Migne Reading Room

PG 18 · cols. 768–777 · Read from the page

Commentary on the Hexaemeron (spurious)

Commentary on the Hexaemeron (spurious)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:768Read from the page
τῆς Μεσοποταμίας ἐπανελθόντος ὁμοσκηνεῖν διὰ τὸ πλῆθος τῶν ὑπαρχόντων αὐτοῖς. Ποιήσας οὖν κἀκεῖθεν παῖδα, ἐκ τῆς ἑαυτοῦ ἐπωνυμίας Ἐδὼμ αὐτὸν ἐπωνόμασε. Ἐγένοντο δὲ καὶ τοῖς υἱοῖς αὐτοῦ παῖδες γνήσιοι, τῷ μὲν Ἐλιφὰς πέντε, Θεμὰν, Ὑμὰρ, Σωφὰρ, Γομὸθ, Κενὲξ, ἐν οἷς ἦν καὶ νόθος, τεχθεὶς αὐτῷ Ἀμαλὴκ ἐκ παλλακίδος Θαμνᾶς ὀνόματι· τῷ δὲ Ῥαγουὴλ καὶ αὐτῷ τέσσαρες παῖδες ἐτέχθησαν, Ναμὶν, Ζαρὲς, Σομὲ, Ῥοζέ· καὶ Ἐδὼμ ἕνδεκα, Θαμμὰ, Γωλὰ, Ἰοθὸμ, Αἰλιβαιμὰν, Ἰήλας, Φίνων, Κενὺξ, Θεμὰν, Μαζαριεὶ, Μαεδιὴλ, Ζεφονήν. Τῷ δὲ Σηεὶρ τῷ Χωῤῥαίῳ τῷ τὴν γῆν τοῦ Λωτὰν κατοικήσαντι υἱοὶ πέντε ἐγένοντο, Σώβαλ, Σεβεγὼν, Ἀναδησὼν, Ἀσὴρ, Ῥησών· καὶ τῷ Λωτὰν δύο, Χωῤῥεὶ, Ἐμάν. Ἡ δὲ Θαμνὰ ἀδελφὴ τοῦ Λωτὰν ἐτύγχανεν, ἥτις τὸν Ἀμαλὴκ τῷ Ἐλιφὰζ ἐγέννησεν. Ὁ δὲ Σωβὰλ ὁ υἱὸς τοῦ Σηεὶρ πέντε παῖδας ἐποίησεν, Ὀδομνὰν, Ναχὰθ, Γεβεὴλ, Σὼφ, Ὠμνᾶν· καὶ Ὀσεβεγὼν δύο, Αἰδεὶ καὶ Αἰνὰν, ὅστις εὗρεν ἐν τῇ ἐρήμῳ τὸν Ἀμὶν τὰ ὑποζύγια νέμοντα τοῦ πατρὸς αὐτοῦ Σεβεγών. Αἰνὰν δὲ τὸν
returned from Mesopotamia, to dwell together because of the multitude of their possessions. Having therefore begotten a child from there also, he named him Edom from his own surname. And legitimate children were born to his sons also: to Eliphas five, Theman, Hymar, Sophar, Gomoth, Cenex, among whom was also a bastard born to him, Amalek, from a concubine named Thamna; and to Ragouel himself also four children were born, Namin, Zares, Some, Rhoze; and to Edom eleven, Thamma, Gola, Iothom, Ailibaiman, Ielas, Phinon, Cenyx, Theman, Mazariei, Maediel, Zephonen. And to Seir the Chorrhean, who inhabited the land of Lotan, five sons were born, Sobal, Sebegon, Anadeson, Aser, Rheson; and to Lotan two, Chorrhei, Eman. And Thamna was the sister of Lotan, who bore Amalek to Eliphaz. And Sobal the son of Seir begot five children, Odomnan, Nachath, Gebeel, Soph, Omnan; and Osebegon two, Aidei and Ainan, who found Amin in the wilderness pasturing the beasts of burden of his father Sebegon. And Ainan
Πρὸ δὲ τοῦ βασιλεῦσαι βασιλέας ἐν Ἰσραὴλ, τῆς Ἐδὼμ οὗτοι οἱ βασιλεῖς ἐβασίλευσαν· Βαλὰκ υἱὸς Βεὼρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενάβα, μεθ' ὃν Ἰωβὰβ υἱὸς Ζαῤῥὰ ὁ ἐκ Βοσσύρας, μεθ' ὃν Ἀζὸμ ὁ ἐκ γῆς Θεμανῶν, μεθ' ὃν Ἀδὰδ, υἱὸς Βαρὰδ, ὅστις ἐν τῷ πεδίῳ Μωὰβ ἐξέκοψε τὴν Μαδιὰμ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθέμ· μετὰ δὲ τοῦτον Σαμαλὰκ ὁ ἐκ Μασέκκας, μεθ' ὃν Σαοὺλ ὁ ἐκ Ῥοβὼθ τῆς παρὰ τὸν ποταμὸν, μεθ' ὃν Βαλαεννὼν υἱὸς Ἀβοχὼρ ἔχων γυναῖκα ὀνόματι Μετεβεὴλ, θυγατέρα Ματρὰδ, υἱοῦ Μεζοώφ, οἱ πάντες ἦσαν ἔτη ἀριθμὸν φʹ. Οἱ δὲ υἱοὶ Ἰακὼβ, τὸν ἀδελφὸν αὐτῶν Ἰωσὴφ φθόνῳ μισήσαντες, τοῖς Ἰσμαηλίταις ἀπέδοντο. καὶ αὐτοὶ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ Φαραώ.
