Migne Reading Room

PG 18 · cols. 613–624 · Read from the page

On the Witch of Endor, against Origen

On the Witch of Endor, against Origen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:613Read from the page
I. Ἀεὶ μὲν ἄγαμαι τὸν ἀξιοφανῆ τῆς ἐνθέου πολιτείας σου ζῆλον, ὦ διαπρεπέστατε τῆς ὀρθοδοξίας ἱεροκήρυξ Εὐτρόπιε· τὸ δὲ τῆς εὐσεβείας σου γνώρισμα πολλαχῶς ἐκπληττόμενος οὐχ ἥκιστα καὶ περὶ τόδε μάλιστα τεθαύμακα τὸ μέρος· ὅτι σαφῶς ἀκριβῶσαι βούλει πῶς ἂν ἔχοιμι γνώμης ἕνεκα τῆς ἐγγαστριμύθου τῆς ἐν τῇ πρώτῃ τῶν Βασιλειῶν ἱστορουμένης· οὐ γὰρ ἀρέσκεσθαι φῂς οἷς ἐξέδωκεν Ὠριγένης εἰς τήνδε τὴν ὑπόθεσιν. Οὐ μὴν ἀλλὰ ἔγωγε καὶ ἄλλους οἶδα ἔτι μεμφομένους οὐκ ὀλίγους ἐφ' οἷς ὡρίσατο προχείρως, ἀλλὰ συχνοὶ μέν εἰσιν οἱ δακνόμενοι τὰς ψυχὰς ἀσχάλλοντες οὐ μετρίως· ἔσθ' ὅτε δέ τινες οἷς ἔγραψεν ἐκεῖνος ὑπάγονται, τῇ προλαβούσῃ δοξοκοπίᾳ ῥᾷον ἀνατιθέμενοι, καὶ τοῖς ὀνόμασι μᾶλλον, ἀλλ' οὐ τοῖς πράγμασι προσέχοντες, ὡς δέον. Ἵν' οὖν μὴ δόξαιμι κατ' ἐμαυτὸν ἀγῶνα δικανικὸν εἰσάγειν, οὐκ ἀνοίκειον ἡγοῦμαι πᾶσαν μὲν ὁμοῦ συζεῦξαι τὴν ἐξήγησιν αὐτοῦ τῇδε τοῦ γράμματος ὑπαγορίᾳ, δι' ἑκατέρου δὲ τρανῶσαι τὸ σαφές· ὡς ἂν μήτε τινὲς οἴοιντο συκοφαντεῖν ἡμᾶς ὅπως δήποτε δοξάσαι προσαχθέντας, μήτ' αὖ πάλιν ἀμφηρίστους εἶναι τὰς δόξας ἑκατέρων· οἴονται γὰρ ἐκ τῆς παραλλήλου συγκρίσεως ἀνεξετάζειν μὲν ὅπως ἔχῃ δόξης ἑκάτερα τὰ μέρη, τὴν ἀμείνονα δὲ γνώμην ἐξ ἀμφοῖν αἱρεῖσθαι τοὺς φιλολόγους. Οὔτε γοῦν ἵππος ἀγωνιστὴς εἶναι κρίνεται δόκιμος ἑαυτῷ, τρέχων εὐσκελῶς, οὐδ' εἰ σφόδρα κοῦφος ὢν ὥσπερ ὑπόπτερος ἐπιδεί-
I. Always indeed do I admire the illustrious zeal of your godly way of life, O most distinguished sacred herald of orthodoxy, Eutropius; and while being struck with wonder in many ways at the token of your piety, not least have I marvelled most of all at this part: that you wish to ascertain clearly how I stand in opinion regarding the belly-myther who is recorded in the First Book of Reigns; for you say that you are not pleased with the things which Origen published on this subject. Nay more, I myself also know not a few others besides who find fault with the things which he rashly defined, and many indeed are those who, stung in their souls, are grieved in no moderate degree; yet sometimes some are led away by what that man wrote, more easily giving their assent to the preconceived thirst for reputation, and paying heed rather to the words, and not to the realities, as is needful. In order, therefore, that I may not seem to be introducing a forensic contest by myself, I deem it not unfitting to join together at once his whole exposition with the dictation of this treatise here, and through each of the two to make clear the plain truth; so that neither may some suppose that we are making false accusations, having been induced in whatever way to form an opinion, nor again on the other hand may the opinions of both sides be disputed; for they think that from a parallel comparison lovers of learning examine how both sides stand in opinion, and choose the better judgement out of both. Neither, then, is a racehorse judged to be approved by itself when running fleetly, nor even if, being exceedingly light, as though winged, it dis-
PG 18:616Read from the page
κνυται τὰς κινήσεις· οὔτ' αὖθις ἀθλητῶν ὠκύτατα τρέχειν ἐν σταδίῳ δυνάμενος, οὔτε ἄλλος οὐδεὶς, οὔτε παλαίων ὑγρῶς, οὔτε τραχύτατα παγκρατιάζων, ἢ πυγμαχῶν, ἢ τὸν ἀέρα δέρων ἑωροκοπίαις ὑποκειμένοις· ἀλλὰ συσταδὸν ἁρμόττει τὰ μαχόμενα τοῖς ἐναντίοις ἀντιστατεῖν· ἵν' ἐξ ἑνὸς ὁποτέρου διαγινώσκηται τὸ προῦχον. Ὥστε τὰ μὲν Ὠριγένεια προτακτέον ἐν πρώτοις, ἰδίᾳ δὲ τάξει καὶ τὸν ἀντιπίπτοντα νοῦν ἐκείνοις ἐξετάσαι σπουδαστέον.
displays his movements; nor again he among athletes who is able to run most swiftly in the stadium, nor anyone else, whether wrestling limply, or competing most roughly in the pancratium, or boxing, or beating the air in the empty flourishes set before him; rather, it is fitting at close quarters for fighting forces to stand against their opponents, so that from either one the superior side may be discerned. Wherefore the statements of Origen must be set forth first among the foremost points, and in its own order we must also be zealous to examine the sense that opposes them.
