PG 18:205Read from the pageθωσιν ὑπόμνημα καὶ νῆψιν. Προτάττειν γὰρ τῶν ἐμῶν ἐπιτηδευμάτων ἁγνείαν ὁ λέγων δεῖν καὶ ἀσπάζεσθαι πρώτην τῶν ἄλλων, ὀρθῶς παρακελεύεται· ἣν τιμᾷν μὲν νομίζουσι καὶ θεραπεύειν πολλοὶ, τιμῶσι δ' αὐτὴν, ὡς ἔπος εἰπεῖν, ὀλίγοι. Οὐ γὰρ ὁπόταν τὴν ἑαυτοῦ σάρκα τῆς κατὰ συνουσίαν ἄγευστον ἡδονῆς φιλοτιμῆται τηρεῖν ἄνθρωπος, τῶν ἄλλων μὴ κρατῶν, ἁγνείαν τιμᾷ. Ἀτιμάζει μὲν οὖν αὐτὴν μᾶλλον οὐχ ἥκιστα βαναύσοις ἐπιθυμίαις, ἡδονὰς ἀντικαταλλασσόμενος ἡδοναῖς. Οὐδέ γε ὅταν πρὸς τὰς ἔξω μὲν ἐπιθυμίας διαπονῇ καρτερῶν, ὑπεραίρηται δὲ φυσιούμενος, αὐτῷ δὴ τούτῳ τῷ δύνασθαι τῶν τῆς σαρκὸς ὑπεκκαυμάτων κρατεῖν, καὶ πάντας ὡς οὐδὲν ἐξουδενῶν, ἡγεῖται ἁγνείαν τιμᾷν· ἀτιμάζει γὰρ αὐτὴν ὑβρίζων ὁ ὑψηλοφροσύνῃ, τῷ τὸ μὲν ἔξωθεν τοῦ πίνακος καθαίρειν καὶ τῆς παροψίδος, τὴν σάρκα, τὸ σῶμα· τὴν δὲ καρδίαν τύφῳ σίνεσθαι καὶ φιλοκρατίᾳ. Οὐδέ γε ὁπότε ἐναβρύνεταί τις χρήμασι, τιμᾷν αὐτὴν σπουδάζει· ἀτιμάζει μὲν οὖν παντὸς μᾶλλον δὲ οὗτος, προκρίνων αὐτῆς ὀλίγον κέρδος, ἧς οὐδὲν ἀντάξιον των ἐν τῷ βίῳ τιμίων. Πᾶς γὰρ πλοῦτος ἐνώπιον αὐτῆς, καὶ χρυσὸς ὡς ψάμμος ὀλίγη. Οὐδέ γε ὁ ἑαυτὸν ὑπερφυῶς ἡγούμενος φιλεῖν, καὶ τὸ ἑαυτῷ μόνῳ συμφέρον σπουδάζων σκοπεῖν, ἄφροντις δὲ τῶν πλησίον, ἁγνείαν τιμᾷ· ἀτιμάζει μὲν οὖν αὐτὴν καὶ οὗτος· πολὺ γὰρ λείπεται τῶν κατ' ἀξίαν ὁμιλούντων αὐτῇ, τῷ τὴν ἀγάπην αὐτῆς καὶ τὸ φιλάνθρωπον λωβήσασθαι. Οὐ γὰρ τῇδε μὲν ἁγνεύοντας παρθενεύειν δεῖ, τῇδε δὲ κακοπραγοῦντας χραίνεσθαι καὶ ἀκολασταίνειν· οὐδὲ τῇδε μὲν ἐπαγγέλλεσθαι καθαρεύειν καὶ σωφρονεῖν, τῇδε δὲ μολύνεσθαι καὶ ἁμαρτάνειν· οὐδ' αὖ τῇ μὲν ὁμολογεῖν μὴ πεφροντικέναι τῶν κοσμικῶν, τῇ δὲ κτᾶσθαι καὶ ἐν αὐτοῖς ἐξετάζεσθαι· ἀλλὰ πάντα τὰ μέλη φθορᾶς ἀκοινώνητα καὶ ἀμιγῆ τηρεῖν, οὐ μόνον τὰ κνησμώδη καὶ συνουσιαστικά, ἀλλ' ἤδη καὶ τὰ τούτων ἐνεργέστερα. Χλεύη γὰρ τὰ μὲν τῆς παιδοποιήσεως ὄργανα τηρεῖν παρθένα, τὴν δὲ γλῶτταν μὴ τηρεῖν· ἢ τὴν γλῶσσαν μὲν τηρεῖν παρθένον, τὴν δὲ ὅρασιν, ἢ τὴν ἀκοὴν, ἢ τὰς χεῖρας μὴ τηρεῖν· εἰ [f. ἢ] ταῦτα μὲν ἔχειν καὶ τηρεῖν παρθένα, τὴν καρδίαν δὲ μὴ τηρεῖν, ἀλλ' ἑταιρίζεσθαι τύφῳ καὶ θυμῷ.