And before kings reigned in Israel, these kings reigned over Edom: Balak the son of Beor, and the name of his city was Denaba; after whom Jobab the son of Zarrha from Bossyra; after whom Azom from the land of the Themanites; after whom Adad, the son of Barad, who cut off Midian in the plain of Moab, and the name of his city was Getthem; and after him Samalak from Masecca; after whom Saul from Roboth which is by the river; after whom Balaennon the son of Abochor, having a wife named Metebeel, the daughter of Matrad, the son of Mezooph; all of whom were 500 years in number. And the sons of Jacob, having hated their brother Joseph out of envy, sold him to the Ishmaelites, and they into Egypt to Petephres the chief cook of Pharaoh.
Καὶ ἐν τῷ χρόνῳ τούτῳ Ἰούδας ἀφικνεῖται πρὸς Ἰράν τινα Ὀδολλαμίτην· καὶ θεασάμενος ἐκεῖ Χαναναίαν γυναῖκα Σάβαν ὀνόματι, ταύτην πρὸς γάμον ἄγεται, καὶ ποιεῖ παῖδας ἐξ αὐτῆς τέσσαρας, Ἢρ, Αὐνὰν, Σηλὼμ, Φαρές. Καὶ Ἰούδας λαμβάνει τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ τῷ Ἢρ γυναῖκα ὀνόματι Θάμαρ, καὶ διὰ πονηρίαν πολλὴν τῶν τρόπων αὐτοῦ ἄπαις ἀποθνήσκει, τοῦ Θεοῦ αὐτὸν θανατώσαντος. Καὶ ἐπιτρέπει ὁ Ἰούδας τῷ δευτέρῳ αὐτοῦ παιδὶ Αὐνὰν συνευνασθῆναι τῇ Θάμαρ, ὥστε ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Καὶ ὁ Αὐνὰν γνοὺς, ὅτι οὐκ αὐτῷ καθῆκεν ἡ τῶν τέκνων σπορὰ, ἐν τῷ μέλλειν συνεῖναι τῇ γυναικὶ ἐξέχεεν ἐπὶ τῆς γῆς αὐτοῦ τὴν γονήν· καὶ νεμεσηθεὶς ἐπὶ τοῦτο ὑπὸ Θεοῦ, παραχρῆμα ἀπέθανεν. Καὶ ὁ Ἰούδας κελεύει τὴν Θάμαρ ἐν τοῖς πατρῴοις οἴκοις χήραν καθέζεσθαι, ἕως οὗ ὁ Σηλὼμ αὔξεται. Ἀνδρωθέντος οὖν αὐτοῦ ἐφοβήθη συνάψαι αὐτὸν τῇ Θάμαρ, ὑποτοπήσας μὴ καὶ οὗτος ἀπολεῖται. Ἡ δὲ ἐπὶ τούτῳ ἀχθεῖσα ὀδυνηρῶς, τοιῷδε τρόπῳ τὴν Ἰούδαν ἀμείβεται. Ἀφιχθέντος οὖν αὐτοῦ
And at this time Judah comes to a certain Iran an Odollamite; and having seen there a Chananean woman named Saba, he takes her in marriage, and begets four children from her, Er, Aunan, Selom, Phares. And Judah takes for his firstborn son Er a wife named Thamar, and because of the great wickedness of his ways he dies childless, God having put him to death. And Judah directs his second child Aunan to lie with Thamar, so as to raise up seed to his brother. And Aunan, knowing that the sowing of children did not belong to him, when he was about to be with the woman poured out his seed upon the ground; and having incurred indignation from God for this, he immediately died. And Judah commands Thamar to sit as a widow in her father's house until Selom grows up. When therefore he had grown to manhood, he was afraid to join him to Thamar, suspecting lest he also should perish. And she, being painfully grieved at this, requites Judah in such a way as this. When therefore he had arrived
Notes, col. 768

On the reading

Printed τὴν Ἰούδαν, for τὸν Ἰούδαν.

PG 18:769Read from the page
ἐπὶ τὴν κουρὰν τῶν προβάτων, ἀκούσασα αὐτὴ ἀπαμφίσκεται μὲν τὴν ἐσθῆτα τὴν πενθικὴν, ἀμφιέννυται δὲ πολυτελῆ, καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως Αἰνὰν ἐκαθέζετο, ἣν ὁ Ἰούδας ἐκεῖθεν παριὼν θεασάμενος, ὡς ἑταίρας ἠράσθη αὐτῆς· τὸ γὰρ πρόσωπον αὐτῆς πρὸς τὸ μὴ ἐπιγνωσθῆναι ἐπεκάλυψε, καὶ ὑποσχόμενος αὐτῇ ἔριφον ἀποστεῖλαι, ἠξίου συμμιγῆναι αὐτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτηρίαν εἴληφεν. Ὡς δὲ συνεμίγη αὐτῇ, αὐτὸς μὲν εἰς τὰ ποίμνια αὐτοῦ ἀφίκετο· ἡ δὲ μεταμφιεσαμένη πάλιν τὰ τῆς χήρας ἐνδύματα, ἐκρύπτετο λανθάνουσα. Ὡς δ' ἀποστείλας ὁ Ἰούδας τὸν ἔριφον ἐπεζήτει τὸν ὁρμίσκον καὶ τὰ ἑξῆς, καὶ οὐχ εὗρεν, ἐπὶ τῷ παραλογισμῷ διεπρίετο μέντοι, ἐκαρτέρει δὲ φωρᾶσαι παντοίως τὴν ἀπάτην βουλόμενος. Χρόνου οὖν παρελθόντος ἔγγυος ἡ Θάμαρ γίνεται, καὶ ἀκούσας ὁ Ἰούδας, ὅτι ἐκ πορνείας συνείληφε, προστάττει ζῶσαν αὐτὴν καταφλεχθῆναι. Ἡ δὲ ἀγομένη ἀποστέλλει τῷ Ἰούδᾳ τὸν ὁρμίσκον, καὶ τὸν δακτύλιον, καὶ τὴν ῥάβδον, φάσκουσα· Ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστι, ἐγὼ συνείληφα. Ἐπίγνωθι οὖν τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος. Ὁ δὲ Ἰούδας, σχετλιάσας ἐπὶ
for the shearing of the sheep, she having heard of it strips off her garment of mourning, and puts on a costly one, and sat by the gates of the city Ainan; and Judah, passing by from there and having seen her, desired her as a harlot, for she had covered her face so as not to be recognized; and having promised to send her a kid, he asked to lie with her. And she did not yield before she received as a pledge his ring, and his collar, and his staff. And when he had lain with her, he himself went off to his flocks; and she, having changed back again into the garments of a widow, hid herself unseen. And when Judah, having sent the kid, sought back the collar and the rest, and did not find her, he was indeed cut to the heart at the deception, yet endured, wishing by all means to detect the deceit. When therefore time had passed, Thamar becomes pregnant, and Judah, having heard that she had conceived from fornication, commands that she be burned alive. And as she is being led away, she sends to Judah the collar, and the ring, and the rod, saying: "By the man whose things these are, I have conceived. Recognize, therefore, whose is the ring, and the collar, and the rod." And Judah, having lamented over