II. Φέρε οὖν αὐτὸ τὸ τῆς ἱστορίας γράμμα θεωρήσωμεν ὡς οἷόν τε κατὰ τὸ ἐφικτὸν ἐνθένδε πόθεν ἀρκτέον. Ὁπηνίκα μὲν ὁ Σαοὺλ ἄριστα προΐστατο τῆς τοῦ λαοῦ πολυανδρίας, ἐξῆρε πάντας τοὺς ἐγγαστριμύθους, ἔφη, καὶ τοὺς οὕτω καλουμένους ὀνόματι γνώστας, ἅτε δὴ λυμεῶνας ἐμφοχεύοντας ἐχθίστους. Ἐπειδὴ δὲ τραπεὶς ἐπὶ τὰ χείριστα πρὸς τοῦ ἀλιτηρίου πικρῶς ἠλαύνετο δαίμονος, ᾤχετο πάλιν ἐπὶ τὰ φάσματα τῆς μαντείας αὐτῶν, οἰκειομούμενος ἃ κατέλυσεν ὀλίγῳ πρόσθεν, ἑαυτὸν δὲ καὶ διὰ τοῦτο παραβάτην ἐλέγχων· ὡς γὰρ οἱ πέριξ ἀλλογενεῖς ὁμοθύμῳ σπουδῇ πολέμου γένεσιν ἀνεκήρυττον, ἀθροισθέντες μὲν ὡς ἔνι μάλιστα παμπληθεὶ τὰς φάλαγγας ἀντιπαρέταττον, ὅπλα δὲ γυμνάσαντες εἰς μάχην ἐξίεσαν εὐρώστως· ὁ μέντοιγε σχέτλιος Σαοὺλ, αὐτὸ τὸ τῆς παρεμβολῆς ἐπιτείχισμα πεφραγμένον ἰδὼν αὐτοψεὶ, καὶ, τὸ σύμπαν εἰπεῖν, ἐξέστη καταπλαγεὶς, ὡς ἡ θεία διαγορεύει Γραφή· μετὰ δὲ τοῦτό φησιν, ἠρώτα διὰ τοῦ Κυρίου, γνῶναι δηλαδὴ τὰ πρακτέα γλιχόμενος· ὁ δὲ Κύριος οὐκ ἀπεκρίνατο τὸ παράπαν αὐτῷ διὰ τὰς τῆς ἀδικίας ὑπερβολὰς, οὔτε ἐν ἐνυπνίοις, οὔτε ἐν δήλοις. οὔτε ἐν τοῖς προφήταις. Ἀλλὰ μὴν ἐκείνῳ γε τὸ Θεῖον οὐκ ἐχρημάτιζεν οὐδαμῶς ἀθέμιτα δράσαντι. Τί δὲ μετὰ ταῦτα πράττει τῆς ἀνωτάτω γυμνασθεὶς ἐπικουρίας; ἀντὶ τοῦ μᾶλλον ἐξιλεώσασθαι συχνοτέρᾳ δεήσει καὶ καρτερᾷ ψυχολατρείᾳ, τοὐναντίον ἀποπηδήσας αὔξει μὲν τὰ τῆς ἀποστασίας ἐπιτηδεύματα. Τοῖς δὲ παισὶν αὐτοῦ προσέταττε γυναῖκα ζητήσειν ἐγγαστρίμυθον, ἵνα ἀφίκοιτο πρὸς αὐτὴν πευσόμενος ὡς ἐν μαντείῳ. Τῶν δὲ δὴ χειρίστων ὑπηρετῶν αὐτίκα δὴ μάλα καταμηνυσάντων, τὴν ἔμπληκτον, ὁ μὲν Σαοὺλ ἀμελητὶ μετασχηματίσας ἑαυτὸν, καὶ τὰ τῆς ἐσθῆτος ἀμείψας ἐνδύματα, δρομαῖος ᾤχετο, τὴν στρατιὰν ἐκλιπών· ὡς δὲ ἀφίκοιτο πρὸς αὐτὴν ἅμα δυσὶν ἀνδράσι νύκτωρ, ἀξιώσας αὐτῇ προσεφέρετο τηνικαῦτα, Μάντευσαι δή μοι, λέγων, ἐν τῷ ἐγγαστριμύθῳ· ἀνάγαγέ μοι, φησὶν, ὃν ἂν εἴπω σοι. Τοιγαροῦν εἴπερ ὁ Σαοὺλ ἐδεῖτο διὰ τῆς ἐγγαστριμύθου μαντεύσασθαι, φαίη τις ἂν ἀληθεῖς εἶναι τὰς ἐκείνου φωνάς; Ἀλλ' ἔστι τις ἀγνοῶν ὡς ἐκεῖνος ὑπὸ τοῦ δαίμονος ἀγρίοις ἐλαύνετο θυμοῖς εἰς ἀνηκέστους ἐκτραπεὶς μαντείας
Chapter II. Come, then, let us examine the very letter of the history as far as possible according to what is within our reach, beginning somewhere from here. When Saul presided excellently over the multitude of the people, he removed all the ventriloquists, it says, and the wizards so called by name, as being most hateful destroyers lurking in dens. But when, having turned towards the worst things, he was bitterly driven by the avenging demon, he went back again to the phantoms of their divination, making his own the things that he had abolished a little before, and thereby also convicting himself as a transgressor; for when the surrounding foreigners with one accord and zeal proclaimed the outbreak of war, having gathered together in the greatest possible multitude, they arrayed their phalanxes in opposition, and having bared their weapons they went forth vigorously to battle; the wretched Saul, however, seeing with his own eyes the very rampart of the camp hemmed in, and, to say the whole, was beside himself in dismay, as the divine Scripture declares; and after this, it says, he inquired through the Lord, longing namely to know what was to be done; and the Lord did not answer him at all because of the excesses of his iniquity, neither in dreams, nor in manifestations, nor in the prophets. Assuredly the Divine did not give any response at all to him who had done lawless things. And what does he do after these things, having been stripped of the supreme succour? Instead of rather propitiating Him by more frequent supplication and steadfast worship of soul, having leapt away to the contrary he increases the practices of apostasy. And he commanded his servants to seek a woman who was a ventriloquist, so that he might come to her to inquire as in an oracle. And when his worst attendants had straightway informed him of the frantic woman, Saul without delay having disguised himself, and having changed the garments of his attire, went off at a run, leaving the army behind; and when he came to her together with two men by night, making his request he addressed himself to her at that time, saying, Divine for me by the ventriloquist; bring up for me, says he, whomsoever I shall say to you. Therefore, if indeed Saul begged to divine through the ventriloquist, would anyone say that his words were true? Or is there anyone ignorant that he was driven by the demon with fierce passions, having turned aside to incurable divinations
Notes, col. 616

On the reading

Printed ἐμφοχεύοντας, for ἐμφωλεύοντας.