and sobriety a memorial. For he who says that one ought to set chastity before my pursuits and embrace her first of the others, exhorts rightly; whom many indeed think they honour and cultivate, but few, so to speak, honour her. For not whenever a man strives ambitiously to keep his own flesh untasted of the pleasure of sexual intercourse, while not mastering the other things, does he honour chastity. Nay rather, he dishonours her not least by base desires, exchanging pleasures for pleasures. Nor indeed when he toils steadfastly against outward desires, but is lifted up and puffed up by this very ability to master the fuel of the flesh, and despising all men as nothing, does he think to honour chastity; for he who in high-mindedness insults her dishonours her, by cleansing the outside of the platter and of the dish, the flesh, the body, while injuring the heart with pride and love of rule. Nor indeed whenever someone plumes himself on wealth is he eager to honour her; nay rather, this man above all dishonours her, preferring a little gain to her, to whom nothing of the precious things in life is of equal worth. For all wealth before her, and gold, is as a little sand. Nor indeed does he who thinks to love himself exceedingly, and is eager to look to what is expedient for himself alone, while heedless of his neighbours, honour chastity; nay rather, this man also dishonours her; for he falls far short of those who consort with her worthily, by having outraged her love and benevolence towards mankind. For one must not on the one hand live as a virgin in chastity, and on the other hand in evil-doing be defiled and live licentiously; nor on the one hand profess to be pure and temperate, and on the other hand be polluted and sin; nor again in one way confess not to have cared for worldly things, and in another way acquire them and be reckoned among them; but keep all the members unsharing in corruption and unmixed, not only the itching and generative parts, but even now those more active than these. For it is a mockery to keep the organs of childbearing virgin, and not to keep the tongue; or to keep the tongue indeed virgin, and not to keep the sight, or the hearing, or the hands; if [or: or] to have and keep these indeed virgin, and not to keep the heart, but to play the harlot with pride and wrath.
Notes, col. 205
PG 18:208Read from the pageΔεῖ γὰρ πάντως τὸν μέλλοντα μὴ ἁμαρτήσεσθαι περὶ τὴν ἄσκησιν τῆς ἁγνείας, τὰ μέλη πάντα καὶ τὰ αἰσθητήρια τηρεῖν ἑαυτοῦ καθαρὰ καὶ συνεσφιγμένα, καθάπερ δὴ καὶ πλοίων, ὧν οἱ κυβερνῆται τὰς ἁρμογὰς σφίγγουσι, πρὸς τὸ μὴ σχεῖν ἔσω δίοδον τὴν ἁμαρτίαν ἐπεισχεομένην. Τοῖς γὰρ μεγάλοις ἐξ ἀνάγκης ἐπιτηδεύμασι μεγάλα καὶ τὰ πταίσματα συμβαίνει· καὶ τῷ ὄντι τῷ ἀγαθῷ μᾶλλον ἐναντιώτερον τὸ κακὸν ἢ τῷ μὴ ἀγαθῷ. Πολλοὶ οὖν, δοξάζοντες τὸ περὶ τὰς οἰστρώδεις καρτερεῖν ἐπιθυμίας εἶναι τὴν ἁγνείαν, τῶν ἄλλων ἀμελήσαντες, αὐτῆς ἔπταισαν, καὶ τοῖς ὀρθῶς πρὸς αὐτὴν ὡρμημένοις προσῆψαν ψόγους, ὡς ὑμεῖς ἠλέγξατε, νόμος διὰ πάντων· αὐταὶ γὰρ παρθενεύουσαι καὶ ἔργῳ καὶ λόγῳ. Καὶ τὰ μὲν δὴ τῆς παρθένου, ποταπὴν εἶναι προσήκει, διεγράφη· ὑμᾶς δὲ διαρκῶς ἀγωνισαμένας τῷ λόγῳ, αὐτήκοος γενομένη, πάσας ἀποφαίνομαι νικᾷν καὶ στέφω· Θέκλαν δὲ τῷ μείζονι στεφάνῳ καὶ δασυτέρῳ, ὡς πρώτην ὑμῶν καὶ μεγαλοπρεπέστερον ἐκλάμψασαν.
