Migne Reading Room

PG 18 · cols. 625–636 · Read from the page

On the Witch of Endor, against Origen

On the Witch of Endor, against Origen

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:625Read from the page
Ἀλλ' οὐκ ἐρυθριᾷς εἰρηκὼς, Ἔδει γεγράφθαι, Καὶ ἐνόμιζε Σαοὺλ εἶναι αὐτὸν Σαμουὴλ, νῦν δὲ γέγραπται, Ἔγνω Σαούλ; Εἶτα ὅτι μὲν ὁ δαιμονιζόμενος ἔγνω παρὰ δαιμονώσης ἀκούσας, ἄνω καὶ κάτω λέγεις· ὅτι δὲ οὐδὲν οὐδὲ ὅλως ἐθεάσατο, σιγῇ τὸ γράμμα κρύπτεις· οὐδαμοῦ δὲ δὴ παραφέρεις ἐν μέσῳ τὸν ἔλεγχον, ἀφελεῖς μὲν οἰόμενος ἐξαπατᾶν ἀνθρώπους, εὕρημα δὲ μαντείας ἐπιτειχίζειν ἅπασιν ἀσεβοῦς· ἡ γάρτοι τοῦ δαιμονιζομένου γνῶσις ἀξία τοῦ κηρύγματος ἐτύγχανεν ἐκείνης τῆς καὶ τοὺς λόγους αὐτῷ διακονούσης. Ἀλλ' ἐπιστήμῃ καὶ συνέσει φαίης ἂν ὡς ἔγνω μὴ θεασάμενος, ἀλλ' οὐκ ἐνόμισεν· ἕκαστος γοῦν ἀνθρώπων ἀκοῇ μᾶλλον ἢ ὄψει πρᾶγμα παραλαβὼν οἴεται καὶ νομίζει, τὸ σαφὲς οὐκ εἰδὼς, ἄλλως τε κἂν ὑπὸ δαιμονῶντος ἀκούῃ προσώπου· μόνα γὰρ τὰ τοῦ Θεοῦ βεβαιοῦνται ῥήματα πρὸς ἀκριβῆ κατάληψιν καὶ πίστεως ὀχυρότητα. Καὶ μὴν εἰ περὶ τῶν ἀνθρώπων ἔφησεν ὁ μελογράφος, Ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· Πᾶς ἄνθρωπος ψεύστης, πόσῳ γοῦν δὴ μᾶλλον εἰ περὶ γυναικὸς ἐκδιηγῆταί τις ἔκφρονος; Εἶτα λέγεις, ὅτι οὐδεὶς ἔγνω τὸ μὴ ὂν, οἷα μειρακίοις ἄντικρυς ὁμιλῶν. Εἰπὲ τοίνυν, πῶς ἔγνω τὸ ὂν, εἴπερ αὐτὸς οὐκ ἐθεάσατο πυνθανόμενος, οὐ τὸν ἄνδρα τὸν ὄρθιον, οὐ τὸ Ἐφοὺδ ὃ περιεῖχεν, οὐ τὸ ἀρχιερατικὸν ἱμάτιον, ἀλλ' οὐδὲν οὐδαμόθεν ὁρῶν ὑποκένοις ἀνεῤῥιπίζετο λόγοις, ὡσπεροῦν ἀμέλει καὶ σὺ κουφολογίᾳ τοὺς ἀστάτους ἀναπτεροῖς; Ἀλλ' ὁ μὲν ἱστοριογράφος ὄνομα προθεὶς ἐγγαστριμύθου, πρῶτον ἐδήλωσε τὸ πρόσωπον, ὁποῖόν ἐστιν, ἐμμανές· εἶθ' οὕτως αὐτῷ [f. αὐτό] τὴν ὀπτασίαν ἑωρακέναι διέγραφεν, ὡς πρέπει τοῖς εὖ φρονοῦσι περὶ τοῦ παραπεπληγμένου νοεῖν· οὐδεὶς γὰρ ἂν ὑπολάβῃ (f. ὑπολάβοι) φρενοβλαβῆ τινα, τὰ δέοντα θεωρεῖν. Ὁμοίῳ δὲ τρόπῳ καὶ τὸν ἔκφρονα Σαοὺλ ἔφησεν ἐγνωκέναι μαντευομένῳ [f. μαντευόμενον], ὡς ἄξιον ἂν εἴη περὶ ἐκείνου νοῆσαι, τοῦ τοσαύταις ἐτῶν περιόδοις ἐλαυνομένου πικρῶς ὑπὸ τοῦ δαίμονος.
Yet do you not blush at having said, It ought to have been written, And Saul supposed that he was Samuel, whereas now it is written, Saul knew? Then, that the demon-possessed man knew after hearing from a demon-possessed woman, you repeat up and down; but that he beheld nothing whatever at all, you conceal the text in silence; and nowhere at all do you bring forward the refutation in the midst, thinking to deceive simple men, and to build up a rampart of impious divination against all; for indeed the knowledge of the demon-possessed man was worthy of the proclamation of her who also ministered the words to him. Yet you would say that by knowledge and understanding he knew without having beheld, and did not merely suppose; yet every man who has received a matter by hearing rather than by sight thinks and supposes, not knowing the clear truth, especially if he hears it from a demon-possessed person; for the words of God alone are confirmed for accurate comprehension and firmness of faith. Assuredly, if concerning men the psalmist said, I said in my ecstasy: Every man is a liar (Ps. 115:11), how much more, then, if someone narrates concerning a frantic woman? Then you say that no one knew that which is not, as though speaking outright to striplings. Tell us therefore how he knew that which is, if indeed he himself when inquiring did not behold, neither the upright man, nor the Ephod that surrounded him, nor the high-priestly garment, but seeing nothing from anywhere was fanned by empty words, just as doubtless you too by light talk excite the unstable? Rather, the historian, having set beforehand the name of ventriloquist, first showed what sort of person she was, namely raving mad; then thus he described her as having seen the vision for him [or: itself], as it befits those who judge well to think concerning one who is deranged; for no one would suppose that someone distraught in mind beholds what is needful. And in like manner he said that the frantic Saul knew when consulting the oracle, as it would be worthy to think concerning him who for so many cycles of years was bitterly driven by the demon.
