Migne Reading Room

PG 18 · cols. 661–672 · Read from the page

On the Witch of Endor, against Origen

On the Witch of Endor, against Origen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:661Read from the page
διαπράττεσθαι Θεὸς καὶ ὁ θειότατος αὐτοῦ Παῖς, ἄλλος δὲ καὶ τὸ παράπαν οὐδείς. Εἰ οὖν τὴν ἀόρατον τοῦ Θεοῦ βασιλείαν ἔγνωσαν ἁγίῳ Πνεύματι χρισθεῖσαν, οὐ πολλῷ πλέον ἐπιγνῶναι τὴν τοῦ Δαυῒδ ἐδύναντο διὰ χρίσματος αἰσθητοῦ καὶ καταλύσεως ὁρατῆς; Ἀλλ' οὐκ ᾔδει τὰ πεπραγμένα καὶ Γραφαῖς ἀνακείμενα περὶ τοῦ Δαυῒδ ὁ ἀλιτήριος, ὅ γε καὶ τῷ Κυρίῳ περιβαλλομένῳ τὸ σῶμα προσελθὼν ἔφη τολμηρῶς· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλλε σεαυτὸν κάτω· γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ, φησὶν, ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Οὐκοῦν εἴπερ ἐκ τῶν ἁγίων ὑποτυποῦται Γραφῶν ὁμιλεῖν, οἶδεν ἄρα τὰ γεγραμμένα κακομαθῶς· εἰ δὲ τούτων ἐν γνώσει καθέστηκεν, οὐκ ἄρα τὴν τοῦ Δαυῒδ ἠγνόει βασιλείαν, δαμῶς.
Son has authority to accomplish, and no one else at all. If therefore they knew the invisible kingdom of God anointed by the Holy Spirit, could they not much more recognize that of David through sensible anointing and visible lodging? Yet theaccursed one did not know the things done and laid up in the Scriptures concerning David, he who even coming up to the Lord clothed with the body said boldly: If You are the Son of God, cast Yourself down; for it is written that He will command His angels concerning You, says he, and on their hands they will bear You up, lest ever You strike Your foot against a stone. Therefore if indeed he patterns his speech out of the holy Scriptures, he knows then the things that are written, though with evil learning; and if he is in knowledge of these things, he was not then ignorant of the kingdom of David, at all.
XXIV. Ἀλλ' ὁ πολύφημος Ὠριγένης, οὐδ' ὁτιοῦν εὑρίσκων εἰπεῖν, εἰς τοῦτο κατέφυγε τετεχνασμένως, ἑτέρωθι πρὸς ἐπὶ τούτοις ἐπαγαγών· Ἐγὼ δὲ, φησὶν, οὐ δύναμαι διδόναι δαιμονίῳ τηλικαύτην δύναμιν, ἵνα προφητεύῃ περὶ Σαοὺλ καὶ τοῦ λαοῦ τοῦ Θεοῦ, καὶ προφητεύῃ περὶ βασιλείας Δαυῒδ, ὅτι μέλλει βασιλεύειν. Εἶτα φαίη τις ἄν· Ὦ ἀνοητότατε ἀνδρῶν, οὐ δίδως μὲν αὐτῷ προφητεύειν, ἐπιτρέπεις δὲ αὐτῷ προφήτας ἀνάγειν ἐξ ᾅδου, καὶ ἀγγελικοὺς ἄφνω μεταστέλλεσθαι χοροὺς, ὅπερ ἐστὶ μεῖζον καὶ προὔχον καὶ θειοτέρας ἐχόμενον ἐξουσίας; ἆρά γε τίς οὕτως ἐνόησεν ἀσθενῶς ἢ πτωχῶς; Ἀλλὰ μάλιστα μὲν ἔγωγε φαίην ἂν ἀνθυπενέγκας, ὅτι μηδὲν προεφήτευσεν ὁ δαίμων, ὥς γε καὶ πρόσθεν ἐδείξαμεν· εἰ δ' ἄρα καὶ προφητείας ἄξια διαλεχθεὶς ἐτύγχανεν, οὐδ' οὕτως ἐχρῆν ὑπολαμβάνειν, ὅτι πνεύματα καὶ ψυχὰς δικαίων ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου· καὶ γὰρ ὁ Καϊάφας ἐπὶ τῇ κατὰ τοῦ Χριστοῦ συστάσει προεφήτευσεν, εἰρηκὼς, ὅτι Συμφέρει ἡμῖν ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Ταῦτα μὲν οὐκ εἶπεν ἀφ' ἑαυτοῦ· καθάπερ ὁ σοφώτατος ἐξέδωκεν Ἰωάννης· ἀρχιερεὺς δὲ τυγχάνων ἐκείνου τοῦ ἔτους, προεφήτευσεν. Εἰ δὲ οὗτος ὁ κατὰ τοῦ Κυρίου βουλὰς ἀδίκους ἀράμενος, ὅμως οὐκ ἀφ' ἑαυτοῦ προφητεύει, κινούμενος δὲ δήπουθεν ὑφ' ἑτέρου καθ' ἑαυτοῦ ποιεῖται τὸν ἔλεγχον· οὐδὲ εἴ τις ἄλλος ἄρα τοιοῦτό τι δρᾷ, προσεκτέον, ὅτι παρὰ τοῦτο θειοτέρας ἐξῆπται δυνάμεως. Οὐδὲ ἀνασχετέον, εἰ λέγοντες ὅτι μαντείᾳ δαιμονιώδει ψυχὰς ἀνάγειν ἔοικεν ἐξ ᾅδου καὶ στρατιὰς ἀγγέλων, οἷα Θεός· ἐπακουστέον γὰρ οἷα περὶ τῶν τοιούτων ἐξαγορεύει προφητῶν ἐν τῷ Δευτερονομίῳ θεσπίζων ὁ Μωϋσῆς· Ἐὰν δὲ ἀναστῇ, φάσκων, ἐν σοὶ προφήτης, ἢ ἐνυπνιαζόμενος τὸ ἐνύπνιον, καὶ δῷ σοι σημεῖον ἢ τέρας, καὶ ἔλθῃ τὸ σημεῖον ἢ τὸ τέρας ὃ ἐλάλησε πρὸς σὲ, λέγων· Πορευθῶμεν, καὶ λατρεύσωμεν θεοῖς ἑτέροις, οὓς οὐκ οἴδατε, οὐκ ἀκούσεσθε τῶν λόγων ἐκείνου τοῦ προφήτου, φησὶν, ἢ τοῦ ἐνυπνιαζομένου τὸ ἐνύπνιον ἐκεῖνο, ὅτι πειράζει Κύριος ὁ Θεὸς ὑμᾶς,
