Migne Reading Room

PG 18 · cols. 756–765 · Read from the page

Commentary on the Hexaemeron (spurious)

Commentary on the Hexaemeron (spurious)

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:756Read from the page
Καππαδόκας· Θέρας τοὺς Θείρας, τοὺς νῦν Θρᾷκας.
the Cappadocians; Theras, the Theirans, who are now the Thracians.
Ἐγένοντο δὲ καὶ τῷ Γαμὲρ υἱοὶ τρεῖς· Σχανὰξ, ἐξ οὗ Ἀσχαναξαῖοι, οἱ νῦν Ῥηγῖνες· Ῥιφὰθ, ἐξ οὗ Ῥιφαθέοι, οἱ νῦν Παφλαγόνες· Θυγραμμαΐς, ὃς συνέστησεν Θυγραμμεῖς, τοὺς νῦν Φρύγας.
And there were born also to Gamer three sons: Schanax, from whom are the Aschanaxeans, who are now the Rhegines; Riphath, from whom are the Riphatheans, who are now the Paphlagonians; Thygrammais, who established the Thygrammeans, who are now the Phrygians.
Υἱοὶ δὲ τῷ Ἰωοῦα τρεῖς, Ἐλισασὰ, ἀφ' οὗ Ἀλισαῖοι, οἱ νῦν Αἰολεῖς· Θαρσῆς, ἀφ' οὗ Θαρσεῖς, οἱ νῦν Κύλικες· οὕτω γὰρ τὸ παλαιὸν ἡ Κιλικία ἐκαλεῖτο· ἔτι γὰρ καὶ νῦν Θαρσῆς ἡ μητρόπολις αὐτῆς καλεῖται· Χεθεὶμ Χεθειμὰ τὴν νῆσον, ἣν ἄρτι Κύπρον προσονομάζουσιν· ἀπ' αὐτῆς γὰρ πᾶσαν νῆσον καὶ τὴν παράλιον Ἑβραῖοι Ἠθθὼ καλοῦσιν.
And the sons of Iooua were three: Elisasa, from whom are the Aliseans, who are now the Aeolians; Tharses, from whom are the Tharseans, who are now the Cilicians, for so Cilicia was called of old, for even now its metropolis is called Tharses; Chetheim, the island Chetheima, which they currently call Cyprus, for from it the Hebrews call every island and the seacoast Eththo.
Οἱ δὲ υἱοὶ τοῦ Χὰμ, τὴν ἀπὸ Συρίας, καὶ Ἀμμανοῦ, καὶ Λιβάνου τῶν ὀρέων γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτὴν τέτραπτο καταλαβόντες, καὶ τὰ μέχρι τοῦ Ὠκεανοῦ ἐξιδιωσάμενοι. Καὶ ἐνίων μὲν παντελῶς αἱ προσηγορίαι ἠμείφθησαν, ἐνίων δὲ εἰς ἑτέρας ἐνημείφθη δυσεπιγνώστους· ὀλίγων δὲ ἔτι αἱ ὀνομασίαι ἀκέραιοι σώζονται. Εἰσὶ δὲ υἱοὶ τοῦ Χὰμ οἵδε· Χοῦς, ἐξ οὗ Χουσαῖοι, οἱ νῦν Αἰθίοπες· Μεστρὲμ, ἐξ οὗ Μεστραῖοι, οἱ νῦν Αἰγύπτιοι· Φοὺτ, Φουτοὶ, οἱ νῦν Λίβυες, καὶ ἔτι τοῦ δεῦρο ὁ παρὰ Μαύροις ποταμὸς καὶ ἡ σύνεγγυς χώρα αὐτοῦ Φουτοὶ καλοῦνται. Ἐκλήθησαν δὲ Λίβυες τὸ ἔθνος, καὶ ἡ χώρα ἑνὸς τῶν ἀπὸ Μεστρὼν υἱῶν ὀνόματι Λίβυος βασιλεύσαντος αὐτῶν.
And the sons of Ham held the land from Syria and the mountains Ammanus and Lebanon, seizing whatever parts of it were turned towards the sea, and appropriating for themselves the parts as far as the Ocean. And of some the appellations have been completely changed, and of others they have been changed into others hard to recognize; while of a few the names are still preserved intact. And the sons of Ham are these: Chus, from whom are the Chuseans, who are now the Ethiopians; Mestrem, from whom are the Mestreans, who are now the Egyptians; Phout, the Phoutians, who are now the Libyans, and even up to the present the river among the Maurians and its neighbouring country are called Phoutians. And the nation and the country were called Libyans from one of the sons from Mestron, named Libys, having reigned over them.
Τῷ δὲ Χοῦς ἐγένοντο υἱοὶ ἑπτά· Σαβὰτ, ἀφ' οὗ Σαβάκιοι, οἵτινες ἄχρι τοῦ δεῦρο τὴν ὀνομασίαν ἅμα τῇ χώρᾳ σώζουσιν· Εὐϊλὰτ, ἐξ οὗ Εὐϊλαῖοι, οἱ νῦν γε Τοῦλοι· Σαβὰθ, ἐξ οὗ Σαβαθηνοὶ, οἱ νῦν Ἀστάβαροι· Ῥεγμαρὰ, ἐξ οὗ Ἀλλαῖοι, οἳ ἔτι καὶ νῦν ταύτην τὴν κλῆσιν ἔχουσιν· Ἰουδαδὰν, ἐξ οὗ Ἰουδαδαῖοι, Αἰθιοπικὸν ἔθνος ὁμώνυμον μέχρι νῦν τῷ προπάτορι· Σεβεκαθὰ, ἐξ οὗ Σαβακθηνοὶ, οἳ καὶ αὐτοὶ ὁμώνυμοι· Νεβρὼδ οὗτος, μείνας ἐν τῇ Βαβυλῶνι, πρῶτος αὐτοῖς ἐτυράννησεν.