VIII. Ἀλλὰ μὴν ὅτι γε ταῦτα τοῦτον ἔχει τὸν τρόπον, αὐτὰ τὰ πράγματα βοὰς ἀφίησιν ἐναργεῖς. Ἵνα δὲ καὶ ἀφ' ἑτέρου τὰ ὅμοια συστήσαιμι παραδείγματος, φέρε τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου προάγωμεν ἱστορίαν, ὁπηνίκα τὸν ἀριθμὸν ἠξίουν μὲν ἐν θυσίᾳ τὴν ἑκατέρων ἀνεξετάζεσθαι τάξιν, μηδένα δὲ πῦρ ἐπάγειν, ἀλλ' εὐχαῖς ἐπάγεσθαι πυρὸς ἐπιφορὰν, ἵνα ἐκ τοῦ κατακομπαζομένου μετεώρου οὐρανόθεν ἔκδηλος μὲν ἂν εἴη πᾶσιν ἐπακοῦσαι δυνάμενος ἐν φλογὶ πῦρ ἀποστέλλειν Θεὸς, ἐκ δὲ τούτου διαγινώσκηται τίς ἡ τοῦ κρείττονος ἐξουσία, καὶ πᾶσι φανερὸν ἂν εἴη γε τὸ ἄμεινον. Ὡς οὖν ἐπέταττε πρώτοις ἐπιτελεῖν ἐκείνοις, οἱ μὲν ἐπιλεξάμενοι βοΐδιον ἐμέλιζον εἰωθότως, ἐπικαλούμενοι δὲ δὴ τὸ τετράμορφον ἐμμελέτημα τοῦ καλουμένου Βάαλ, οὐδὲν ἧττον ἔπραττον, οὐδὲν οὐδαμῶς· ἀλλά γε καὶ κατετέμνοντο κατὰ τὸ ἔθος αὐτῶν μαχαίραις, ἔφη, καὶ σειρομάσταις ἕως ἐκχύσεως αἵματος· εἶτα ἐπὶ τούτοις ἡ διηγηματικὴ τοῦ συγγραφέως ἐπιφέρει βοή· Καὶ προεφήτευον
Chapter VIII. Assuredly, that these things are in this way, the very facts utter clear cries. And so that I may establish like things from another example also, come, let us bring forward the history in the time of Elias the prophet, when as to number they asked that the rank of each side should be examined in sacrifice, and that no one should apply fire, but that by prayers a descent of fire should be brought on, so that from the vaunted height from heaven the God Who is able to hearken and send fire in flame might be manifest to all, and from this it might be discerned which was the authority of the superior, and the better side might be plain to all. When therefore he commanded them to perform their rites first, having chosen a young bullock they cut it in pieces as was customary, and calling upon the four-formed device of him who is called Baal, they accomplished nothing more, nothing at all; nay, they even gashed themselves according to their custom with knives, it says, and lances until the gushing out of blood; then upon these things the narrative voice of the writer adds the cry: And they prophesied
PG 18:628Read from the page
ἕως παρῆλθε τὸ δειλινόν. Ἐπεὶ τοίνυν οὐ διέστειλε τὸ γράμμα, πότερον ἀληθῆ προὐφήτευον ἢ ψευδῆ, παρὰ τοῦτο φαίη τις ἂν ἐκείνους εἶναι προφήτας ἀληθεῖς; Ἔδει γὰρ εἰρηκέναι κατὰ τὴν Ὠριγένους ἀπόφασιν, Προεφήτευον ὡς ᾤοντο τὸ δοκεῖν, μηδὲν ἀληθὲς λέγοντες (ἐπεὶ μηδὲ θέμις ἐμπολιτεύεσθαι ἐν αὐτοῖς πρόγνωσιν), ἀλλ' οὐκ ἀνεπιπλόκῳ καὶ καθαρᾷ προφωνῆσαι λέξει· Καὶ προεφήτευον ἕως παρῆλθε τὸ δειλινόν. Ἆρ' οὖν ἀκολούθως ἐκ τῆς αὐτῆς τοῦ γράμματος ἱστορίας ἔστιν ἰδεῖν, ὅτι ταῦτα ἐκείνοις ἐπέοικεν· εἰ γὰρ ὁ αὐτός ἐστιν ἑκατέρων ὁ συγγραφεὺς, ὅμοιον ἐξ ἀμφοῖν ἀνάγει τὸν νοῦν. Ἀλλ' ὥσπερ ἐνταῦθα τὸ τῶν εἰδωλολατρῶν ὄνομα προτάξας, ἐδήλωσε κατὰ ἔννοιαν, ὅτι χρὴ περὶ τούτων ὑπολαμβάνειν ὡς εἰσὶ ψευδοπροφῆται λειπόμενοι προγνώσεως· οὕτω κἀκεῖ πρόσωπα δαιμονιζόμενα προτάξας, καὶ μαντείας ἀθεμίτου δράματα, κατὰ ἀποσιώπησιν ἐμήνυσε τί δέοι περὶ τῶν ἐκφρόνων δοξάζειν τοὺς ἔμφρονας.
until the afternoon passed by. Since therefore the Scripture did not distinguish whether they prophesied true things or false, on account of this would anyone say that they were true prophets? For according to the pronouncement of Origen it ought to have said, They prophesied in semblance as they supposed, speaking nothing true (since it is not even lawful for foreknowledge to dwell in them), instead of proclaiming in an uncomplicated and pure diction: And they prophesied until the afternoon passed by. Accordingly, then, from the same history of the Scripture one may see that these things resemble those; for if the writer of both is the same, he brings up a like sense from both. But just as here, having set beforehand the name of idolaters, he showed by implication that one must suppose concerning them that they are false prophets lacking foreknowledge; so there too, having set beforehand demon-possessed persons and the dramas of lawless divination, by reticence he indicated what men of sound mind ought to think concerning the frantic.
