Migne Reading Room

PG 18 · cols. 181–192 · Read from the page

The Banquet of the Ten Virgins

The Banquet of the Ten Virgins

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:181Read from the page
δέπω τὸ τέλειον ἥκεν ( ἡ βασιλεία τῶν οὐρανῶν καὶ ἡ ἀνάστασις,) εἰς ἡμᾶς, ὅτε καταργήσεται τὸ ἐκ μέρους. Τότε γὰρ αἱ σκηναὶ πήγνυνται πάντων ἡμῶν, ὁπότε, τῶν ὀστῶν συγκολλωμένων καὶ συμπηγνυμένων ταῖς σαρξὶν, ἀνίσταται σῶμα. Τότε τὴν ἡμέραν τῆς χαρᾶς ἑορτάζομεν Κυρίῳ εἰλικρινῶς, ὁπότε τὰς σκηνὰς αἰωνίους ἀποληψόμεθα, οὐκέτι θνηξομένας ἢ λυθησομένας εἰς γῆν χώματος. Ἦν γὰρ ἡμῶν καὶ πρόσθεν ἄπτωτος ἡ σκηνή· ἀλλὰ διὰ τὴν παράβασιν ἐσαλεύθη καὶ ἐκλίθη, τοῦ Θεοῦ τὸ ἁμάρτημα λύσαντος θανάτῳ, ἵνα μὴ, ἀθανάτως ἁμαρτωλὸς ὁ ἄνθρωπος ὢν, ζώσης ἐν αὐτῷ τῆς ἁμαρτίας, αἰωνίως κατάκριτος γενηθῇ. Καὶ διὰ τοῦτο καὶ τέθνηκεν οὐ γενόμενος θνητὸς ἢ φθαρτὸς, καὶ διεκρίθη τῆς σαρκὸς ἡ ψυχὴ, ἵνα νεκρωθῇ διὰ τοῦ θανάτου τὸ παράπτωμα, μηκέτι δυνάμενον ζῆν ἐν τῷ τεθνηκότι. Ὅθεν, ἀποθανόντος τοῦ παραπτώματος καὶ διεφθαρμένου, πάλιν ἀθάνατος ἀνίσταμαι, καὶ ὑμνῶ τὸν Θεὸν, τὸν διὰ θανάτου τὰ τέκνα ἐκ θανάτου σώζοντα· καὶ ἑορτάζω νομίμως αὐτῷ, κοσμήσασα τὴν σκηνήν μου, τὴν σάρκα, τοῖς καλοῖς, ὥσπερ κἀκεῖ ταῖς πενταφώτοις αἱ παρθένοι λαμπάσιν.
yet has that which is perfect come (the kingdom of the heavens and the resurrection) unto us, when that which is in part shall be done away. For then the tabernacles of us all are pitched, when, the bones being joined together and compacted with the flesh, a body rises again. Then we celebrate the day of joy to the Lord sincerely, when we shall receive back the eternal tabernacles, no longer to die or to be dissolved into earth of dust. For aforetime also our tabernacle was without falling; but because of the transgression it was shaken and bowed down, God having loosed the sin by death, lest, man being immortally a sinner, with sin living in him, he should become eternally condemned. And because of this he also died, though not made mortal or corruptible, and the soul was separated from the flesh, that through death the trespass might be put to death, being no longer able to live in one who is dead. Wherefore, the trespass having died and been destroyed, I rise again immortal, and hymn God, Who through death saves His children from death; and I lawfully keep the feast to Him, having adorned my tabernacle, the flesh, with good works, just as there also the virgins with the five-lighted lamps.
Εξεταζομένη τῇ πρώτῃ τῆς ἀναστάσεως ἡμέρᾳ, ει φέρω τὰ προστεταγμένα· εἰ κεκόσμημαι τοῖς τῆς ἀρετῆς καρποῖς· εἰ τοῖς κλάδοις τῆς ἁγνείας κατασκιάζομαι. Νόει γάρ μοι τὴν ἀνάστασιν εἶναι τὴν σκηνοπηγίαν. Νόει μοι καὶ τὰ εἰς τὴν σύνθεσιν παραλαμβανόμενα τῆς σκηνῆς τὰς πράξεις εἶναι τῆς δικαιοσύνης. Λαμβάνω οὖν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὰ ὑποτεταγμένα· οἱονεὶ τῇ ἡμέρᾳ ᾗ κρίνομαι, εἰ τὴν σκηνὴν ἐκόσμησά μου τοῖς προστεταγμένοις· εἰ εὑρίσκονται ταῦτα ἐν αὐτῇ, ἅπερ ἐνταῦθα μὲν ἐν τῷ κόσμῳ κτήσασθαι προστασσόμεθα· ἐκεῖ δὲ προσφέρειν τῷ Θεῷ. Ἴτε γὰρ, καὶ τὰ ἑξῆς ἐπισκεψώμεθα.