XXIV. Yet the much-renowned Origen, finding nothing whatever to say, artfully fled for refuge to this, having elsewhere brought in besides these things: Now I, says he, cannot grant to a demon so great a power, that he should prophesy concerning Saul and the people of God, and prophesy concerning the kingdom of David, that he is about to reign. Then one might say: O most foolish of men, do you not grant him to prophesy, and yet permit him to bring up prophets out of Hades, and suddenly to send for angelic choirs, which is greater and superior and pertaining to a more divine authority? Did anyone indeed ever think so weakly or poorly? Nay, most of all I for my part would say in reply that the demon prophesied nothing, as indeed we showed before also; and even if he had happened to discourse things worthy of prophecy, not even so ought one to suppose that the demon brought up spirits and souls of the righteous out of Hades; for Caiaphas also in the conspiracy against Christ prophesied, having said that It is expedient for us that one man should die for the people, and that the whole nation should not perish. These things indeed he did not speak of himself, even as the most wise John set forth; but being high priest of that year, he prophesied. And if this man who took up unrighteous counsels against the Lord nevertheless does not prophesy of himself, but being moved forsooth by another makes the refutation against himself; neither then if anyone else does some such thing, must one pay heed that on account of this he clings to a more divine power. Nor must one endure it if they say that by demonic divination he seems to bring up souls out of Hades and armies of angels, like God; for one must hearken to what sort of things Moses, delivering oracles in Deuteronomy, proclaims concerning such prophets, saying: And if there arise in you a prophet, or one dreaming a dream, and he give you a sign or a wonder, and the sign or the wonder come to pass which he spoke to you, saying: Let us go, and let us serve other gods, whom you do not know, you shall not hearken to the words of that prophet, says he, or of the dreamer of that dream, because the Lord your God is testing you,
PG 18:664Read from the page
τοῦ ἰδεῖν εἰ ἀγαπᾶτε Κύριον τὸν Θεὸν ὑμῶν. Ἀλλ' ἐνταῦθα μὲν τὴν δυάδα Πατρός τε καὶ τοῦ μονογενοῦς Υἱοῦ παριστῶν, ἄλλον μὲν τὸν κπειράζοντα Κύριον ὀνομάζει, ἄλλον δὲ παρὰ τοῦτον εἶναι τὸν ἀγαπώμενον Κύριόν τε καὶ Θεὸν, ἵνα ἐκ δυάδος τὴν μίαν ἀποδείξῃ θεότητα καὶ τὴν ἀληθῆ θεογονίαν. Εἰ δὲ ὁ προφήτης ἐκεῖνος ὁ τὸ σημεῖον ὑποσχόμενος ἢ τὸ τέρας ὑποδεῖξαι παντάπασιν ἀποκριτέος ἐστὶ, τῷ τὴν ἀθέμιτον εἰδωλολατρείαν εἰσηγεῖσθαι, κἂν ἡ τοῦ σημείου δύναμις ἐνεργοῦσα προτρέχῃ· πόσῳ δὴ μᾶλλον οὐ χρὴ δαίμονι πιστεύειν ἐπαγγελλομένῳ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι καὶ πνεύματα δικαίων; Ἀλλ' οὐδὲ φαίη τις ἂν ἀσεβῶν, ὅτι μαντευομένων ἐκείνων ὁ Θεὸς ἀνέστησε τὸν Σαμουὴλ ἐκπειράσαι τὸν ἄδικον ἐθέλων, ἵνα ἐπιγράψῃ τῇ τοῦ δαίμονος ἐπαγγελίᾳ τὸ δρᾶμα, καὶ διὰ τῆσδε τῆς προφάσεως ἀπάτῃ φθείρῃ τινάς· ἀνάγκη γὰρ ἐξ ἅπαντος φυλάττεσθαι τὸ τῆς μαντείας ἄγος, ὡς ὁ νομοθέτης ἐθέσπισεν· ἀλλ' οὐ μυσαρά τις ἡγεῖται τὰ τῆς οἰωνοσκοπίας αἴτια, καὶ τὰ τῆς ἐγγαστριμύθου μαντεῖα καὶ σύμβολα κληδόνων; Ἀκουέτω πῶς ὀλίγα πρόσθεν ὑπερβὰς ἐδογμάτισε πάλιν· Ἐὰν δὲ, φησὶν, εἰσέλθῃς εἰς τὴν γῆν ἣν Κύριος ὁ Θεός σου δίδωσί σοι, οὐ μαθήσῃ ποιεῖν κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ἐκείνων· οὐχ εὑρεθήσεται ἐν σοὶ περικαθαίρων τὸν υἱὸν αὐτοῦ καὶ τὴν θυγατέρα αὐτοῦ ἐν πυρὶ, καὶ μαντευόμενος μαντείαν, καὶ κληδονιζόμενος, καὶ οἰωνιζόμενος φαρμάκοις ἐπαοιδὴν, ἐγγαστρίμυθος, τερατοσκόπος, ἐπερωτῶν τοὺς νεκρούς· ἔστι γὰρ βδέλυγμα Κυρίῳ πᾶς ὁ ποιῶν ταῦτα. Μετὰ τοῦτο μηνύων, ὅτι καὶ τοῖς ἀλλογενέσι διὰ ταῦτα θανάτου γένεσιν ἀπειλεῖ καὶ φθορὰν, ἐπήγαγεν εὐθέως· Ἕνεκα γὰρ τῶν βδελυγμάτων τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς ἀπὸ σοῦ. Φαίνεται τοίνυν, ὡς ἡ μαντεία τῆς ἐγγαστριμύθου συνέζευκται μετὰ πάντων ὁμοῦ τῶν τῆς εἰδωλολατρείας αἰτιῶν· ὥσπερ ἐν πυρετῷ σκυβάλων ἔνδοθεν ὑποκειμένων ἐγερτικῶν μὲν ἀῤῥωστίας, ὑπεκκαυμάτων δὲ μοχθηρῶν, οἰδήσει καὶ φθορᾷ τὴν λυμώδη νόσον ἀποκύειν εἰωθότων. Εἰ δὲ δὴ καὶ τερατοσκοπίας ὠνόμασε τὰς ἀμειδεῖς ὀπτασίας, ὅσαι