IX. Ἀλλὰ τὰ τοιαῦτα μὲν εἰ παραφέροιμι μαρτύρια, τάχα ἴσως ὁ χρόνος ἡμᾶς ἐπιλείψοι λέγοντας· ἄλλην δὲ μίαν παραδείγματος εἰκόνα προθεὶς ἀρκεσθήσομαι. Τοιγαροῦν ἐν τῷ τῆς Ἐξόδου κατασεσήμανται γράμματι, πῶς ἐπέταττεν τοῖς ἀμφὶ Μωσέα καὶ Ἀαρὼν αὐτὸς ὁ Κύριος εἰς ἔδαφος ἐκρίψειν τὴν ῥάβδον ἀντικρὺ Φαραὼ, ἵνα εἰς ὄψιν ἀμείψασα τὸ σχῆμα σημείῳ καταπλήξῃ φοβερῷ τοὺς Αἰγυπτίους. Ὡς δὲ τοῦτο ἐγίνετο παραδόξως, ὁ δυνάστης ἀνοίᾳ φενακιζόμενος ἀβούλῳ, συνεκαλέσατο μὲν ὁμόσε τοὺς σοφιστὰς καὶ τοὺς φαρμακοὺς Αἰγύπτου· Ἐποίησαν δὲ καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων, ἔφη, ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως, καὶ ἔῤῥιψεν ἕκαστος τὴν ἑαυτοῦ ῥάβδον, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος Ἀαρὼν τὰς ἐκείνων ῥάβδους. Ἔτι γε μὴν ἀναφερόμενόν ἐστιν, ὡς αἵματα καὶ βατράχους ἐποίησαν ἐπαοιδοὶ τῶν Αἰγυπτίων ὡσαύτως. Ἐπεὶ οὖν ἡ διηγηματικὴ μηδὲ δεῦρο διαιρεῖ φωνὴ τὰς ἑκατέρων τάξεις, ὡσαύτως δὲ καὶ τοὺς ἐπαοιδοὺς ἐξεῖπε πεποιηκέναι, παρὰ τοῦτο φαίης ἂν, ὅτι τὰ δεδραμένα τοῖς φαρμακοῖς ὅμοια τοῖς διὰ Μωϋσέως γενομένοις ἐστίν; Οὐμενοῦν, εἴποι τις ἂν, ἀλλ' οὐδὲ θεμιτὸν ἂν εἴη λέγειν, ὡς ἐξομοιοῦται τὰ περίεργα καὶ γοώδη τοῖς οὐρανίοις ἀπομιμήμασιν. Ὅσα μέν γε διὰ Μωσέως ἐπράττετο, τὴν ἀλήθειαν ἐκ τῶν δρωμένων ἐξέφαινεν· ὅσα δ' οὖν διὰ τῶν ἐπαοιδῶν ἐκαττύετο, τὸ δοκεῖν ἐφάνταζε τὰς ὄψεις· αὐτοτελῆ γὰρ ἔλεγχον ἐκ τῆς ἀδρανίας ἐπεφέρετο τὸ ψεῦδος· ἐπεὶ πῶς ἡ μία κατέπιε ῥάβδος ἄφνω τὰς πολλὰς ἐκείνας; Οὐδέ γε θέμις ἐστὶν ἐννοεῖν, ὡς ἐκ τῶν ἀψύχων ἐκεῖνοι ῥάβδους ἐμψύχους ἠδύναντο ἀποτελεῖν ἀθρόως· ἀμείνους γὰρ ἂν ἦσαν ἴσως ἡμῶν οἱ τὰ νεκρὰ δυνάμενοι ψυχῶσαι ξύλα· τάχα δὲ οὐδὲ Μωσῆς παράδοξον ἔπραττεν ἂν οὐδὲν, εἰ τὰ παραπλήσια τούτοις εἰργάζετο. Καίτοι πῶς οὐ δίκαιον ἀδρανῆ φαίνειν αὐτὰ δι' αὐτοῦ τοῦ Γραφικοῦ μηνύματος; Εἰ γὰρ ἀμυνόμενος τοὺς Αἰγυπτίους ὁ Θεὸς, ἅπαντα μὲν ἐπεκελεύετο τὰ ῥεῖθρα τῶν ὑδάτων εἰς αἷμα μεταβάλλεσθαι τιμωρίας χάριν· εἰ (f. οἱ) δὲ τοιαύταις αἰκιζόμενοι
Chapter IX. Yet if I should bring forward such testimonies, perhaps time would fail us as we speak; but having set forth one other image of an example I shall be content. Accordingly, in the Scripture of Exodus it is recorded how the Lord Himself commanded those with Moses and Aaron to cast the rod upon the ground before Pharaoh, so that having changed its figure to view it might strike the Egyptians with terror by a fearful sign. And when this came to pass marvelously, the ruler, cheated by ill-advised folly, called together to the same place the sophists and the sorcerers of Egypt: And the enchanters of the Egyptians also, it says, did likewise by their sorceries, and each cast down his rod, and they became serpents; and the rod of Aaron swallowed up their rods. Furthermore, it is also related that the enchanters of the Egyptians likewise made blood and frogs. Since, therefore, neither here does the narrative voice divide the ranks of each side, and it declared that the enchanters too had done likewise, on account of this would you say that the things done by the sorcerers were like the things that came to pass through Moses? By no means, someone would say; nay, it would not even be lawful to say that curious and jugglery-like tricks are assimilated to heavenly copies. For all the things that were done through Moses manifested the truth from the things performed; whereas all the things that were cobbled together through the enchanters deluded the eyes with semblance; for the falsehood brought upon itself a complete refutation from its powerlessness; since how did the one rod suddenly swallow up those many rods? Nor indeed is it lawful to conceive that out of lifeless things those men were able all at once to produce living rods; for perhaps those who were able to animate dead wood would have been better than we; and perhaps not even Moses would have done anything marvelous, if he wrought things similar to these. And yet how is it not just to show them powerless through the Scriptural message itself? For if God, avenging Himself upon the Egyptians, commanded all the streams of the waters to be turned into blood for the sake of punishment; and if [or: those] tormented by such
PG 18:629Read from the page