And to Chus were born seven sons: Sabat, from whom are the Sabacians, who up to the present preserve the name together with the country; Euilat, from whom are the Euileans, who are now the Toulians; Sabath, from whom are the Sabathenians, who are now the Astabarians; Regmara, from whom are the Alleans, who even now have this appellation; Ioudadan, from whom are the Ioudadeans, an Ethiopian nation bearing the same name until now as their forefather; Sebecatha, from whom are the Sabacthenians, who also themselves bear the same name; this Nebrod, remaining in Babylon, first ruled as tyrant over them.
Μεστρὲμ υἱοὶ ὀκτὼ, οἵτινες τὴν ἀπὸ Γάζης καὶ ἕως Αἴγυπτον κατέσχον γῆν. Τοῦ δὲ Φιλιστιεὶμ ἡ χώρα τότε κατεῖχεν ἕως τινὸς τὴν ὁμωνυμίαν, ὕστερον δὲ ἐκλήθη Παλαιστίνη.
To Mestrem, eight sons, who held the land from Gaza and as far as Egypt. And the country of Philistieim then retained the same name for some time, and afterwards was called Palestine.
Ἐγένοντο δὲ καὶ τῷ Χανὰν παῖδες ἕνδεκα· Σιδὼν πρωτότοκος, ὅστις ὁμώνυμον ἑαυτοῦ πόλιν τῇ Φοινίκῃ Σιδῶνα ἔκτισεν· Ἀμάθιος τὴν Ἀμαθινὴν, τὴν νῦν Ἐπιφάνειαν, ᾠκοδόμησε, τῶν Μακεδόνων τινὸς κρατήσαντος αὐτῆς ἐπιδόξου, καὶ τὸ οἰκεῖον ὄνομα ἐπιθέντος αὐτῇ· Ἀρουκαῖος δὲ γῆν τὴν ἐν τῷ Λιβάνῳ ἔκτισεν· Ἀρόδιος οὗτος Ἄραδον τὴν νῆσον ᾤκησεν· Ἀσένασσος, ἀφ' οὗ Ἀσενναῖοι. Σαμάρειος δὲ Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰεβουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, οἵτινες ᾤκουν τὴν Βεθήλ· Γεργεσαῖος Γεργεσαίους, οἵτινες τὰ ἐπέκεινα κατῴκουν τοῦ Ἰορδάνου ἄχρι Φιλαδελφίας· Εὐαῖος Εὐαίους. Καὶ οἱ μὲν Κιναῖοι περὶ τὸν Λίβανον ᾤκουν καὶ Ἄμαρον· οἱ δὲ Ἐνιακεὶμ γίγαντες τὴν Χεβρών· καὶ περὶ αὐτὴν οἱ Χετταῖοι καὶ οἱ
And there were born also to Chanan eleven children: Sidon the firstborn, who founded in Phoenicia a city Sidon of the same name as himself; Amathios built Amathine, which is now Epiphaneia, a certain glorious man of the Macedonians having become master of it and having put his own name upon it; and Aroucaios founded the land in Lebanon; this Arodios inhabited the island Arados; Asenassos, from whom are the Asenneans. And Samareios established Samaria, Chettaios the Chetteans, Iebousaios the Iebouseans; Amorrhaos the Amorrheans, who inhabited Bethel; Gergesaios the Gergeseans, who inhabited the parts beyond the Jordan as far as Philadelphia; Euaios the Eueans. And the Cineans dwelt around Lebanon and Amaron, and the Eniaceim giants, Hebron; and around it the Chetteans and the
PG 18:757Read from the page
Φερεζαῖοι ἀναμὶξ τοῖς Χαναναίοις τὴν Παλαιστίνην κατεῖχον· οἱ δὲ Ῥαφίαν τὴν Φιλαδελφίαν· πάλιν δὲ οἱ Γεργεσαῖοι τὰ Γάδαρα, καὶ Γέργισαν πόλιν, καὶ τὴν Τιβεριάδα εἶχον λίμνην, καὶ οἱ Ἰεβουσαῖοι τὴν νῦν Ἱερουσαλήμ.
Pherezeans intermingled with the Chananeans held Palestine; and others held Raphia, which is Philadelphia; and again the Gergeseans held Gadara, and the city Gergisa, and the lake of Tiberias, and the Iebouseans held what is now Jerusalem.
Πέντε καὶ Σὴμ παῖδες ἐγένοντο, οἵτινες τὴν μέχρι τοῦ κατ' ἰδίαν Ὠκεανοῦ Ἀσίαν κατῴκησαν, ἤτοι ἀπὸ τοῦ Εὐφράτου τὴν ἀρχὴν ποιησάμενοι. Εἰσὶ δὲ οὗτοι· Αἰλὰμ, ἀφ' οὗ Αἰλαμαῖοι, οἱ νῦν Πέρσαι· Ἀσοὺρ, ἀφ' οὗ Ἀσσύριοι· Ἀρφαξὰδ, ἀφ' οὗ Ἀρφαξαῖοι, οἱ νῦν Χαλδαῖοι· Ἀρὰμ, ἀφ' οὗ Ἀραμαῖοι, οἱ νῦν Σύροι. Κατέσχον δὲ οὗτοι ἀπὸ Μεσοποταμίας ἕως τῶν ὀρέων Ἀραρὰτ, ἅ ἐστι πρὸς τὴν Ἀρμενίαν· Λοὺδ, ἀφ' οὗ Λυδαῖοι, οἱ νῦν Λυδοί· Καϊνὰν, ἀφ' οὗ Κανᾶται.