Being examined on the first day of the resurrection, whether I bring the things commanded; whether I have been adorned with the fruits of virtue; whether I am overshadowed with the branches of chastity. For understand me that the resurrection is the pitching of the tabernacle. Understand me also that the things taken for the putting together of the tabernacle are the deeds of righteousness. I take therefore on the first day the things subjoined; as though on the day on which I am judged, whether I adorned my tabernacle with the things commanded; whether these things are found in it, which here indeed in the world we are commanded to acquire, and there to offer to God. Come then, and let us examine what follows.
Καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ, φησὶν, ἡμέρᾳ, καρπὸν ξύλου ὡραῖον, καὶ κλάδους ξύλου δασεῖς καὶ ἰτέας, καὶ ἄγνου κλάδους ἐκ χειμάῤῥου, εὐφρανθῆναι ἐναντίον Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καρπὸν ὡραιότατον ξύλου οἱ τὴν καρδίαν ἀπερίτμητοι Ἰουδαῖοι διὰ τὸ μέγεθος τὸ κίτριον ἡγοῦνται τυγχάνειν· οὐδὲ ἐγκαλύπτονται κιτρίῳ τὸν Θεὸν λέγοντες τιμᾶσθαι, ᾧ τὰ τετράποδα πάντα τῆς γῆς οὐκ εἰσὶν
And you shall take for yourselves on the first day, He says, the fair fruit of a tree, and thick branches of a tree and willows, and branches of the chaste-tree from a brook, to rejoice before the Lord your God. The fairest fruit of a tree the Jews, uncircumcised in heart, because of its size suppose to be the citron; nor do they veil their faces in shame when they say that God is honoured with a citron, to Whom all the four-footed beasts of the earth are not
Notes, col. 181

On the reading

Printed Εξεταζομένη, for Ἐξεταζομένη.

Printed ει φέρω, for εἰ φέρω.

PG 18:184Read from the page
εἰς ὁλοκαύτωσιν ἱκανὰ, καὶ ὁ λίβανος εἰς καῦσιν. Καὶ ὅλως εἰ τὸ κίτριον, ὦ ἀτεράμονες! ὡραῖον, διατί μή καὶ ἡ σταφυλὴ μᾶλλον ὡραία; διατί μὴ καὶ ἡ ῥοιά; διατί μὴ καὶ τὸ μῆλον καὶ τὰ ἄλλα ἀκρόδρυα, τὰ μᾶλλον διαφέροντα τοῦ κιτρίου; Ἀμέλει ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων, πάντων ὁ Σολομῶν τούτων ὡραίων μνημονεύσας, τὸ κίτριον ἀπεσιώπησε μόνον. Ἀλλὰ τούτων ἀπεβουκολήθησαν οἱ ἄφρονες, μὴ νοήσαντες τὸ ξύλον τῆς ζωῆς, ὃ πρόσθεν μὲν ὁ παράδεισος ἔφερε, νῦν δὲ πᾶσιν ἀνεβλάστησεν ἡ Ἐκκλησία, τὸν ὡραῖον καὶ εὐπρεπῆ τῆς πίστεως ποιοῦν καρπόν.
sufficient for a whole burnt-offering, and Lebanon for burning. And altogether, if the citron, O stubborn ones! is fair, why is not the grape cluster also rather fair? Why not also the pomegranate? Why not also the apple and the other tree-fruits, which far excel the citron? Assuredly in the Song of Songs, Solomon, having made mention of all these fair things, passed over the citron alone in silence. But from these things the foolish men went astray, not having understood the tree of life, which aforetime indeed paradise bore, and now the Church has caused to spring up for all, producing the fair and comely fruit of faith.