For it is altogether necessary that he who is not going to sin regarding the practice of chastity should keep all his members and organs of sense pure and tightly bound together, just as with ships, whose pilots tighten the joints, so that sin pouring in may not have a passage inside. For in great pursuits great stumbles also of necessity happen; and in reality evil is more opposed to the good than to what is not good. Many therefore, supposing that chastity consists in holding out regarding frantic desires, having neglected the other things, stumbled from her, and attached blames to those who had rightly set out towards her, as you have proved, being a law through all things; for you yourselves live as virgins both in deed and in word. Now the matters concerning the virgin, of what sort she ought to be, have been delineated; and as for you who have sufficiently contended in the discourse, having myself been an ear-witness, I pronounce you all to be victorious and I crown you; and Thecla with the greater and thicker crown, as first of you and having shone forth more magnificently.
Ταῦτα οὖν εἰποῦσαν, ἔφη κελεῦσαι πάσας ἀναστῆναι τὴν Ἀρετὴν ἡ Θεοπάτρα, καὶ πάσας ὑπὸ τὴν ἄγνον εὐχαριστήριον ὕμνον πρεπόντως ἀναπέμψαι τῷ Κυρίῳ· ἐξάρχειν δὲ τὴν Θέκλαν καὶ πρυαφηγεῖσθαι. Ὡς οὖν ἀνέστησαν, τὴν Θέκλαν μέσην μὲν τῶν παρθένων, ἔφη, ἐκ δεξιῶν δὲ τῆς Ἀρετῆς στᾶσαν, κοσμίως ψάλλειν· τὰς δὲ λοιπὰς ἐν κύκλῳ, καθάπερ ἐν χοροῦ σχήματι συστάσας, ὑπακούειν αὐτῇ.
Having spoken these things therefore, Theopatra said, Arete commanded all to rise up, and all beneath the chaste-tree to send up fittingly a hymn of thanksgiving to the Lord, and Thecla to lead off and go before. When therefore they rose up, Thecla, she said, standing in the midst of the virgins, and on the right of Arete, sang in orderly fashion; while the rest in a circle, having stood together as in the form of a choir, responded to her.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Ἄνωθεν, παρθένοι, βοῆς ἐγερσίνεκρος ἦχος ἦλθε, Νυμφίῳ λέγων πασσυδὶ ὑπαντάνειν λευκέσιν ἐν στολαῖς καὶ λαμπάσι, πρὸς ἀνατολάς. Ἔγρεσθε πρὶν φθάσῃ μολεῖν εἴσω θυρῶν Ἄναξ.
From above, O virgins, the dead-awakening sound of a cry has come, bidding us with all speed to go to meet the Bridegroom in white robes and with lamps, towards the east. Awake before the King comes first within the doors.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Βροτῶν πολυστένακτον ὄλβον ἐκφυγοῦσα, καὶ βίου τρυφῆς ἁδονὰς, ἔρωτα, σαῖς ὑπ' ἀγκάλαις ζωηφόροις ποθῶ σκέπεσθαι, καὶ βλέπειν τὸ σὸν κάλλος διηνεκῶς, Μάκαρ.
Having fled the much-lamented wealth of mortals, and the pleasures of life's luxury, and love, under Thy life-bearing arms I long to be sheltered, and to behold Thy beauty continually, O Blessed One.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Γάμων λιποῦσα τὰ θνητὰ λέκτρα, καὶ δόμον, Ἄναξ, διὰ σὲ, πολύχρυσον, ἦλθον ἀσπίλοις ἐν εἵμασιν, ὅπως φθάσω κἀγὼ πανολβίων θαλάμων εἴσω σὺν σοὶ μολεῖν.
Having left the mortal beds of marriage, and a house rich in gold for Thy sake, O King, I have come in spotless garments, so that I too may come first to enter with Thee within the all-blessed bridal chambers.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Notes, col. 208
On the reading
Printed πρυαφηγεῖσθαι, for προαφηγεῖσθαι.