Printed γυμνασθεὶς, for γυμνωθεὶς.

PG 18:617Read from the page
καὶ διαβολικὰς μύθων ἐνεργείας; Τί γάρ; οὐκ ἀξιόπιστος μᾶλλόν ἐστιν ὁ Θεὸς, ὁ τοὺς μὲν λόγους εἰς τὸ στόμα τοῦ Βαλαὰμ ἐμβαλὼν, ἐπιτρέψας δὲ Μωσεῖ γράψαι ῥητῶς ἐν τοῖς Ἀριθμοῖς· Οὐ γάρ ἐστιν οἰωνισμὸς ἐν Ἰακὼβ, οὐδὲ μαντεία ἐν Ἰσραήλ; Εἰ τοίνυν ἀπαγορευτέα τοιάδε καθέστηκεν, οἷα δὴ βδελύγματα μυσαρὰ καὶ τῆς ἐχθίστης εἰδωλολατρείας αἴτια, πῶς ἂν εἴη φερέγγυος ὁ μάρτυς ὁ τούτοις ἀν-
and diabolical workings of fables? For why? Is not God rather trustworthy, Who put the words into the mouth of Balaam, and enjoined Moses to write expressly in Numbers: For there is no augury in Jacob, nor divination in Israel? If therefore such things are established as forbidden, as being loathsome abominations and causes of the most hateful idolatry, how could that witness be trustworthy who tried to use these things most impiously-
III. Ὡς οὖν ἡ γυνὴ τὸν ἔκφρονα Σαοὺλ ἐθεάσατο, πλαττομένη μὴ εἰδέναι τὸν δυνάστην, ἀνθυπέφερεν ὡς αὐτὸς ἄμεινον ἂν εἴη γινώσκων, ὅσα πεποιήκει τοῖς περὶ ταῦτα δεινοῖς ὁ Σαοὺλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους, ἔφη, καὶ τοὺς ἐκφωνοῦντας ἀπὸ τῆς γῆς· ἕνεκα δὲ τούτου παγιδεύσασθαι πρὸς αὐτοῦ τὴν ψυχὴν ἔφασκεν εἰς θάνατον. Ἐπειδὴ δὲ πιστωσάμενος ὅρκῳ διεβεβαιώσατο μηδὲν αὐτὴν ὑποστῆναι σκαιὸν, αὖθις ἐπιῤῥωσθεῖσα τῇ κακίᾳ, παῤῥησιέστερον ἀποκρίνεται δήπουθεν ἡ γυνή· Τίνα, φησὶν, ἀνάγω σοι; Ποταπὴ καὶ ὁποία ἡ κακοδαίμων ἐτύγχανεν αὕτη γραῦς, ἵνα ὑπόσχηται τὸν Σαμουὴλ ἐκ νεκρῶν ἀνάξαι; Καὶ μὴν εἴγε δεῖ τὸ τῆς ἀξίας ὑπερθεμένους εἰπεῖν, οὐχ ὅπως οὐκ ἠδύνατο προφητικὴν ἀνάξαι ψυχὴν, ἀλλ' οὐδὲ τῶν ἐπιτυχόντων οὐδενὸς οὐδόλως, ἀλλ' οὐδὲ μύρμηκος ἢ ψύλλης· οὐ γὰρ οἱ δαίμονες ἐξουσίαν ἔχουσι πνευμάτων τε καὶ ψυχῶν, ἀλλ' ὁ πάντων ὁμοῦ δεσπόζων Θεός· ὥστε τῇ θείᾳ δοτέον φύσει μόνῃ ἐξ ᾅδου μεταπέμπεσθαι καὶ πάλιν ἀνακαλεῖσθαι ψυχάς. Ἀλλ' ὁ κομψὸς Ὠριγένης, εἰδωλολατρείας ὄργανα καὶ νεκυομαντείας εὑρήματα τῷ τῆς Ἐκκλησίας θέλων ἐπισκυλῆσαι χορῷ, τοῦ θείου καταψεύδεται γράμματος. Αὐτῆς γάρτοι τῆς Γραφῆς ἀναφανδὸν ἐκβοώσης ὡς εἶπεν ἡ γυνή· Τίνα ἀνάγω σοι; τοὐναντίον ἀντιστρέψας οὗτος, τὸ πρόσωπον ἔφη ταῦτα εἰρηκέναι τοῦ ἁγίου Πνεύματος. Εἶτα τοσοῦτον ἐξετράπη παρασυρεὶς, ὥστε οὐκ ἐρυθριᾷ τῷ ἁγίῳ περιτιθέναι Πνεύματι τὰ τῆς ἐπιλήπτου ῥήματα· τοιαῦτα δὲ γυμνοτέρᾳ τῇ γλώττῃ βλασφημῶν, εἰς τὸ Πνεῦμα τὸ ἅγιον ἀναφέρει τὸ πᾶν, ἀξιοπίστῳ τοὺς αὐτηκόους ὀνόματι καταιδέσαι πειρώμενος. Ἤρετο μὲν οὖν, ὡς ἔφην, ἡ γυνὴ, καὶ καθάπερ ἐξουσίαν ἔχουσα τοῦ μεταπέμπεσθαι τοὺς νεκροὺς, Τίνα, φησὶν, ἀνάγω σοι; τοῦ δὲ μαντευομένου φήσαντος ἀναχθῆναι τὸν Σαμουὴλ, αὖθις ἐπιφέρει· Καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ, ἔφη, καὶ ἐβόησε φωνῇ μεγάλῃ, καὶ εἶπε τῷ δυνάστῃ· Διατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. Ὡς δὲ ὁ βασιλεὺς ἔφησεν αὐτῇ, Μὴ φοβοῦ, καὶ τὸ, Τί ἑώρακας; ἐπάγει· αὖθις ἀνθυπενεγκοῦσα πάλιν ἡ πυθόμαντις ἔφη· Θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ γῆς. Ἐπειδὴ δὲ καὶ τὸ τελευταῖον ὁ δυνάστης ἤρετο, Τί ἔγνως; αὐτίκα πάλιν ἀνθυπήνεγκε πρὸς ἔπος· Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς· καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα. Τί οὖν ἐπὶ