Τοιοῦτον ἐληλυθότας καρπὸν τῇ πρώτῃ τῆς ἑορτῆς ἡμέρᾳ εἰς τὸ δικαστήριον ἡμᾶς κομίζειν δεῖ Χριστοῦ. ἐὰν μὴ τοιοῦτον σχῶμεν καὶ ἡμεῖς καρπὸν, οὐ δυνησόμεθα συνεορτάσαι Θεῷ· οὐ τευξόμεθα, κατὰ τὸν Ἰωάννην, τῆς πρώτης ἀναστάσεως. Τὸ γὰρ ξύλον ζωῆς ἐστιν ἡ πρωτότοκος πάντων σοφία· Ξύλον ζωῆς ἐστι τοῖς ἀντεχομένοις αὐτῆς, φησὶν ὁ προφήτης, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν, ὡς ἐπὶ Κύριον, ἀσφαλής. Ξύλον παρὰ τὰς διεξόδους πεφυτευμένον τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, διδασκαλία καὶ σύνεσίς ἐστιν, ἐν καιρῷ προσήκοντι τοῖς τῆς ἐπὶ τὰ ὕδατα ἀπολυτρώσεως ἀφικνουμένοις διδομένη.
Such fruit must we bring when we have come on the first day of the feast to the judgement-seat of Christ. Unless we also have such fruit, we shall not be able to keep the feast together with God; we shall not obtain, according to John, the first resurrection. For the tree of life is wisdom, the firstborn of all things: She is a tree of life to all who lay hold of her, says the prophet, and to those who lean upon her, as upon the Lord, she is secure. The tree planted by the channels of the waters, which shall give its fruit in its season, is instruction and understanding, given in due season to those who come to the waters of redemption.
Ὁ μὴ πιστεύσας Χριστῷ, μηδὲ τὴν ἀρχὴν αὐτὴν εἶναι καὶ τὸ ξύλον τῆς ζωῆς ᾐσθημένος, οὐκ ἔχων δεῖξαι τῷ Θεῷ τῷ ὡραιοτέρῳ τῶν ὡραίων καρπῶν τὴν σκηνὴν αὐτοῦ κεκοσμημένην, πῶς ἑορτάσει; πῶς εὐφρανθήσεται; Θέλεις γνῶναι τὸν ὡραῖον καρπὸν τοῦ ξύλου; ἐπίσκεψον τοὺς λόγους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, πῶς εἰσιν ὡραῖοι παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ὡραῖος καρπὸς ἐβλάστησε διὰ Μωϋσέως, ὁ νόμος· ἀλλ' οὐχ οὕτως ἦν ὡραῖος ὡς τὸ
He who has not believed in Christ, nor perceived at all that He is the beginning and the tree of life, not having his tabernacle to show to God adorned with the fairest of fair fruits, how shall he keep the feast? How shall he rejoice? Do you wish to know the fair fruit of the tree? Examine the words of our Lord Jesus Christ, how fair they are beyond the sons of men. A fair fruit sprouted forth through Moses, the law; but it was not so fair as the
Notes, col. 184

On the reading

Printed μή καὶ, for μὴ καὶ.

PG 18:185Read from the page
Εὐαγγέλιον. Ἐκεῖνος μὲν γὰρ τύπος τις ἦν καὶ σκιὰ τῶν μελλόντων πραγμάτων· τοῦτο δὲ ἀλήθεια καὶ ζωῆς χάρις. Ὡραῖος ἦν τῶν προφητῶν ὁ καρπός· ἀλλ' οὐχ οὕτως ὡραῖος, ὡς ὁ ἐξ αὐτοῦ γεωργούμενος, τῆς ἀφθαρσίας.
Gospel. For that was a certain type and shadow of the things to come; whereas this is truth and the grace of life. Fair was the fruit of the prophets; but not so fair as that which is cultivated from it, that of incorruption.