PG 18:209Read from the pageΔόλους δράκοντος ἐκφυγοῦσα μυρίους, Μάκαρ, θελκτηρίους, ἔτι δὲ καὶ πυρὸς φλόγα καὶ θηρίων ἀνημέρων ὁρμὰς βροτοφθόρους, σὲ προσμένουσα ἀπ' οὐρανῶν.
Having fled the countless alluring wiles of the dragon, O Blessed One, and moreover the flame of fire and the mortal-destroying onrushes of savage beasts, awaiting Thee from heaven.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Ἐλαθόμην πατρίας, ποθοῦσα σὴν χάριν, Λόγε· ἐλαθόμην παρθένων ὁμηλίκων χοροὺς, μητρός τε καὶ γένους φρύαγμα· πάντα γὰρ σύ μοι αὐτὸς, σὺ, Χριστὲ, τυγχάνεις.
I forgot my fatherland, longing for Thy grace, O Word; I forgot the choirs of virgin peers, and the pride of mother and race; for Thou Thyself, Thou, O Christ, art all things to me.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Ζωῆς χοραγὸς, Χριστὲ, τυγχάνεις. Χαῖρε, φῶς ἀνέσπερον· ταύτην δέδεξο τὴν βοήν. Χορός σε παρθένων προσενέπει, τέλειον Ἄνθος, Ἀγάπη, Χαρὰ, Φρόνησις, Σοφία, Λόγε.
Choir-leader of life art Thou, O Christ. Hail, eveningless light; receive this cry. The choir of virgins addresses Thee, perfect Flower, Love, Joy, Prudence, Wisdom, O Word.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Ἠνοιγμέναις θύραις, Ἄνασσα φαιδρόκοσμε, δέδεξο θαλάμων εἴσω χ' ἡμᾶς, ἀχραντόσωμε, καλλίνικε Νύμφα, καλλίπνους· ὁμόστολοι παρήμεθα Χριστῷ, πανόλβιον μέλπουσαι σὸν γάμον, θάλος.
With opened doors, O brightly-adorned Queen, receive us also within the bridal chambers, O spotless-bodied, gloriously-triumphant, sweet-breathing Bride; arrayed alike we sit beside Christ, singing of thy all-blessed marriage, O scion.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Θρηνοῦσι νῦν βαρύστονοι κόραι πυλῶν πικρῶς ἔξω, καὶ βοῶσι γοερῶς, ὅτι, τὸ λαμπάδων ἀποσβέσασαι φῶς, οὐκ ἔφθασαν χαρᾶς ταμιεῖον εἰσιδεῖν.
Heavily-groaning maidens now wail bitterly outside the gates, and cry out mournfully, because, having quenched the light of their lamps, they did not come in time to look upon the treasury of joy.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Ἱερᾶς ὁδοῦ γὰρ ἐκτραπεῖσαι, πρὸς βίου πόρους κτήσασθ' ἔλαιον ἠμέλησαν ἄθλιαι πλέον· νεκρὰς δὲ φλογεροῦ πυρὸς φέρουσαι λαμπάδας, στένουσιν ἔνδον ἐκ φρενῶν.
For having turned aside from the sacred way, toward the paths of life the wretched ones neglected to acquire more oil; and bearing lamps dead of flaming fire, they groan inwardly from their hearts.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Κρατῆρες ἁδυπληθέες πρόκεινται νέκταρος· πίνωμεν· οὐράνιόν ἐστι πόμα, παρθένοι, ὁ Νυμφίος ὅπερ τέθεικε τοῖς μετ' ἀξίας εἰς τὸν γάμον κεκλημένοις.
Mixing-bowls full of sweet nectar are set forth; let us drink; it is a heavenly drink, O virgins, which the Bridegroom has set for those worthily called to the marriage.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Λαμπρῶς σου τὴν θάνατον Ἄβελ προεκτυπῶν, Μάκαρ, ἔλεξεν αἱματοσταγὴς βλέπων εἰς οὐρανόν· Ἀνηλεῶς με συγγόνου τετρωμένον χειρὶ δέξαι, λιτάζομαι, Λόγε.
