Εὐθέως γοῦν μετὰ τὸ εἰπεῖν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· ἐπήγαγε τὸ, Θλίψιν δὲ ἕξουσι τῇ σαρκὶ οἱ τοιοῦτοι. Ἐγὼ δὲ ὑμῶν φείδομαι· ὅ δή ἐστιν· Ἐγὼ φειδόμενος ὑμῶν, ὦ οὗτοι, ταῦτα συνεθέμην, ἐπειδήπερ ταῦτα οὕτω φρονεῖν εἵλεσθε, ὅπως μὴ δόξω κατὰ βίαν ἐπισπέρχειν ὑμῶν εἰς τοῦτο, καὶ ἀναγκάζειν τινάς. Ὅμως δὲ, ει καὶ ταύτην φίλον ὑμῖν μᾶλλον τρέπεσθαι, ἀποδυσπετήσαντας ἁγνείαν βαστάζειν· καὶ οὕτω λυσιτελεῖν ἡγοῦμαι κρατεῖν ὑμᾶς τῶν τῆς σαρκὸς ἐρεθισμῶν, μὴ παραχρωμένους, διὰ τὸ γεγαμηκέναι, τοῖς ἑαυτῶν σκεύεσιν εἰς ἀκαθαρσίαν. Ἐπιφέρει γοῦν· Τοῦτο δέ φημι, ἀδελφοί· Ὁ καιρὸς συνεσταλμένος· λοιπόν ἐστιν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. Εἶτα αὖθις ἐπιμένων καὶ προκαλούμενος ἐπὶ τοῖς αὐτοῖς, ἐπεξειργάσατο τὸν λόγον, ἰσχυρῶς κρατύνων τὴν ἔνστασιν τῆς παρθενίας. Ῥητῶς γοῦν τὰ ἑξῆς ἐπισυνάψας τοῖς προειρημένοις, ἐπεφώνησε· Θέλω ὑμᾶς ἀμερίμνους εἶναι. Ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικι. Καὶ μεμέρισται καὶ ἡ γυνὴ καὶ ἡ παρθένος. Ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνα ᾖ ἁγία καὶ σώματι καὶ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί. Πᾶσι γὰρ ἀναμφισβητήτως ἐστὶ καταφανὲς, ὡς ἄρα μεριμνᾷν τὰ τοῦ Κυρίου καὶ ἀρέσκειν τῷ Θεῷ πολλῷ ἄμεινον τοῦ μεριμνᾷν τὰ τοῦ κόσμου καὶ ἀρέσκειν τῇ γυναικί. Τίς γὰρ οὕτως ἠλίθιος καὶ πηρὸς τὰς ὄψεις, ὃς οὐκ αὐτόθεν αἴσθεται τὴν παραίνεσιν τοῦ Παύλου τὸ πλέον ῥέπουσαν εἰς ἁγνείαν; Τοῦτο γὰρ, φησὶ, πρὸς τὸ ὑμῶν συμφέρον λέγω, οὐχ ἵνα βροχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον.
Immediately, therefore, after saying, And if the virgin marry, she has not sinned, he added: Yet such shall have tribulation in the flesh. But I spare you (1 Cor. 7:28); which is to say: Sparing you, O friends, I agreed to these things, seeing that you chose to think thus of them, lest I should seem to urge any of you to this by force, and to compel some. Nevertheless, even if it pleases you rather to turn this way, having grown impatient of bearing chastity, even so I consider it profitable that you master the provocations of the flesh, not misusing your own vessels unto uncleanness because of having married. Accordingly he adds: But this I say, brethren, the time is shortened; it remains, that both those who have wives may be as though they had none (1 Cor. 7:29). Then again persisting and calling them forth upon the same matters, he worked out the argument, strongly confirming the institution of virginity. Expressly, therefore, joining what follows to the things said before, he exclaimed: I would have you be free from care. The unmarried man cares for the things of the Lord; but he who has married cares for the things of the world, how he may please his wife. And both the wife and the virgin are divided. The unmarried woman cares for the things of the Lord, that she may be holy both in body and in spirit; but she who has married cares for the things of the world, how she may please her husband (1 Cor. 7:32-34). For to all it is indisputably manifest that to care for the things of the Lord and to please God is far better than to care for the things of the world and to please one's wife. For who is so foolish and blind in his eyes as not at once to perceive that the exhortation of Paul inclines for the most part towards chastity? For this, he says, I speak for your own profit, not that I may cast a snare upon you, but for that which is seemly (1 Cor. 7:35).
Ἐπίστησον δὲ πρὸς τοῖς εἰρημένοις, ὅπως καὶ θεοδώρητον εἶναι τὸ τῆς παρθενίας ἐπιτήδευμα παρεγγυᾷ· ὅθεν τοὺς κατὰ πρόφασιν κενοδοξίας τῶν ἀκρατεστέρων ἐπὶ τοῦτο παρεληλυθότας ἀποβάλλεται, συμβουλεύων γαμεῖν, ἵνα μὴ καιρῷ τῆς ἀκμῆς, σφυγμοὺς καὶ φλεγμονὰς παρεχούσης αὐτοῖς τῆς σαρ-
And give heed, in addition to the things that have been said, how he also declares the pursuit of virginity to be a gift of God; whence he rejects those of the more incontinent who have come to this under a pretext of vainglory, advising them to marry, lest in the season of their prime, when the flesh causes throbbings and inflammations in them,