάσκειν, ζηλωτοὶ ἂν ἦσαν τῆς προθέσεως καὶ τοῦ βίου· πολλή τε ἂν ἦν ἐλπὶς τοῦ, ὅτι ποτὲ παύσεται τὰ κακὰ, πάντων γενομένων σοφῶν. Ὃ δοκεῖ μοι κατανενοηκέναι ὁ Ἰησοῦς· καὶ ἵνα μὴ ἀπεληλαμένοι ὦσι τοῦ ἀγαθοῦ γεωργοί τε καὶ τέκτονες καὶ οἰκοδόμοι καὶ οἱ ἄλλοι ἀπὸ τῶν τεχνῶν, κοινὸν συνέδριον καθίσαι πάντων ὁμοῦ· καὶ διὰ ἁπλῶν καὶ εὐκόλων διαλέξεων, καὶ εἰς Θεοῦ ἔννοιαν αὐτοὺς ἀπενηνοχέναι, καὶ τοῦ καλοῦ εἰς ἐπιθυμίαν ἐλθεῖν ποιῆσαι.
And it would have been much better to say that wisdom has been given to men by God as a weapon, so that, by bringing round little by little towards the good that which is in them from desire and pleasure on account of their being sentient, it might do away with the absurdity that follows from those things; for thus both these men, professing to teach virtue, would have been worthy of emulation for their purpose and their life, and there would have been great hope that one day evils will cease, when all have become wise. Which thing Jesus seems to me to have perceived; and in order that husbandmen and carpenters and builders and the others from the crafts might not be driven away from the good, He appointed a common council of all together, and through simple and easy discourses both brought them to a conception of God and caused them to come into a desire for the good.
Ἀλλὰ γὰρ πώποτε λέγεται τὸ καταπέμψαι τὴν δύναμιν τὴν θείαν ὁ Θεὸς ἐπὶ τὴν ὕλην; Εἰ μὲν γὰρ ἦν ἀεὶ, καὶ οὔτε ὁ Θεὸς πρότερος αὐτῆς ἐπινοεῖται, οὔτε ἡ ὕλη, τρεῖς πάλιν οὕτως εἰσὶν ἀρχαὶ κατὰ τὸν Μανιχαῖον· τάχα δὲ καὶ πάμπολλαι φανήσονται ὀλίγῳ ὕστερον. Εἰ δ' ἐπιγενητή πως ἐστὶ, πῶς ὕλης ἄμοιρος αὐτή; Εἰ δὲ μέρος ἐστὶ τοῦ Θεοῦ, πρῶτον μὲν σύνθετον καὶ σωματικὸν ἀποφαίνουσιν οὕτως τὸν Θεόν· τοῦτο δὲ ἄτοπον καὶ ἀδύνατον. Εἰ δὲ ἐποίησεν αὐτὴν, καὶ ὕλης ἄμοιρός ἐστι, θαυμάζω πῶς οὐκ ἐσκόπησαν, οὔτε οὗτος, οὔτε οἱ ἀπ' ἐκείνου, ὅτι, εἰ (ὃ λέγεται κατὰ τὴν ἀληθῆ δόξαν, ὅτι τὰ ἐφεξῆς, μένοντος τοῦ Θεοῦ, ὑποστάσεως εἰσὶ,) τὴν δυνάμιν ταύτην ἐποίησε βουληθεὶς ὁ Θεὸς, πῶς οὐχὶ καὶ τῶν ἄλλων ἁπάντων τῶν γενομένων αἴτιος ἐγένετο, οὐδὲν ὕλης προϋπαρχούσης προσδεηθείς; Τὰ μὲν δὴ φαινόμενα ἄτοπα ἐκ τούτου τοιαῦτα, ἑπόμενα δὲ τὰ ἑξῆς.
Yet when is God ever said to have sent down the divine power upon matter? For if it always existed, and neither God is conceived of as prior to it, nor matter, thus again there are three principles according to Manichaeus; and perhaps very many will appear a little later. But if it has come into being subsequently in some way, how is it without a share of matter? And if it is a part of God, first of all they thus declare God to be composite and corporeal; and this is absurd and impossible. And if He made it, and it is without a share of matter, I wonder how they did not consider, neither this man nor those who come from him, that if (as is said according to the true opinion, that the things that follow after, while God abides, belong to subsistence) God willed and made this power, how did He not also become the cause of all the other things that have come into being, having no need at all of pre-existing matter? Such then are the absurdities that appear from this, and what follows comes next.
Ἆρά γε γὰρ φύσιν εἶχεν ἡ δύναμις ῥεῖν ἐπὶ τὴν ὕλην; Εἰ παρὰ φύσιν ἦν αὐτῇ τοῦτο, πῶς οὖν ἐμίχθη; Εἰ δὲ κατὰ φύσιν ἦν αὐτῇ τοῦτο, πάντως που καὶ ἀεὶ σὺν τῇ ὕλῃ ἦν. Εἰ δὲ τοῦτο, πῶς κακὸν τὴν ὕλην προσαγορεύουσιν, μίγμα οὖσαν ἐξ ἀρχῆς πρὸς τὴν θείαν δύναμιν; Πῶς φθαρήσεται, μιχθείσης τῆς θείας δυνάμεως, πρὸς αὐτὴν ἀποχωρησάσης ποτέ; Ἔσωζε δὴ γὰρ τὰ καλὰ, καὶ ἑτέρου τινὸς ἀγαθοῦ αἰτία γίγνεσθαι οἷς ἂν παρῇ, εὔλογον, ἢ διαφθορὰν ἢ ἄλλο τι κακὸν ἕτερον ἐπάγειν αὐτοῖς.