Brightly prefiguring Thy death, O Blessed One, Abel spoke, dripping with blood, looking unto heaven: Mercilessly wounded by a kinsman's hand, receive me, I entreat Thee, O Word.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Μέγιστον ἆθλον ἁγνείας ὁ καρτερός σου παῖς, Λόγε, Ἰωσὴφ ἀνείλετο. Γυνὴ γὰρ αὐτὸν εἰς ἄθεσμα λέκτρα βιαίως εἷλκε φλεγομένη πόθοις· ὁ δὲ, οὐδὲν ἐντραπεὶς, ἔφευγε γυμνὸς, ἐκβοῶν·
The greatest prize of chastity Thy steadfast servant Joseph, O Word, won. For a woman violently dragged him to lawless beds, burning with desires; but he, paying no heed, fled naked, crying aloud:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself chaste for Thee, and holding light-bearing lamps, O Bridegroom, I go to meet Thee.
Notes, col. 209
On the reading
Printed τὴν θάνατον, for τὸν θάνατον.
PG 18:212Read from the pageΝεοσφαγῆ ὁ Ἰεφθάε κόρην ἀνῆγε θυσίαν Θεῷ ἄπειρον ἀνδρὸς, ἀμνάδος δίκην· ἡ δ' εὐγενῶς σου τὸν τύπον τῆς σαρκὸς, ὦ Μάκαρ, τελοῦσα ἔκραζε καρτερῶς·
Jephthah offered up his newly slaughtered daughter as a sacrifice to God, untried of a man, like a ewe-lamb; and she, nobly fulfilling the type of Thy flesh, O Blessed One, cried out steadfastly:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ξένον στρατηλάταν ὄχλων εὔτολμος εὐστόχοις Ἰουδὴθ δόλοις καρατομήσασα, κάλλεος τύποις θέλξασα τοῦτον, οὐδὲ χράναντα σώματος μέλη, νικηφόροις δ' ἔφη βοαῖς·
Courageous Judith, having beheaded the foreign commander of hosts by well-aimed wiles, having charmed him with the features of her beauty without his defiling the limbs of her body, spoke with victorious cries:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ὁρῶντες εἶδος εὐπρεπὲς, ὑφ' ἧς δύο κριταὶ Σουσάννας ἐμμανεῖς ἔρωτι, λέξαν· Ὦ γύναι, κρυπτῶν σου γάμων λέχη ποθοῦντες ἥκομεν, φίλα. Ἡ δὲ ἐντρόμοις ἔφησε βοαῖς·
Seeing the comely form of Susanna, by whom the two judges were maddened with lust, they said: O woman, desiring the dear bed of secret wedlock with you, we have come. But she spoke with trembling cries:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Πολλῷ με κατθανεῖν ἄμεινόν ἐστιν, ἢ λέχη προδοῦσαν, ὦ γυναιμανεῖς, ὑμῖν, αἰωνίαν δίκην ὑπ' ἐμπυρίοις Θεοῦ τιμωρίαις παθεῖν. Σῶσόν με, Χριστὲ, τῶνδε νῦν.
It is far better for me to die than, having betrayed my marriage-bed to you, O men mad for women, to suffer eternal justice under the fiery punishments of God. Save me, O Christ, from these men now.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ῥοαῖς καθαρσίοις λούων πλήθη βροτῶν ὁ σὸς Πρόδρομος, ἀνόμως κακοῦ πρὸς ἀνδρὸς εἰς σφαγὴν ἤχθη δι' ἁγνείαν· λύθρῳ δὲ φονίῳ κόνιν δεύων ἔκραζέ σοι, Μάκαρ·
Washing the multitudes of mortals with purifying streams, Thy Forerunner was lawlessly led to slaughter by a wicked man on account of chastity; and wetting the dust with murderous gore, he cried out to Thee, O Blessed One:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Σοῦ καὶ ζωητόκος Χάρις ἄθικτος, ἄτεγκτος, ἀσπίλους τὰς σὰς γονὰς ἐν ἀσπόρῳ φέρουσα νηδύϊ, μορφὴν ὑπέσχεν ὡς προδοῦσα λέκτρα, Παρθένος· ἔλεξε δ' ἔγκυος, Μάκαρ·
Thy life-bearing Grace also, untouched, unsoftened, bearing Thy spotless conception in an unseeded womb, a Virgin, underwent the appearance of having betrayed the marriage-bed; and being with child she said, O Blessed One:
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Τὴν σὴν, Μάκαρ, γαμήλιον ποθοῦντες ἁμέραν ἰδεῖν, ὅσους ἄνωθεν αὐτὸς ἀγγέλων ἄναξ κέκληκας, ἥκασι, μέγιστα δῶρά σοι, Λόγε, φέροντες ἀσπίλοις στολαῖς.