πληγαῖς εἰς αἵματος ἰδέαν ἀμείβουσι τοὺς ὀχετοὺς ὡσαύτως, αὔξειν ἐπιτεχνώμενοι τὸ πάθος, ἕνεκα τίνος ἀξιοῦσι καὶ δέονται, πιεζόμενοι τῇ δίψῃ, καθαρισθῆναι τὰ κατὰ πᾶσαν Αἴγυπτον ὕδατα τῆς αἱμοφόρου μίξεως; Εἰ (f. οἱ;) αὖ πάλιν ἀπειροπληθεῖς ἄφνω θεασάμενοι βατράχους, τί δήποτε παραιτούμενοι τοὺς ὄχλους αὐτῶν, αὖθις ἔπλαττον ἄλλους, εἰ μὴ τῶν μὲν ἐν σκιᾷ καὶ φαντασίας εἴδει φαινομένων οὐκ ἐπεφρόντιζον, ὑπὸ δὲ τῶν ἄλλων ἔργῳ δεικνυμένων ἐλυμήναντο δεινῶς; Οὐδεὶς γὰρ ἂν ἕλοιτο τῷ πολεμίῳ πλήθει ἕτερον προστιθέναι πλῆθος ἀναρίθμητον, ἀντὶ τοῦ νεολέκτους στρατολογεῖν εἰς συμμαχίαν δορυφόρους· οὐδὲ ἐπεγεῖραι πυρετῷ πυρετὸν, ἀπαλλαγῆναι τοῦ πρώτου γλιχόμενος, οὐδὲ πληγῶν ἀφορήτων βίᾳ μαστιζόμενος, ἄλλας ἑαυτῷ προσεπιφέρει πληγὰς, ἀνεθῆναι τούτων ἐφέσει καθαρᾷ καὶ πρεσβείᾳ καὶ δεήσει προσλιπαρῶν· ἀλλ' οὐδὲ τῶν οἴκοι πιμπραμένων, ἀντὶ τοῦ σβεστήρια καταψεκάζειν ὄργανα, τοὐναντίον ἔλαιον ἢ πίτταν ἐπιχέων, εἰς ἄμετρον μὲν ὕψος ἐγείρει τὴν φλόγα, φλεγομένη δὲ μεῖζον τὸ πάθος αὔξει, καὶ πῦρ ἄρδει κατὰ πυρὸς ἀπειροκάλως. Οὕτως ἄρα, δι' ὧν ἐφιλοτιμοῦντο πράττειν οἱ φαρμακοὶ, διὰ τούτων ἐναργεῖς ἐξέφερον ἐλέγχους, ὡς οἰησικοπίᾳ φαντασιώδει ψυχαγωγεῖν ᾤοντο δεῖν ἑαυτούς. Ἔστι γοῦν αὐτόθεν οὐ χαλεπῶς ἰδεῖν, ὅτι καὶ νυνὶ πολλῷ πλείονα καὶ μείζονα τούτων ἐν τοῖς θεάτροις οἱ ψηφοπαῖκται δρῶσιν εἰωθότως· ἀλλ' ὅμως αὐτοσχεδίῳ δυνάμει τούτων ἄντικρυς ἁλισκομένων ἑάλων· οὐδὲν ἧττον ἡ διηγηματικὴ προγράφει φωνή· Καὶ ἐποίησαν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρμακείαις αὐτῶν ὡσαύτως. Ἔδει τοίνυν, ὡς ὁ δογματιστὴς ἐνομοθέτησεν Ὠριγένης, εἰπεῖν· Ἐποίησαν δὲ τὰ παραπλήσια τῷ δοκεῖν οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων· ἀλλὰ μὴ λέγειν, ὡσαύτως, ἵνα μή τινες ὑπολάβοιεν ἂν ὡς ἐξ ὁμοίας ὁρμᾶται δυνάμεως· εἰ γὰρ ὅμοια τοῖς ἀμφὶ Μωσέα πράττειν οἷοί τε ἦσαν, οὐκοῦν ὡσαύτως ἠδύναντο τοὺς ἐναντίους ἀμύνασθαι τοῖς ἴσοις, ὥστε τοὺς ἀγῶνας ἑκατέρωθεν ὑπάρχειν ἀντιπάλους· εἰ δ' οὐδένα δι' ὧν ἐσχημάτιζον ἔβλαπτον, ἀποκέχρηται μὲν ἄρα τῷ ῥήματι, πρόδηλα δὲ τὰ τῆς ἀψύχου φαντασίας ἐκτυπώματα. Οἷα δὴ κἀνταῦθα τὸ τῶν ἐπαοιδῶν ὄνομα προτάξας ὁ συγγραφεὺς, καὶ τὰ τῆς φαρμακείας ἐπιτηδεύματα, διέδειξεν ὡς οὐ χρεὼν ἂν εἴη τὸ παράπαν ἀμφισβητεῖν, ὅτι τοῖς μάγοις ἕκαστα περιεργείᾳ διεπράττετο τὰ γοώδη· τοιαῦτα καὶ τὰ τῆσδε τῆς ἱστορίας ἀπογράφεται δράματα· αὐτὴν γὰρ ἐγγαστρίμυθον ὀνομάσας, εἶτα καὶ μαντικῆς εὑρήματα διελέγχων ἀσεβῆ, δαιμονιζομένου τε τὸ πρόσωπον ἀποδείξας εἶναι τὸ μαντευόμενον, αὐτοτελῶς ἐξέφηνεν, ὅτι φαντασιοκοπίαις ἕκαστα διαπράττοιτο κιβδήλοις. Ἀλλὰ ταῦτα μὲν ἡμῖν οὕτω νοητέον.
plagues turn the channels likewise into the form of blood, contriving to increase the calamity, for the sake of what do they ask and beg, being pressed by thirst, that the waters throughout all Egypt should be cleansed of the blood-bearing mixture? Or again, having suddenly beheld infinitely numerous frogs, why ever, while begging off from the crowds of them, did they fashion others again, unless they took no thought of those that appeared in shadow and in the form of fantasy, whereas by the others that were shown in deed they were terribly harmed? For no one would choose to add another innumerable multitude to the hostile multitude, instead of levying newly-recruited bodyguards for an alliance; nor to stir up fever upon fever when longing to be rid of the first, nor when scourged by the force of unbearable blows does he inflict other blows upon himself in addition, while entreating with pure desire and embassy and supplication to be released from them; nor yet when things at home are burning, instead of sprinkling extinguishing instruments, on the contrary pouring on oil or pitch, does he raise the flame to an immeasurable height, and as it blazes increase the calamity further, and senselessly water fire against fire. Thus therefore, through the things that the sorcerers ambitiously strove to do, through these very things they brought forth clear refutations, that by fantastical conceit they thought fit to beguile themselves. At any rate, from this it is not difficult to see that even now in the theatres the jugglers customarily do many more and greater things than these; yet nevertheless, when these tricks were outright caught by an offhand power, they were caught; none the less the narrative voice writes beforehand: And the enchanters of the Egyptians did likewise by their sorceries. It ought therefore, as the dogmatist Origen legislated, to have said: And the enchanters of the Egyptians did similar things in semblance; and not to say, likewise, lest some should suppose that it proceeds from a like power; for if they were able to do things like those with Moses, then they would likewise have been able to ward off their adversaries with equal measures, so that the contests on both sides would be evenly matched; but if they harmed no one through the things they fashioned, then it has used the word loosely, and the impressions of the lifeless fantasy are manifest. Just so here too, having set beforehand the name of the enchanters, and the practices of sorcery, the writer showed that one ought not at all to dispute that each of the jugglery-like tricks was accomplished by the magicians through curious arts; such also are the dramas of this history that are recorded; for having named her a ventriloquist, and then refuting the impious inventions of divination, and having shown that the person consulting the oracle was that of a demon-possessed man, he completely manifested that each thing was accomplished by counterfeit fantasies. But these things must be understood by us thus.