Chapter III. When therefore the woman saw the frantic Saul, pretending not to know the ruler, she replied that he himself would know better how many things Saul had done to those skilled in these matters, how he had exterminated the ventriloquists, she said, and those who utter sounds from the earth; and on account of this she alleged that a snare was laid by him for her soul unto death. But when, having given assurance with an oath, he affirmed that she would suffer nothing untoward, strengthened again in her wickedness, the woman doubtless answers more boldly: Whom, says she, shall I bring up for you? Of what sort and quality was this ill-starred old woman, that she should promise to bring up Samuel from the dead? And yet, if indeed one must speak setting aside the matter of dignity, not only was she unable to bring up a prophetic soul, but not even that of any ordinary person at all, nor even of an ant or a flea; for demons do not have authority over spirits and souls, but God Who is Lord of all together; so that to the divine nature alone must be granted the power to send for and call back souls again from Hades. But the clever Origen, wishing to obtrude instruments of idolatry and inventions of necromancy upon the choir of the Church, utters falsehood against the divine Scripture. For whereas the Scripture itself openly cries out that the woman said: Whom shall I bring up for you? he, turning it the opposite way, said that the person of the Holy Spirit spoke these things. Then, swept along, he turned aside so far that he does not blush to attribute to the Holy Spirit the words of the possessed woman; and blaspheming such things with a barefaced tongue, he refers the whole to the Holy Spirit, trying to overawe his hearers with a trustworthy name. The woman therefore asked, as I said, and as though having authority to send for the dead, Whom, says she, shall I bring up for you? And when he who was consulting the oracle said that Samuel should be brought up, it again adds: And the woman saw Samuel, it says, and cried out with a loud voice, and said to the ruler: Why have you deceived me? for you are Saul. And when the king said to her, Fear not, and adds the question, What have you seen? replying again in turn the pythoness said: I have seen gods ascending out of the earth. And when at last the ruler asked, What have you perceived? straightway again she replied word for word: A man upright ascending out of the earth, and he is wrapped in a double cloak. What then upon
PG 18:620Read from the page
τούτοις διαγορεύει ἡ θεία Γραφή; Καὶ ἔγνω Σαοὺλ, ὅτι Σαμουήλ ἐστιν οὗτος, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Φαίνεται τοίνυν ὡς οὐδαμοῦ τὸ παράπαν ἡ τοῦ θείου γράμματος ἔφησεν ἐκδοχὴ τὸν Σαμουὴλ ἀνῆχθαι διὰ τῆς ἐγγαστριμύθου· ἀλλ' αὐτὴ μὲν προηγουμένως διὰ τοῦ ἐκβακχεύοντος αὐτῇ [f. αὐτήν, v. ἐν αὐτῇ] δαίμονος ἀποφθέγγεται δεῖν ἀνάγειν αὐτόν· εἶτα καὶ θεοὺς ἀνιόντας ἐπικομποῦσα θεωρεῖν, ἀπάτῃ μὲν ἐδίδου τὰ σημεῖα τἀνδρὸς εἰς ἐνέδραν· ὁ δὲ παράφρων ἔγνω Σαοὺλ ἐξ ὧν ἀκήκοεν ὡς αὐτὸς οὗτός ἐστι Σαμουήλ.
these things does the divine Scripture declare? And Saul knew that this was Samuel, and he bowed with his face upon the earth, and did obeisance to him. It is evident, therefore, that nowhere at all did the tenour of the divine Scripture say that Samuel was brought up through the ventriloquist; rather, she first of all through the demon exciting her to frenzy [or: in her] pronounces that she must bring him up; then, boasting also that she beholds gods ascending, by deceit she gave the tokens of the man as an ambush; and the deranged Saul knew from the things he had heard that this was Samuel himself.