And to Shem were born five children, who inhabited Asia as far as its own Ocean, that is, making their beginning from the Euphrates. And they are these: Ailam, from whom are the Ailameans, who are now the Persians; Asour, from whom are the Assyrians; Arphaxad, from whom are the Arphaxeans, who are now the Chaldeans; Aram, from whom are the Arameans, who are now the Syrians. And these held from Mesopotamia as far as the mountains of Ararat, which are towards Armenia; Loud, from whom are the Lydeans, who are now the Lydians; Cainan, from whom are the Canatians.
Υἱοὶ δὲ τοῦ Ἀρὰμ τέσσαρες ἐγεννήθησαν· Οὖζ, ὅστις ἔκτισε Δαμασκὸν καὶ τὴν Τραχωνῖτιν, ἥτις μέση τῆς Παλαιστίνης καὶ Κοίλης Συρίας ἐστίν· Οὒλ, ἀφ' οὗ Λαζονεῖς· Γαθὲρ, ἀφ' οὗ Σταφηνοί· Μεσὸχ, ἀφ' οὗ Μασσήνιοι.
And four sons of Aram were born: Ouz, who founded Damascus and Trachonitis, which is midway between Palestine and Coele-Syria; Oul, from whom are the Lazoneans; Gather, from whom are the Staphenians; Mesoch, from whom are the Massenians.
Υἱοὶ Ἀρφαξάδ· Καϊνὰν, ἀφ' οὗ Σογγοδιανοί· ἀπὸ τούτου δὲ καὶ ἡ ἀστρονομία καὶ οἰωνισμοὶ ἐπενοήθησαν.
The sons of Arphaxad: Cainan, from whom are the Soggodians; and from him both astronomy and auguries were devised.
Υἱὸς δὲ ἐγένετο τῷ Καϊνὰν Σαλὰ, ἀφ' οὗ Σουσιανοί.
And a son was born to Cainan, Sala, from whom are the Sousians.
Υἱὸς τοῦ Σαλὰ Ἕβερ, ἀφ' οὗ Ἑβραῖοι, οἵτινες τὴν ἀρχαίαν κατέσχον τὴν Ἑβραΐδα διάλεκτον, τοῦ Ἕβερ μὴ συμπαραγενομένου εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ ἀλλοιωθέντος τὴν γλῶτταν.
The son of Sala was Heber, from whom are the Hebrews, who retained the ancient Hebrew speech, since Heber did not join in coming to the building of the tower and have his tongue altered.
Υἱοὶ δὲ τοῦ Ἕβερ Φαλὲχ, ἀφ' οὗ Ἀδιαβηνοί· Ἰεκτὰν, ἀφ' οὗ Ἑδραμαῖοι. Ὁ δὲ Φαλὲχ διὰ τοῦτο ἐκλήθη Φαλὲχ, ἐπειδὴ κατὰ τὴν ἀπόστολον τῶν ἀποικιῶν ἐτέχθη. Φαλὲχ γὰρ οἱ Ἑβραῖοι μερισμὸν λέγουσιν, ἐπ' αὐτοῦ ἐμερίσθησαν. Καὶ ὁ ὑπονοούμενος τῶν ἐτῶν τῆς τοῦ κόσμου διαμονῆς ἀριθμὸς εἰς δύο διῃρέθη ἰσαίτατα· τρισχίλια γὰρ ἐπὶ τῇ γενέσει τῆς αὐτοῦ τοῦ κόσμου ὑπάρξεως ἔτη ἐπερατώθη. Λογιζόμεθα γὰρ διαμεῖναι τὴν κτίσιν ἄχρις ἕκτης χιλιάδος, ἐπεὶ καὶ ἐν ἓξ ἡμέραις ὁ Θεὸς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς συνεστήσατο. Χιλιετεῖς δὲ τὰς ἡμέρας λογίζεσθαι τὸ Θεῖον οἶμαι· Κυρίου γὰρ, φησὶν, ἡμέρα ὡς χίλια ἔτη.
And the sons of Heber were Phalech, from whom are the Adiabenians; Iectan, from whom are the Hedrameans. And Phalech was called Phalech on this account, because he was born at the sending forth of the colonies. For the Hebrews call division Phalech, and in his time they were divided. And the supposed number of the years of the duration of the world was divided most equally into two; for at his birth three thousand years of the existence of the world were completed. For we reckon that the creation remains until the sixth chiliad, since in six days also God constituted the completion of this universe. And I think the Divine reckons the days as of a thousand years each; for a day of the Lord, it says, is as a thousand years (Ps. 89:4).
Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τελευτὴν Φαλὲχ ἔτη τρισχίλια. Ἐπὶ δὲ τὴν τοῦ Κυρίου παρουσίαν καὶ ἀνάστασιν ἔτη πεντακισχίλια καὶ πεντακόσια τριάκοντα ἓν, ὡς λείπειν τετρακόσια πεντήκοντα ἐννέα ἔτη τῆς ἕκτης χιλιάδος. Ἔστι δὲ τῆς τοῦ κόσμου συντελείας σημεῖον τὸ σάββατον· καὶ εἰκότως ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ Κύριος ἐπιδημήσας τῷ κόσμῳ ἐν παρασκευῇ πέπονθεν, ἥτις ἐστὶν ἡμέρα ἕκτη, καὶ ταύτης τῆς ἡμέρας ὥρα ἦν ὡσεὶ ἕκτη, ἡνίκα ἐσταυρώθη, τοῦ λόγου σημαίνοντος διὰ τοῦ τῆς ἕκτης χιλιάδος τὸ ἥμισυ· καὶ διὰ τοῦτο ὡρισμένως οὐκ εἶπεν ὥρα ἕκτη, ὑπεμφαίνοντος τοῦ λόγου ὀλίγῳ πλείω τοῦ ἀριθμοῦ ὑπερπαίειν. Ἀπὸ δὲ τοῦ Χριστοῦ ἐπὶ τὴν τριακονταετηρίδα Κωνσταντίνου
There are therefore from Adam until the death of Phalech three thousand years. And until the coming and resurrection of the Lord, five thousand five hundred and thirty-one years, so that four hundred and fifty-nine years of the sixth chiliad are lacking. And the Sabbath is a sign of the consummation of the world; and fittingly in the last of the days the Lord having sojourned in the world suffered on the preparation, which is the sixth day, and of this day it was about the sixth hour when He was crucified, the word signifying through this the half of the sixth chiliad; and on this account it did not say definitely the sixth hour, the word intimating that it exceeds the number by a little more. And from Christ until the thirtieth year of Constantine
PG 18:760Read from the page
ἔτη ἐστὶ σξθʹ. Ὥσπερ δὲ ὁ Ἰωνᾶς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ κοιλίᾳ τοῦ κήτους διατρίψας ὑγιὴς ἀπεδόθη, οὕτω καὶ ἡμεῖς πάντες, τὰς τρεῖς τοῦ αἰῶνος διαστάσεις ποιήσαντες ἐν τῇ γῇ, ἀναστησόμεθα. Τρία γὰρ τοῦ χρόνου ἐστὶ καθολικὰ διαστήματα, ἐνεστὼς, παρῳχηκὼς, μέλλων, ὧν τὰ σύμβολα ὁ Σωτὴρ ἡμῶν ᾠκονόμησε, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσας ἐν τῇ γῇ, διδάσκων σαφῶς, ὅτι, τῶν προειρημένων περαιωθέντων διαστημάτων τοῦ χρόνου, ἔσται ἡμῶν ἡ ἀνάστασις, τοῦ μέλλοντος αἰῶνος ἀρχὴ ὑπάρχουσα.
it is 269 years. And just as Jonah, having spent three days and three nights in the belly of the whale, was given back sound, so also we all, having passed the three intervals of the age in the earth, shall rise again. For there are three universal intervals of time, present, past, future, the symbols of which our Saviour dispensed, having spent three days and three nights in the earth, teaching clearly that, when the aforesaid intervals of time have been completed, our resurrection will take place, being the beginning of the age to come.
Υἱοὶ δὲ ἐγένοντο τῷ Ἰεκτὰν, Σαλμωδὰδ, ἀφ' οὗ Ἰνδοί· Σάλεφ, ἀφ' οὗ Βάκτροι· Ἀσαρμὼθ, ἀφ' οὗ Ἄραβες· Ἰαρὰχ, ἀφ' οὗ Καρμανοί· Ὀδοῤῥὰ, ἀφ' οὗ Μάρδοι· Ἰεζεὶλ, ἀφ' οὗ Ἀῤῥιανοί· Δεκλὰ, ἀφ' οὗ Κεδρούσιοι· Γεβὰλ, ἀφ' οὗ Σκύθαι· Ἀβιμεὴλ, ἀφ' οὗ Ὑρκανοί· Σαβεῦ, ἀφ' οὗ Ἄραβες Εὐδαίμονες· Οὐφὶρ, ἀφ' οὗ Ἀρμένιοι· Εὐϊλὰτ, ἀφ' οὗ γυμνοσοφισταί. Οὗτοι πάντες υἱοὶ Σήμ.
And sons were born to Iectan: Salmodad, from whom are the Indians; Saleph, from whom are the Bactrians; Asarmoth, from whom are the Arabs; Iarach, from whom are the Carmanians; Odorrha, from whom are the Mardians; Iezeil, from whom are the Arrhians; Decla, from whom are the Cedrousians; Gebal, from whom are the Scythians; Abimeel, from whom are the Hyrcanians; Sabeu, from whom are the Fortunate Arabs; Ouphir, from whom are the Armenians; Euilat, from whom are the Gymnosophists. All these are sons of Shem.
Ζαλὰ δὲ ἐγέννησε τὸν Ῥαγαῦ· Ῥαγαῦ δὲ τὸν Σερούχ· Σεροὺχ δὲ τὸν Ναχὼρ, καὶ ἐδίδαξεν αὐτὸν τὴν τῶν Χαλδαίων μαντείαν καὶ ἀστρονομίαν. Ἐν δὲ τοῖς χρόνοις Σεροὺχ οἱ υἱοὶ Νῶε εἰδωλολατρεῖν ἤρξαντο καὶ κακίαν πᾶσαν μετέρχεσθαι, καὶ οἰκοδομεῖν πόλεις, καὶ βασιλεῖς καθιστᾷν, καὶ πολιορκεῖν, καὶ ἁρπάζειν, καὶ αἰχμαλωτίζειν.
And Zala begot Ragau; and Ragau, Serouch; and Serouch, Nachor, and he taught him the divination and astronomy of the Chaldeans. And in the times of Serouch the sons of Noah began to worship idols and to pursue every wickedness, and to build cities, and to set up kings, and to besiege, and to plunder, and to take captive.