X. Ἴωμεν δὲ πάλιν ἐξελίττοντες ἐπὶ τὰ τῶν λόγων ἴχνη. Τί οὖν, ὡς ἤρετο τὴν ἐγγαστρίμυθον ὁ Σαοὺλ, Τί ἑώρακας; εἰπών; Ἐν πρώτοις ἡ παραπλὴξ ἀνθυπενέγκασα βοᾷ· Καὶ θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς· ἐπειδὴ γὰρ ἐβούλετο ἐκτραχηλίσαι παντοίως τὸν ἄνδρα συναρπάσας ὁ διάβολος, ἐπει-
Chapter X. Let us go back again, unrolling the tracks of the words. What then, when Saul asked the ventriloquist, saying, What have you seen? First of all the deranged woman replying cries out: I have also seen gods ascending out of the earth; for since the devil, having seized the man, wished by all means to hurl him headlong, he tried-
PG 18:632Read from the page
ρᾶτο δεικνύναι σαφῶς, ὅτι τὸ δαιμόνιον ἐπ' ἐξουσίας εἶχεν οὐχὶ μίαν μόνον ἀνάξαι δικαίου ψυχὴν, ἀλλὰ καὶ πάσας ὁμοῦ τὰς τῶν ἁγίων ἀνδρῶν· ὁ δὲ ἐκ τῶν ἐναντίων τὴν τῶν δαιμόνων ἐνταῦθα στρατιὰν ὁπλίσας, καὶ σύνοδον ἐν μιᾷ ῥοπῆς ὥρᾳ συστησάμενος ἐκόμπαζε, πείσας (l. πεῖσαι) καὶ διὰ τοῦδε τοὺς ἅπαντας ἐθέλων, ὡς αὐτὸς εἴη Θεὸς ὁ συναγωγεὺς τῶν ἄλλων. Ὅτι δ' οὖν οἰκείᾳ χρώμενος ἀπονοίᾳ θεοποιεῖν εἴωθεν ἑαυτὸν, ὁ μὲν Ἠσαΐας ἀντιπροσώπως ἐλέγχων αὐτὸν, ἱεροφωνίᾳ κηρύττει προφητικῇ· Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· Εἰς οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων θήσω τὸν θρόνον μου· καθιῶ ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ τὰ πρὸς Βορῤᾶν· ἀναβήσομαι ἐπάνω τῶν νεφελῶν· ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Μαρτυρεῖ δὲ τούτοις ὅμοια καὶ διὰ τοῦ προφήτου φθεγγόμενος Ἰεζεκιὴλ αὐτὸς ὁ Κύριος ἄντικρυς· Ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας· Θεός εἰμι ἐγὼ, κατοικιῶ ἐν καρδίᾳ θαλάσσης· σὺ δὲ εἶ ἄνθρωπος, καὶ οὐ Θεός. Ἀντὶ τούτου μὲν ὅσας αὐτῷ τιμωρίας ἀπειλεῖ, ῥᾷόν ἐστιν ἐκ τῶν ὑποκειμένων ἰδεῖν· ὅτι δὲ τοιούτοις ἐπερείδεται φάσμασι κομπολογῶν ἑκάστοτε, θείᾳ δεδήλωται ψηφοφορίᾳ. Τοιγαροῦν εἴπερ ὁ δαίμων οἷός τε ἦν ἀνάξαι τοὺς ὀνόματι θεοὺς ἀνακικλησκομένους, οὐκ ἀνάγκη νοεῖν, ὅτι μείζων ἐστὶ των ἀναγομένων ὁ ἀνάγων; Εἰ δὲ προὔχει τῶν ὁσίων οὗτος, ἀκόλουθον ὑπολαμβάνειν, ὅτι καὶ τούτου πάλιν αὐτὸς ὁ ἀρχιδαίμων. Εἰ δὲ ταῦτά τις ἀποδώσειεν ἀναντιῤῥήτῳ δυνάμει, συνίστησιν ὡς αὐτός ἐστι Θεὸς θεῶν, ὁ τοῖς ὑπηρέταις τοῖς ἑαυτοῦ τοιαύτην ἀπονέμων ἐξουσίαν, ὥστε πνεύματα καὶ ψυχὰς ἐξ ᾅδου μεταπέμπεσθαι δικαίων. Ἀλλὰ ταῦτα μὲν οὐδείς πω τῶν εὖ φρονούντων ὁριεῖται τὸ σύνολον, ἵνα μὴ ταῖς ἁγίαις ἐναντία ψηφιεῖται μαρτυρίαις. Ἐπειδὴ δὲ τὸ δεύτερον ὁ παραπλὴξ ἤρετο συνάψας, Καὶ εἶπε τῇ γυναικὶ, Τί ἔγνως; αὐτίκα πάλιν ἀνθυπενέγκασα πρὸς τὴν ἐρώτησιν, ἔφησεν· Εἶδον ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος ἀναβεβλημένος διπλοΐδα· μηδένα δὲ τὸ παράπαν ἰδὼν, ὡς αὐτήκοος ἐγένετο τῶν λόγων, ἔγνω μὲν κατὰ τὴν ἔννοιαν τὴν ἑαυτοῦ τοῦτον εἶναι Σαμουὴλ, ἅτε διαπολιορκούμενος ὑπὸ τοῦ δαίμονος ἔνδοθεν· ὡς δὲ τῇ τῶν σημείων ὀνομασίᾳ συνηρπάσθη, τηνικαῦτα τὸ πρόσωπον ὑποκλίνας ἐπὶ τῇ γῇ, προσεκύνησεν αὐτῷ. Πρῶτον μὲν οὖν ὀρθότατα φαίη τις ἂν, εἰ Σαμουὴλ ἐτύγχανεν ἐκεῖνος, ἀλλὰ μὴ μεταμορφωθεὶς ὁ πολύτροπος ὄφις, ἀνθυπενέγκας ἔφρασεν ἂν εὐσεβεῖ λογισμῷ· Κυρίῳ τῷ Θεῷ σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Δεύτερον δὲ πάλιν εἴποιμ' ἂν, ὁπηνίκα Σαμουὴλ τοῦ παντὸς ἦρχε λαοῦ καὶ προφήτης ἐτύγχανεν ἔγκριτος, ὁ Σαοὺλ ἰδιωτεύων ἔτι καὶ τὰς τοῦ πατρὸς ὄνους ἀναζητῶν, ἀπῄει μὲν ὡς αὐτὸν ἐρωτήσων, οἷα προφήτην, ἕνεκα τῶν ἀπολομένων ὑποζυγίων, οὐδαμοῦ δὲ φαίνεται προσκυνήσας αὐτῷ, καίτοι χρῄζων αὐτοῦ, καὶ προφανῶς ὑποκείμενος οἷα καθηγεμόνι λαοῦ. Πῶς οὖν ὁ
was trying to show clearly that the demon had it in its power to bring up not one soul of a righteous man only, but also all the souls of the holy men together; whereas he, on the contrary, having armed the host of demons here, and having mustered an assembly in a single moment of time, was boasting, wishing through this also to persuade all men that he himself was God, the gatherer of the others. Now, that in his own madness he is accustomed to deify himself, Isaiah, refuting him face to face, proclaims with prophetic sacred voice: But thou saidst in thy heart: I will go up into heaven, above the stars I will set my throne; I will sit on a lofty mountain, upon the lofty mountains towards the north; I will go up above the clouds; I will be like the Most High (Isa. 14:13-14). And the Lord Himself bears witness to things like these directly, speaking also through the prophet Ezekiel: Because thy heart has been lifted up, and thou hast said: I am God, I will dwell in the heart of the sea; yet thou art a man, and not God (Ezek. 28:2). In return for this, how many punishments He threatens against him is easier to see from what lies before us; and that he leans upon such phantoms as he boasts on each occasion has been made clear by a divine verdict. Therefore, if indeed the demon was able to bring up those who are called gods in name, is it not necessary to understand that he who brings them up is greater than those who are brought up? And if this one excels the holy ones, it follows to suppose that the arch-demon himself again excels this one too. And if anyone should attribute these things to an incontrovertible power, he establishes that he himself is God of gods, who grants such authority to his own servants as to summon spirits and souls of the righteous out of Hades. But no one at all of those who think soundly will ever define these things, lest he vote contrary to the holy testimonies. And when the deranged man asked the second time, subjoining, And he said to the woman, What hast thou perceived? (1 Sam. 28:13), straightway replying again to the question, she said: I saw a man standing upright coming up out of the earth, and he is wrapped in a double cloak (1 Sam. 28:14); and seeing no one at all, when he heard the words for himself, he judged in his own mind that this was Samuel, inasmuch as he was besieged inwardly by the demon; and when he was carried away by the naming of the signs, then bowing his face to the earth, he did obeisance to him. First, then, one might most rightly say, if that one had been Samuel, and not the wily serpent transformed, he would have replied and spoken with pious reasoning: Thou shalt worship the Lord thy God, and Him only shalt thou serve (Matt. 4:10). And secondly again I would say, when Samuel ruled the whole people and was an approved prophet, Saul, while still a private citizen and seeking his father's asses, went off to inquire of him as a prophet on account of the lost beasts of burden (1 Sam. 9:3-14), yet nowhere does he appear as having done obeisance to him, aunque standing in need of him, and manifestly subject to him as leader of the people. How then does he who
Notes, col. 632

On the reading

Printed των, for τῶν.

PG 18:633Read from the page
τότε μὴ προσκυνήσας ὡς ἰδιώτης ἄρχοντι, νῦν ἐκ τῶν ἐναντίων ὁ βασιλεὺς ἰδιωτεύοντι προσκυνεῖ; Τρίτον ἐπὶ τούτοις ἔχω λέγειν, τί δήποτε θεοὺς ἀναβαίνοντας ἀκούσας, οὐδενὶ τούτων προσεκύνησεν· ὅτε δὲ τὸν ἄνδρα ὄρθιον ἀκήκοεν ἀναβεβηκότα, τηνικαῦτα προσκυνήσας ὑπέκυψε; Καὶ μὴν, ὡς Ὠριγένης ἀπεφήνατο τολμηρῶς, εἴπερ ἄγγελοί τινες ἦσαν ἐκ τούτων ἢ χοροὶ προφητῶν, ἔδει τοῖς κρείττοσιν ὑποκύψαι. Οὐκοῦν ἐκ πάντων ὁμοῦ τῶν ἔργων εὐχερῶς ἐστιν ἰδεῖν, ὅτι τὸν ἡγεμόνα μὲν νοῦν ἐτύφλωττεν ὁ Σαοὺλ, ὑπὸ τοῦ δαίμονος ἐλαυνόμενος· ὁ δὲ διάβολος εἰς διαφόρους ἐξήλλαττεν ἑαυτὸν ἰδέας, ὑπὸ τοῦ δυνάστου προσκυνηθῆναι πραγματευόμενος, ἵνα ἐκ τούτου πλείστους ὅσους ἐξαπατήσῃ λεληθότως ὑποκύπτων αὐτῷ. Καίτοι γε δὲ [f. δὴ] οὐ ξένον ἐστὶν εἰπεῖν, ὅπου γε καὶ τὸ τοῦ Χριστοῦ πρόσωπον εἰσιδὼν, ἔργῳ μὲν ἔνδοθεν ἑώρα καὶ πράξει Θεὸν, καὶ φύσει Θεοῦ γνήσιον Υἱὸν, ἄνθρωπον δὲ καθαρὸν, ἄχραντον, ἀκηλίδωτον ἐξωτάτω περικείμενον ἐποπτεύων, καὶ ναοῦ χρῆμα περικαλλὲς, ἀφιερωμένον, ἀσύλητον, οὐδὲν ἧττον ἐκπειράζων αὐτὸν ἀμελητὶ προσείη (l. προσήει), θεομαχῶν εἰωθότως· ὡς δὲ, τὰ πρῶτα καὶ τὰ δεύτερα καθ' ἑαυτοῦ προκαλεσάμενος, ἡττήθη ῥαγεὶς, ἄθλιος αὖθις εἰς ἄλλο μεταλλάξας ἦθος, ὑποδεικνύναι μὲν αὐτῷ πᾶσαν τὴν τοῦδε τοῦ κόσμου περιγραφὴν ἐπεχείρησε καὶ τὰς βασιλείας αὐτῆς, ἀπονοίᾳ δὲ καὶ ψευδηγορίᾳ θρασυνόμενος ἐκόμπαζε· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι. Τοιαύτας μὲν οὖν ὁ ἀσεβὴς ἔῤῥηξε δεῦρο φωνὰς, οἰόμενος εἰς ὀργὴν ἐκκαλέσασθαι τὰ τῆς ἀνεξικακίας ἤθη, καὶ διὰ τοῦ τοιοῦδε δοκεῖν ἐπιλαμβάνεσθαι· μακροθυμίᾳ δὲ κατεσίγασε τὸν ἀλάστορα θεοπρεπῶς ὁ Κύριος· ἴδιον γὰρ ἂν εἴη Θεῷ πάντα ἀνεξικάκως φέρειν. Εἰ τοίνυν αὐτῷ τῷ Κυρίῳ τοιαῦτα προσοῖσαι ῥήματα παρ' οὐδὲν ἡγήσατο, πῶς οὐκ ἔστι
did not then do obeisance as a private citizen to a ruler, now on the contrary as king do obeisance to one in private station? Thirdly, in addition to these things I have to say: why ever, when he heard of gods coming up, did he do obeisance to none of these, whereas when he heard that the man standing upright had come up, he then bowed down and did obeisance? And yet, as Origen audaciously declared, if some of these were angels or choirs of prophets, he ought to have bowed down to the superior ones. Therefore from all the deeds together it is easy to see that Saul was blinded in his ruling mind, being driven by the demon; while the devil kept changing himself into various forms, contriving to be worshipped by the sovereign, so that thereby he might secretly