to see whether you love the Lord your God. Now here, presenting the duality of the Father and of the only-begotten Son, he names one the Lord who tests, and another beside Him as the beloved Lord and God, in order that out of a duality he may show the one deity and the true divine generation. And if that prophet who promised to show the sign or the wonder is altogether to be rejected, for introducing lawless idolatry, even if the power of the sign runs ahead operating; how much more ought one not to believe a demon promising to send for souls out of Hades and spirits of the righteous? Yet not even an impious man would say that when they were divining God raised up Samuel wishing to test the unrighteous man, so that He might ascribe the drama to the promise of the demon, and through this pretext destroy some by deceit; for it is necessary by all means to guard against the pollution of divination, as the lawgiver ordained; or does not anyone account abominable the causes of augury, and the divinations of the belly-diviner and tokens of omens? Let him hear how, having passed over a few things further on, he decreed again: And if, says he, you enter into the land which the Lord your God gives you, you shall not learn to do according to the abominations of those nations; there shall not be found in you one who purges his son and his daughter in fire, and one who divines divination, and one who observes omens, and one who practises augury with drugs by enchantment, a belly-diviner, aportent-observer, one who inquires of the dead; for everyone who does these things is an abomination to the Lord. After this, declaring that to the foreigners also on account of these things He threatens generation of death and destruction, he added straightway: For on account of these abominations the Lord will utterly destroy them from before you. It is manifest therefore that the divination of the belly-diviner is yoked together with all the causes of idolatry together; just as in a fever, when refuse lies within, provocative of sickness and wicked tinder, accustomed by swelling and corruption to bring forth the pestilential disease. And if indeed he called portent-observings the grim visions, as many as
XXV. Τί τοίνυν φασὶν οἱ τὰς Ὠριγένους ἀσπαστέας εἶναι τιθέμενοι δοξοκοπίας; Πότερον ὡς ἐχθίστων ἐπιτηδευμάτων αἰτίους ἀναιρεῖσθαι προστάττει τοὺς ἐγγαστριμύθους, ἢ τοὐναντίον ὡς ἀγαθῶν ὑποθήμονας ἔργων; Εἰ μὲν οὖν ἀσεβῶν εἰσὶ δραμάτων αὐτουργοὶ, δικαίως ὁ νομοθέτης ἀπελαύνει τους ἐναγεῖς, οὐδὲν εἰσαγγέλλοντας ἀληθές· εἰ δὲ καλλίστων εὑρεταὶ πράξεών εἰσι, περιττῶς ὁ νόμος ἐψηφίσατο κατ' αὐτῶν. Εἰ γὰρ ἀνάγουσι μὲν ἐξ ᾅδου ψυχὰς, αἱ δὲ ἀφικνούμεναι δεῦρο κηρύττουσι τὸ μέλλον, ἐφοδιάζουσι τοὺς δεομένους ἐπωφελῶς, οὐ δικαίως ἄρα λιθοβολεῖσθαι τοὺς εὐεργέτας ἐθέσπισεν ὁ νομοθέτης·
XXV. What then do those say who hold that the vain opinions of Origen are to be embraced? Does he command the belly-diviners to be put to death as authors of most hateful practices, or on the contrary as counsellors of good works? If then they are perpetrators of impious dramas, justly does the lawgiver drive away the accursed ones, who announce nothing true; but if they are inventors of the fairest actions, superfluously did the law vote against them. For if they bring up souls out of Hades, and these arriving hither proclaim the future, and supply those in need profitably, not justly then did the lawgiver ordain that the benefactors be stoned;
Notes, col. 664