Αὕτη δὲ, γενομένη ἐπίτεξ, διδύμους ἐν τῷ τίκτειν προσήνεγκεν. Καὶ ὁ μὲν μείζων, τουτέστιν ὁ πρῶτος τὴν χεῖρα αὐτοῦ προεξέβαλε, καὶ ἡ μαῖα λῶμα κόκκινον τῇ χειρὶ αὐτοῦ προσέδησε, φάσκουσα· Οὗτος ἐξελεύσεται πρῶτος· καὶ εὐθέως τὸ παιδίον τὴν χεῖρα ἔνδον συνήγαγε, καὶ ἐξῆλθε πρῶτος ὁ ἀδελφὸς αὐτοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς, ἐφ' ᾧ ἦν τὸ κόκκινον ἐν τῇ χειρὶ, καὶ ἐπωνομάσθη Ζαρά. Τούτων ἐτύγχανεν ὁ Ἰωσὴφ ἀπόγονος ὁ μνήστωρ τῆς ἀχράντου Μαρίας, ἐξ ἧς ὁ Χριστὸς τὸ σαρκίον ἀνείληφεν.
And she, having come to her full time, brought forth twins in giving birth. And the elder, that is, the first, put forth his hand first, and the midwife bound a scarlet thread upon his hand, saying: "This one shall come out first"; and immediately the child drew his hand back inside, and his brother came out first, and his name was called Phares; and after him came out his brother, upon whose hand was the scarlet thread, and he was named Zara. Of these Joseph was a descendant, the betrothed of the immaculate Mary, from whom Christ took up the flesh.
Φαρὲς γὰρ, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ, ἐγέννησε τὸν Ἐσρὼμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμιναδὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δὲ ἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα· Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησε τὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησε τὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζεκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε
For Phares, as the evangelist Matthew relates (Matt. 1:3-13), begot Esrom, and Esrom begot Aram, and Aram begot Aminadab, and Aminadab begot Naasson, and Naasson begot Salmon, and Salmon begot Booz, and Booz begot Obed from Ruth, and Obed begot Jesse, and Jesse begot David the king; and David the king begot Solomon from the wife of Urias, and Solomon begot Roboam, and Roboam begot Abia, and Abia begot Asa, and Asa begot Josaphat; and Josaphat begot Joram, and Joram begot Ozias, and Ozias begot Joatham, and Joatham begot Ezechias, and Ezechias begot Manasses, and Manasses begot Ammon, and Ammon begot Josias, and Josias begot Jechonias and his brothers at the deportation of Babylon; and after the deportation of Babylon, Jechonias begot Salathiel, and Salathiel begot Zorobabel, and Zorobabel begot
PG 18:772Read from the page
τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι οὖν αἱ
Abiud, and Abiud begat Eliakim, and Eliakim begat Azor, and Azor begat Sadoc, and Sadoc begat Achim, and Achim begat Eliud, and Eliud begat Eleazar, and Eleazar begat Matthan, and Matthan begat Jacob, and Jacob begat Joseph the husband of Mary, of whom was born Jesus Who is called Christ. All the
Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰωσήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματθὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἠλεὶ τοῦ Μελχεί· καὶ πῶς οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται.
Now we must inquire by what reckoning Matthew and Luke disagree in the genealogy of Joseph, the one writing that he was the son of Jacob, the son of Matthan, while Luke writes that he was the son of Heli, the son of Melchi; and how these men, being of different lineages, both Melchi and Matthan, are shown to be grandfathers of Joseph.
Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματθὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀποθνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματθὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἠλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, δύο ὁμομητρίους ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ καὶ τὸν Ἠλεί. Ἠλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύτησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύσιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ τοῦ Ἠλεί.
This, then, is explained thus. First Matthan, who was of the lineage of Solomon, takes to wife a woman named Aethan, and of her he begets Jacob, and dies. And Melchi, who was of the lineage of Matthan, takes her to wife, and produces of her Heli. And so both Matthan and Melchi, having married the same wife, begat two brothers by the same mother, wherefore we also find Jacob and Heli to be of two different lineages. And Heli, having taken a wife, died childless, and his brother Jacob took his wife, so that according to the law he might raise up children to his brother, and he begets of her Joseph. So then by nature Joseph was the son of Jacob, and by law the son of Heli.
Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆσθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ' ἑορτὴν διπλάσιον τῶν ἄλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπηθεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώκει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς μεγίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν.
