Ὅθεν ὁ Ἀπόστολος εὐθυβόλως εἰς Χριστὸν ἀνηκόντισε τὰ κατὰ τὸν Ἀδάμ. Οὕτως γὰρ ἂν μάλιστα ἐκ τῶν ὀστῶν αὐτοῦ καὶ τῆς σαρκὸς τὴν Ἐκκλησίαν συμφωνήσει γεγονέναι· ἧς δὴ χάριν, καταλείψας τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς, κατῆλθεν ὁ Λόγος προσκολληθησόμενος τῇ γυναικί· καὶ ὕπνωσε τὴν ἔκστασιν τοῦ πάθους, ἑκουσίως ὑπὲρ αὐτῆς ἀποθανών· Ὅπως αὐτὸς ἑαυτῷ παραστήσῃ τὴν Ἐκκλησίαν ἔνδοξον καὶ ἄμωμον, καθαρίσας τῷ λουτρῷ, πρὸς ὑποδοχὴν τοῦ νοητοῦ καὶ μακαρίου σπέρματος, ὃ σπείρει μὲν αὐτὸς ὑπηχῶν καὶ καταφυτεύων ἐν τῷ βάθει τοῦ νοός· ὑποδέχεται δὲ καὶ μορφοῖ δίκην γυναικὸς ἡ Ἐκκλησία εἰς τὸ γεννᾷν τὴν ἀρετὴν καὶ ἐκτρέφειν. Ταύτῃ γὰρ καὶ τὸ, Αὐξάνεσθε καὶ πληθύνεσθε, πληροῦται προσηκόντως, εἰς μέγεθος καὶ κάλλος καὶ πλῆθος καθ' ἡμέραν αὐξανομένης αὐτῆς διὰ τὴν σύνερξιν καὶ κοινωνίαν τοῦ Λόγου, συγκαταβαίνοντος ἡμῖν ἔτι καὶ νῦν, καὶ ἐξισταμένου κατὰ τὴν ἀνάμνησιν τοῦ πάθους. Οὐ γὰρ ἂν ἄλλως ἡ Ἐκκλησία συλλαβεῖν τοὺς πιστεύοντας καὶ ἀναγεννῆσαι διὰ λουτροῦ τῆς παλιγγενεσίας δύναιτο, ἐὰν μὴ καὶ διὰ τούτους ὁ Χριστὸς κενώσας ἑαυτὸν, ἵνα χωρηθῇ κατὰ τὴν ἀνακεφαλαίωσιν, ὡς ἔφην, τοῦ πάθους, πάλιν ἀποθάνῃ καταβὰς ἐξ οὐρανῶν, καὶ, προσκολληθεὶς τῇ ἑαυτοῦ γυναικὶ τῇ Ἐκκλησίᾳ, παράσχοι τῆς πλευρᾶς ἀφαιρεῖσθαι τῆς ἑαυτοῦ δύναμίν τινα, ὅπως αὐξηθῶσιν οἱ ἐν αὐτῷ οἰκοδομηθέντες ἅπαντες, οἱ γεγεννημένοι διὰ τοῦ λουτροῦ, ἐκ τῶν ὀστῶν καὶ ἐκ τῆς σαρκὸς, τουτέστιν ἐκ τῆς ἁγιωσύνης αὐτοῦ, καὶ ἐκ τῆς δόξης προσειληφότες. Ὀστᾶ γὰρ καὶ σάρκα σοφίας ὁ λέγων εἶναι σύνεσιν καὶ ἀρετὴν, ὀρθότατα λέγει· πλευρὰν δὲ τὸ πνεῦμα τῆς ἀληθείας τὸ Παράκλητον, ἀφ' οὗ λαμβάνοντες, εἰς ἀφθαρσίαν ἀναγεννῶνται προσηκόντως οἱ πεφωτισμένοι. Ἀδύνατον δὲ τοῦ Πνεύματος τοῦ ἁγίου μετασχεῖν τινα καὶ μέλος καταλεχθῆναι Χριστοῦ, ἐὰν μὴ πρότερον, καὶ ἐπὶ τούτου συγκατελθὼν ὁ Λόγος, ἐκστῇ κοιμηθεὶς, ἵνα τὴν ἀνανέωσιν καὶ τὸν ἀνακαινισμὸν, συνεξαναστὰς τοῦ ὕπνου τῷ ὑπὲρ αὐτοῦ κεκοιμημένῳ, καὶ αὐτὸς μεταλαβεῖν δυνηθῇ Πνεύματος, ἀναπλασθείς. Τοῦτο γὰρ κυρίως ἂν ἡ πλευρὰ λέγοιτο τοῦ Λόγου, τὸ πνεῦμα τῆς ἀληθείας τὸ ἑπτάμορφον, κατὰ τὸν προφήτην· ἀφ' οὗ λαμβάνων ὁ Θεὸς κατὰ τὴν ἔκστασιν τοῦ Χριστοῦ, ὅ δή ἐστι μετὰ τὴν ἐνανθρώπησιν καὶ τὸ πάθος, τὴν βοηθὸν, αὐτῷ κατασκευάζει· λέγω δὴ τὰς ἡρμοσμένας αὐτῷ καὶ νενυμφευμένας ψυχάς. Ἔστι γὰρ ὅτε πολλαχῶς αὐτὸ τὸ ἄθροισμα καὶ τὸ στίφος τῶν πεπιστευκότων Ἐκκλησίαν οὕτως ὀνομάζουσιν αἱ Γραφαὶ, τῶν τελειοτέρων κατὰ προκοπὴν εἰς ἓν πρόσωπον καὶ σῶμα τὸ τῆς Ἐκκλησίας ἀναγομένων. Οἱ μὲν γὰρ κρείττονες καὶ τρανότερον σπάσαντες ἤδη τὴν ἀλήθειαν, οὗτοι διὰ τὴν τελείαν κάθαρσιν καὶ πίστιν ἀποστειρωθέντες τῶν τῆς σαρκὸς ἀτοπημάτων, Ἐκκλησία γίνονται καὶ βοηθὸς τοῦ Χριστοῦ, παρθένος ὥσπερ, κατὰ τὸν Ἀπόστολον, αὐτῷ καθηρμοσμένοι τε καὶ νενυμφευμένοι, ἵνα, τὴν καθαρὰν τῆς διδασκαλίας ὑποδεξά-