On the reading

Printed κπειράζοντα, for ἐκπειράζοντα.

Printed λυμώδη, for λοιμώδη.

Printed τους, for τοὺς.

PG 18:665Read from the page
ὥστε δυοῖν ἀνάγκη θάτερον, ἢ ταύτας ἀχρειῶσαι τὰς φωνὰς, ἢ τὰ τῆς ἐγγαστριμύθου ῥήματα διαβαλεῖν ὡς ἕωλα καὶ ψευδῆ. Ἀλλὰ τί φῶμεν; Ἀντιδοξοῦσιν ἑαυταῖς αἱ θεῖαι Γραφαί; ταῖς δὲ πολλαῖς ἡ μία μάχεται ψῆφος; Εἰ δ' ἄρα καὶ μάχη τίς ἐστιν, ἐπικρατοῦσι πολλαί. Καὶ μὴν ἐκ τῶν ἐναντίων οὕτως ὁμοφώνῳ συνοδίᾳ καταψηφίζονται τῶν ἐγγαστριμύθων ὡς ἀνόσια δρῶνται· οὐδὲν ἧττον ἔτι κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἀνειλημμένον ἐστὶν, ὅτι Μανασσῆς μὲν ἀσεβείας ὑπερβολῇ πρὸς οἷς ἐδικαιοκτόνει, καὶ παντοίας ἐθρήσκευεν εἰδωλομόρφους ὕλας· Ἐποίησεν ἑαυτῷ, φησὶν, ἐγγαστριμύθους καὶ γνώστας· ἀντιστρόφως δ' αὖ πάλιν ὁ δικαιοσύνης ἀρετῇ διαπρέψας Ἰωσίας ὁ βασιλεὺς ἅπαντα μὲν ὁμοῦ τὰ χειρότευκτα καθεῖλεν ἀφιδρύματα, πυρὶ δὲ τεφρώσας ἠφάνισεν· οὐ μὴν ἀλλά γε πρὸς τούτοις ἀφεῖλεν, ἔφη, τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας, καὶ τὰ θεραφὶμ, καὶ τὰ εἴδωλα, καὶ τὰ καρασαείν· εἶτα καὶ μετ' ὀλίγα φησὶν, ὅτι καὶ ἐνεπύρισεν, ὡς ἀθέμιτα δηλαδή. Τοιγαροῦν εἴπερ ὁ αὐτός ἐστι συγγραφεὺς ἑκατέρου τοῦ γράμματος, ἐνταῦθα δὲ δύο πρόσωπα βιολογεῖ βασιλέων, εἶτα τούτοιν τὸ μὲν ἄδικον εἰσάγει [ὅτι πρὸς] ἄλλοις εἵλετο καὶ τῶν ἐγγαστριμύθων, τὸ δὲ ζήλῳ διεγηγερμένον ἐπαινεῖ, τῷ καὶ τοὺς ἐγγαστριμύθους ἐξᾶραι πρὸς ἅπασι τοῖς ἐχθροῖς. Εἰ δὲ ταῦτα οὕτως ἔχει, συνέστηκεν, ὅτι οὐχ ἑαυτῷ μαχομένας ἐξεδίδου φωνάς. Οὐδ' αὖ τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν ἀναβεβηκέναι τὸν Σαμουὴλ, ἀλλὰ τοὺς τῆς ἐγγαστριμύθου διηγεῖτο λόγους, ὡς ᾤετο καὶ τὸ δοκεῖν ἐκόμπαζεν ἐκείνη φαντασιοκοπίαις ἀναπτεροῦσα τὸν δυνάστην ἀδήλοις· οὐ γὰρ ἂν ἑαυτῷ καὶ ταῖς ἄλλαις ἁπάσαις ἐμάχετό πως Γραφαῖς. Ἀλλ' οὐχὶ μόνον αὗται ταῦτα διελέγχουσιν αἱ ῥήσεις, ἀλλ' ἔτι γε τούτοις ἐπιψηφίζεται καὶ μάρτυς ἄλλος ἀξιοφανὴς, ὁ προφήτης Ἠσαΐας, πὴ μὲν ἀπαγορεύων τὰ τοιάδε μύση, πὴ δὲ παραινῶν ὀρθότατα τοῖς ὑπηκόοις αὐτῷ κελαδεῖ· Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν· οὐχὶ ἔθνος πρὸς Θεόν. Εἶτά τι μετὰ ταῦτα προσθεὶς ἐπιφέρει· Τί ἐκζητοῦσιν, ἔφη, περὶ τῶν ζώντων τοὺς νεκρούς; Νέμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι· προδήλῳ μὲν ιεροφωνίᾳ τὸ τῶν ἐγγαστριμύθων ἀπεκήρυξε γένος. Εἰ δὲ κενολόγων ἀπέφηνε τὸ τοιοῦτο συνέδριον, ἀναμφιλόγως ἀπέδειξεν, ὅτι τούτων οὐδὲν οὐδεὶς οὐδεπώποτε λέγει τὸ παράπαν ἀληθὲς, ἀλλὰ ψευδηγηρίᾳ μὲν ὑποκένῳ πλάττουσι τὴν ἀπάτην, ἑώλῳ δὲ κενολογίᾳ φενακίζουσι τοὺς ἀμαθεῖς. Ὅθεν ἀκολούθως ἐπέσκωπτεν ἐκείνοις ὅσοι περὶ τῶν ζώντων ἐρωτῶσι τοὺς νεκρούς· αὐτοὶ γὰρ, ὅλοι νεκροὶ καὶ πηροὶ τυγχάνοντες, οἱ κενολόγοι τὰς τῶν νεκρῶν ὑποτυποῦνται διακονεῖσθαι φωνάς· ὁ δὲ προφήτης ἐπεμαρτύρετο βοῶν, ὅτι νόμος ἀῤῥαγὴς ἔκκειται περὶ τούτων, ἵνα μὴ κατὰ τοὺς ἀποφθεγγομένους ὑπαχθῶσι κουφολογίαις ἑώλοις· ἀκρο-
so that of two things one is necessary, either to render these voices useless, or to traduce the words of the ventriloquist as stale and false. But what shall we say? Do the divine Scriptures contradict themselves, and does the single vote fight against the many? Yet if indeed there is some conflict, the many prevail. And surely on the contrary they thus with unanimous concord condemn the ventriloquists on the ground that unholy things are done; none the less is it also recorded in the fourth Book of Kings, that Manasses in an excess of impiety, besides his murdering of the righteous, also worshipped idol-shaped materials of every kind: He made for himself, it says, ventriloquists and wizards; and conversely again King Josias, having excelled in the virtue of righteousness, pulled down all the hand-wrought images together, and having reduced them to ashes with fire obliterated them; and not only so, but besides these he took away, it said, the ventriloquists, and the wizards, and the theraphim, and the idols, and the carasaein; then too after a little it says that he also burned them up, as unlawful, manifestly. Therefore, if indeed the writer of each record is the same, and here writes the lives of two persons of kings, and then of these two brings in the one as unjust [because besides] other things he chose also of the ventriloquists, and praises the other as stirred up with zeal, for having also removed the ventriloquists along with all the enemies: if these things are so, it is established that he did not give forth voices fighting against himself. Nor again did the Holy Spirit say that Samuel had come up, but He was recounting the words of the ventriloquist, as that woman thought and boastingly feigned, buoying up the ruler with obscure fancies; for He would not in any way have fought against Himself and all the other Scriptures. But not only do these sayings refute these things, but furthermore another worthy witness also votes in addition to these, the prophet Isaias, who partly forbidding such abominations, and partly exhorting most rightly those subject to him, cries aloud: And if they say unto you: Seek the ventriloquists, and those who cry out from the earth, the empty talkers, who speak from the belly: is not a nation unto God? Then adding something after these things he subjoins: Why do they seek, said he, the dead concerning the living? For He gave a law for a help, that they may speak not as this word, concerning which there are no gifts to give: with a manifest sacred utterance he denounced the race of the ventriloquists. And if he declared such an assembly to be of empty talkers, he indisputably proved that of these no one ever speaks anything at all true, but with hollow falsehood they fashion deceit, and with stale empty talk they cheat the unlearned. Whence consistently he mocked those who question the dead concerning the living; for being themselves wholly dead and blind, the empty talkers pretend to minister the voices of the dead; whereas the prophet bore witness crying out that an unbroken law is set forth concerning these things, lest according to those who utter divinations they be led away by stale vanities; for the most
Notes, col. 665

On the reading

Printed Νέμον, for Νόμον.

Printed ιεροφωνίᾳ, for ἱεροφωνίᾳ.

Printed ψευδηγηρίᾳ, for ψευδηγορίᾳ.