And it is worthwhile also to go through the narrative which a certain James relates concerning the holy Mary. For he says that in the tribes of Israel there was a rich man named Joachim, who at every feast brought gifts to God twofold more than the others, saying thus: That of my abundance shall be for all the people, and that for forgiveness shall be to the Lord God as a propitiation for me. When, therefore, the greatest feast of the Lord had come, and all according to custom were bringing their gifts to God, he himself hastened to offer first. And a certain Rubin hindered him from offering first, saying that it was not lawful for him, inasmuch as he was childless in Israel. And being grieved at this, he went off into the wilderness, and having pitched a tent there he besought God to grant to him also, just as to Abraham, the seed of a legitimate child; for he perceived that he alone was such in Israel; fasting for forty days he besought God. And likewise his wife also, having put on mean attire, entreated God to obtain offspring. But when the greatest day of God arrived, she puts on a bright robe; for it was not lawful at this feast to be clothed in a garment of mourning.
Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δένδρον ἐν τῷ παραδείσῳ αὐτῆς καθεσθεῖσα, ἱκέτευε λέγουσα τῷ Θεῷ· « Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, εὐλόγησόν με, καὶ ἐπάκουσον τῆς δεήσεώς μου, καθὼς εὐλόγησας τὴν μήτραν Σάῤῥας, καὶ ἔδωκας αὐτῇ υἱὸν τὸν Ἰσαάκ. » Καὶ ταῦτα λέγουσα ἀφορᾷ εἰς τὸ δένδρον, καὶ θεασαμένη στρουθὸν τὰ νεοσσία ἑαυτοῦ πε-
About the ninth hour of the day, therefore, having sat down under a certain tree in her garden, she besought God, saying: "O God of our fathers, bless me, and hearken unto my supplication, even as Thou blessedst the womb of Sarah, and gavest her a son Isaac." And while saying these things she looks up into the tree, and having beheld a sparrow cherishing its own young,
PG 18:773Read from the page
ριέποντα, πικρῶς στενάξασα, καὶ κωκύσασα εἶπε· « Ὢ δὴ, Κύριε, ὅτι οὐδὲ τοῖς πετεινοῖς τούτοις ὡμοίωμαι γονίμοις ὑπάρχουσι! » Καὶ ταῦτα βοώσης αὐτῆς πρὸς τὸν Θεὸν, ἄγγελος Κυρίου ἐπιφανεὶς αὐτῇ εὐαγγελίζεται αὐτῇ παιδοποιίαν. Ἡ δὲ ἀκούσασα εὐθὺς τὸ γεννηθὲν ἀναθεῖναι τῷ Θεῷ ἐπηγγείλατο.
groaning bitterly and wailing, she said: "Alas, O Lord, that I have not even been made like unto these birds, which are fruitful!" And while she was crying out these things to God, an angel of the Lord appeared to her and announces to her the bearing of a child. And having heard this, she straightway promised to dedicate that which should be born to God.
Τοιαῦτα δὲ καὶ τῷ Ἰωακεὶμ ὁ ἄγγελος ἐν τῷ ὄρει διεσήμανε. Καὶ καταβὰς Ἰωακεὶμ ἀπὸ τοῦ ὄρους, δέκα ἀμνάδων θυσίαν τῷ Κυρίῳ προσήνεγκε, καὶ τοῖς ἱερεῦσι μόσχους δεκαδύο, καὶ τῇ γερουσίᾳ καὶ παντὶ τῷ λαῷ ἑκατὸν χιμάρους. Καὶ ἐπιτελέσας τὰς θυσίας ταύτας ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀφικνεῖται εἰς τὸν οἶκον αὐτοῦ· καὶ γνοὺς τὴν γυναῖκα αὐτοῦ, ποιεῖ ἐξ αὐτῆς θυγατέρα, καὶ ὀνομάζει αὐτὴν Μαριὰμ, ἥντινα τριετῆ γενομένην τῷ ναῷ τοῦ Θεοῦ ἀφιέρωσαν.
And such things the angel signified to Joachim also on the mountain. And Joachim, having come down from the mountain, offered a sacrifice of ten ewe lambs to the Lord, and to the priests twelve calves, and for theelders and all the people a hundred he-goats. And having completed these sacrifices in the temple of God, he comes to his house; and having known his wife, he begets of her a daughter, and names her Mariam, whom, when she became three years old, they dedicated to the temple of God.
Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, οἱ ἱερεῖς συμβούλιον ἐποιήσαντο, τῶν τίνι αὐτὴν πρὸς γάμον συνάψωσι. Καὶ ἐπιτρέπουσι τὸν ἀρχιερέα Ζαχαρίαν, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθόντα, αἰτήσασθαι τὸν Θεὸν ἀποκαλύψαι αὐτῷ, τὸ τίνι προσήκει ζευχθῆναι αὐτήν. Καὶ τοῦ Ζαχαρίου εὐχομένου, ἄγγελος ἐπιφανεὶς σημαίνει πάντας συναγαγεῖν τοῦ λαοῦ τοὺς χηρεύοντας, καὶ κατέχειν ἕκαστον ῥάβδον· καὶ ᾧ ἂν ὁ Θεὸς ἐπιδείξῃ σημεῖον, τούτῳ συνάψαι τὴν παρθένον.
And when she became twelve years old, the priests held counsel as to whom they should join her in marriage. And they direct the high priest Zacharias to enter into the Holy of Holies and ask God to reveal to him to whom it was fitting that she should be joined. And while Zacharias was praying, an angel appeared and signifies to him to gather together all the widowers of the people, and for each to hold a rod; and to whomsoever God should show a sign, to him to join the virgin.