Ναχὼρ δὲ ἐγέννησε τὸν Θάῤῥα, Θάῤῥα δὲ τὸν Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀράν. Ἀρὰν δὲ τὸν Λὼτ, καὶ τὴν Σάῤῥαν, καὶ Μελχάν. Ὁ δὲ Ἀρὰν ἀπέθανεν ἐν πόλει Οὐρὴλ λεγομένῃ τῶν Χαλδαίων, ἐν ᾗ ἔτι καὶ νῦν τάφος αὐτοῦ δείκνυται. Ἀπέθανε δὲ ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύρισεν Ἀβρὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ ἐν τῷ εἰσελθεῖν ἐξελέσθαι αὐτά. Γαμοῦσι δὲ τὰς ἀδελφὰς Μελχὰν μὲν Ναχὼρ, Σάῤῥαν δὲ ὁ Ἀβραάμ. Καὶ οὐ παρανόμως τοῦτο ποιοῦσιν, ἐπειδὴ μηδὲ νόμος ἦν πώποτε ὁ κωλύων. Εἰ γὰρ τοὺς ἀπὸ τοῦ κοινοῦ πάντων πατρὸς Ἀδὰμ καὶ τῆς τούτου γυναικὸς γεννηθέντας ἄῤῥενας καὶ θηλείας, ἀδελφοὺς ὄντας καὶ ἀδελφὰς, ἡ φύσις ἐπὶ παιδοποιίαν προκαλουμένη, ἀδελφοῖς ἀδελφαῖς ἀνάγκῃ ἐπὶ γάμου κοινωνίαν ἐνῆγεν· οὐκ ἀπεικὸς οὖν καὶ τοὺς μετὰ ταῦτα τῆς πρώτης τυγχάνοντας διαδοχῆς τοῦ νόμου τῶν προγόνων κατακολουθεῖν.
And Nachor begot Tharrha, and Tharrha begot Abraham, and Nachor, and Aran. And Aran begot Lot, and Sarrha, and Melchan. And Aran died in a city of the Chaldeans called Ourel, in which even now his tomb is shown. And he died in the fire wherewith Abram burned the idols of his father, upon going in to rescue them. And they marry their sisters, Nachor marrying Melchan, and Abraham Sarrha. And they do this not unlawfully, since there was never yet a law forbidding it. For if nature, calling forth to the begetting of children the males and females born from the common father of all, Adam, and his wife, though they were brothers and sisters, by necessity led sisters into fellowship of marriage with brothers, it is not unreasonable, then, that those also who came after this, belonging to the first succession, should follow the law of their forefathers.
Ὁ δὲ Θάῤῥα, μισήσας τὴν Χαλδαίαν διὰ τὸ πένθος τοῦ υἱοῦ, εἰς τὴν Μεσοποταμίαν μετῆλθε, κἀκεῖ ἐτελεύτησε, βιώσας ἔτη πέντε καὶ διακόσια.
And Tharrha, having hated Chaldea because of the mourning for his son, departed into Mesopotamia, and died there, having lived two hundred and five years.
Ἔκτοτε γὰρ τῶν ἀνθρώπων τὸ ζῇν συνετέμνετο, καὶ βραχύτερον ἐγένετο, ἄχρι τῆς Μωϋσέως γενέσεως. Μετὰ γὰρ Μωϋσέα ὅρος τοῦ ζῇν ἐγένετο ἔτη ρκʹ, ἅτινα καὶ αὐτὸς οὗτος ζήσας, τὸν θνητὸν βίον μετήλλαξεν.
For from that time the life of men was cut short and became briefer, until the birth of Moses. For after Moses the limit of life became 120 years, having lived which years himself also, he exchanged this mortal life.
Ἀβραὰμ δὲ ὁ τρισμακάριος ἄριστος ἀστρονόμος ἐτύγχανε, καὶ μείζω τῶν ἄλλων φρονῶν ἐν ἀρετῇ· πάντων τῶν υἱῶν Νῶε εἰς δεισιδαιμονίαν καταπεπτω-
And the thrice-blessed Abraham was a most excellent astronomer, and minded greater things than the others in virtue; when all the sons of Noah had fallen into supersti-
PG 18:761Read from the page
κότων, μόνος οὗτος Δημιουργὸν τῶν πάντων Θεὸν ἀπεφήνατο εἶναι, ἐκ τῶν περὶ ἥλιον καὶ σελήνην ἀλλοιώσεων καὶ ἐκ τῶν περὶ γῆν, καὶ ἀέρα, καὶ θάλατταν παθημάτων εἰκάσας. Διὰ τί γὰρ, φησὶν, ἰσχύος οὔσης ἐν αὐτοῖς τῆς ἑαυτῶν εὐταξίας οὐ προνοοῦνται, ἀλλ' ὑστεροῦνται ταύτης; Ἐκ γοῦν τούτων γινώσκειν ἔξεστιν, ὅτι οὐ κατ' ἰδίαν ἰσχὺν συντελεῖ, εἰ καὶ δοκεῖ εὐεργετεῖν τοὺς ἀνθρώπους οὐ μικρῶς, ἀλλὰ κατὰ τὴν βούλησιν τοῦ ποιήσαντος.
tion, he alone declared God to be the Creator of all things, having conjectured it from the alterations concerning the sun and moon and from the affections concerning earth, and air, and sea. For why, says he, if strength is in them, do they not take forethought for their own good order, but fall short of this? From these things, therefore, it is possible to know that they accomplish things not according to their own strength, even if they seem to benefit men in no small way, but according to the will of Him Who made them.