PG 18:668Read from the page
τάτη γὰρ, οἶμαι, φυλακὴ νόμου καθέστηκεν, οὐρανόθεν ἐπικαλεῖσθαι τὴν βοήθειαν, ἀλλὰ μὴ ἐκ τῶν γηΐνων ἐρανίζεσθαι τὴν ἐπικουρίαν, εἰς αὐτὰ τὰ καταχθόνια βλέποντας.
supreme observance of the law, I think, is established, to call upon help from heaven, and not to beg assistance from earthly things, looking unto the subterranean things themselves.
XXVI. Ἀλλ' ὁ πάσας ἑρμηνεῦσαι τὰς Γραφὰς οἰηθεὶς Ὠριγένης οὐ προσποιεῖται ταύτας εἰδέναι τὰς μαρτυρίας, οὐδὲ τίθησιν αὐτὰς, ὡς δέον, ἀλλ' ἐπεὶ συγκαλεῖ μὲν ἐκείνας ὅσαι μηδὲν ἐν μηδενὶ τῷ ζητήματι διαφέρουσιν, ὑπερβαίνει δὲ τὰς αὐτῇ φύσει προσηκούσας· ἤτοι γὰρ ἀμαθίᾳ τοῦτο πράττειν ἔοικεν ἀφρόνως, ἢ κακοθελίᾳ πραγματεύεσθαι τολμηρῶς· ἀλλὰ καὶ καθάπερ ἐπαμφοτερίζων εἰρηκὼς, ὅτι, Τί οὖν ποιεῖ ἐγγαστρίμυθος ἐνθάδε; Τί οὖν ποιεῖ ἐγγαστρίμυθος περὶ τὴν ἀναγωγὴν τῆς ψυχῆς τοῦ δικαίου; λόγου μὲν ἀπορίᾳ μετεώρως ἀπέφυγεν· ἀλλ' ὁ τοῦτο ἐπιγράφων ὅπερ ἔδρασεν αὐτός· αὐτῇ δὲ τῇ Γραφῇ τὸ πᾶν ἀναθεὶς, ἰσχυρίζεται μὲν ἀνῆχθαι τὸν Σαμουὴλ, οὐκ ἔτι δὲ τολμᾷ δευτερῶσαι τό· Τίς ἀνήγαγεν αὐτόν; Οἶμαι δὲ, ὅτι καὶ μετέπειτα διελεγχόμενος ὑπὸ τῶν ὀρθότατα φρονούντων ἀεὶ, δευτέρᾳ πάλιν ἀπολογούμενος ἐξηγήσει, τετηρῆσθαι μὲν ἔφη τὸν τῆς ἐγγαστριμύθου τόπον· εἶτα λέγει καὶ ὅτι μὲν ἡ ἐγγαστρίμυθός τινα ἀνήγαγε γέγραπται· καὶ ὅτι Σαοὺλ εἶπε τῷ Σαμουὴλ ἀναγέγραπται. Φλυαρίᾳ δὲ πολλῇ τοιαῦτα συχνά τινα ταυτολογήσας, ἐπιφέρει πάλιν· Οὐκ εἴρηκε δὲ, φησὶν, εἰ ἑκουσίως ἀναβέβηκεν· οὐ γὰρ ἔχεις, ἔφη, κείμενον εἰ ἀνήγαγεν αὐτὸν ἡ ἐγγαστρίμυθος· ἐπεὶ ἐλεγξάτω μέ τις ἀναγνοὺς τὴν Γραφήν. Οὐκοῦν ἀντιπροσώπως ἐλεγχόμενος ἠρνήσατο λευκῶς ἅπερ ἀβουλίᾳ πρόσθεν ἐδόξασεν· ἐκεῖ γὰρ αὐτὴν ὡρίσατο τὴν Γραφὴν εἰρηκέναι μᾶλλον, ἀλλ' οὐ τὴν γυναῖκα, τό· Τίνα ἀναγάγω σοι; Δεῦρο δὲ καταφανῶς ἁλισκόμενος ἐκφυγεῖν ἐσπούδασε λήθῃ τὴν αἰτίαν· οὕτως ἑκασταχοῦ μαχομένας ἑαυτῷ δόξας ἐκτιθέναι γυμνῶς, ὥσπερ οὖν ἀμέλει κἀνταῦθα γνωσιμαχήσας ἑάλω τὴν ἐγκληματικὴν ἀποδρᾶναι δίκην ἐπειχθείς· ἐπεὶ τοίνυν ἄκων ἑλκόμενος ὡμολόγησεν ὡς οὐκ ἀνήγαγεν ἡ γυνὴ τὴν τοῦ προφήτου ψυχὴν, εἰπάτω τίς ὁ ταύτην ἀναγαγών· ἐνέμεινε γὰρ ἀμεταστάτως ἀνῆφθαι μόνον αὐτὴν ὁρισάμενος· αὕτη γοῦν ἡ πυθόμαντις ἐτύγχανε μόνη, καὶ Σαοὺλ ὁ δεόμενος ἐκείνης ἀναξαι τὸν προφήτην. Ἀλλ' οὗτος μὲν οὐκ ἂν εἴη γε τοῦ δράματος αὐτουργός· οὐ γὰρ ἂν ἐδεῖτο τῆς ἐγγαστριμύθου νύκτωρ ἀφικνούμενος ὡς αὐτήν· εἰ δὲ γέγονεν ἡ πρᾶξις, οὐχ ἑτέρῳ τινὶ τὸ δραθὲν ἐπιγραπτέον· ὥστε δυοῖν ἀνάγκη θάτερόν ἐστιν εἰπεῖν, ἢ τοῦτο μηδεπώποτε γεγονέναι μηδαμῶς, ἢ διὰ τῆς ἐγγαστριμύθου καὶ τοῦ δαίμονος ἀνῆχθαι τὸν ἄνδρα τὸν ὄρθιον. Ἆρ' οὖν ἀφοσιώσει τὰς ἑαυτοῦ φωνὰς ἀρνεῖσθαι δοκῶν ἄλλῃ μεθόδῳ τὴν αὐτὴν εἰσηγεῖται δοξοκοπίαν ἀπατηλῶς; Ἀλλὰ δι' ὧν μὲν ἔοικεν ἀπολογεῖσθαι, διὰ τούτων ὡς ἀλήθειαν εἰσηγεῖται τὸ ψεῦδος. Οὐ καταιδοῦσι δὲ αὐτὸν αἱ τοσαῦται καὶ τοιαῦται νομοθετικαὶ ψηφοφορίαι, οὐ σύμφωνοι προφητικαὶ μαρτυρίαι, οὐχ αἱ λοιπαὶ τῆς ἱστοριογραφίας ὁμόδοξοι συνοδίαι· τὰ δὲ δὴ πανάγια παραλογισάμενος ἀποφθέγματα, προαιρέσει βεβαιοῖ τὰ τῆς ἐγγαστριμύθου ῥήματα, καινότερα μὲν εἰδωλολατρείας
XXVI. But Origen, who supposed that he had interpreted all the Scriptures, pretends not to know these testimonies, nor does he set them down as was needful, but since he calls together those which make no difference at all in the inquiry, he passes over those which by their very nature belong to it; for either through ignorance he seems to do this foolishly, or through malice to contrive it audaciously; moreover, as though halting between two opinions, having said: What then does the ventriloquist do here? What then does the ventriloquist do concerning the bringing up of the soul of the righteous man? through want of an argument he evasively escaped; yet inscribing this which he himself did, and attributing the whole to the Scripture itself, he stoutly maintains that Samuel was brought up, but no longer dares to repeat a second time the question: Who brought him up? And I think that afterwards also, being continually refuted by those who always judge most rightly, defending himself again in a second exposition, he said that the place of the ventriloquist was preserved; then he says both that it is written that the ventriloquist brought someone up, and that it is recorded that Saul spoke to Samuel. And having with much nonsense repeated many such things tautologically, he subjoins again: Yet it has not said, says he, whether he came up willingly; for you do not have it written, said he, whether the ventriloquist brought him up; otherwise let someone who has read the Scripture refute me. Therefore, being refuted to his face, he plainly denied what through want of counsel he had previously opined; for there he defined that the Scripture itself, rather than the woman, had said: Whom shall I bring up for you? Whereas here, being manifestly caught, hewas eager to escape the charge by forgetfulness; thus everywhere setting forth nakedly opinions fighting against himself, just as doubtless here too, wavering in his judgement, he was caught hastening to run away from the accusing trial; since therefore, being dragged against his will, he confessed that the woman did not bring up the soul of the prophet, let him say who it was that brought it up; for he abode immovably defining only that it was brought up; now this pythoness was alone, and Saul was the one begging her to bring up the prophet. Yet he at least would not be the author of the drama; for he would not have needed the ventriloquist, coming to her by night; and if the deed took place, what was done must be ascribed to no other; so that of two things it is necessary to say one, either that this never took place at all, or that through the ventriloquist and the demon the upright man was brought up. Does he then, seeming by way of expiation to deny his own utterances, by another method deceitfully introduce the same vain opinion? Nay, by the very things whereby he seems to defend himself, by these he introduces the falsehood as truth. And so many and such legislative votes do not put him to shame, nor the concordant prophetic testimonies, nor the remaining unanimous companies of historical writing; but having by sophistry perverted the all-holy oracles, he deliberately confirms the words of the ventriloquist, ordaining newer instruments of idolatry
Notes, col. 668

