ριοι δὲ πάντως καὶ οἱ τοῦ Θεοῦ οἰκτιρμοὶ θανάτου, καὶ ἀρωγοὶ τῆς ἀνθρωπότητος, καὶ τοῦ τῆς καρδίας φωτὸς θρεπτικοί. Καὶ ἐπισκέψασθε μήποτε τὰς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ Γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντίμιμος ἐξηπάτησε πλάσμασι τὸ τῶν ἀνθρώπων γένος· τὴν μὲν Συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ· ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἀπεκάλυψε συκῆς. Τὴν δὲ Ἄμπελον, τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε, διὰ τὸ οἴνῳ κοιμηθέντα, χλευασθῆναι. Τὴν δὲ Ἐλαίαν, τῇ κατὰ τὴν ἔρημον τῷ Μωϋσεῖ· ἐπειδὴ τὸ χάρισμα τὸ προφητικὸν, ἔλαιον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν, ἐκλελοίπει τῆς κληρονομίας. Τὴν δὲ Ῥάμνον, τῇ ἐπὶ σωτηρίᾳ τοῦ κόσμου τοῖς ἀποστόλοις· ἐπειδὴ γὰρ δι' αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον οὐκ ἴσχυσεν ὁ διάβολος σκευάσαι. Διὰ τοῦτο καὶ Εὐαγγέλια τέσσαρα παραδέδοται, τετράκις εὐαγγελισαμένου τοῦ Θεοῦ τὴν ἀνθρωπότητα, καὶ παιδαγωγήσαντος τέσσαρσι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται τῶν καρπῶν. Ἡ μὲν γὰρ συκῆ, διὰ τὴν γλυκασίαν καὶ τὸν ὡραϊσμὸν, τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως ἐν παραδείσῳ τοῦ ἀνθρώπου παρίστησι γεγενημένην. Ἔστι γὰρ ὅτε δὴ καὶ σφόδρα πολλαχῶς τῆς συκῆς τὸν καρπὸν τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τοῦ κρείττονος λαμβάνει, καθὼς ἀποδείξομεν ὕστερον. Ἡ δὲ ἄμπελος διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου, καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος, τὴν εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. Ἡ δὲ ἐλαία, διὰ τὸν καρπὸν τοῦ ἐλαίου, τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος μετὰ τὸν κατακλυσμὸν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισι, καὶ ὥσπερ ἀποσβεννυμένην ἤδη τὴν αὐγὴν τῆς ἀρετῆς ἐλαίῳ λιπᾶναι.
altogether saving from death are the compassions of God also, and helpers of mankind, and nourishers of the light of the heart. And consider whether perhaps the Scripture signifies in order the legislations from the first-formed man up to Christ, which the devil as a counterfeit imitator used to deceive the race of men with figments: likening the Fig-tree indeed to the commandment given to man in paradise, since when he was deceived he uncovered his nakedness with leaves of a fig-tree; the Vine, to that given to Noah at the flood, because through being put to sleep by wine he was mocked; the Olive-tree, to that given to Moses in the wilderness, since the prophetic gift, the holy oil, when they acted lawlessly, had failed from the inheritance; and the Bramble, to that given to the apostles for the salvation of the world, since through them we were taught chastity, of which alone the devil had not the strength to fashion a deceitful idol. On account of this also four Gospels have been handed down, God having four times proclaimed good tidings to mankind, and having instructed it by four laws, the times of which are clearly shown from the difference of the fruits. For the fig-tree indeed, through its sweetness and beauty, represents the delight of man that existed in paradise before the transgression. For there is a time indeed when in very many ways the Holy Spirit takes the fruit of the fig-tree in a better sense, as we shall show later. And the vine, through the cheerfulness that comes from wine, and the gladness of those preserved from the wrath and the flood, hints at their change from fear and anxiety into joy. And the olive-tree, through the fruit of the oil, declares the tender mercy of God, Who again bore patiently after the flood, when men had turned aside into godlessness, to give a law and to manifest Himself to some, and to anoint with oil the radiance of virtue as though it were already being quenched.
Ἡ δὲ Ῥάμνος καὶ Ἄγνος ἐστὶν, ὑφ' ὧν μὲν ῥάμνος καλούμενος, ὑφ' ὧν δὲ ἄγνος· καὶ τάχα διὰ τὸ συγγενὲς φυτὸν τοῦτο τῇ παρθενίᾳ πεφυκέναι, ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη· ῥάμνος μὲν, παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς· ἄγνος δὲ, παρὰ τὸ διαπαντὸς ἁγνεύειν. Ὅθεν καὶ τὸν Ἠλίαν ἐκ προσώπου τῆς Ἰεσάβελ γυναικὸς φεύγοντα λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθέντα ἐνισχῦσαι καὶ λαβεῖν τροφὴν, ὅτι τῶν φευγόντων οἶστρον, καὶ τὴν γυναῖκα, τὴν ἡδονὴν, τὸ καταγώγιον καὶ ἡ σκέπη, τὸ τῆς ἁγνείας ἐβλάστησε ξύλον , ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χριστοῦ βασιλεῦ-
Now the Bramble is also the Chaste-tree, being called by some bramble, and by others chaste-tree; and perhaps because this plant is by nature akin to virginity, in this way it was addressed as bramble and chaste-tree: bramble indeed, from its being firm and steadfast against pleasures; and chaste-tree, from its being always chaste. Whence also the account says that Elijah, fleeing from the face of the woman Jezebel, came first under a bramble, and having been heard grew strong and received food, because as the lodging and shelter of those who flee the sting, and the woman, namely pleasure, the tree of chastity sprouted forth, from the coming of the chief-virgin Christ having reigned