IV. Εἰ δὲ δεῖ πιστεύειν ἢ τῷ δαιμονιζομένῳ Σαοὺλ, ὡς ἀληθῆ γνώσεως ἠκριβωκότι κατάληψιν, ἢ δαίμονι καυχωμένῳ καὶ ψυχὰς ὑπισχνουμένῳ δικαίων ἐξ ᾅδου μεταπέμπεσθαι, κρίνωμεν παρ' ἑαυτοῖς ὅσης ἂν εἴη γε δυσφημίας ἀνάπλεα, ταῦτα καὶ τὰ τοιαῦτα νοεῖν, ὦ κράτιστε ἀνδρῶν Εὐτρόπιε· πολὺ γὰρ, ὡς ἔοικεν, Ὠριγένης τῆς ἀληθείας ἐσφάλη· καίτοι τοῦ Δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ περὶ τοῦ διαβόλου διαῤῥήδην εἰρηκότος· Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι ἀλήθεια οὐκ ἔστιν ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ. Τί τοίνυν φὴς, ὦ Ὠρίγενες; ἀνάγκη γὰρ ἐρέσθαι σε πότερον, ἀληθῆ ταῦτά ἐστιν ἅπερ ἔφρασεν ὁ Σωτὴρ, ἢ τοὐναντίον ἀνθυποφέρων ἐρεῖς; Εἰ μὲν οὖν ἀληθεῖς οἱ τοῦ Κυρίου τυγχάνουσι λόγοι, εἰωθότως, ἄρα ὁ δαίμων ἐψεύσατο θρασυνόμενος· εἰ δὲ ἀψευδῆ τὰ τοῦ δαίμονος ὁρίζῃ ῥήματα, ψεύστην ἀποφῆναι τὸν Κύριον ἐγχειρεῖς· ὁρᾷς εἰς ὅσην ἐκπέπτωκεν ἀτοπίαν ὁ παρὰ σοὶ δογματιζόμενος ὅρος; Ἄκοντες μὲν γὰρ ἔσθ' ὅτε τἀληθῆ λέγειν οἱ δαίμονες ἀναγκάζονται στρεβλούμενοι τοῖς πόνοις, οὐ μὴν ἑκόντες ἀψευδῶς εἴποιεν ἂν ὁτιοῦν. Εἰ δὲ δεῖ (f. δὴ vel δεῖν) καὶ δικαίους ἀνάγειν ἐξ ᾅδου τοῦτον ὁριεῖταί τις ἀμελητὶ, πῶς οὐκ ἂν εἴη γε σαφὲς ὡς ἀπάτῃ τὸ ψεῦδος ἀντεισάγει, βουλόμενος ἐκτραχηλιάσαι τινά; Ναὶ, φησὶν, ἀλλ' οὐχ ὁ δαίμων ταῦτα εἴρηκεν, ἀλλ' ἡ διηγηματικὴ τοῦ συγγραφέως φωνή· συγγραφεὺς δὲ τῶν λόγων εἶναι πεπίστευται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ' οὐκ ἄνθρωπος. Εἶτ' οὐ νοεῖ πῶς ἐναντία φαίνει τῇ τοῦ διηγήματος ἐκδοχῇ; Κάλλιον οὖν ἴσασιν οἱ παντοίοις σχολαιότερον ὁμιλήσαντες λόγοις, ὡς ἡ διηγηματικὴ τοῦ συγγραφέως ὁμιλήσασα ταῦτα ἐξέδωκεν, ἅπερ ἐδόκει πράττειν ἢ λέγειν τῷ μαντευομένῳ Σαοὺλ ἡ ἐγγαστρίμυθος· ἀμέλει περὶ ἐκείνης ἐκδιηγούμενος ὁ συγγραφεὺς, καὶ τοὺς λόγους αὐτῆς ἐπὶ λέξεως ἐκτιθέμενος, ἔφη· Καὶ εἶπεν ἡ γυνή· Τίνα ἀναγάγω σοι; Τίς δὲ οὕτως εὐήθης ἐστὶν ὡς ὑποκρίνεται [f. ὑποκρίνεσθαι] μὴ νοεῖν, ὅτι αὗται μὲν τοῦ συγγραφέως οὔκ εἰσι φωναὶ, τῆς δὲ δαιμονώσης εἰσὶ γυναικός; Ἀλλὰ μὴν εἴγε δεῖ φιλαλήθως εἰπεῖν, ἡ διηγηματικὴ τοῦτον (f. τοῦτο) ἔφησε μόνον, ὡς, Εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ· οὕτως δὲ ταῦτα ἔγραψεν ὡς πρὸς εἰδότας περὶ δαιμονώσης ὁμιλῶν. Οὐ γάρ ἐστιν ἀμφισβητεῖν, ὅτι δαίμων οὐκ ἀνάγει ψυχὴν οὐδενὸς, ὃς, ὑπὸ τῶν εὐσεβῶν ὁριζόμενος ἀνθρώπων, ἐλαύνεται, πυροῦ-
Chapter IV. Whether then one ought to believe either Saul who was possessed by a demon, as having accurately grasped a true comprehension of knowledge, or a demon boasting and promising to send for the souls of the righteous out of Hades, let us judge among ourselves how full of blasphemy it would be to think these and suchlike things, O most excellent of men, Eutropius; for Origen, as it seems, erred greatly from the truth, even though our Master Jesus Christ expressly said concerning the devil: He was a manslayer from the beginning, and has not stood in the truth, because truth is not in him. Whenever he speaks a lie, he speaks from his own, because he is a liar and the father of it. What then do you say, O Origen? For it is necessary to ask you whether these things which the Saviour spoke are true, or whether replying to the contrary you will say the opposite? If then the words of the Lord are true, as is customary, then the demon lied in his audacity; but if you define the words of the demon as free from falsehood, you attempt to prove the Lord a liar; do you see into how great an absurdity the rule dogmatized by you has fallen? For unwillingly indeed demons are sometimes compelled to speak the truth when racked by pains, yet willingly they would not speak anything whatever without falsehood. And if someone shall heedlessly define that this demon also must bring up the righteous from Hades, how would it not be clear that by deceit he introduces falsehood instead, wishing to hurl someone headlong? Yes, says he, but it was not the demon who spoke these things, but the narrative voice of the writer; and the writer of the words is believed to be the Holy Spirit, and not a man. Then does he not perceive how he sets forth things contrary to the tenour of the narrative? Better therefore do those know who have conversed more leisurely with all sorts of discourses, that the narrative voice of the writer in discoursing set forth these things which the ventriloquist seemed to do or to say to Saul who was consulting the oracle; indeed, narrating in full concerning her, and setting forth her words verbatim, the writer said: And the woman said: Whom shall I bring up for you? And who is so foolish as he pretends [or: to pretend] not to perceive that these are not the words of the writer, but are those of the demon-possessed woman? Assuredly, if one must speak with love of truth, the narrative voice said this only, that The woman saw Samuel; and he wrote these things thus as speaking to those who know about a demon-possessed woman. For it is not possible to dispute that a demon does not bring up the soul of anyone, seeing that, when adjured by pious men, he is driven out, is burned-
PG 18:621Read from the page
ται, μαστίζεται, καὶ φεύγει τὸ σκήνωμα προλιπών· ἀλλ' εἶδεν ἡ παραπλὴξ ὡς ἔπρεπεν αὐτῇ τὸ σχῆμα τῆς πεφαντασιοκοπημένης ὄψεως. Εἴωθε γοῦν ὁ θὴρ εἰς πολυπροσώπους ἑαυτὸν ἐξαλλάττειν ἰδέας· ἵνα δὲ κατὰ τὸν ἁγιοφανῆ Παῦλον ἀποφθεγξάμενος εἴποιμ' ἄν· Αὐτὸς γὰρ ὁ Σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός· οὐ μέγα γοῦν εἰ διαλεγόμενος ἔταξε μὲν καὶ τόδε τὸ χωρίον, οἰόμενος ἐκ τούτου περιγράφειν τοὺς τὴν ἀλήθειαν ἀντεισάγοντας, ἀτεχνίᾳ δὲ μᾶλλον ἢ τέχνῃ δοκῶν ἀνασκευάζειν αὐτῷ προσετέθη.