On the reading

Printed ἀνῆφθαι, for ἀνῆχθαι.

Printed ἀναξαι, for ἀνάξαι.

PG 18:669Read from the page
ὄργανα θεσπίζων, ἀσεβεῖ δὲ μαντείᾳ δαιμόνων ἐπισκυλῶν. Οὐ πείθει δὲ αὐτὸν οὐδὲ τὸ σύνθετον ὄνομα ποταπὴν ἔχει διαγωγήν. Ἡ γὰρ Ἐγγαστρίμυθος ἑρμηνεύεται παρὰ τὸ μῦθον ἐν γαστρὶ πεπλασμένον ἐμφαίνειν· ἡ δὲ τοῦ μύθου σύνθεσις ἐσχημάτισται σκηνοπηγουμένου πιθανῶς εἴσω γαστρὸς, οὐκ ἀλήθειαν, ἀλλὰ τὸ ψεῦδος ἄντικρυς ἐκφωνεῖ. Μακρῷ γοῦν ἄμεινον ἴσασιν οἱ ποικίλαις ὁμιλήσαντες λόγων ἀναφοραῖς, ὁποῖόν ἐστι τὸ γένος αὐτοῦ· κἂν τὰ μάλιστα δὲ δεισιδαιμονίαν πυρέττων Ἑλληνικὴν μαντείαν εἰσηγεῖται λεληθότως.
on the one hand, and harassing with the impious divination of demons on the other. Nor does even the compound name persuade him what sort of occupation it has. For the Ventriloquist (Engastrimythos) is interpreted from manifesting a fable (mythos) fashioned in the belly (en gastri); and the composition of the fable has been formed as being plausibly staged within the belly, and utters outright not truth, but falsehood. Far better, therefore, do those who have conversed with varied accounts of discourses know of what sort its race is; even if he, most of all feverish with superstition, covertly introduces Hellenic divination.
XXVII. Ἀλλ' ὅμως οὐ παραιτητέον ἡγοῦμαι κἀντεῦθεν ἐλέγξαι τὴν ἀξυνεσίαν αὐτοῦ δι' ὀλίγων, ὡς δέον. Αἱ γάρ τοι ῥητορικαὶ δηλοῦσι τεχνογραφίαι σαφῶς, ὅτι μῦθός ἐστι πλάσμα συγκείμενον μετὰ ψυχαγωγίας πρός τι τῶν ἐν τῷ βίῳ χρήσει διαφέρον· πλάσμα δὲ δήπουθεν εἴρηται παρὰ τὸ πεπλάσθαι, φασὶν, αὐτὸν συνομολογουμένως· οὐ γὰρ ἔτι νομίζοιτο μῦθος, εἰ γεγονὼς εἴη κατὰ ἀλήθειαν· εἰ δὲ πλάσματος αὐτοσχεδίου σύνθεσίς ἐστιν ἡ μυθοποιία, πόῤῥω μὲν ἔργῳ τῆς ἀληθείας ἐλήλεγκται, λόγῳ καὶ πραγμάτων ὕλας εἰκονίζει τῇ πράξει λειπομένῃ· τὰ γὰρ οὐκ ὄντα πιθανολογεῖν ἔοικεν ὡς ὄντα, καὶ διηγήσει μίμησιν εἰσάγει πεπλασμένην· ἀνυπόστατα τοίνυν εἰδοποιεῖ πράγματα, μηδεμιᾶς ὑποκειμένης ἕδρας, ὡς οἷόν τε βεβαίως. Οὐδὲν δέ μοι δοκεῖ διαφέρειν ἀψύχου σκιαγραφίας ἡ τοῦ μύθου πλαστουργία· καθ' ὁμοιότητα γὰρ, οἶμαι, τοῦ πίνακος αὐτῇ διαχαράττεται τῇ γραμμῇ· παραπλησίῳ γέ τοι προσεμφερείᾳ προσωποποιεῖ μὲν ὑπόθεσιν, εἴς τι μέρος ἀποβλέπουσα, αὐτὰ δὲ σχηματίζει τῇ μιμήσει τὰ πράγματα γραμμαῖς ἐντεταμέναις, ἀνομολογίαν μὲν οὖν ἐφ' ἑκάστων ἐς τὰ μάλιστα τηρεῖ τῶν ῥυθμῶν. Ἄκρα τε πολέμου γράφει καὶ τέλος, ἐοικότα βάσει, καὶ χείλη φθεγγόμενα, καὶ φωνῶν ἰδιώματα, καὶ γέλωτας, καὶ κλαυθμοὺς, ἢ δημηγορίας ἀρχοντικὰς, ἢ συμπόσια καὶ κώμους, ἢ βακχίας, ἢ τελετὰς, ἢ μέθας ἀκολάστους, ἢ παροινίας ἐρωτικὰς, ἢ λῃστρικὰς ἁρπαγὰς, ἢ φθορὰς ἀνηκέστους, ἢ σφαγὰς ἀκρίτους, ἢ πενίας ὑποκρίσεις, ἢ πλούτων ἐπιῤῥοίας. Εἰκοτολογίᾳ μὲν οὖν ἅπαντα χαρακτηρίζει, προσωποποιία δὲ προσεμφερεῖς διαγορεύει πράξεις ἀνδρανεῖς· οἱ γάρ τοι μυθοποιοὶ τὰς ἀνθηρὰς ἀναλεγόμενοι λέξεις αὐτουργοῦσι ποικίλα χρωμάτων εἴδη, καὶ τῇ προσωποποιίᾳ συμπλέκουσιν· εἶτα λόγοις ἐπιχρώσαντες ἡδέσι, πᾶσαν μὲν ἐπισυνάγουσι τὴν τοῦ μύθου διήγησιν· ὥσπερ δὲ ζωδιογράφοι τὴν τῆς ὄψεως εἰκονίζουσιν ὥραν, ἐρυθροῖς ἠδ' ἀνθινοῖς χρώμασι κηρογραφοῦντες· ῥήμασι δὲ καὶ σχήμασι μελοποιεῖν ἐπειγόμενοι, χαρακτῆρας ὑλικοὺς ἔργῳ τῆς ἀληθείας αὐτῆς ἀποδέουσιν. Ἀλλ' οὗτοι μέν τοι τούτῳ ποικίλλουσι τρόπῳ τὰς τῶν μύθων εἰκόνας· ἐντεῦθεν δὲ μουσική τις ἁρμονία συνίσταται, καὶ ποιητικῆς οἰησικοπίας εὕρεσις.
XXVII. Nevertheless I think we must not decline to refute his stupidity from this point also in a few words, as is needful. For the rhetorical treatises clearly show that a fable is a fiction composed with entertainment for something useful in life; and it has doubtless been called a fiction from its being admittedly fashioned, they say; for it would no longer be reckoned a fable if it had happened in truth; and if myth-making is a composition of an improvised fiction, in fact it is convicted of being far from the truth, while in word it also portrays materials of things when action is lacking; for it