Whence the Apostle with sure aim directed to Christ the things concerning Adam. For thus it will most fully agree that the Church was formed out of His bones and His flesh; for Whose sake indeed, having left the Father Who is in the heavens, the Word came down to cleave to His wife; and He slept the ecstasy of the passion, willingly dying for her: That He might present to Himself the Church glorious and without blemish, having cleansed her by the laver (Eph. 5:26-27), for the reception of the spiritual and blessed seed, which He Himself sows, whispering and planting it in the depth of the mind; while the Church like a wife receives and forms it for the begetting and nurturing of virtue. For in this way also the command, Increase and multiply (Gen. 1:28), is fittingly fulfilled, as she increases daily in greatness and beauty and multitude through union and communion with the Word, Who comes down to us even now and enters into ecstasy in the remembrance of His passion. For the Church could not otherwise conceive believers and regenerate them through the laver of regeneration, unless for their sakes also Christ, emptying Himself that He may be received through the recapitulation, as I said, of His passion, should die again, coming down from the heavens, and, cleaving to His wife the Church, should grant a certain power to be taken from His own side, so that all who are built up in Him may grow, having been born through the laver and having received of His bones and of His flesh, that is, of His holiness and of His glory. For he who says that the bones and flesh of Wisdom are understanding and virtue speaks most rightly; and that the side is the Spirit of truth, the Paraclete, receiving from Whom the enlightened are fittingly regenerated unto incorruption. Now it is impossible for anyone to partake of the Holy Spirit and be enrolled as a member of Christ, unless first, upon him also the Word coming down together, enters into ecstasy in sleep, so that, rising up together from sleep with Him Who fell asleep for him, and being moulded anew, he too may be able to partake of the renewal and restoration of the Spirit. For this would properly be called the side of the Word, the sevenfold Spirit of truth, according to the prophet (Isa. 11:2); taking from which during the ecstasy of Christ, that is after the incarnation and the passion, God fashions for Him the helper; I mean the souls joined and espoused to Him. For oftentimes the Scriptures in many ways thus name the very assembly and company of those who have believed the Church, the more perfect according to their progress being brought up into one person and body, that of the Church. For those who are better and have already drawn in the truth more clearly, having through perfect purification and faith been made barren of the absurdities of the flesh, become the Church and helper of Christ, joined and espoused to Him like a virgin, according to the Apostle (2 Cor. 11:2), so that, having received the pure and