Longing to see Thy bridal day, O Blessed One, all those whom Thou Thyself, King of angels, hast called from above have come, bringing the greatest gifts to Thee, O Word, in spotless robes.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ὕμνοις, μάκαιρα Θεόνυμφε, θαλαμηπόλοι, αἵ σε γεραίρομεν, σὲ νῦν ἄθικτε παρθένε Ἐκκλησία, χιονόσωμε, κυανοβόστρυχε, σῶφρον, ἄμωμ', ἐρασμία.
With hymns, O blessed Bride of God, we bridesmaids who honour you now celebrate you, O untouched virgin Church, snow-white of body, dark-tressed, chaste, blameless, lovely.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Φθορὰ πέφευγε, καὶ νόσων πόνοι δακρυσταγεῖς· θάνατος ᾑρέθη· ὄλωλε πᾶσα ἀφροσύνη· λύπη τέθνηκε τηξίφρων· ἔλαμψε δ' ἡ τοῦ Θεοῦ Χριστοῦ χαρὰ βροτοῖς ἄφνω πάλιν.
Corruption has fled, and the tear-dropping pains of diseases; death has been taken away; all folly has perished; heart-wasting grief has died; and the joy of God's Christ has shone forth upon mortals suddenly again.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Χῆρος ὁ βροτῶν παράδεισός ἐστιν. Οὐκέτι πάλιν
Bereft of mortals is paradise. No longer again
PG 18:213Read from the pageγὰρ αὐτὸν ἐκ θείας, ὥσπερ τὸ πρὶν, ταγῆς οἰκεῖ, τέχναις ὁ ποικίλαις δράκοντος ἐκπεσὼν, ἄφθαρτος, ἄφοβος, Μάκαρ.
does he who fell out through the manifold wiles of the serpent inhabit it by divine ordinance as before, incorruptible and fearless, O Blessed One.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ψάλλων τὸ καινὸν ᾆσμα νῦν χορός σε παρθένων καθιστάνει πρὸς οὐρανοὺς, Ἄνασσα σαφῶς ὅλη, ἐστεμμένος λευκοῖς κρίνων κάλυξι, καὶ φλόγας χερσὶ σελασφόρους φέρων.
Singing the new song now, the choir of virgins escorts you to the heavens, O manifestly all-royal Queen, crowned with white buds of lilies and bearing light-bringing flames in its hands.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
Ὁ τὰς ἀχράντους οὐρανοῦ, Μάκαρ, ναίων ἕδρας, ἄναρχε, πάντα συγκρατῶν αἰωνίῳ κράτει, δέξαι σὺν Παιδὶ σῷ, πάρεσμεν, ἔνδον εἰς ζωῆς πύλας, Πάτερ, καὶ ἡμᾶς.
Thou Who dwellest in the undefiled seats of heaven, O Blessed One, without beginning, holding all things together by eternal might, receive us also with Thy Child—here we are—within the gates of life, O Father.
Ἁγνεύω σοι, καὶ λαμπάδας φαεσφόρους κρατοῦσα, Νυμφίε, ὑπαντάνω σοι.
I keep myself pure for Thee, and holding light-bearing torches, O Bridegroom, I go to meet Thee.
ΕΥΒΟΥΛ. Ἀξίως ἀπηνέγκατο τὰ πρῶτα τῶν ἄθλων ἡ Θέκλα, ὦ Γρηγόριον.
EUBULIUM. Worthily did Thecla carry off the first prize of the contests, O Gregorium.
ΓΡΗΓ. Ἀξίως μὲν οὖν.
GREGORIUM. Worthily indeed.