deceive very many by bowing under him. And yet indeed it is not strange to say, seeing that even when he beheld the person of Christ, inwardly in deed and action he saw God, and by nature the genuine Son of God, while outwardly beholding a pure,undefiled, unblemished man encompassing Him, and a most beautiful, consecrated, inviolate temple, none the less tempting Him he heedlessly approached, fighting against God as was his wont; and when, having provoked the first and the second contest to his own ruin, he was defeated and shattered, the wretch, changing again to another character, attempted to show Him the whole compass of this world and its kingdoms, and emboldened by madness and falsehood boasted: All these things I will give Thee, if Thou wilt fall down and worship me (Matt. 4:9). Such cries, then, did the impious one burst forth with here, supposing that he would provoke the disposition of forbearance to anger, and by such means seem to lay hold of Him; but in long-suffering the Lord silenced the avenging demon in a manner befitting God; for it belongs to God to bear all things with forbearance. If therefore he counted it nothing to address such words to the Lord Himself, how is it not
XI. Ἔτι δὲ διαληπτέον αὐτὰ τὰ τούτοις ὑποκείμενα καθεξῆς. Ὡς οὖν ὁ Σαοὺλ ὑπεκλίνθη τῷ φάσματι προσκυνήσας, αὖθις ὑποκρίνεται πεπονθέναι βίαν ὁ δολομήτης, εἰς τὸ σχῆμα τοῦ Σαμουὴλ ἀμείψας ἑαυτόν· εἶτα μετὰ εἰρωνείας ἀποκρίνεται σκυθρωπότερον· Ἱνατί παρηνώχλησάς με, φάσκων ἀναβῆναι; Ταῦτα δὲ πλαττόμενος ἀπαρεμφάτως ἐβούλετο σημαίνειν, ὅτι καὶ ἄκοντα τὸν προφήτην ὁ δαίμων ἠδύνατο μεταπέμπεσθαι, καὶ κατ' αὐτοῦ τοιαύτην ἔχειν ἐξουσίαν. Εἶτα τοσοῦτον ἀμβλυωποῦσί τινες, ὡς οὐ δύνασθαι νοεῖν, ὅτι τοὺς δαίμονας ἐν τῷ θείῳ φυγαδεύουσιν ὀνόματι πάντες οἱ τὰ τοῦ Χριστοῦ φρονοῦντες εἰλικρινῶς, οὐχὶ δὲ τοὐναντίον ὡς ὑποκείμενοι τούτοις ἄκοντες ἀναβαίνουσιν ἐξ ᾅδου, μεταπεμπόμενοι πρὸς αὐτῶν. Εἰ δέ τις οἴεται τὸ τῆς ἐγγαστριμύθου δαιμόνιον οὐδεπώποτε φυγαδεύεσθαι, προὔχον ἁπάντων ὁμοῦ τῶν ἄλλων, ἀναδραμέτω μὲν εἰς τὰς τῶν ἀποστόλων Πράξεις, ἐπ' αὐτῶν δὲ τῶν χωρίων ἐμβατεύσας, ἰδέτω πῶς ὁ περιοδεύων ἱεροκήρυξ ἀφίκετο Παῦλος
XI. Furthermore, we must examine the very things that follow next upon these in order. When, therefore, Saul bowed down to the phantom and did obeisance, thecrafty plotter, having changed himself into the form of Samuel, again pretends to have suffered violence; then with irony he answers more gloomily: Why hast thou troubled me, saying, to come up? (1 Sam. 28:15). And feigning these things, he wished to signify indefinitely that the demon was able to summon the prophet even against his will, and to have such authority against him. Then some are so dim-sighted as not to be able to understand that all who sincerely mind the things of Christ put the demons to flight in the divine name, and do not on the contrary, as though subject to them, come up unwillingly out of Hades when summoned by them. And if anyone supposes that the demon of the ventriloquist is never put to flight, as excelling all the others together, let him run back to the Acts of the Apostles, and entering upon the passages themselves, let him see how the travelling sacred herald Paul arrived
PG 18:636Read from the page
εἰς Φιλίππους· ὡς δὲ τὴν καλουμένην ἐφώτισε Λυδίαν εὐσεβείας ἐπιγνώσει, τηνικαῦτα μὲν ᾤχετο τὰς εὐχὰς ἀνοίσων· Ἐγένετο δὲ παιδίσκην ἀπαντῆσαί τινα, φησὶν, ἔχουσαν πνεῦμα Πύθωνος, ἥπερ ἐργασίαν πολλὴν παρέσχε τοῖς κυρίοις αὐτῆς μαντευομένη. Τοιγαροῦν αὕτη κατακολουθήσασα τῶ Παύλῳ καὶ ἡμῖν ἔκραζε λέγουσα οὕτως. Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶ, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν σωτηρίας. Καὶ τοῦτο ἐπὶ πολλὰς ἔπραττεν ἡμέρας· ἀλλ' ὁ μὲν δαίμων ἀοράτῳ μάστιγι στρεβλούμενος, ἄκων ἠναγκάζετο τοιαύτας ἀφιέναι φωνάς· ὁ δὲ Παῦλος οὐκ ἀξιόπιστον εἶναι τὴν ἐκείνου μαρτυρίαν ἐννοήσας, ὀρθότατα, διαπονηθεὶς ἔφη τῷ πνεύματι, Παραγγέλλω σοι, λέγων, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. Εἶτα τὸ πρᾶγμα διηγούμενος ὁ συγγραφεὺς ἐπιφέρει· Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ. Θεασάμενοι οὖν οἱ κύριοι τῆς θεραπαινίδος ὡς ἐκποδὼν ᾤχετο τῆς ἐργασίας αὐτῶν ἡ ἐλπὶς, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας· ὕβρεσι δὲ καὶ πληγαῖς αἴτιοι γεγόνασι, συκοφαντίᾳ στάσιν ἐπεγείροντες. Εἰ τοίνυν ὁ Παῦλος, ἐπιτιμήσας τῷ πνεύματι, τὸν μὲν πυθόμαντιν ἀθρόως ἐξήλασεν ἐν αὐτῇ τῇ ῥοπῇ, τὸ δὲ πνεῦμα τῇ τοῦ ῥήματος ἀπέδρασεν ἐξουσίᾳ, μὴ δυνάμενον ὑποστῆναι τὸν τῆς γλώσσης ἦχον· εἰπάτω παριὼν εἰς τοὐμφανὲς ὁ τῷ τοιῷδε συνιστάμενος ὅρῳ, Ποταπῇ δυνάμεως ἀρετῇ τὸν ὁμόδοξον