Ἐξελθὼν δὲ ὁ Ζαχαρίας ἐποίησεν οὕτως, καθὼς ὁ ἄγγελος αὐτῷ προσέταξε. Καὶ λαβὼν πάντων τὰς ῥάβδους αὐτῶν, ἀπῆλθεν ἐν τῷ ἱερῷ, καὶ προσηύξατο, καὶ ἐξελθὼν ἑκάστῳ τὴν ἰδίαν ῥάβδον ἀπένειμε. Τελευταῖον δὲ ἐπιδιδοὺς τὴν ῥάβδον τῷ Ἰωσὴφ, σημεῖον μέγα ἐγένετο. Ἀθρόως γὰρ τὴν ῥάβδον αὐτοῦ παρὰ τοῦ ἱερέως λαμβάνοντος, περιστερὰ ἐξέπτη ἀπὸ τῆς ῥάβδου, καὶ ἐπὶ τὴν κεφαλὴν ἐκαθέσθη τοῦ Ἰωσήφ· καὶ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ συνόντες ἱερεῖς, θαυμάσαντες τὸ γεγονὸς, αὐτὸν γενέσθαι μνηστῆρα τῆς κόρης ἔκριναν, ἣν λαβὼν ὁ Ἰωσὴφ ἐφύλασσε, καὶ καταλιπὼν ἐν τῷ οἴκῳ αὐτοῦ ἀφικνεῖται τὰς οἰκοδομὰς ἐκτελέσων· ἦν γὰρ τέκτων τῇ ἐπιστήμῃ.
And having gone out, Zacharias did thus, even as the angel commanded him. And having taken the rods of them all, he went away into the sanctuary and prayed, and having come out he distributed to each his own rod. And as he was giving the last rod to Joseph, a great sign took place. For suddenly, as he was receiving his rod from the priest, a dove flew forth from the rod and sat upon the head of Joseph; and the high priest and all the priests who were with him, marvelling at what had come to pass, judged that he should become the betrothed guardian of the maiden; and Joseph took her and guarded her, and leaving her in his house he goes off to complete his buildings; for he was a carpenter by trade.
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἔδοξε τοῖς ἱερεῦσι κατασκευασθῆναι ὑπὸ ἁγνῶν παρθένων τῷ ναῷ τοῦ Θεοῦ καταπέτασμα, καὶ εὑρέθησαν ἐν τῇ φυλῇ Ἰούδα παρθένοι ἑπτά. Καὶ τῆς Μαρίας δὲ μνησθεὶς Ζαχαρίας, ἐκέλευσε καὶ αὐτὴν παρεῖναι εἰς τὸν κατάλογον· καὶ εἰσαγαγὼν αὐτὰς εἰς τὸν οἶκον τοῦ Θεοῦ, κλῆρον βαλεῖν προσέταξε, ποίαν οἶσαι τὸν χρυσὸν καὶ τὸ ἀμίαντον, καὶ τὴν βύσσον, καὶ τὸ σηρικὸν, καὶ τὴν ἀληθῆ πορφύραν, καὶ τὸν ὑάκινθον, καὶ τὸν κόκκον· καὶ ἐκληρώθη Μαρία τὴν πορφύραν καὶ τὸν κόκκον ἐργάζεσθαι. Καὶ δὴ ἐπὶ τοῦ οἴκου ἐργαζομένης αὐτῆς ἐπιφανεὶς ἄγγελος τὸν παράδοξον τόκον εὐαγγελίζεται αὐτῇ, καθὼς ἱστορεῖ τὰ Εὐαγγέλια.
Now at that time it seemed good to the priests that a veil should be prepared for the temple of God by pure virgins, and seven virgins were found in the tribe of Judah. And Zacharias, having remembered Mary also, commanded that she too be present in the list; and having brought them into the house of God, he ordered lots to be cast as to which of them should spin the gold and the asbestos, and the fine linen, and the silk, and the true purple, and the hyacinth, and the scarlet; and Mary was allotted to work the purple and the scarlet. And while she was working at home, an angel appeared and announces to her the marvellous birth, even as the Gospels relate.
Τὸ γοῦν ὁρισθὲν αὐτῇ ἔργον ἐκτελέσασα, δίδωσι τῷ ἀρχιερεῖ, καὶ εὐλογηθεῖσα παρ' αὐτοῦ ἄπεισι· καὶ μετὰ χρόνον τίκτει τὸν Χριστὸν κατὰ σάρκα. Καὶ τῶν μάγων ἀπὸ Ἀνατολῆς ὡς βασιλεῖ προσκυνησάντων μετὰ δώρων αὐτῷ, ὁ Ἡρώδης ἐταράχθη, καὶ διενοεῖτο ἀνελεῖν παραχρῆμα αὐτόν. Ὁ δὲ ὑπὸ Ἰωσὴφ καὶ τῆς Μαρίας εἰς Αἴγυπτον ἀπεκομίσθη, καὶ τὸν ἐξ
Having therefore completed the work appointed to her, she gives it to the high priest, and having been blessed by him she departs; and after a time she gives birth to Christ according to the flesh. And when the Magi from the East had worshipped Him with gifts as king, Herod was troubled, and purposed to slay Him straightway. But He was carried away into Egypt by Joseph and Mary, and the
PG 18:776Read from the page
Ἡρώδου διέφυγε θάνατον. Αὐτὸς δὲ, ἀγνοήσας τὴν φυγὴν, πάντα τὰ ἐν τῇ Βηθλεὲμ παιδία ἀναιρεθῆναι προσέταξεν· ἐν οἷς καὶ τὸν Ἰωάννην ἔτι νήπιον ὄντα ἀνελεῖν ἐσπούδαζεν. Ἡ δὲ Ἐλισάβετ, ἁρπάσασα αὐτὸν, εἰς τὴν ἔρημον ἔφυγε· καὶ εὐξαμένης αὐτῆς, διεσχίσθη τὸ ὄρος, καὶ μετὰ τοῦ παιδίου αὐτὴν ἐδέξατο, καὶ ἄγγελος τοῦ Θεοῦ διεφύλαττεν αὐτούς.
death from Herod He escaped. But he, being ignorant of the flight, commanded all the children that were in Bethlehem to be slain; among whom he was eager to slay John also, who was still an infant. But Elisabeth, having snatched him up, fled into the wilderness; and when she prayed, the mountain was cleft asunder and received her together with the child, and an angel of God guarded them.