Πρὸς γοῦν τὴν δόξαν αὐτοῦ ταύτην οἱ Χαλδαῖοι καὶ οἱ τὴν Μεσοποταμίαν οἰκοῦντες διεφέροντο, καὶ ἀντεῖχον αὐτῷ. Καὶ ἀναστὰς ἐκεῖθεν κατὰ πρόσταγμα Θεοῦ τὴν γῆν τῶν Χαναναίων κατῴκησε. Λιμοῦ δὲ καταλαβόντος δεινοῦ, εἰς Αἴγυπτον παρεγένετο, καὶ τοὺς Αἰγυπτίους ἀλλήλοις ἀντιδοξοῦντας, καὶ τὰ νόμιμα ἑαυτῶν διαπτύοντας καὶ ἀνατρέποντας ἀπέδειξεν ἅπαντας αὐτοὺς μηδὲν ἀξιόλογον μηδὲ φρονοῦντας, μηδὲ θεσπίζοντας. Καὶ θαυμασθεὶς ἐπὶ συνέσει καὶ σοφίᾳ πολλῇ, τὴν ἀριθμητικὴν αὐτοῖς καὶ τὴν ἀστρονομίαν παραδίδωσι· πρὸ γὰρ τῆς παρουσίας αὐτοῦ ἄπειροι τούτων ἐτύγχανον οἱ Αἰγύπτιοι· μαθόντες δὲ ὕστερον τοῖς Ἕλλησι μεταδεδώκασιν· ὑποστρέψαντι δὲ ἐκ τῆς Αἰγύπτου τῷ Ἀβραὰμ υἱὸς Ἰσμαὴλ ἐγένετο ἐκ τῆς παιδίσκης Ἄγαρ, ἐξ ἧς τὸ ἔθνος Ἀγαρηνῶν τε καὶ Σαρακηνῶν συνέστη· τὸ δὲ τῶν Ἰσμαηλιτῶν ἐκ τοῦ Ἰσμαήλ.
Against this opinion of his, therefore, the Chaldeans and those inhabiting Mesopotamia differed, and opposed him. And having risen up from there according to the command of God, he inhabited the land of the Chananeans. And when a terrible famine overtook them, he came into Egypt, and as the Egyptians held contrary opinions to one another, and spurned and overturned their own customs, he demonstrated that they all neither thought nor decreed anything worthy of note. And having been admired for his understanding and great wisdom, he hands down to them arithmetic and astronomy; for before his coming the Egyptians were unacquainted with these, and having learned them they afterwards imparted them to the Greeks; and to Abraham upon returning from Egypt a son, Ishmael, was born from the maidservant Hagar, from whom the nation of both the Hagarenes and the Saracens arose, and that of the Ishmaelites from Ishmael.
Ὁ δὲ Λὼτ χωρίζεται τοῦ Ἀβραὰμ, καὶ τὴν χώραν τὴν Σοδομηνὴν ᾤκησεν, ἥτις οὐρανίῳ πυρπολήσει δι' ἄθεσμον παρανομίαν κατεδικάσθη, καὶ ἔτι καὶ νῦν κεκαυμένα αὐτῆς τὰ ἴχνη φαίνεται· ἔστι γὰρ ἰδεῖν πέντε πόλεων σκιὰς, ἐν αἷς βλαστάνει καρπὸς, ὃς φαίνεται μὲν ἔξωθεν παραπλήσιος τοῖς ἐδωδίμοις, ληφθεὶς δὲ ταῖς χερσὶν, εἰς τέφραν καὶ καπνὸν ἀναλύεται. Γειτνιᾷ δὲ ταύτῃ ἡ Ἀσφαλτῖτις λίμνη, ἣ πρότερον μὲν ἦν κοιλὰς φρέατα ἔχουσα ἀσφάλτου, ἀφανισθείσης δὲ τῆς χώρας, λίμνη γεγένηται, ἥτις καὶ Νεκρὰ θάλασσα προσαγορεύεται. Καὶ ἔστι μὲν πικροτάτη φύσει καὶ ἄγονος· κοῦφον δὲ τὸ ὕδωρ κέκτηται, ὡς τῶν ἐν αὐτῇ ῥιπτομένων βαρέων, λίθου ἢ σιδήρου, τυχὸν μὴ καταδύνειν εἰς τὸν βυθὸν, ἀλλ' αὖθις ὥσπερ ὑπὸ πνεύματος ἀναφυσᾶσθαι, καὶ ἐπιπολᾶσθαι. Ῥιφέντες γὰρ ἐπ' αὐτῇ ζῶντες ἄνθρωποι ἀναβλυστάνουσι· νεκροὶ δὲ καταδύνουσι· καὶ λύχνοι δὲ καιόμενοι ἐπιφέρονται, σβεσθέντες δὲ καταποντοῦνται. Ἀναφέρει δὲ ἅλας πικρὸν, καὶ στυπτηρίαν, καὶ τῆς ἀσφάλτου μελαίνας βώλους, ὡς ἐοικέναι τούτους ταύροις ἀκεφάλοις τὸ μέγεθος. Καὶ οἱ ναῦται, τὰς βώλους ταύτας δρασσόμενοι, πληροῦσι τὰ σκάφη, καὶ ἕλκουσιν ἐπὶ τὴν χέρσον. Προσπήγνυται δὲ τῷ ξύλῳ τοῦ πλοίου ἡ ἄσφαλτος, καὶ ἀποξυλοῦται, ὡς μὴ δύνασθαι ἄλλως ἀποκολληθῆναι, εἰ μὴ βρεχθείη οὔροις καὶ γυναικείοις ἐμμήνοις· τούτοις γὰρ εἴκειν μόνοις πέφυκεν. Ἀλλάττειν δέ φασι τῆς ἡμέρας χροιὰς τρεῖς τὸ ὕδωρ, καὶ ποικιλίαν γοῦσαν.
And Lot separates from Abraham, and inhabited the Sodomite country, which was condemned to a heavenly burning on account of lawless transgression, and even now its burnt traces appear; for one may see shadows of five cities, in which grows a fruit that appears from outside similar to edible fruits, but when taken in the hands, dissolves into ashes and smoke. And neighbouring this is the Asphaltitis lake, which formerly was a valley having pits of pitch, but when the country was obliterated, became a lake, which is also called the Dead Sea. And it is most bitter by nature and barren; and it possesses light water, so that of heavy things cast into it, stone or iron, perchance they do not sink down into the depth, but again as if by wind are blown up and float on the surface. For living men cast upon it spring up, whereas dead ones sink down; and burning lamps are borne on the surface, whereas extinguished ones are plunged down. And it brings up bitter salt, and alum, and black lumps of pitch, so that these resemble headless bulls in size. And the sailors, grasping these lumps, fill their skiffs and draw them onto the dry land. And the pitch cleaves fast to the wood of the ship and turns to wood, so that it cannot otherwise be detached unless it be steeped in urine and women's menstrual blood; for to these alone is it by nature wont to yield. And they say that the water changes three colours a day, and variety
Ὁ δὲ Ἀβραὰμ, ἑκατοντούτης γενόμενος, γνήσιον
And Abraham, having become a hundred years old, a legitimate
Notes, col. 761

On the reading

Printed Ἄγαρ, for Ἅγαρ.