ΕΥΒΟΥΛ. Τί δὲ ἡ Τελμισιακὴ ξένη, εἰπέ μοι; κἂν ἔξωθεν οὐκ ἐπηκροᾶτο; Θαυμάζω γὰρ εἰ ἡσυχίαν εἶχεν ἐκείνη μαθοῦσα τὸ συσσίτιον τοῦτο, καὶ οὐκ εὐθέως ὥσπερ ὄρνεον ἐπὶ τροφὴν ἵπτατο, τῶν λεγομένων ἀκουσομένη. Λόγος γὰρ αὐτὴν Μεθοδίῳ συμπαραγεγονέναι, αὐτὰ δὴ ταῦτα τὴν Ἀρετὴν πυνθανομένῳ. Ἀλλὰ καλὸν καὶ μακάριον τοιαύτῃ διδασκάλῳ χρῆσθαι καὶ ὁδηγῷ, τῇ Ἀρετῇ. Ἀτὰρ, ὦ Γρηγόριον, ποτέρους ἀμείνους λέγοιμεν, τοὺς μὴ ἐπιθυμοῦντας μὲν, κρατοῦντας δὲ τὴν ἐπιθυμίαν, ἢ τοὺς ἐπιθυμοῦντας, καὶ παρθενεύοντας;
EUBULIUM. And what of the stranger from Telmessus, tell me? Did she not listen at least from outside? For I wonder if she kept quiet upon learning of this banquet, and did not straightway fly like a bird to food, to hear what was being said. For the story goes that she was present together with Methodius when he inquired of Arete about these very things. But it is a noble and blessed thing to have such a teacher and guide, Arete. However, O Gregorium, which of the two should we call better: those who feel no desire and master desire, or those who feel desire and live in virginity?
ΓΡΗΓΟΡ. Τοὺς μὴ ἐπιθυμοῦντας, δηλονότι· ἐπειδὴ καὶ τὴν διάνοιαν οὗτοι καὶ τὴν αἴσθησιν ἀμόλυντον κέκτηνται, καὶ εἰσὶν ὁλοτελῶς ἀδιάφθοροι, κατὰ μηδὲν ἐξημαρτηκότες.
GREGORIUM. Those who feel no desire, plainly; since these possess both their mind and their sense unstained, and are wholly incorrupt, having sinned in nothing.
ΕΥΒΟΥΛ. Εὖγε νὴ τὴν Σωφροσύνην, ὦ Γρηγόριον, καὶ συνετῶς. Ἀτὰρ μή τι κωλύοις, ἐὰν ἀντιλαμβάνωμαι τῶν λόγων, ἵνα ἐῤῥωμενέστερον μάθω, καὶ μηδεὶς ἐξελέγξῃ με ἔτι.
EUBULIUM. Well said, by Chastity, O Gregorium, and wisely. Yet do not hinder me if I take hold of the arguments to challenge them, so that I may learn more firmly and no one may refute me any longer.
PG 18:216Read from the pageΓΡΗΓ. Ἀλλ' ἀντιλαμβάνου ὅπῃ καὶ θέλεις· ἐγὼ γὰρ ἱνακῶς, ὦ Εὐβούλιον, διδάξαι σε ἔχω, ὅτι τοῦ ἐπιθυμοῦντος ὁ μὴ ἐπιθυμῶν κρείσσων ἐστί· καὶ οὐδεὶς οὐ μή σε ἐλέγξῃ.
GREGORIUM. Nay, take hold of them however you wish; for I am sufficiently able, O Eubulium, to teach you that he who does not desire is better than he who desires, and no one shall ever refute you.
ΕΥΒΟΥΛ. Βαβαί! Χαίρω γὰρ, ὅτι μοι μεγαλοφρόνως ἀποκρίνῃ, καὶ δεικνύεις ὅσον πεπλούτηκας ἐπὶ σοφίᾳ.
EUBULIUM. Bravo! For I rejoice that you answer me high-mindedly, and show how rich you have grown in wisdom.
ΓΡΗΓ. Κωτίλος τις, ὡς ἔοικεν, ἄνθρωπος εἶναι δοκεῖς, ὦ Εὐβούλιον.
GREGORIUM. A wheedling sort of person, as it seems, you appear to be, O Eubulium.
ΕΥΒΟΥΛ. Τίνος δὴ χάριν;
EUBULIUM. For what reason, pray?
ΓΡΗΓ. Ὅτι τωθάζομενός με ταῦτα λέγεις μᾶλλον, ἢ ἀληθεύων.
GREGORIUM. Because you say these things mocking me rather than speaking the truth.
ΕΥΒΟΥΛ. Εὐφήμησον, ὦ μακαρία· θαυμάζω γὰρ σφόδρα σου τὸ συνετὸν καὶ μεγαλόδοξον. Ἐγὼ τοῦτο ἔφην, ὅτι περὶ ὧν πολλοὶ πρὸς ἑαυτοὺς πολλάκις ἀμφισβητοῦσι σοφοὶ, ταῦτα οὐ μόνον ἐπίστασθαι σὺ λέγεις, ἀλλὰ καὶ διδάσκειν ἕτερον σεμνύνῃ.