is scourged, and flees leaving the tabernacle behind; rather, the deranged woman saw, as befitted her, the figure of the fantastical apparition. At any rate, the beast is accustomed to change himself into many-faced forms; and so that I may speak out according to the saintly Paul: For Satan himself transforms himself into an angel of light; it is no great matter, then, if in arguing he marshalled this passage too, thinking thereby to circumscribe those who introduce the truth, and seeming through lack of art rather than art to refute it, was added to its side.
V. Καὶ διατί, φησὶν, οὐκ εἴρηται, Εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουὴλ, ἀλλὰ γεγράφθαι πρὸς ἐπὶ τούτοις ἔφησεν, Ἔγνω Σαοὺλ, ὅτι Σαμουήλ ἐστιν; Εἶτα πάλιν ἐπιφέρει προϊών· Εἰ μὴ ἦν Σαμουὴλ, ἔδει γεγράφθαι· Καὶ ἐνόμιζε Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ· νῦν δὲ γέγραπται· Ἔγνω Σαούλ· οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν· Ἔγνω οὖν Σαοὺλ, ὅτι Σαμουήλ ἐστιν. Ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ. Ἵνα δὲ μὴ παρεκβὰς ἐφ' ἕτερα τῶν παραδειγμάτων, ἐξ αὐτῶν ὧν ἔγραψεν, ἐνταῦθα ποιήσομαι τὴν ἐρώτησιν· εἶθ' οὕτως ἐπὶ τὰ λοιπὰ βαδιοῦμαι παραδείγματα. Καί μοι λέγε πρὸς Θεοῦ· Τί φὴς, ὦ Ὠρίγενες; πότερον ἡ γυνὴ τὸν Σαμουὴλ ἀνήγαγεν αὐτῷ σώματι, ἢ τῷ γε σχήματι σκιογραφίας εἴδει περιβεβλημένον; Εἰ μὲν οὖν ἀσώματον ἀνήγαγεν αὐτὸν, οὐκ ἄρα τὸν Σαμουὴλ ἀνέστησεν, ἀλλὰ πνεύματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σαμουὴλ ὁ ἄνθρωπος, ὁ κρᾶσιν ἔχων ἐξ ἀμφοῖν ἀνάλογον· εἰ δὲ ὁλόσωμον αὐτὸν ἀνήγαγε τὸν ἄνδρα, πῶς οὐχ ἑώρακεν αὐτὸν ὁ Σαούλ; εἰ γὰρ ἦν αὐτοψεὶ θεασάμενος αὐτὸν, οὐκ ἂν ὡς ἀβλεπτῶν ἐξήταζε τὴν γυναῖκα, φάσκων αὐτολεξεὶ τό, Τί ἑώρακας; Οὐκοῦν εἰ μὲν ἀόρατος ἦν, ἀναμφιλόγως ἀσώματος ἦν· εἰ δὲ ἀσώματος σχήματι διεφαίνετο, τί δήποτε τοὐναντίον ἔφραζεν ἡ πυθόμαντις, ἑωρακέναι μὲν ἄνδρα ὄρθιον ἐκ τῆς γῆς ἀναβαίνοντα, διπλοΐδα δὲ, κατὰ τὸ πρόσθεν ἔθος, ἀναβεβλημένον; Ἄρα οὖν αὐτὰ τὰ πράγματα μάχεταί σου τοῖς λόγοις, ὦ Ὠρίγενες· ὁ μέν γε Σαοὺλ οὐδὲν ὅλως ἑωρακὼς ὡς περὶ φαντάσματος ἀοράτου διαλεγόμενος ἐπυνθάνετο, τὸ, Τί ἑώρακας; εἰπών· ἡ δὲ τοὐναντίον ὡς αὐτὸν ἄνθρωπον ἰδοῦσα κέκραγεν· Ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς· ὑπὲρ δὲ τοῦ πεῖσαι ὡς αὐτὸς ἄνθρωπός ἐστι, δίδωσιν αὐτῷ καὶ σημεῖον ἐπιφθεγξαμένη· Καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα. Τί οὖν, ὦ τῆς ἀθεμίτου μαντείας ὑποθήμων, εἴπερ ἐτύγχανεν ἀνὴρ, οὐκ εἶδεν αὐτὸν ὁ Σαούλ; ἐκτὸς εἰ μήτοι καὶ τὸ αἰσθητὸν ὄμμα τυφλώττειν αὐτὸν εἴποις, ὡσπεροῦν ἀμέλει καὶ τὸ τῆς ἐννοίας αὐτὸ τὸ νοητόν.
