ὥστε δυοῖν ἀνάγκη θάτερον, ἢ ταύτας ἀχρειῶσαι τὰς φωνὰς, ἢ τὰ τῆς ἐγγαστριμύθου ῥήματα διαβαλεῖν ὡς ἕωλα καὶ ψευδῆ. Ἀλλὰ τί φῶμεν; Ἀντιδοξοῦσιν ἑαυταῖς αἱ θεῖαι Γραφαί; ταῖς δὲ πολλαῖς ἡ μία μάχεται ψῆφος; Εἰ δ' ἄρα καὶ μάχη τίς ἐστιν, ἐπικρατοῦσι πολλαί. Καὶ μὴν ἐκ τῶν ἐναντίων οὕτως ὁμοφώνῳ συνοδίᾳ καταψηφίζονται τῶν ἐγγαστριμύθων ὡς ἀνόσια δρῶνται· οὐδὲν ἧττον ἔτι κἀν τῇ τετάρτῃ τῶν Βασιλειῶν ἀνειλημμένον ἐστὶν, ὅτι Μανασσῆς μὲν ἀσεβείας ὑπερβολῇ πρὸς οἷς ἐδικαιοκτόνει, καὶ παντοίας ἐθρήσκευεν εἰδωλομόρφους ὕλας· Ἐποίησεν ἑαυτῷ, φησὶν, ἐγγαστριμύθους καὶ γνώστας· ἀντιστρόφως δ' αὖ πάλιν ὁ δικαιοσύνης ἀρετῇ διαπρέψας Ἰωσίας ὁ βασιλεὺς ἅπαντα μὲν ὁμοῦ τὰ χειρότευκτα καθεῖλεν ἀφιδρύματα, πυρὶ δὲ τεφρώσας ἠφάνισεν· οὐ μὴν ἀλλά γε πρὸς τούτοις ἀφεῖλεν, ἔφη, τοὺς ἐγγαστριμύθους, καὶ τοὺς γνώστας, καὶ τὰ θεραφὶμ, καὶ τὰ εἴδωλα, καὶ τὰ καρασαείν· εἶτα καὶ μετ' ὀλίγα φησὶν, ὅτι καὶ ἐνεπύρισεν, ὡς ἀθέμιτα δηλαδή. Τοιγαροῦν εἴπερ ὁ αὐτός ἐστι συγγραφεὺς ἑκατέρου τοῦ γράμματος, ἐνταῦθα δὲ δύο πρόσωπα βιολογεῖ βασιλέων, εἶτα τούτοιν τὸ μὲν ἄδικον εἰσάγει [ὅτι πρὸς] ἄλλοις εἵλετο καὶ τῶν ἐγγαστριμύθων, τὸ δὲ ζήλῳ διεγηγερμένον ἐπαινεῖ, τῷ καὶ τοὺς ἐγγαστριμύθους ἐξᾶραι πρὸς ἅπασι τοῖς ἐχθροῖς. Εἰ δὲ ταῦτα οὕτως ἔχει, συνέστηκεν, ὅτι οὐχ ἑαυτῷ μαχομένας ἐξεδίδου φωνάς. Οὐδ' αὖ τὸ Πνεῦμα τὸ ἅγιον ἔφασκεν ἀναβεβηκέναι τὸν Σαμουὴλ, ἀλλὰ τοὺς τῆς ἐγγαστριμύθου διηγεῖτο λόγους, ὡς ᾤετο καὶ τὸ δοκεῖν ἐκόμπαζεν ἐκείνη φαντασιοκοπίαις ἀναπτεροῦσα τὸν δυνάστην ἀδήλοις· οὐ γὰρ ἂν ἑαυτῷ καὶ ταῖς ἄλλαις ἁπάσαις ἐμάχετό πως Γραφαῖς. Ἀλλ' οὐχὶ μόνον αὗται ταῦτα διελέγχουσιν αἱ ῥήσεις, ἀλλ' ἔτι γε τούτοις ἐπιψηφίζεται καὶ μάρτυς ἄλλος ἀξιοφανὴς, ὁ προφήτης Ἠσαΐας, πὴ μὲν ἀπαγορεύων τὰ τοιάδε μύση, πὴ δὲ παραινῶν ὀρθότατα τοῖς ὑπηκόοις αὐτῷ κελαδεῖ· Καὶ ἐὰν εἴπωσι πρὸς ὑμᾶς· Ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας, οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν· οὐχὶ ἔθνος πρὸς Θεόν. Εἶτά τι μετὰ ταῦτα προσθεὶς ἐπιφέρει· Τί ἐκζητοῦσιν, ἔφη, περὶ τῶν ζώντων τοὺς νεκρούς; Νέμον γὰρ εἰς βοήθειαν ἔδωκεν, ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥῆμα τοῦτο, περὶ οὗ οὐκ ἔστι δῶρα δοῦναι· προδήλῳ μὲν ιεροφωνίᾳ τὸ τῶν ἐγγαστριμύθων ἀπεκήρυξε γένος. Εἰ δὲ κενολόγων ἀπέφηνε τὸ τοιοῦτο συνέδριον, ἀναμφιλόγως ἀπέδειξεν, ὅτι τούτων οὐδὲν οὐδεὶς οὐδεπώποτε λέγει τὸ παράπαν ἀληθὲς, ἀλλὰ ψευδηγηρίᾳ μὲν ὑποκένῳ πλάττουσι τὴν ἀπάτην, ἑώλῳ δὲ κενολογίᾳ φενακίζουσι τοὺς ἀμαθεῖς. Ὅθεν ἀκολούθως ἐπέσκωπτεν ἐκείνοις ὅσοι περὶ τῶν ζώντων ἐρωτῶσι τοὺς νεκρούς· αὐτοὶ γὰρ, ὅλοι νεκροὶ καὶ πηροὶ τυγχάνοντες, οἱ κενολόγοι τὰς τῶν νεκρῶν ὑποτυποῦνται διακονεῖσθαι φωνάς· ὁ δὲ προφήτης ἐπεμαρτύρετο βοῶν, ὅτι νόμος ἀῤῥαγὴς ἔκκειται περὶ τούτων, ἵνα μὴ κατὰ τοὺς ἀποφθεγγομένους ὑπαχθῶσι κουφολογίαις ἑώλοις· ἀκρο-