EUBULIUM. Hush, O blessed woman; for I greatly admire your intelligence and high renown. I said this because the things about which many wise men often dispute with one another, you not only say you know, but also boast that you can teach another.
ΓΡΗΓ. Σὺ γὰρ ἐξ ἀληθείας, εἰπέ μοι, δυσχεραίνεις, εἰ διαφέρουσιν ὅλως οἱ μὴ ἐπιθυμοῦντες τῶν ἐπιθυμούντων τε καὶ ἐγκρατουμένων; Ἢ πάντως ἐμοῦ ταῦτα προσπαίζεις;
GREGORIUM. Do you in truth, tell me, find it hard to accept that those who do not desire differ at all from those who both desire and exercise self-control? Or are you altogether jesting at me in this?
ΕΥΒΟΥΛ. Καὶ πῶς ἀποπειρωμένη, ἢ ὁμολογῶ μὴ εἰδέναι; Ἀλλ' ἴθι, φράσον ἐμοὶ, ὦ σοφωτάτη, τίνι διαφέρουσιν οἱ μὴ ἐπιθυμοῦντες καὶ ἁγνεύοντες τῶν ἐπιθυμούντων τε καὶ παρθενευόντων
EUBULIUM. And how could I be testing you, or do I confess that I do not know? But come, tell me, O wisest woman, in what respect those who do not desire and live chastely differ from those who both desire and live as virgins?
ΓΡΗΓ. Ὅτι πρῶτον μὲν καθαρὰν ἔχουσιν αὐτὴν τὴν ψυχὴν, καὶ ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν αὐτῇ κατοικεῖ, μὴ περιελκομένης αὐτῆς καὶ ἐπιθολουμένης φαντασίαις καὶ λογισμοῖς ἀκρασίας, ὥστε καὶ τῆς ἐνθυμήσεως ἐπιλωβηθῆναί ποτε· ἀλλ' εἰσὶν ἀνεπίδεκτοι πάντη καὶ κατὰ τὴν σάρκα καὶ τὴν καρδίαν οὗτοι τῆς ἐπιθυμίας, γαλήνην ἄγοντες τῶν παθημάτων. Οἱ δὲ διὰ τῆς ὄψεως ἔξωθεν δελεαζόμενοι ταῖς φαντασίαις, καὶ ἐπεισρέουσαν δεχόμενοι τὴν ἐπιθυμίαν δίκην ῥεύματος εἰς τὴν καρδίαν, οὐδὲν ἧττον μολύνονται πολλάκις, καὶ νομίζουσιν ἀντιφιλονεικεῖν καὶ μάχεσθαι πρὸς τὰς ἡδονὰς, ἡττώμενοι τὸν λογισμόν.
GREGORIUM. Because first of all they have the soul itself pure, and the Holy Spirit always dwells in it, since it is not dragged about and muddied by fantasies and thoughts of incontinence so as ever to be harmed even in thought; rather, these are wholly unsusceptible to desire both in flesh and in heart, enjoying a calm from passions. But those who through sight are enticed from outside by fantasies, and receive desire flowing in like a stream into the heart, are nonetheless often defiled, and think that they strive against and fight pleasures while being worsted in their reasoning.
ΕΥΒΟΥΛ. Οὐκοῦν τοὺς γαλήνην ἄγοντας, καὶ μὴ διοχλουμένους ὑπὸ τῆς ἐπιθυμίας, λέξομεν καθαρούς;
EUBULIUM. Shall we then call those who enjoy calm and are not troubled by desire pure?
ΓΡΗΓ. Καὶ μάλα. Τούτους γὰρ τοιούτους ὁ καὶ θεοὺς διὰ τῶν μακαρισμῶν ἀπεργαζόμενος τοὺς ἀνενδοιάστως αὐτῷ πιστεύοντας Θεὸς, ὄψεσθαι μετὰ παῤῥησίας ἀποφθέγγεται τὸν Θεόν· ὅτι μηδὲν ἐπι-
GREGORIUM. Very much so. For God, Who through the beatitudes also makes gods of those who unwaveringly believe in Him, declares that such ones as these shall see God with boldness, because bringing nothing that
Notes, col. 216
On the reading
Printed ἱνακῶς, for ἱκανῶς.