Chapter V. And why, says he, is it not said, The woman saw a demon that pretended to be Samuel, but in addition to these things he said it is written, Saul knew that it was Samuel? Then again proceeding he adds: If it was not Samuel, it ought to have been written: And Saul supposed that he was Samuel; but now it is written: Saul knew; and no one knew that which is not; therefore Saul knew that it was Samuel. He fell upon his face upon the earth, and did obeisance to him. Now so that I may not digress to other examples, from the very things that he wrote I shall make my inquiry here; and then thus I shall proceed to the remaining examples. Tell me, then, before God: What do you say, O Origen? Did the woman bring up Samuel with his body itself, or wrapped in the form of a shadow-painting as to his figure? If then she brought him up bodiless, she did not therefore raise up Samuel, but the form of a spirit; for he who is fitted together out of soul and body, this is Samuel the man, who has a proportionate blending of both; but if she brought up the man himself whole-bodied, how did Saul not see him? For if he had beheld him with his own eyes, he would not have questioned the woman as one sightless, saying word for word, What have you seen? Therefore, if he was invisible, indisputably he was bodiless; and if bodiless he appeared in a figure, why ever did the pythoness declare the contrary, that she had seen a man upright ascending out of the earth, and wrapped, according to his former custom, in a double cloak? Do not the very facts, then, fight against your words, O Origen? For Saul, having seen nothing at all, as conversing about an invisible phantom, inquired, saying, What have you seen? whereas she on the contrary, as having seen the man himself, cried out: A man upright ascending out of the earth; and in order to persuade him that he is the man himself, she also gives him a token, adding: And he is wrapped in a double cloak. Why then, O instructor in lawless divination, if indeed he was a man, did Saul not see him? unless perchance you should say that he was blind in his sensible eye as well, just as doubtless he was in the very intellectual eye of his understanding.
VI. Ἀλλ' ἴσως ἐρεῖς ἁλισκόμενος εὐπετῶς· Αὐτὸ τὸ τῆς ψυχῆς ὄργανον ἀνθρωπόμορφον ἐσχηματίζετο κατὰ τὴν ὥραν, ἵνα ἐπιφανὲν ἐξείπῃ προφητικῷ μηνύματι τὸ μέλλον· οἷα δὴ κατὰ τοὺς ὕπνους ἐνίοτε
Chapter VI. But perhaps, being easily caught, you will say: The very organ of the soul was fashioned in human form for the hour, so that having appeared it might declare the future by a prophetic message; just as during sleep at times
PG 18:624Read from the page
πνεύματα καὶ ψυχαὶ τοῖς ἀνθρώποις ἐφίστανται παμμελεῖ, τοὺς ἀνθρωπείους ἐπιδεικνύμεναι χαρακτῆρας· οὐ μὴν ἀλλά γε καὶ διάφορα καὶ ποικίλα φοροῦντες ἐσθήματα, καὶ σημασίας οὐλῶν, ἢ κτύπων, ἢ μωλώπων ἐπιφερόμενοι, καὶ πληγῶν, ἢ τρώσεων. Εἰ τοίνυν ὁρίζῃ ψυχὴν ἀνῆχθαι μόνον, ἀλλ' οὐκ ἄνθρωπον αὐτῷ σώματι (οὐδὲ γὰρ εἰ βούλει δίδωσί σοι τὸ γράμμα), μαχόμενα μὲν ἑαυτῷ θεσπίζων οὐκ αἰσθάνῃ; Σαυτὸν δὲ τοῦτό τις ἀνθυποφέρων ἐρεῖ σοι· Τί δήποτε οὐκ εἶπεν ἡ γυνὴ, Προφητικὴν εἶδον ψυχὴν, ἀλλὰ τοὐναντίον, ἄνδρα ὄρθιον; ᾧ γὰρ ἔφησθα τρόπῳ, καὶ διατί λέγων οὐκ εἴρηται· Εἶδεν ἡ γυνὴ δαιμόνιον ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; Τούτῳ τῷ λόγῳ φαίην ἂν ἀνθυπενέγκας ἔγωγε· Τίνος ἕνεκα, ψυχῆς ἀναχθείσης, οὐκ εἴρηκεν ἑωρακέναι ψυχὴν, εἴπερ οὕτως εἶχεν, ἀλλ' ἐκ τῶν ἐναντίων ἄνδρα, καὶ τοῦτον ὄρθιον, ὅπερ ἐστὶ γνώρισμα σωματικῆς εὐεξίας; οὐ γὰρ ἀμφίκυρτον, οὐδὲ κεκυφότα γέροντα θεωρεῖν ἔφασκεν ἡ μαινὰς, ἀλλ' ὄρθιον, ἐντεταμένον, ἀπηυθυμένον, εἰς πόλεμον ἀεὶ νεάζοντα, περὶ τὰς τῆς κακίας ἀναδόσεις· ἀπάτῃ δὲ τὸν ἔκφρονα δελεάζουσα, σημείῳ μὲν ἔπειθεν αὐτὸν, ὡς ἄνθρωπός ἐστιν ὁ ἀνιὼν ἐκ τῆς γῆς, ἀναβεβλῆσθαι δὲ αὐτὸν ἔφαινε διπλοΐδα. Τί οὖν (εἴποι τις ἄν); εἴπερ αὐτῷ σώματι προκύπτων ἐτύγχανεν ἀνὴρ, οὐκ ἂν ἑώρακεν αὐτὸν ὁ Σαοὺλ, ἀλλὰ παρ' ἑτέρου βούλεται μαθεῖν ὁποῖός ἐστιν, ὡς ἀορασίᾳ πληγείς; Οὐκοῦν αὐτὰ τὰ πράγματα κέκραγεν, ὡς ἄνθρωπος μὲν οὐκ ἦν, ἀλλὰ σκιά τις, ὡς ἔοικεν, ἀφανής· οὐ γὰρ ἂν ἀόρατος ἦν. Εἰ δὲ νομίζεις, Ὠρίγενες, ὅτι ψυχὴ τοῦ Σαμουὴλ ἐτύγχανεν αὐτόθι, διατί διπλοΐδα περιβεβλημένον ἑωρᾶτο τὸ φάσμα; Προδήλῳ γοῦν ἐκφαίνεται σημασίᾳ, ὡς ἅπαντα τὰ τῆς ἐσθῆτος ἐνδύματα καὶ σκεπάσματα σώμασι πλέον, ἀλλ' οὐ ψυχαῖς