For did the power indeed have a nature to flow upon matter? If this was contrary to nature for it, how then was it mixed with it? And if this was according to nature for it, surely it was altogether and always together with matter. And if this is so, how do they call matter evil, when from the beginning it was a mixture with the divine power? How will it be destroyed, after the divine power was mixed with it, when that power at some time withdraws to itself? For it preserved the things that are good, and it is reasonable that it should become the cause of some other good to whatever things it is present with, rather than bring destruction or some other evil upon them.
Τὸ μὲν γὰρ δὴ σοφὸν τὸ λεγόμενον ὑπ' αὐτῶν ἐκεῖνό ἐστιν· Ὅτι, ὥσπερ ὁρῶμεν, τῆς ψυχῆς τοῦ σώματος ἀποζευχθείσης, τὸ σῶμα αὐτὸ ἀπολλύμενον, οὕτω καὶ τῆς δυνάμεως ἀφείσης τὴν ὕλην, τὸ λει-
For that clever thing which is said by them is this: That just as we see, when the soul has been unyoked from the body, the body itself perishing, so also when the power leaves matter, what is left
Notes, col. 433

On the reading

Printed δυνάμιν, for δύναμιν.

PG 18:436Read from the page
πόμενον, ὅπερ ἐστὶν ἡ ὕλη, διαλυθὲν οἰχήσεται. Πρῶτον μὲν γὰρ οὐχ ὁρῶσιν, ὅτι τῶν ὄντων οὐδὲν οἷόν ἐστιν φθείρεσθαι εἰς τὸ μὴ ὄν· τὸ γὰρ μὴ ὂν οὐκ ἔστι. Διασκεδασθέντων δὲ τῶν σωμάτων, καὶ μεταβολήν τινα σχόντων, διάλυσις γίνεται· ὥστε τὸ μὲν εἰς γῆν ἀπελθεῖν, τὸ δὲ εἰς ἀέρα, τὸ δὲ εἰς ἄλλο τι.
behind, which is matter, will be dissolved and pass away. For first of all they do not see that none of the things that exist is able to be destroyed into non-being; for non-being does not exist. Rather, when bodies are scattered abroad and undergo some change, a dissolution takes place, so that one part goes away into earth, another into air, and another into something else.
Ἔπειτα δὲ οὐ μέμνηνται, ὅτι κίνησιν ἄτακτον ὑποτίθενται εἶναι τὴν ὕλην. Τὸ δὲ δι' αὑτὸ κινούμενον, καὶ οὗ ἐστιν οὐσία ἡ κίνησις, ἀλλὰ μὴ κατὰ συμβεβηκὸς ὑπάρχει αὐτῷ, πῶς εὔλογον, τῆς δυνάμεως ἀπελθούσης, παύσασθαι τοῦ ὅπερ ἦν, πρὶν καὶ τὴν δύναμιν εἰς αὐτὸ κατελθεῖν; Οὐχ ὁρῶσι δὲ τὸ παραλλάττον, ὅτι πᾶν μὲν σῶμα, ψυχῆς ἄμοιρον, ἀκίνητον. Ἔχει γὰρ καὶ τὰ φυτὰ τὴν φυτικὴν ψυχήν. Τῆς δὲ ὕλης αὐτὴν τὴν οὐσίαν κίνησιν εἶναι φασὶν, ἄτακτον μέντοι. Κάλλιον δὲ ἦν, καθάπερ ἐπὶ λύρας, ἀνάρμοστα μελῳδούσης, ἡ ἁρμονία ἐλθοῦσα τὸ πᾶν ἡρμοσμένον ἀπειργάσατο· οὕτω δὴ μιχθεῖσαν τὴν θείαν δύναμιν τῇ ἀτάκτῳ κινήσει, ὅπερ ἐστὶ κατ' αὐτοὺς ἡ ὕλη, ἀντὶ τῆς ἐνούσης ἀκοσμίας κόσμον τινὰ αὐτῇ ἐπιτεθεικέναι καὶ ἀεὶ ἐπιθεῖναι τοῦ θείου χρόνου ἐπάξιον. Ἐπεὶ πῶς ποτε αὐτὸς ὁ Μανιχαῖος περὶ τούτων ἐγένετο ἱκανὸς διαλαβεῖν, καὶ τὸ πότε αὐτὰ ἀφηγήσατο; ὡς γὰρ μίγμα γέγονε καὶ αὐτὸς τῆς ὕλης, καὶ τῆς ἐναποληφθείσης αὐτῇ δυνάμεως, συγχωροῦσιν. Εἴτε οὖν, ὡς εἶχε, τῇ ἀτάκτῳ κινήσει ταῦτα ἔλεγε, πῶς οὐ φαύλη ἡ δόξα; εἴτε τῇ θείᾳ δυνάμει ἀμφίδοξον ἤδη τὸ δόγμα· τῷ μὲν ἀπὸ τῆς θείας δυνάμεως εἶναι μέτοχον ἀληθείας· τῷ δὲ ἀπὸ τῆς ἀτάκτου κινήσεως τοῦ ἑτέρου μέρους μετέχειν, μεθιστάμενον εἰς τὸ ψεῦδος.