Printed Ἀγαρηνῶν, for Ἁγαρηνῶν.

PG 18:764Read from the page
παῖδα ἐκ τῆς Σάῤῥας τὸν Ἰσαὰκ ἐγέννησε· καὶ μετὰ τὴν ὀγδόην ἡμέραν αὐτὸν περιέτεμεν, ἐξ οὗ καὶ νῦν τὸ ἔθος τοῦτο οἱ Ἑβραῖοι φυλάττουσι, τῇ ἡμέρᾳ ταύτῃ περιτεμνόμενοι. Ἄραβες γὰρ καὶ οἱ Ἰσμαηλῖται τρισκαιδεκάτῳ περιτέμνονται ἔτει, τοῦ προπάτορος αὐτῶν Ἰσμαὴλ οὕτω περιτμηθέντος.
child, Isaac, he begot from Sarrha; and after the eighth day he circumcised him, from which even now the Hebrews keep this custom, being circumcised on this day. For the Arabs and the Ishmaelites are circumcised in their thirteenth year, their forefather Ishmael having been circumcised thus.
Πεισθεὶς δὲ ὑπὸ τῆς Σάῤῥας, ὁ Ἀβραὰμ τὸν Ἰσμαὴλ ἀλλαχόσε μετῴκησε, μήποτε μετὰ τὴν αὐτοῦ ἀποβίωσιν, ὡς πρωτότοκος περὶ τῶν πρεσβείων κακουργήσῃ τὸν Ἰσαάκ. Κατέσχον γοῦν τοῦ Ἰσμαὴλ οἱ ἀπόγονοι τὴν ἀπὸ Εὐφράτου καθήκουσαν γῆν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν.
And having been persuaded by Sarrha, Abraham removed Ishmael elsewhere, lest ever after his departure from life, as firstborn, he should do evil to Isaac concerning the rights of primogeniture. The descendants of Ishmael therefore held the land reaching down from the Euphrates to the Red Sea.
Μετὰ δὲ χρόνον εἰς θυσίαν ὁ Θεὸς τὸν Ἰσαὰκ ἀνενεχθῆναι αὐτῷ προσέταξεν· καὶ ὁ Ἀβραὰμ, μέγιστον καὶ τοῦτο εὐσεβείας σύμβολον ἡγησάμενος, ἀφικνεῖται σὺν πολλῇ προθυμίᾳ ἐπ' ἀκρωρείας τινὸς, καὶ πάντα τὰ πρὸς τὴν θυσίαν εὐτρεπίσας, φάσκει πρὸς τὸν παῖδα αὐτοῦ·
And after a time God commanded that Isaac be offered up to Him for a sacrifice; and Abraham, having deemed this also a very great token of piety, arrives with great eagerness upon a certain mountain ridge, and having made ready all the things for the sacrifice, says to his child:
« Ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ Θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην, οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς ἐπειδή μέ σε ἠνδρωμένον καὶ τελευτῶν διάδοχον ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. Ἀλλ' ἐπεὶ Θεοῦ βουλομένου σὸς πατὴρ ἐγενόμην, πάλιν τούτῳ αἰτοῦντι ἀνατίθημί σε. Φέρε οὖν γενναίως τὴν καθιέρωσιν· τῷ Θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ' ὧν εὐμενὴς καὶ προστάτης μοι γέγονεν. Ἄπιθι οὖν οὐκ ἀποθανὼν τὸν κοινὸν ἐκ τοῦ ζῇν τρόπον, ἀλλ' ὑπὸ πατρὸς ἰδίου Θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος. Ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ, μήτε νόσῳ, μήτε πολέμῳ, μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν ἀνθρώποις πέφυκε, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας ἐκείνου τὴν σὴν ψυχὴν προσδεξαμένου. Ἔσῃ δέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον τὸν Θεόν μοι ἀντὶ σαυτοῦ παρασχόμενος. »
"O child, having asked by ten thousand prayers that you be born to me from God, since you came into life, there is nothing in which I did not earnestly strive concerning your upbringing, nor anything wherein I thought I would be happier than if, upon dying, I should leave you behind grown to manhood and successor of my own rule. Yet since by God's willing it I became your father, again to Him Who asks I dedicate you. Bear nobly, therefore, the consecration; for I yield you to God, Who has deemed worthy to receive this honour from us, in return for the things wherein He has been gracious and a protector to me. Depart, therefore, not having died in the common manner of departing from life, but sent forward by your own father to God the Father of all by the law of sacrifice; since He, I think, judged you worthy, receiving your soul neither by disease, nor by war, nor by any other of the sufferings which by nature befall men, but with prayers and sacred service. And you will be to me one who has provided God for me in your stead as a guardian and sustainer of old age."