ἁρμόττει· οὐ γὰρ οἴομαί σε φῆσαι (l. φήσειν) μεθ' ὑποκρίσεως ἀστεϊζόμενον, ὅτι μεμένηκεν ἡ διπλοῒς ἐπὶ τοῦ τάφου τοσούτοις ἔτεσιν ἄχρι τῆσδε τῆς ἡμέρας, ἵνα ἡ ψυχὴ τοῦ προφήτου φορῇ, μή πη ἄρα γυμνὴ βαδίζουσα διάγοι· καίτοι γε φαίη τις ἂν, ὡς οὐδεὶς ἔοικεν ἀγνοεῖν, ὅτι τοῖς ἁγίοις ἀδιάφθορα πάρεστιν οὐρανόθεν ἐνδύματα φεγγοβόλοις ἐκλάμποντα μαρμαρυγαῖς, ἀλλ' οὐκ ἐσθῆτος ὑφάσματα ποικίλοις εὐδιάφθορα. Εἰ δὲ τὴν τοῦ Σαμουὴλ ὁρίζῃ ψυχὴν μὲν εἶναι τὴν ὀφθεῖσαν, ἱμάτιον μέντοι φὴς ἑωρᾶσθαι κατ' ἔννοιαν, ἵν' ὁ τῆς ἱερουργίας ἔκδηλος εἴη τρόπος (ἀμφότερα δὲ ταῦτα νοητῶν ἐστι πραγμάτων ἴδια), συνέστηκεν ὡς οὐδὲν ὑγιὲς, οὐδὲ ἀληθῶς ἀπήγγειλεν ἡ μαινάς· ἕτερα γὰρ ἔλεγε παρὰ τὰ ὄντα, τὰ τῶν αἰσθητῶν ὀνόματα παραφέρουσα, καὶ τὰ νοητὰ διαδεικνύουσα πράγματα. Ἄνδρα γοῦν ὄρθιον ὀνομάζουσα, καὶ περιβολῆς ὑφαντὸν ἔσθημα χειρότευκτον, ἀόρατον, ἐκ τῶν ἐναντίων εἰσῆγεν πνεῦμα φαντασιῶδες.
spirits and souls present themselves to men with all their limbs complete, displaying human characteristics; and not only so, but also wearing diverse and varied garments, and bearing the marks of scars, or blows, or welts, and of strokes or wounds. If therefore you define that a soul only was brought up, and not a man with his body itself (for neither does the Scripture grant you that, even if you wish), do you not perceive that you are pronouncing things that fight against themselves? And someone retorting this against yourself [or: the same thing] will say to you: Why ever did the woman not say, I saw a prophetic soul, but on the contrary, a man upright? For in the manner in which you spoke, saying, And why is it not said: The woman saw a demon that pretended to be Samuel? by this same argument I for my part might say in retort: For what reason, when a soul had been brought up, did she not say that she had seen a soul, if indeed it was so, but on the contrary a man, and him upright, which is a token of bodily vigour? For the frantic woman did not allege that she beheld a bent or stooped old man, but one upright, tense, straightened up, ever youthful for war, at the uprisings of wickedness; and baiting the deranged man with deceit, by a token she persuaded him that he who was ascending out of the earth was a man, and she showed that he was wrapped in a double cloak. What then (someone might say)? If indeed a man was emerging with his body itself, would Saul not have seen him, instead of wishing to learn from another what sort of man he was, as though struck with blindness? Therefore the very facts cry out that it was not a man, but some unseen shadow, as it seems; for otherwise he would not have been invisible. And if you suppose, Origen, that the soul of Samuel was there, why was the phantom seen wrapped in a double cloak? By a manifest signification, at any rate, it is shown that all garments and coverings of attire suit bodies rather, and not souls; for I do not think that you will say, jesting with play-acting, that the double cloak had remained upon the tomb for so many years until this day so that the soul of the prophet might wear it, lest perchance walking about naked it should pass its time; and yet someone might say that no one seems to be ignorant that for the saints there are present from heaven incorruptible garments shining forth with light-shedding gleams, and not easily-corrupted webs of varied attire. But if you define that what was seen was the soul of Samuel, yet say that a garment was seen conceptually, so that the manner of his sacred ministry might be manifest (and both of these are proper to intelligible things), it is established that the frantic woman reported nothing sound or truthfully; for she spoke things other than what existed, bringing forward the names of sensible things, and indicating intelligible things. Calling him, at any rate, an upright man, and a woven, hand-wrought garment of covering, invisible, she on the contrary introduced a fantastical spirit.
VII. Εἰπὲ τοίνυν, ὦ βέλτιστε δογματιστὰ, πῶς ἔγνω Σαοὺλ, ὡς αὐτὸς οὗτος ἐτύγχανε Σαμουὴλ, ὁπηνίκα μηδὲ σκιᾶς εἶδε μόριον, οὐχ ὅπως ἀνδρὸς ἰδέαν;
Chapter VII. Tell us therefore, O best of dogmatists, how Saul knew that this was Samuel himself, when he did not see even a particle of a shadow, let alone the form of a man?
Notes, col. 624

On the reading

Printed Σαυτὸν, for Ταὐτὸν.