And next, they do not remember that they suppose matter to be disorderly motion. Now that which is moved through itself, and whose essence is motion, and to which this does not belong by accident—how is it reasonable that, when the power has departed, it should cease from being that very thing which it was before the power even came down into it? And they do not see the difference, that every body without a share of soul is immovable. For plants also have the vegetative soul. Whereas of matter they say the very essence is motion, though disorderly. Yet it would have been better to say that, just as in the case of a lyre playing out of tune, harmony coming in rendered the whole tuned, so indeed the divine power, having been mixed with the disorderly motion, which according to them is matter, instead of the disorder present in it, has imposed a certain order upon it and always imposes it, worthy of the divine time. Since how ever did Manichaeus himself become able to treat of these things, and as to the when, how did he relate them? For that he himself also has come to be a mixture of matter and of the power enclosed in it, they grant. Whether therefore, as he was, he spoke these things by the disorderly motion, how is the opinion not bad? or whether by the divine power, the dogma is already of doubtful credit: by the fact of its coming from the divine power, partaking of truth; and by the fact of its coming from the disorderly motion, sharing in the other part, shifting over into falsehood.
Εἰ δὲ εἴρητο, ὡς ἡ θεία δύναμις τὴν ὕλην ἐκόσμησε καὶ κοσμεῖ, μακρῷ ἂν ἦν σοφώτερον, καὶ πρὸς ἀξιοπιστίαν τῶν Μανιχαίου λόγων συμβαλλόμενον μᾶλλον. Ἀλλὰ γὰρ ἑτέραν δύναμιν κατέπεμψεν ὁ Θεός. Ἃ μὲν δὴ εἴρηται περὶ τῆς προτέρας δυνάμεως, κοινὰ καὶ περὶ ταύτης ἐστί· καὶ ὅσα ἄτοπα ἕπεται τῷ λόγῳ τῷ περὶ τῆς πρώτης αὐτῶν δυνάμεως, ταῦτα καὶ νῦν ἐστι λέγειν. Τὸ δὲ ἄλλο τίς ἀνάσχοιτο; Διὰ τί γὰρ δὴ οὐ πάντα μίαν τινὰ δυναμένην δύναμιν κατέπεμψεν ὁ Θεός; Εἰ ἀνθρώπου νοῦς οὕτως ἐστὶ πρὸς πάντα ποικίλος, ὥστε ὁ αὐτὸς μὲν εἶναι γεωμετρικὸς, ὁ αὐτὸς δὲ ἀστρονομικὸς καὶ τεκτονικὸς, καὶ εἴ τι τοιοῦτον· Θεῷ δὲ ἄρα ἦν ἄπορον εὑρεῖν τοιαύτην δύναμιν, ἥτις αὐτῷ πρὸς πάντα ἦν ἱκανὴ, ἵνα μὴ πρώτης καὶ δευτέρας δέηται;
Whereas if it had been said that the divine power adorned matter and adorns it, it would have been far wiser, and contributing more towards the credibility of the words of Manichaeus. However, God sent down another power. Now what has been said concerning the former power is common also concerning this one; and all the absurdities that follow upon the account concerning their first power may be said now also. But who could endure the other point? For why indeed did God not send down some one power able to do all things? If the mind of man is so versatile towards all things that the same man is geometrical, and the same astronomical and skilled in building, and whatever else is of such a kind—was it then impossible for God to find such a power as would be sufficient for Him towards all things, so that He might not need a first and a second?
Διὰ τί δὲ ἡ μὲν δύναμίς ἐστι δημιουργικὴ, ἡ δὲ παθητικὴ μᾶλλον, ὡς καλῶς αὐτὴν ἔχειν πρὸς τὴν ὕλην κεράννυσθαι; Οὐχ ὁρῶ γὰρ πάλιν ἐνταῦθα τὸ αἴτιον τῆς τάξεως τοῦ καλοῦ καὶ τῆς κατ' αὐτοῦ ὑπεροχῆς. Εἰ κακὸν ἦν, οὐκ ἦν ἐν τῷ τοῦ Θεοῦ οἴκῳ. Εἰ γὰρ μόνον καλὸν ὁ Θεὸς, καὶ μόνον κακὸν ἡ ὕλη,
And why is the one power creative, and the other rather passible, so that it is well suited to be blended with matter? For again I do not see here the cause of the order of the good and of the superiority within it. If it was evil, it was not in the house of God. For if God alone is good, and matter alone is evil,