Πέμπει γοῦν πρὸς Ζαχαρίαν ὁ Ἡρώδης· Δὸς τὸν υἱόν σου· ποῦ ἔκρυψας αὐτὸν, ἀπάγγειλόν μοι. Ὁ δὲ Ζαχαρίας ἀντεπιστέλλει φάσκων αὐτῷ· Ἐγὼ τῷ θυσιαστηρίῳ προσεδρεύων ἀεὶ, τί ἐγένετο ὁ υἱός μου οὐκ ἐπίσταμαι. Καὶ ὀργισθεὶς ὁ Ἡρώδης πάλιν ἐπέστελλεν αὐτῷ. Δὸς ἔξω, λέγων, τὸν υἱόν σου. Οὐκ οἶδας, ὅτι τὸ αἷμά σου ὑπὸ τὴν χεῖρά μού ἐστιν; Καὶ ὁ Ζαχαρίας ἔφη· Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Σὺ μὲν ἔχε μου τὸ αἷμα, τὸ δὲ πνεῦμά μου ὁ Θεός. Δέξαι δὲ καὶ γίνωσκε, ὅτι ἀθῶον αἷμα ἐκχέεις εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Καὶ ὁ Ἡρώδης, ἐπὶ τούτοις ὀργισθεὶς, μεταξὺ τοῦ θυσιαστηρίου ἀναιρεθῆναι αὐτὸν πρὸ τοῦ διαφαῦσαι προσέταξεν, πρὸς τὸ μὴ ὑπὸ τοῦ λαοῦ κωλυθῆναι αὐτοῦ τὴν ἀναίρεσιν
Herod therefore sends to Zacharias: Give up your son; declare to me where you have hidden him. And Zacharias sends back word, saying to him: I am always attending upon the altar; what has become of my son I know not. And being angered, Herod again sent to him, saying: Give forth your son. Do you not know that your blood is under my hand? And Zacharias said: I am a witness of God. Do you have my blood, and God my spirit. Receive it and know that you are shedding innocent blood at the vestibule of the temple of the Lord. And Herod, being angered at these things, commanded him to be slain within the altar before daybreak, so that his slaying might not be hindered by the people
Ὄρθρου δὲ οἱ ἱερεῖς παραγενόμενοι εἰς τὸν ναὸν, ἐξενίζοντο, κατὰ τὸ εἰωθὸς μὴ ὑπαντήσαντος αὐτοῖς τοῦ ἀρχιερέως, καὶ ἐπέμενον ἔξω. Ὥρας οὖν παρελκούσης, εἷς τις ἐξ αὐτῶν εἰσελθεῖν ἀπετόλμησεν. Ὁ δὲ θεωρεῖ αἷμα πεπηγὸς παρὰ τὸ θυσιαστήριον, καὶ ἀκούει φωνῆς λεγούσης· Ζαχαρίας πεφόνευται, καὶ οὐκ ἐξαλειφθήσεται τὸ αἷμα αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἔκδικος. Ἀκούων γοῦν ταῦτα ἔμφοβος ἐγένετο, καὶ ἐξελθὼν τοῖς ἱερεῦσιν ἀπήγγειλεν. Οἱ δὲ, εἰσελθόντες, τὸ μὲν σῶμα οὐκ εἶδον, εἰ μὴ τὸ αἷμα, καὶ τὰς στολὰς ἑαυτῶν διαῤῥήξαντες, ἐκόψαντο, καὶ τῷ λαῷ ἀνήγγειλαν, καὶ τρία νυχθήμερα ἐπ' αὐτῷ θρῆνον ἐποίησαν. Καὶ μετὰ ταῦτα Συμεῶνα εἰς τὴν τάξιν αὐτοῦ κλήρῳ κατέστησαν, ὃς ὑπῆρχεν ὑπὸ τοῦ ἁγίου Πνεύματος χρηματισθεὶς μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου.
And at dawn the priests, having come to the temple, were astonished because the high priest did not meet them according to custom, and they waited outside. As the hour therefore dragged on, a certain one of them ventured to enter. And he beholds congealed blood beside the altar, and hears a voice saying: Zacharias has been murdered, and his blood shall not be wiped away until the avenger comes. Hearing these things, therefore, he became terrified, and having gone out he reported them to the priests. And they, having entered, did not see the body, but only the blood, and having rent their robes they mourned, and reported it to the people, and for three days and nights they made lamentation over him. And after these things they appointed Simeon by lot to his office, who had been divinely instructed by the Holy Spirit not to see death before he should see the Christ of the Lord.
Ἄλλη δέ τις ἱστορία περὶ τοῦ Ζαχαρίου ἐμφέρεται· ὡς ἄρα ἦν τις περὶ τὸν ναὸν τόπος, ἔνθα μόνας τὰς παρθένους ἐξῆν εἰσιούσας προσκυνεῖν τῷ Θεῷ· τὰς δὲ γαμηθείσας μὴ εἶναι νόμιμον. Ἡ οὖν Μαρία, γεννήσασα τὸν Σωτῆρα, ἐλθοῦσα, ἔστη ἐν τῷ τόπῳ τούτῳ. Κωλυόντων οὖν αὐτὴν τῶν εἰδότων γεγεννηκυῖαν αὐτὴν, ὁ Ζαχαρίας ἔλεγεν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων. Ὡς οὖν παρανομοῦντα αὐτὸν εἰς τὸν τόπον τῶν παρθένων μεταξὺ τοῦ θυσιαστηρίου ἀπέκτειναν. Καὶ ταῦτα μὲν ὡς ἐν παρόδῳ ἐλέχθη.