Καὶ λήψεσθε ἑαυτοῖς τῇ πρώτῃ ἡμέρᾳ καρπὸν ξύλου ὡραῖον, καὶ κάλλυντρα φοινίκων· λέγων τὴν ἄσκησιν τῶν θείων μαθημάτων, οἷς ἐκκαθαίρεται καὶ κοσμεῖται ψυχὴ νικῶσα τὰ πάθη, ἀποσαρουμένων ἐξ αὐτῆς καὶ ἐκβαλλομένων τῶν ἁμαρτημάτων. Δεῖ γὰρ καθαροὺς καὶ κεκοσμημένους ἥκειν εἰς τὴν ἑορτὴν, ὥσπερ κοσμήτρῳ ταῖς ἀσκήσεσι καὶ μελέταις τῆς ἀρετῆς πεφιλοπονουμένους· ὅτι μελέταις ἐπιπόνοις καὶ ἀσκήσεσι καθαιρόμενος ὁ νοῦς τῶν ἐπικαλυπτόντων αὐτὸν ἀλλοίων διανοημάτων, ὀξυδερκεῖ πρὸς τὴν ἀλήθειαν. Καθάπερ καὶ ἡ χήρα τὸν κοδράντην ἐν τοῖς Εὐαγγελίοις ἀνεύρατο, μετὰ τὸ σαρῶσαι τὸν οἶκον καὶ ῥίψαι τὰ κόπρια, τὰ ἐπισκοτοῦντα καὶ καλύπτοντα πάθη τὴν ψυχὴν, τὰ ἀπὸ τῆς θρύψεως ἡμῶν καὶ τῆς ἀμελείας πληθύνοντα.
And you shall take for yourselves on the first day the fair fruit of a tree, and fronds of palm-trees; meaning the practice of the divine teachings, whereby a soul conquering the passions is cleansed and adorned, the sins being swept away from it and cast out. For one must come pure and adorned to the feast, laboured over with the practices and meditations of virtue as with a broom; because when by laborious meditations and practices the mind is cleansed of the alien thoughts that cover it over, it sees keenly towards the truth. Just as the widow also in the Gospels found the farthing, after sweeping the house and casting out the dung, the passions that darken and cover the soul, which multiply from our luxury and negligence.
Καὶ τοίνυν ὁ σπουδάζων εἰς τὴν ἑορτὴν τῶν Σκηνῶν ἐκείνων φθάσαι, καὶ τοῖς ἁγίοις συγκαταλεχθῆναι, πρῶτον τὸν ὡραῖον τὴν πίστιν κτησάσθω καρπόν· εἶτα τὰ κάλλυντρα, τὴν ἄσκησιν καὶ μελέτην τῶν Γραφῶν· εἶτα τοὺς ἐριθηλέας ἐφεξῆς κλάδους τῆς ἀγάπης καὶ δασεῖς, οὓς καὶ μετὰ τὰ κάλλυντρα παρεγγυᾷ λαμβάνεσθαι, κλάδους δασεῖς εὐθυβολώτατα, τὴν ἀγάπην φράσας· τὸ γὰρ δασὺ κατάκαρπον ὅλον ἐστὶ καὶ πυκνὸν, μηδὲν ψιλὸν ἢ διάκενον ἔχον, ἀλλὰ πάντα πεπληρωμένον, καὶ τοὺς ὄρπηκας καὶ τὰ στελέχη. Τοιοῦτον γάρ ἐστιν ἡ ἀγάπη, μηδαμόθεν ὑπόκενος ἢ ἄκαρπος οὖσα. Ἢ γὰρ, ἐὰν πωλήσω τὰ ὑπάρχοντά μου, καὶ δώσω πτωχοῖς· καὶ ἐὰν τὸ σῶμά μου πυρὶ παραδώσω, καὶ ἐὰν τοσαύτην πίστιν, ὥστε ὄρη μεθιστᾷν, κτήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Ἀγάπη ἄρα τὸ κατάκαρπόν ἐστι καὶ δασύτατον ξύλον πάντων, ἡ γέμουσα καὶ πεπληρωμένη τῶν χαρίτων.
And therefore let him who is eager to attain to the feast of those Tabernacles, and to be enrolled together with the saints, first acquire faith, the fair fruit; next the palm-fronds, the practice and meditation of the Scriptures; next in order the luxuriant and thick branches of love, which also after the palm-fronds He charges to be taken, having most aptly called love thick branches; for that which is thick is wholly laden with fruit and dense, having nothing bare or empty between, but filled in all parts, both the shoots and the stems. For such a thing is love, being from no side hollow or unfruitful. For even if I sell my goods, and give to the poor; and if I deliver up my body to fire, and if I acquire so great faith as to remove mountains, but have not love, I am nothing. Love, then, is the most fruit-laden and thickest tree of all, she that is teeming and filled with the graces.
Εἶτα τί παραλαμβάνεσθαι βούλεται καὶ ἕτερον; τοὺς κλάδους ἰτεΐνους, φησὶ, τὴν δικαιοσύνην κλάδους ἰτεΐνους κικλήσκων, ἀνθ' ὧν οἱ δίκαιοι, κατὰ τὸν προφήτην, ὡς ἀναμέσον ὕδατος ἀνατέλλουσι χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραῤῥέον ὕδωρ, θάλλοντες τῷ λόγῳ. Καὶ ἐπὶ πᾶσι, τοὺς ἁγνίνους ἐπικοσμοῦντας τὴν σκηνὴν παρακελεύεται προσφέρεσθαι κλάδους,
Next what else does He wish to be taken besides? The willow branches, He says, calling righteousness willow branches, wherefore the righteous, according to the prophet, spring up as grass amid water, and as a willow by flowing water, flourishing in the word. And over all, He bids the chaste-tree branches that adorn the tabernacle to be brought,
PG 18:188Read from the page
διὰ τὸ φερώνυμον εἶναι τὸ δένδρον τῆς ἁγνείας, ᾧ κατακοσμεῖται τὰ προειρημένα. Ἐῤῥέτωσαν οἱ ἀκολασταίνοντες νῦν, καὶ διὰ τὰς ἑαυτῶν ἡδυπαθείας ἁγνείαν ἀποδιωθούμενοι. Πῶς γὰρ εἰς τὴν ἑορτὴν συνεισελεύσονται Χριστῷ, μὴ κοσμήσαντες ἑαυτῶν τὴν σκηνὴν κλάδοις ἁγνείας, τῷ θεοποιῷ μακαρίῳ φυτῷ; ᾧ τοὺς εἰς τὴν ἄγυριν σπεύδοντας ἐκείνην καὶ τὸν γάμον ἀναδεῖσθαι δεῖ καὶ κατασκιάζεσθαι τὰς ὀσφύας. Ἴτε γὰρ, καλλιπάρθενοι, τὴν Γραφὴν αὐτὴν ἐπισκέψασθε καὶ τὰς ἐντολὰς, πῶς, ὡς ἐπὶ συμπληρώματος τῶν προειρημένων κατορθωμάτων παρέλαβεν ὁ λόγος τὴν ἁγνείαν, διδάσκων ὅσον διαπρεπὴς καὶ τριπόθητος ἔσται τῇ ἀναστάσει, καὶ ὅτι χωρὶς αὐτῆς οὐδεὶς τεύξεται τῶν ἐπαγγελμάτων· ἣν ἐξαιρέτως γεωργοῦμεν ἡμεῖς αἱ παρθενεύουσαι, καὶ προσφέρομεν Κυρίῳ. Χρῶνται δὲ καὶ οἱ πρὸς τὰς ἑαυτῶν ἁγνεύοντες γαμετὰς, καὶ ὥσπερ ἀμφὶ τὸ στέλεχος κλῶνας αὐτῆς φέρουσι βλαστήσαντας σωφροσύνην, τῶν ἄνω μὴ ἐφικνούμενοι καὶ μεγάλων αὐτῆς ἐπιψαῦσαι κλάδων, καθάπερ ἡμεῖς· ὅμως, εἰ καὶ μικροὺς, οὐδὲν ἧσσον προσφέρουσι δὴ καὶ αὐτοὶ κλῶνας ἁγνείας. Οἱ δὲ οἰστρηλατούμενοι, κἂν μὴ πορνεύσωσιν, ἀλλὰ καὶ εἰς μόνην καὶ ἔννομον ἀδιαστόλως ἐπιμίγνυσθαι θελγόντων γαμετὴν, πῶς ἑορτάσουσιν; πῶς εὐφρανθήσονται; μὴ κοσμήσαντες τὴν σκηνὴν ἑαυτῶν τὴν σάρκα τοῖς κλάδοις τῆς ἄγνου, μηδὲ εἰσακούσαντες τοῦ εἰρημένου, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας, ὡς οἱ μὴ ἔχοντες ὦσι;
because the tree bears the name of chastity, wherewith the aforesaid things are adorned. Away with those who now live licentiously, and because of their own sensual pleasures thrust chastity away! For how shall they enter in together with Christ to the feast, not having adorned their own tabernacle with branches of chastity, the deifying blessed plant, wherewith those who hasten to that assembly and the wedding must bind themselves and overshadow their loins? For come, fair virgins, examine the Scripture itself and the commandments, how, as for a completion of the aforesaid right deeds, the word took up chastity, teaching how distinguished and thrice-desired it will be at the resurrection, and that without it no one will obtain the promises; which we who live as virgins especially cultivate, and offer to the Lord. And those also share in it who live chastely with their own wives, and as it were around the trunk bear shoots of it that have sprouted temperance, not reaching to touch its high and great branches, even as we do; nevertheless, though small ones, they too none the less offer shoots of chastity. But those who are goaded by passion, even if they do not commit fornication, yet when pleasures entice mingle without restraint even with a sole and lawful wife, how shall they keep the feast? How shall they rejoice, not having adorned their own tabernacle, the flesh, with the branches of the chaste-tree, nor having hearkened to that which was spoken, That those also who have wives may be as though they had none?
Διὰ τοῦτο πάντων μάλιστα τοὺς τῶν ἀγώνων ἐφιεμένους, καὶ μεγάλῃ φρονήσει χρωμένους, τὴν ἁγνείαν ἀμελητί φημι δεῖν καὶ τιμᾷν, ὡς ὠφελιμωτάτην καὶ ἐπίδοξον. Ἐν γὰρ τῇ καινῇ καὶ ἀλύτῳ κτίσει, ὃς ἂν ἁγνείας μὴ εὑρεθῇ κλάδοις κεκοσμημένος, οὐ τεύξεται τῆς ἀναπαύσεως, μὴ πληρώσας τὴν ἐντολὴν τοῦ Θεοῦ κατὰ τὸν νόμον· οὐδὲ εἰς τὴν γῆν ἐπιδημήσει τῆς ἐπαγγελίας, μὴ ἑορτάσας πρῶτον τὰς σκηνάς. Οἱ γὰρ ἑορτάσαντες μόνοι τὴν Σκηνοπηγίαν εἰς τὴν ἁγίαν καταίρουσι γῆν, ἀπαιρούμενοι ἀπὸ τῶν καλουμένων Σκηνῶν, ἔστ' ἂν εἰς τὸν νεὼν φθάσωσιν ἐλθεῖν
Wherefore above all things I say that those who desire the contests, and exercise great prudence, must without neglect also honour chastity, as most profitable and glorious. For in the new and indissoluble creation, whosoever is not found adorned with branches of chastity shall not obtain the rest, not having fulfilled the commandment of God according to the law; nor shall he sojourn in the land of promise, not having first kept the feast of tabernacles. For only those who have kept the feast of the Pitching of the Tabernacles arrive at the holy land, departing from the so-called Tabernacles, until they manage to come into the temple
PG 18:189Read from the page
καὶ τὴν πόλιν τοῦ Θεοῦ, εἰς τὴν μείζονα καὶ ἐνδοξοτέραν προκόψαντες χαρὰν, καθὼς καὶ οἱ τύποι συνιστᾶσιν, οἱ γεγονότες ἐπὶ Ἰουδαίων. Ὥσπερ γὰρ, ἐξελθόντες τῶν ὅρων ἐκείνων τῆς Αἰγύπτου, ὥδευσαν πρῶτον, καὶ ἦλθον εἰς τὰς Σκηνὰς, κἀκεῖθεν ἀπάραντες πάλιν, ἦλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας· οὕτω δὴ καὶ ἡμεῖς. Ὁδεύσασα γὰρ ἐντεῦθεν καὶ ἐξελθοῦσα κἀγὼ τῆς Αἰγύπτου τούτου τοῦ βίου, ἔρχομαι πρῶτον εἰς τὴν ἀνάστασιν, τὴν ἀληθινὴν Σκηνοπηγίαν· κἀκεῖ τοῖς καρποῖς τῆς ἀρετῆς πήξασα τὴν σκηνήν μου κεκοσμημένην, τῇ πρώτῃ τῆς ἑορτῆς ἀναστάσεως ἡμέρᾳ, τῇ κρίσει, συνεορτάζω τῷ Χριστῷ τὴν χιλιονταετηρίδα τῆς ἀναπαύσεως, τὰς ἑπτὰ καλουμένας ἡμέρας, τὰ σάββατα τὰ ἀληθινά. Εἶτα αὖθις ἑπομένη τῷ διεληλυθότι τοὺς οὐρανοὺς Ἰησοῦ, ἔρχομαι πάλιν, καθάπερ κἀκεῖνοι, μετὰ τὴν ἀνάπαυσιν τῆς Σκηνοπηγίας, εἰς τὴν γῆν τῆς ἐπαγγελίας, τοὺς οὐρανοὺς, ἐν σκηναῖς μὴ ἀπομείνασα, τουτέστι τοῦ σκηνώματός μου μὴ ἀπομείναντος τοιούτου· ἀλλὰ μετὰ τὴν χιλιονταετηρίδα μεταβληθέντος ἀπὸ τοῦ σχήματος τοῦ ἀνθρωπίνου καὶ τῆς φθορᾶς, εἰς ἀγγελικὸν μέγεθος καὶ κάλλος· ἔνθα λοιπὸν ἀπὸ τοῦ θαυμαστοῦ τῆς σκηνῆς αἱ παρθένοι τόπου, μετὰ τὸ συμπερασθῆναι τὴν ἑορτὴν τῆς ἀναστάσεως, εἰς τὰ μείζω καὶ κρείττω διερχόμεθα, εἰς τὸν οἶκον αὐτὸν ἀναβαίνουσαι τὸν ὑπὲρ τοὺς οὐρανοὺς τοῦ Θεοῦ, ἐν φωνῇ ἀγαλλιάσεως καὶ ἐξομολογήσεως, ἤχους ἑορτάζοντος, καθὼς φησιν ὁ ψαλμῳδός. Τούτῳ κἀγὼ, ὦ Ἀρετὴ, κατὰ τὴν ἐμαυτῆς, δέσποινα, δύναμιν, δωροῦμαί σε τῷ πέπλῳ.
and the city of God, having advanced to the greater and more glorious joy, just as the types also establish which came to pass in the case of the Jews. For just as, having come out of those borders of Egypt, they journeyed first and came to the Tabernacles, and having departed thence again, came into the land of promise; so indeed we also. For having journeyed hence and come out, I too, from the Egypt of this life, come first to the resurrection, the true Pitching of the Tabernacles; and there having pitched my tabernacle adorned with the fruits of virtue, on the first day of the feast of the resurrection, the judgement, I celebrate together with Christ the millennium of rest, the so-called seven days, the true sabbaths. Then again following Jesus Who has passed through the heavens, I come again, just as they also did, after the rest of the Pitching of the Tabernacles, into the land of promise, the heavens, not having remained in tabernacles, that is, my tabernacle not having remained such; but after the millennium having been changed from the human form and corruption into angelic stature and beauty; where henceforth from the wondrous place of the tabernacle we virgins, after the feast of the resurrection has been brought to a close, pass through to the greater and better things, ascending into the very house of God above the heavens, in the voice of exultation and thanksgiving, of the sound of one keeping festival, even as the psalmist says. With this robe I too, O Arete, my lady, according to my own power, present you.
Notes, col. 189

On the reading

Printed καθὼς φησιν, for καθώς φησιν.

PG 18:192Read from the page
ΕΥΒΟΥΛ. Λίαν ἀγωνιῶ, ὦ Γρηγόριον, κατ' ἐμαυτὴν ἐννοουμένη, ὁποίῳ θορύβῳ νῦν ἄρα ἡ Δομνίνα ἦν, ταρασσομένης αὐτῇ τῆς καρδίας, καὶ φοβουμένης μὴ ἀπορήσῃ λόγων, καὶ ἐνδεέστερόν τι τῶν ἄλλων παρθένων ἀποφθέγξηται, τοσούτων ἤδη ῥηθέντων εἰς τὸ προκείμενον καὶ ποικίλων. Εἰ οὖν εὔδηλος ἐγένετο κεκινημένη, φέρε καὶ τοῦτο περαίωσον. Θαυμάζω γὰρ εἴ τι ἔσχεν εἰπεῖν, τελευταία κεκληρωμένη.
EUBULION. I am exceedingly anxious, O Gregorion, pondering within myself in what tumult Domnina must now have been, her heart being troubled within her, and fearing lest she should be at a loss for words, and utter something inferior to the other virgins, so many and varied things having already been spoken on the subject proposed. If therefore she became manifestly moved, come, finish this also. For I wonder whether she had anything to say, having been allotted the last place.
ΓΡΗΓΟΡ. Τεταράχθαι μὲν αὐτὴν, ὦ Εὐβούλιον, καὶ σφόδρα, ἔφη μοι ἡ Θεοπάτρα· οὐ μὴν ἠπορηκέναι λόγων. Μετὰ τὸ παύσασθαι τὴν Τυσιανὴν, ἡ Ἀρετὴ τὸν ὀφθαλμὸν εἰς αὐτὴν ἐπιβαλοῦσα, Δεῦρο δὴ καὶ θύγατερ, ἔφη, τὸν λόγον ἀπόδος, ἵνα πληρώσωμεν ἐντελῆ τὴν εὐωχίαν. Τὴν οὖν Δομνίναν, ἐρυθριάσασαν ἐπιπολὺ, μόλις ἀνανεῦσαι, καὶ εἰς εὐχὴν ἐξαναστᾶσαν τραπῆναι, καὶ καλεῖν τὴν Σοφίαν παραστῆναί οἱ βοηθόν. Εὐξαμένῃ δὲ αὐτῇ, θάρσος φησὶν εὐθέως ἐγγίνεσθαι, καί τις αὐτὴν θεία ἀνακωχὴ κατέλαβε, καὶ ἔφη.
GREGORION. That she was troubled indeed, O Eubulion, and exceedingly so, Theopatra told me; yet she was not at a loss for words. After Thysiane had ceased, Arete, casting her eye upon her, said, Come now, daughter, you also render your discourse, that we may fulfil the banquet complete. Domnina therefore, having blushed for a long while, scarcely raised her head, and rising up turned to prayer, and called upon Wisdom to stand by her as helper. And when she had prayed, she says, courage straightway arose in her, and a certain divine stay took hold of her, and she said.
ΛΟΓΟΣ Ι.
DISCOURSE X.
ΔΟΜΝΙΝΑ.
DOMNINA.
Ὦ Ἀρετὴ, κἀγὼ, παραλείψασα τὰς μακρολογίας τῶν προεξηγημάτων, εἰς αὐτὰ τὰ προκείμενα κατὰ δύναμιν εἰπεῖν πειράσομαι· ἵνα δὴ μὴ, τῷ μηκύνεσθαι τὰ πάρεργα, πλείονα χρόνον ὧν ἕνεκα λέγονται παράσχω. Ἡγοῦμαι γὰρ μέγιστον μέρος φρονήσεως εἶναι τὸ μὴ μακροὺς ἐκ περιόδων πρὸ τῶν ἐρωτηθέντων ποιεῖσθαι τοὺς λόγους, κηλοῦντας τὰ ὦτα· ἀλλ' αὐτόθεν εὐθέως περὶ ὅτου τὸ ἐπερώτημά ἐστιν ἄρχεσθαι. Διὸ ἐνθένδε κἀγώ· καιρὸς γάρ.
O Arete, I too, having passed over the long speeches of preliminary explanations, shall endeavour according to my power to speak to the very matters proposed; so that, by the prolonging of side issues, I may not give more time to them than to the things for the sake of which they are spoken. For I account it the greatest part of prudence not to make long speeches out of rounded periods before the things asked, charming the ears; but straightway from the outset to begin concerning whatever the question is about. Wherefore from this point I also begin; for it is time.
Οὐδὲν οὕτως ὀνῆσαι δυνήσεται πρὸς τὸ καλὸν τὸν ἄνθρωπον, ὦ καλλιπάρθενοι, ὡς ἁγνεία. Τὸ γὰρ κάλλιστα καὶ ἄριστα διακυβερνηθῆναι τὴν ψυχὴν, καὶ κηλίδων καὶ μιασμάτων καθαρὰν ἀπολυθῆναι τοῦ κόσμου, μόνη ποιεῖ τοῦτο καὶ ἐργάζεται ἁγνεία. Ἀφ' οὗ γὰρ ὁ Χριστὸς ἐδίδασκεν αὐτὴν ἀσκεῖν ἡμᾶς, καὶ ἐμήνυσεν ἡμῖν τὸ ἀνυπέρβλητον κάλλος αὐτῆς, ἡ βασιλεία τοῦ πονηροῦ καθηρέθη, πρότερον ἀεὶ πάντας αἰχμαλωτίζοντος καὶ δουλουμένου· ὡς μὴ
Nothing will be able so to profit a man towards the good, O fair virgins, as chastity. For that the soul should be governed most fairly and best, and be released from the world pure of stains and defilements, chastity alone does and works this. For since Christ taught us to practise it, and disclosed to us its unsurpassable beauty, the kingdom of the evil one has been pulled down, who previously ever led all captive and enslaved them; so that not