seems to speak plausibly of things that are not as though they were, and by narration introduces a fashioned imitation; therefore it gives form to non-existent things, with no foundation underlying, as firmly as possible. And the fashioning of a fable seems to me to differ in nothing from an inanimate shadow-painting; for according to the likeness of the tablet, I think, it is delineated by the line itself; with a similar resemblance at any rate it personifies a subject, looking unto some part, and shapes the things themselves by imitation with stretched lines, and so preserves to the utmost disproportion in each of the rhythms. And it paints the extremes and end of war, resembling a base, and speaking lips, and peculiarities of voices, and laughter, and weeping, or princely harangues, or banquets and revels, or bacchic frenzies, or mystic rites, or licentiousunkennesses, or amatory drunkenfrolics, or piratical robberies, or incurable destructions, or indiscriminate slaughters, or pretences of poverty, or influxes of wealth. By probability, therefore, it characterizes all things, and personification sets forth similar manly deeds; for the myth-makers, picking out florid expressions, work up for themselves varied kinds of colours, and weave them together with the personification; then, having coloured them over with pleasant words, they gather together the whole narration of the fable; and just as figure-painters portray the beauty of the countenance, painting in wax with red and flowery colours, while hastening to make melody with words and figures, they bind material characters falling short in fact of the truth itself. Yet these men in this way variegate the images of fables; and hence a certain musical harmony is constituted, and an invention of poetic fancy.
XXVIII. Ἀμέλει γοῦν ἐρωτώμενος ὁ Πλάτων μουσικῆς μὲν εἶναι λόγους ὁρίζεται, λέγων· Λόγων δὲ διττὸν εἶδος, ἔφη, τὸ μὲν ἀληθὲς, ψεῦδος δὲ θάτερον· παιδευτέον δὲ ἐν ἀμφοτέροις, ἀλλά γε
XXVIII. Doubtless therefore Plato, when questioned, defines discourses as belonging to music, saying: And of discourses there is a twofold kind, said he, the one true, and the other falsehood; and one must educate in both, yet
PG 18:672Read from the page
πρότερον ἐν τοῖς ψεύδεσι· προηγουμένως γὰρ εἶπε τὰ παιδία καταλέγεσθαι μύθων ἐπῳδῇ. Οὐκοῦν ἀρχὴ παντὸς ἔργου μέγιστον· ἄλλως τε καὶ νέῳ καὶ ἁπαλῷ ὁτῳοῦν· μάλιστα γὰρ δὴ τότε πλάττεται καὶ ἐνδύεται τύπος, ὃν ἄν τις βούλεται ἐνσημήνασθαι ἑκάστῳ. Διὰ δὲ τῶν τοιούτων πειρᾶται ῥήσεων ἐκφαίνειν, ὡς οὐ χρεὼν ἂν εἴη γε ψευδηγορίαις ἐπαντλεῖν ἀκράτοις τὰς τῶν νεηλύδων ἀκοάς· ἐπειδὴ τοῖς ἀρτίως ἐνσημαινόμενοι μείραξιν οἱ κτύποι τῆς κακοδοξίας ἀμετάστατοι φιλοῦσι γίνεσθαι καὶ δυσέκνιπτοι· διόπερ ἀκολούθως ἐπιφέρει πάλιν· Ἆρ' οὖν ῥᾳδίως οὕτω παρήσομεν, ἔφη, τοὺς ἐπιτυχόντας ὑπὸ τῶν ἐπιτυχόντων μύθους πλασθέντας ἀκούειν τοὺς παῖδας, καὶ λαμβάνειν ἐν ταῖς ψυχαῖς, ὡς ἐπὶ τὸ πολὺ ἐναντίας δόξας ἐκείναις ἃς, ἐπειδὰν τελειωθῶσιν, ἔχειν οἰησόμεθα δεῖν αὐτάς; Οὐδ' ὁπωστιοῦν, εἴρηκε, παρήσομεν. Πρῶτον μὲν ἡμῖν ὡς ἔοικεν ἐπιστατητέον τοῖς μυθοποιοῖς· καὶ ὃν μὲν, ἂν καλὸν μῦθον ποιήσωσιν, ἐγκριτέον· ὃν δὲ μὴ, ἀποκριτέον· τοὺς δὲ ἐγκριθέντας ποιήσομεν τὰς τροφούς τε καὶ μητέρας λέγειν τοῖς παισὶ, καὶ πλάττειν τὰς ψυχὰς αὐτῶν τοῖς μύθοις, πολὺ μᾶλλον ἢ τὰ σώματα ταῖς χερσίν· ὧν δὲ νῦν λέγουσι τοὺς πολλοὺς ἐκβλητέον. Εἶτα ἐπειδὴ περὶ τῆς ἑκάστων ἀναλόγου διαφορᾶς ἐρωτώμενος, Ἐν τοῖς μείζοσιν, ἔφασκε, μύθοις ἀναγνωρίζεσθαι τοὺς ἐλάττους· ὡς ἤρετο πάλιν ὁ Ἀδείμαντος, οὐδὲ τούτους εἰδέναι δηλῶν, αὖθις ἀνθυπενέγκας ἔφησεν· Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην· οὗτοι γάρ που μύθους ἀνθρώποις ψευδεῖς συντιθέντες ἔλεγόν τε καὶ λέγουσιν.