τῷ Παύλῳ Σαμουὴλ ἄκοντα μετακαλούμενος ὁ δαίμων ἀνήγαγεν ἐξ ᾅδου; ἀλλ' οὐκ ἂν ἔχοι δεικνύναι τούτων οὐδὲν ἀληθές. Ὥστε καὶ διὰ τῶνδε μάλα ῥᾳδίως ἐστὶν ἰδεῖν, ὅτι μεταμορφωσάμενος ἠγόρευε τῷ Σαοὺλ ὁ δολομήτης· Ἱνατί παρηνώχλησάς με; φήσας. Ἐπῃνίττετο γὰρ, ὅτι παρὰ βούλησιν ἄκων ἀνέβαινεν, οὐ θέλων, ἀλλὰ ἀνάγκῃ καὶ βίᾳ, καθάπερ ὑπ' αὐτοῦ μεταπεμφθῆναι τοῦ κρείττονος ἐπιταχθείς. Ὁ δὲ δυνάστης ἀνθυπενέγκας ἔφη· Θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοὶ, καὶ ὁ Θεὸς ἀφέστηκε, φησὶν, ἀπ' ἐμοῦ, καὶ οὐκ ἀκήκοέ μου ἔτι, οὔτ' ἐν χειρὶ τῶν προφητῶν, οὔτ' ἐν ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω. Πάλιν οὖν ἀποκριτέον· Εἰ Σαμουὴλ ὁ περίβλεπτος ἐτύγχανε προφήτης, οὐκ ἂν ἐσωφρόνισε τὸν ἄνδρα νουθετῶν; οὐκ ἂν εἶπεν αὐτῷ τὸ πρῶτον; Εἰπέ μοι, σχέτλιε πάντων ἀνθρώπων, εἰ περιέστηκαν οἱ ἀλλογενεῖς, εἰς πόλεμον ἀντιπαραταττόμενοι συσταδὸν, εἴπερ ὁ Θεὸς ἀφέστηκεν ἀπὸ σοῦ καὶ τὸ παράπαν οὐκ ἐπακήκοέ σου, οὔτε δὲ προφῆται πρεσβεύοντες ὑπὲρ σοῦ κατῄδεισαν, οὔτε ὄναρ, οὔτε ὕπαρ ἀπεκαλύφθη σοι τὸ δέον, οὐ ταύτῃ μᾶλλον ὤφελες ἐξιλεούμενος κλιθῆναι Θεῷ, καὶ πενήτων ἐλεημοσύναις ἀπολούσασθαι τὰ τῶν ἐγκλημάτων αἴτια, μήτι γε δὴ καταφεύγειν ἐπὶ μάντιν ἐγγαστρίμυθον, καὶ μανιώδει μαντικῇ τὰ τῆς εὐσεβείας ἀντικαταλλάττεσθαι σύμβολα, καὶ καθ' ἑαυτοῦ τὸ πάθος αὐξῆσαι διττῶς; ἦ γὰρ οὐ διανοητέον, ὅτι τὰ τοιάδε μιάσματα ῥητῶς
at Philippi; and when he had illuminated her who was called Lydia with the knowledge of piety, he then went off to offer up prayers: And it came to pass, he says, that a certain maidservant met us, having a spirit of Python, who brought much gain to her masters by soothsaying. She therefore, following after Paul and us, kept crying out, saying thus: These men are servants of the Most High God, who proclaim to us the way of salvation. And this she did for many days (Acts 16:16-18); yet the demon, racked by an invisible scourge, was unwillingly compelled to utter such cries; whereas Paul, considering that its testimony was not trustworthy, most rightly, being grieved, spoke to the spirit, saying, I command thee in the name of Jesus Christ to come out of her. Then, narrating the matter, the writer adds: And it came out that very hour. When therefore the masters of the maidservant saw that the hope of their gain had departed out of the way, laying hold of Paul and Silas they dragged them into the marketplace before the rulers (Acts 16:18-19); and they became the cause of insults and blows, stirring up a tumult by false accusation. If therefore Paul, having rebuked the spirit, drove out the Python-diviner all at once in that very moment, and the spirit fled away by the authority of the word, unable to endure the sound of his tongue, let him who sides with such a definition come forward into the open and say: By what excellence of power did the demon summon against his will Samuel, who shared the same glory as Paul, and bring him up out of Hades? Yet he would not be able to show any of these things to be true. So that through these things also it is very easy to see that the crafty plotter, having transformed himself, was speaking to Saul when he said: Why hast thou troubled me? (1 Sam. 28:15). For he was hinting that he came up unwillingly against his wish, not willingly, but by necessity and force, as though commanded to be summoned by that superior one himself. And the sovereign replying said: I am sore distressed, and the Philistines make war against me, and God has departed, he says, from me, and has hearkened to me no more, neither by the hand of the prophets, nor in dreams; and now I have called thee to make known to me what I shall do (1 Sam. 28:15). Again therefore one must answer: If it had been the illustrious prophet Samuel, would he not have brought the man to his senses by admonishing him? Would he not have said to him first: Tell me, most wretched of all men, if the foreigners have surrounded you, drawn up in close battle array for war, if indeed God has departed from you and has not hearkened to you at all, and neither have prophets interceding on your behalf known anything, nor in a dream nor in waking vision has what is needful been revealed to you, ought you not rather for this reason to have bowed down to God in propitiation, and washed away the causes of your offences by alms to the poor, rather than flee to a ventriloquist diviner, and exchange the tokens of piety for raving divination, and doubly increase the calamity against yourself? For must one not consider that such pollutions were expressly
Notes, col. 636

On the reading

Printed τῶ, for τῷ.