so that of two things one is necessary, either to render these voices useless, or to traduce the words of the ventriloquist as stale and false. But what shall we say? Do the divine Scriptures contradict themselves, and does the single vote fight against the many? Yet if indeed there is some conflict, the many prevail. And surely on the contrary they thus with unanimous concord condemn the ventriloquists on the ground that unholy things are done; none the less is it also recorded in the fourth Book of Kings, that Manasses in an excess of impiety, besides his murdering of the righteous, also worshipped idol-shaped materials of every kind: He made for himself, it says, ventriloquists and wizards; and conversely again King Josias, having excelled in the virtue of righteousness, pulled down all the hand-wrought images together, and having reduced them to ashes with fire obliterated them; and not only so, but besides these he took away, it said, the ventriloquists, and the wizards, and the theraphim, and the idols, and the carasaein; then too after a little it says that he also burned them up, as unlawful, manifestly. Therefore, if indeed the writer of each record is the same, and here writes the lives of two persons of kings, and then of these two brings in the one as unjust [because besides] other things he chose also of the ventriloquists, and praises the other as stirred up with zeal, for having also removed the ventriloquists along with all the enemies: if these things are so, it is established that he did not give forth voices fighting against himself. Nor again did the Holy Spirit say that Samuel had come up, but He was recounting the words of the ventriloquist, as that woman thought and boastingly feigned, buoying up the ruler with obscure fancies; for He would not in any way have fought against Himself and all the other Scriptures. But not only do these sayings refute these things, but furthermore another worthy witness also votes in addition to these, the prophet Isaias, who partly forbidding such abominations, and partly exhorting most rightly those subject to him, cries aloud: And if they say unto you: Seek the ventriloquists, and those who cry out from the earth, the empty talkers, who speak from the belly: is not a nation unto God? Then adding something after these things he subjoins: Why do they seek, said he, the dead concerning the living? For He gave a law for a help, that they may speak not as this word, concerning which there are no gifts to give: with a manifest sacred utterance he denounced the race of the ventriloquists. And if he declared such an assembly to be of empty talkers, he indisputably proved that of these no one ever speaks anything at all true, but with hollow falsehood they fashion deceit, and with stale empty talk they cheat the unlearned. Whence consistently he mocked those who question the dead concerning the living; for being themselves wholly dead and blind, the empty talkers pretend to minister the voices of the dead; whereas the prophet bore witness crying out that an unbroken law is set forth concerning these things, lest according to those who utter divinations they be led away by stale vanities; for the most