first in falsehoods; for previously he said that little children are charmed with the incantation of fables. Therefore the beginning of every work is greatest, especially for anyone young and tender; for then most of all is fashioned and put on the stamp which anyone wishes to imprint upon each. And through such sayings he tries to show how it would not be needful to flood the ears of the newly come with unmixed false speeches, since the impressions of evil opinion imprinted upon newly grown youths are wont to become immovable and hard to wash out; wherefore consistently he subjoins again: Shall we then so easily allow, said he, the children to hear any chance fables fashioned by any chance persons, and to receive in their souls opinions for the most part contrary to those which, when they have reached maturity, we shall think they ought to have? In no way whatsoever, he has said, shall we allow it. First of all, as it seems, we must supervise the myth-makers; and whatever noble fable they make, we must approve, and whatever is not so, we must reject; and those that are approved we shall make the nurses and mothers tell to the children, and fashion their souls with those fables, far more than their bodies with their hands; but of those which they now tell, the greater part must be cast out. Then, when questioned about the proportionate difference of each, he said: In the greater fables the lesser are recognized; and when Adeimantus asked again, declaring that he did not know these either, replying again he said: Those which Hesiod, said I, and Homer told us; for these men, composing false fables for men, used to tell them and still tell them.
XXIX. Εἰ δὲ τοίνυν Ὁμήρου τὰ ἔπη καὶ Ἡσιόδου μύθους ἀποφαίνει ψευδεῖς, ἃ δὲ καὶ μάλιστα καὶ παιδείας ἕνεκα ψυχαγωγεῖ τοὺς αὐτηκόους, οὐ μὴν ἀλλά γε καὶ καλλιλεξίᾳ διεγείρει τὸ φρόνημα πρὸς εὐγλωττίαν ἐντελῆ· πόσῳ δὴ μᾶλλον ὅσους ἡ δαιμονῶσα γραῦς ἀπεφθέγξατο λόγους οὐχὶ μυθοποιίας ὁρεῖταί τις εἶναι ψευδεῖς, ὁπηνίκα καὶ τοὔνομα τῆς Ἐγγαστριμύθου τοῦτον ὑπαγορεύει τὸν νοῦν; Οἱ γὰρ Ἑλλήνων παῖδες, οἱ καὶ τὰς ὀνοματοποιίας ἑκάστου πράγματος ἀκριβοῦντες ἐν τῇ Ἑλλάδι φωνῇ, πλάσματα ψευδῆ τοὺς μύθους ὀνομάζουσιν, ἀκόλουθον ἐκ τοῦ ὀνόματος ἐποπτεῦσαι τὸ πρᾶγμα καθ' οὗ τέτακται κυρίως· ἀλλ' αἱ μὲν Αἰσώπου λογοποιίαι τοιαῦτα μύθων ἴσασι πλάσματα, οἷα καὶ τὰ μειράκια πολλαχῶς ἐν ταῖς παιδιαῖς ἀστεϊζόμενα παίζει, καὶ Κορυβαντιῶσαι γραῖαι κωτίλοις ἐπᾴδουσι λόγοις· ἔσθ' ὅτε ταῦτα δρῶσιν οἴνῳ μὲν ἐπιβρέχουσαι τὸν φάρυγγα συχνῷ· κύλικι δὲ προσέχουσαι ποτῷ, φλυαροῦσιν ἀμέτρως· οἱ μέντοιγε φιλοσοφίας ἤθη πρεσβεύειν ἡγούμενοι, καὶ τὰς ἐμμούσους ποιήσεις οἷα ψευδῆ μύθων εἴδη διέβαλλον, ὡς δέον.
XXIX. If therefore he pronounces the verses of Homer and Hesiod to be false fables, which most of all even for the sake of education entertain the hearers, and moreover by beauty of diction rouse the mind to complete eloquence: how much more will one not define the words which the demon-possessed old woman uttered to be false myth-makings, when even the name of the Ventriloquist (Engastrimythos) suggests this meaning? For the children of the Greeks, who also accurately examine the coinages of names of each thing in the Greek tongue, call fables (mythoi) false fictions, it being consistent to view from the name the thing over which it has been properly set; now the story-makings of Aesop know such fictions of fables, such as youths also in many ways play at when jesting in their games, and old women frenzied like Corybantes chant with prattling words; sometimes they do these things moistening their throat with much wine, and giving heed to the cup and drink, they babble beyond measure; whereas those who thought fit to honour the morals of philosophy traduced even the musical poems as false kinds of fables, as was needful.
XXX. Εἰ οὖν αὐτὸ τοὔνομα κατὰ τοῦ πράγματός ἐστι τεταγμένον ὀρθῶς, ἐγγαστρίμυθον ἔοικεν ἀναπλάττειν ἡ ἐγγαστρίμυθος. Οὐ γὰρ ἐκ τοῦ φυσικοῦ
XXX. If then the name itself has been rightly set over the thing, the ventriloquist seems to fashion a belly-fable. For not from a natural