And another account also is current concerning Zacharias: that there was a certain place about the temple where it was permitted for virgins alone to enter and worship God, whereas for married women it was not lawful. Mary, therefore, having given birth to the Saviour, came and stood in this place. When those who knew that she had given birth were hindering her, Zacharias said that she was worthy of the place of the virgins. As transgressing the law, therefore, with respect to the place of the virgins, they slew him within the altar. And these things have been said by the way.
Ἰωσὴφ δὲ, ἀποδοθεὶς ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἀδελφῶν, θείᾳ ἐπινοίᾳ τῷ Φαραὼ διακρίνας ὀνείρατα, ἡγεμὼν πάσης τῆς Αἰγύπτου καθίσταται. Καὶ λιμοῦ πᾶσαν πιέζοντος τὴν γῆν, οἱ ἀδελφοὶ αὐτοῦ κατῆλθον εἰς Αἴγυπτον, σῖτον καὶ αὐτοὶ διὰ τὸν λιμὸν ὠνησόμενοι· καὶ ἀναγνωρισθεὶς αὐτοῖς Ἰωσὴφ, μεθιστᾷ
Now Joseph, having been sold into Egypt by his brothers, after interpreting dreams for Pharaoh by divine inspiration, is appointed ruler of all Egypt. And when famine was pressing upon all the land, his brothers came down into Egypt, themselves also about to buy corn on account of the famine; and having made himself known to them, Joseph removes
PG 18:777Read from the page
αὐτοὺς ἅμα τῷ πατρὶ Ἰακὼβ εἰς τὴν Αἴγυπτον παγγενῆ. Τῷ μὲν γὰρ Ῥουβὶν τέσσαρες παῖδες ἐγένοντο, Ἐνὼχ, Φαλὲς, Ἀῤῥὼμ, Χαρμεί· τῷ δὲ Συμεὼν ἓξ, Ἰεβουὴλ, Ἰαβὴν, Ἀὼδ, Ἀχιὴ, Σαδὴ, Σαούλ· καὶ τῷ Λευῒ τρεῖς, Γεδσὼν, Βωὰδ, καὶ Μεναρεί· τῷ δὲ Ἰούδα πέντε, Ἢρ, Αὐνὼν, οἵτινες, καθὼς προεγράφη, ἀπέθανον, Σηλὼμ, Φαρὲς, Ζαρά· τῷ δὲ Φαρὲς δύο, Ἀῤῥὼμ, καὶ Ἰεμοήλ· τῷ δὲ Ἰσσάχαρ τέσσαρες, Θαλὰ, Φονὰ, Ἰασούφ, Ζαβράν· τῷ Σαβουλὼν τρεῖς, Σερδὲρ, Ἀλδὼν, Αἰήλ· οἱ πάντες τριάκοντα τρεῖς, ἐκ τῆς Λείας τὸ γένος ἔχοντες, καὶ θυγατέρα Δίνα. Ἐγένοντο δὲ καὶ τῷ Γὰδ υἱοὶ ἑπτὰ, Σαφὼν, Ἄγγεις, Σαῦνις, Θασοβὰθ, Ἀήδις, Ἀνοήδης, Ἀρίλης· τῷ δὲ Ἀσὴρ τέσσαρες, Ἰεμνὰ, Ἰοὺλ, Μερία, καὶ Σερὰ θυγάτηρ· ἐκ δὲ τοῦ Βερία ἐγεννήθησαν Χοβὼρ, καὶ Μελχιήλ· οὗτοι πάντες ἓξ καὶ δέκα υἱοὶ Ζελφᾶς τῆς παιδίσκης Λείας, ἥτις εἰς ὄνομα τῆς Λείας τῷ Ἰακὼβ αὐτοὺς ἐγέννησεν. Ἐτέχθησαν δὲ καὶ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ παῖδες δύο, Μανασσῆς καὶ Ἐφραῒμ, οὓς ἔτεκεν αὐτῷ Ἀσινὲθ θυγάτηρ Πετεφρῆ Ἡλιοῦ. Καὶ ἐκ μὲν τοῦ Μανασσῆ ἐγεννήθη Μαχεὶρ ἐκ παλακῆς Συρίας τῷ γένει· ὁ δὲ Μαχεὶρ ἐγέννησε τὸν Γαλαάδ· ἐκ δὲ τοῦ Ἐφραῒμ ἐγεννήθησαν υἱοὶ Σουταλὰμ, Βὰδ, Λάμ. Ἐκ δὲ τοῦ Σουταλὰμ ἐγεννήθη Ἐδέν. Τῷ δὲ Βενιαμὶν καὶ αὐτῷ δύο παῖδες ἐγένοντο, Βαλλαχοβὼρ καὶ Ἀσσαήρ· ἐκ δὲ τοῦ Βαλλαχοβὼρ Γηρὰν, καὶ Νοεμὶν, καὶ Λάχης, καὶ Ἐσρὼμ, καὶ Μαμφί. Μαμφὶ δὲ ἐγέννησε τὸν Ἀράδ· οὗτοι υἱοὶ Ῥαχὴλ οἱ πάντες ὀκτωκαίδεκα. Υἱὸς δὲ ἐγένετο τῷ Δάδ· τοῦ δὲ Νεφθαλεὶμ Ἀσιὴλ, καὶ Γοῦμιν, καὶ Ἰσαὰρ, καὶ Συλήμ· οὗτοι υἱοὶ Βάλλας παιδίσκης Ῥαχὴλ οἱ πάντες ἑπτά. Ὁ δὲ μακάριος Ἰακὼβ ἔτη τὰ πάντα βιώσας ρμζʹ, ἐν Αἰγύπτῳ ἀπέθανε, πρότερον ἕκαστον τῶν υἱῶν αὐτοῦ διαφόροις εὐλογίαις εὐλογήσας. Καὶ τὴν μὲν εὐλογίαν τῶν πρωτοτόκων Ιωσὴφ παρέσχετο, καὶ οὐχὶ Ῥουβίν· διότι ὁ μὲν Ἰωσὴφ μὴ εἴξας ἡδονῇ τῆς Αἰγυπτίας ἐδικαιώθη, ὁ δὲ Ῥουβὶν ἡττηθεὶς ἥμαρτεν· ἄλλως τε ὅτι καὶ ἐκ τῆς Ῥαχὴλ πρωτότοκος ὑπῆρχε, καὶ τῇ Ἰούδα φυλῇ ἀπεκλήρωσε τὴν βασιλείαν, καὶ οὐ τῇ τοῦ Ῥουβίν· διότι ὁ μὲν Ἰούδας ἐν γυναικὶ ὠνειδίσθη, ὁ δὲ ἐδικαιώθη, ὁμολογήσας εὐγνωμόνως ἑαυτὸν τυγχάνειν τῇ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ οὐ τὴν γυναῖκα. Ἀλλὰ καὶ κατὰ τοῦτο βασιλεύειν ἐτάχθη, ἐπειδὴ μόνη τῶν ἄλλων φυλῶν ἰταμωτέρα πρὸς ζῆλον καὶ ἐκδίκησιν Θεοῦ ἐτύγχανεν· διὸ καὶ ἐξ αὐτοῦ φῦναι προφητεύει τὸν Χριστὸν κατὰ σάρκα, καὶ τὴν κλῆσιν δι' αὐτοῦ τῶν ἐθνῶν. Καὶ τῷ Λευῒ δὲ τὴν ἀρχιερωσύνην μόνῳ ἀπένειμε, καθότι ὁ Ἀμρὰμ ἐξ αὐτοῦ φὺς, τὸ δόγμα τοῦ Φαραὼ παρεκρούσατο, καὶ τὸν υἱὸν ἑαυτοῦ τὸν Μωϋσῆν ἐζωοποίησε. Μόνον δὲ τὸν Ῥουβὶν πολὺν τῷ ἀριθμῷ ἐποίησε, διὰ τὸ μὴ συναινέσαι ἐπὶ τῇ Ἰωσὴφ ἐπιβουλῇ. Τελευτήσαντος γοῦν τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ, εἰς τὴν Χαναναίαν γῆν κηδεύουσιν ἀποκομίσαντες· ὁμοίως δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ πάντας. Ἐπὶ τέλει δὲ καὶ τὸν Ἰωσὴφ, τῆς Αἰγύπτου ἀποχωρήσαντες, κηδεύουσιν ἔνθα ὁ προπάτωρ αὐτῶν Ἀβραὰμ προκε-
them together with his father Jacob and all their household into Egypt. For to Rubin were born four sons, Enoch, Phales, Arrom, Charmi; and to Symeon six, Jebuel, Jaben, Aod, Achie, Sade, Saul; and to Levi three, Gedson, Boad, and Menari; and to Judah five, Er, Aunon, who, as was written before, died, Selom, Phares, Zara; and to Phares two, Arrom, and Jemoel; and to Issachar four, Thala, Phona, Jasuph, Zabran; and to Zabulon three, Serder, Aldon, Ael; all these were thirty-three, having their lineage from Leah, and a daughter Dinah. And there were born to Gad also seven sons, Saphon, Angis, Saunis, Thasobath, Aedis, Anoedes, Ariles; and to Asher four, Jemna, Joul, Meria, and Sera a daughter; and of Beria were born Chobor and Melchiel; all these were sixteen sons of Zelpha the handmaid of Leah, who bare them to Jacob in the name of Leah. And there were born to Joseph also in Egypt two sons, Manasseh and Ephraim, whom Asineth the daughter of Petephres of Heliopolis bare to him. And of Manasseh was born Machir by a concubine Syrian by race; and Machir begat Galaad; and of Ephraim were born sons, Soutalam, Bad, Lam. And of Soutalam was born Eden. And to Benjamin himself also two sons were born, Ballachobor and Assaer; and of Ballachobor, Geran, and Noemin, and Laches, and Esrom, and Mamphi. And Mamphi begat Arad; all these were eighteen sons of Rachel. And a son was born to Dan; and of Nephthalim, Asiel, and Goumin, and Isaar, and Sylem; all these were seven sons of Balla the handmaid of Rachel. And the blessed Jacob, having lived in all a hundred and forty-seven years, died in Egypt, having first blessed each of his sons with diverse blessings. And the blessing of the firstborn he granted to Joseph, and not to Rubin; because Joseph, not having yielded to the pleasure of the Egyptian woman, was justified, whereas Rubin, having been overcome, sinned; and besides, because he was the firstborn of Rachel; and to the tribe of Judah he allotted the kingship, and not to that of Rubin; because Judah was reproached in the matter of a woman, yet he was justified, having generously confessed that he himself was guilty of the sin, and not the woman. Moreover, on this account also it was appointed to reign, since alone among the other tribes it was bolder for the zeal and vengeance of God; wherefore he also prophesies that from him Christ should spring according to the flesh, and the calling of the Gentiles through him. And to Levi alone he assigned the high-priesthood, inasmuch as Amram, having sprung from him, set aside the decree of Pharaoh, and preserved alive his own son Moses. And Rubin he only made numerous in number, because he did not consent to the plot against Joseph. When Jacob therefore died in Egypt, they carried him away and buried him in the land of Canaan; and likewise all his sons also. And at the end they also bury Joseph, after departing from Egypt, where their forefather Abraham had previously been
Notes, col. 777

On the reading

Printed Ιωσὴφ, for Ἰωσὴφ.