Τούτων ἀκούσας ὁ Ἰσαὰκ ἔφη πρὸς αὐτόν· « Οὐδὲ τὴν ἀρχὴν γεγονέναι δίκαιος εἴην ἂν, εἰ Θεοῦ καὶ πατρὸς μέλλοιμι κρίσιν ἀπωθεῖσθαι, καὶ μὴ παρέχειν ἐμαυτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως. Ἀλλ' εἰ καὶ μόνος ταῦτα ὁ πατὴρ προῃρεῖτο, μὴ ὑπακούειν ἄδικον ἦν. »
Having heard these things, Isaac said to him: "I would not be just even to have been born at the beginning, if I were about to thrust away the judgement of God and of a father, and not readily offer myself to the counsels of both. Yet even if my father alone chose these things, not to obey would be unjust."
Καὶ ταῦτα λέγων ὥρμησεν ἐπὶ τὸν βωμὸν, καὶ τὴν σφαγήν. Ὁ δὲ Θεὸς, τὴν ἑκατέρου προθυμίαν ἀποδεξάμενος, ἐχαρίσατο τῷ πατρὶ τὸν παῖδα, κριὸν ἀντὶ τῆς τοῦ παιδὸς δείξας ὁλοκαυτώσεως· καὶ παραχρῆμα τοῦτον ἀνήνεγκε ἀντὶ Ἰσαὰκ τοῦ παιδὸς αὐτοῦ.
And saying these things, he hastened to the altar and the slaughter. And God, having accepted the eagerness of each, granted the child to the father, having shown a ram instead of the whole burnt offering of the child; and immediately he offered this up instead of Isaac his child.
Πρώτῳ δὲ τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος ἐπιφανεὶς ἐν σχήματι ἀνθρώπου τὴν τῶν ἐθνῶν κλῆσιν ἐθέσπισεν, ἣν καθ' ἡμᾶς ἐπιδημήσας τῷ κόσμῳ, ἐπὶ πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας αὐτοῦ.
And first to Abraham the Word of God, having appeared in the form of a man, foretold the calling of the nations, which, having sojourned in the world in our time, He brought to an end through His evangelical teaching unto all the nations.
Ἄγων δὲ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας ὁ Ἰσαὰκ
And Isaac, passing the fortieth year of his age,
PG 18:765Read from the page
τὴν Ῥεβέκκαν πρὸς γάμον ἄγεται, ἐξ ἧς δύο παῖδας ἐγέννησεν, Ἠσαῦ καὶ Ἰακώβ.
takes Rebecca in marriage, from whom he begot two children, Esau and Jacob.
Καὶ ὁ Ἀβραὰμ, τελευτησάσης Σάῤῥας, τὴν Χεττοῦραν γαμεῖ, καὶ ποιεῖ ἓξ παῖδας ἐξ αὐτῆς, Ζεμβρὰν, Ἰαζὰν, Μαδὴν, Μαδιανὴν, Λουσουβάκον, Σοῦον.
And Abraham, after Sarrha died, marries Chettoura, and begets six children from her: Zembran, Iazan, Maden, Madiane, Lousoubacos, Souos.
Φύονται δὲ καὶ ἐκ τούτων παῖδες, Σούου μὲν Σαβακάνης, καὶ Δαδάνης, ἐκ δὲ τούτου Λατούσιμος, καὶ Ἄσουρος, καὶ Λούοβος· Μαδάμου δὲ Ἠθὰ, Θωφρῆς, Ἄμωχος, Ἔβιδος, Ἔλδος. Καὶ τούτοις ἅπασιν Ἀβραὰμ ἀπὸ κοιλίας ἐπενόησεν, οἵτινες τὴν Τρωγλωδύτην, καὶ τὰ μέρη τῆς Εὐδαίμονος Ἀραβίας, καὶ ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν, κατέλαβον. Καὶ ἀπὸ μὲν Ἀσοὺρ Ἀσσυρία ἐκλήθη· Σωφρὴν δὲ, ἐπὶ Λιβύην στρατεύσας, κατέσχεν αὐτὴν, καὶ οἱ ἀπόγονοι αὐτοῦ, τουτέστιν οἱ υἱωνοὶ κατοικοῦντες αὐτὴν, ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν χώραν Ἀφρικὴν προσηγόρευσαν, οἵτινες Ἡρακλεῖ συνεμάχησαν ἐπὶ Ἀνταῖον τὸν γηγενῆ στρατεύσαντι. Τοῦ δὲ Οὐαφρῆ θυγατέρα ἄγεται Ἡρακλῆς, ἐξ ἧς Βόδωρον παῖδα ἐποίησε, ὅστις ἐγέννησεν υἱὸν Σωφονὰ, ἐξ οὗ τοὺς βαρβάρους Σωφονὰς λέγουσιν.
And from these also children are born: of Souos, Sabacanes and Dadanes, and from him Latousimos, and Asouros, and Louobos; and of Madamos, Etha, Thophres, Amochos, Ebidos, Eldos. And for all these Abraham took thought from the womb, who seized the Troglodyte country, and the parts of Fortunate Arabia, and as much as reaches down to the Red Sea. And from Asour, Assyria was called; and Sophren, having marched against Libya, held it, and his descendants, that is, his grandsons inhabiting it, called the country Africa from his name, who fought as allies with Heracles when he marched against Antaeus the earthborn. And Heracles takes in marriage the daughter of Ouaphres, from whom he begot a child Bodoros, who begot a son Sophonas, from whom they call the barbarians Sophonians.
Ὁ δὲ Ἀβραὰμ, βιώσας ἔτη ροεʹ, ἀπέθανεν. Ἰακὼβ, παραρπάσας τὴν εὐλογίαν τοῦ Ἠσαῦ, εἰς τὴν Μεσοποταμίαν παρεγένετο πρὸς Λάβαν ἀδελφὸν τῆς μητρὸς αὐτοῦ, καὶ δουλεύσας αὐτῷ ἔτη ιδʹ τὰς δύο θυγατέρας αὐτοῦ ἄγεται, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ, ἧς μᾶλλον εἰς ