σαι νῦν καὶ πλέκουσαι τῇ βασιλίσσῃ τὸν ἁλουργῆ στέφανον καὶ ἔκλαμπρον τῆς παρθενίας ἀθίκτοις δακτύλοις. Ἀρετῆς γὰρ κοσμεῖται καρποῖς ἡ νύμφη τοῦ Λόγου. Αἱ δὲ χίλιαι καὶ διακόσιαι ἡμέραι καὶ ἑξήκοντα, ἃς ἐνθάδε ἐσμὲν εἰς ἐπιδημίαν, ἡ περὶ τοῦ Πατρός ἐστιν, ὦ παρθένοι, καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος κατ' εὐθεῖαν ἀκριβὴς καὶ ἀρίστη σύνεσις, ᾗ γέγηθεν ἡμῶν ἡ μήτηρ αὐξανομένη, καὶ ἀγάλλεται τουτονὶ τὸν χρόνον, μέχριπερ ἂν τῆς ἀποκαταστάσεως τῶν καινῶν αἰώνων, εἰς τὴν ἄγυριν ἐλθοῦσα κατὰ τοὺς οὐρανοὺς, μηκέτι δι' ἐπιστήμης κατασκέπτηται τὸ Ὄν, ἀλλὰ τρανῶς ἐποπτεύσῃ Χριστῷ συνεισβᾶσα. Τὰ γὰρ χίλια, ἐν ἑκατοντάσι δεκαπλασιασθέντα, τέλειον ἀριθμὸν καὶ πλήρη περιέχει· ὅ δή ἐστι σύμβολον αὐτοῦ τοῦ Πατρὸς, τοῦ ἀφ' ἑαυτοῦ δημιουργήσαντος καὶ ἑαυτῷ συγκρατοῦντος τὸ πᾶν· τὰ δὲ διακόσια τὸν ἐκ δύο τελείων ἀριθμῶν συνεζευγμένον, ὅ δή ἐστι σύμβολον τοῦ ἁγίου Πνεύματος, καθὸ τῆς γνώσεώς ἐστι τοῦ Υἱοῦ τοῦτο καὶ τοῦ Πατρὸς περιεκτικόν. Τὰ δὲ ἑξήκοντα, τὸν ἓξ ἀριθμὸν ἐν δεκάσιν ἔχει, ὅ δή ἐστι σύμβολον τοῦ Χριστοῦ· ἐπειδήπερ ὁ τῶν ἓξ ἀπὸ μονάδος προϊὼν ἀριθμὸς ἐκ τῶν ἰδίων συντίθεται μερῶν, ὥστε μήτε λείπειν ἐν ἑαυτῷ τι, μήτε πλεονάζειν· εἰς τὰ ἑαυτοῦ γὰρ μέρη ἀναλυόμενος συμπληροῦται. Οἷον τὸν ἓξ εἰς ἴσα μέρη ἐξ ἴσων τεμνόμενον μερῶν, ἀνάγκη τὴν αὐτὴν ἐκ τῶν διαμερισθέντων τμημάτων πάλιν ποσότητα πληροῦσθαι. Πρῶτον γὰρ μέρος, κατὰ μέσον διαιρούμενος ποιεῖ τὸν τρία· εἶτα εἰς τρία διαιρούμενος μέρη, ποιεῖ τὸν δύο· εἶτα εἰς ἓξ μερισθεὶς, ποιεῖ τὴν ἕνα, καὶ συμπληροῦται πάλιν εἰς ἑαυτόν. Εἰς γὰρ δὶς τρία καὶ τρὶς δύο καὶ ἑξάκις ἓν διαιρούμενος, συντιθεμένων τῶν τριῶν καὶ τῶν δύο καὶ τοῦ ἑνὸς, πάλιν ἀναπληροῖ τὸν ἕξ. Τέλειον δὲ πᾶν ἐξ ἀνάγκης ἐστὶ τὸ μήτε προσδεόμενον εἰς συμπλήρωσιν ἑτέρου, μήτε πλεονάζον ἑαυτοῦ πώποτε. Τῶν δὲ ἄλλων ἀριθμῶν οἱ μὲν ὑπερτέλειοί εἰσιν, ὡς ὁ δώδεκα. Τὸ γὰρ ἴσον αὐτοῦ μέρος τὰ ἓξ, καὶ τὸ τρίτον τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ τρία, καὶ τὸ ἕκτον τὰ δύο, καὶ τὸ δωδέκατον τὸ ἕν. Εἰς ἃ δύναται μερίζεσθαι, συντεθέντα ὑπερβάλλουσι τὸν δώδεκα, οὐ τηρήσαντος ἑαυτὸν ἴσον τοῖς αὑτοῦ μέρεσιν, ὡς ὁ ἕξ. Οἱ δὲ ὑποτέλειοι, ὡς ὁ ὀκτώ. Τὸ γὰρ ἥμισυ αὐτοῦ τὰ τέσσαρα, καὶ τὸ τέταρτον τὰ δύο, καὶ τὸ ὄγδοον τὸ ἕν. Εἰς ἃ τέμνεται μέρη, συντεθέντα ποιεῖ τὸν ἑπτὰ, καὶ προσδεῖται μονάδος εἰς τὴν ἑαυτοῦ συμπλήρωσιν· οὐχ ὡς ὁ ἓξ παντοίως ἑαυτῷ σύμφωνος ὤν. Διὸ καὶ ἀναφορὰν εἰς
now and plaiting for the queen with untouched fingers the purple-dyed and resplendent crown of virginity. For the bride of the Word is adorned with the fruits of virtue. And the thousand two hundred and sixty days during which we are here in sojourn are, O virgins, the direct, exact, and best understanding concerning the Father and the Son and the Spirit, in which our mother rejoices as she grows, and exults during this present time, until at the restoration of the new ages, having come into the assembly in the heavens, she no longer contemplates Being through science, but clearly beholds It, having entered in together with Christ. For the thousand, multiplied tenfold in hundreds, contains a perfect and full number; which is a symbol of the Father Himself, Who of Himself created and in Himself holds together the universe; and the two hundred contains the number joined together out of two perfect numbers, which is a symbol of the Holy Spirit, inasmuch as It encompasses the knowledge of the Son and of the Father. And the sixty has the number six in tens, which is a symbol of Christ; since the number of six, proceeding from the monad, is composed of its own parts, so that nothing is lacking in it nor exceeds; for when resolved into its own parts it is completed. For instance, when six is cut into equal parts out of equal parts, of necessity the same quantity is filled up again out of the divided segments. For as its first part, when divided down the middle, it makes three; then when divided into three parts, it makes two; then when parted into six, it makes one, and is completed again into itself. For being divided into twice three and thrice two and six times one, when the three and the two and the one are added together, it again fills up the six. And everything is of necessity perfect that neither needs another for its completion, nor ever exceeds itself. Of the other numbers, some are more than perfect, such as twelve. For its equal half is six, and its third is four, and its fourth is three, and its sixth is two, and its twelfth is one. The parts into which it can be divided, when added together, exceed twelve, as it has not kept itself equal to its own parts, like six. And others are less than perfect, such as eight. For its half is four, and its fourth is two, and its eighth is one. The parts into which it is cut, when added together, make seven, and it needs a monad for its own completion, not being in every way harmonious with itself like six. Wherefore also reference to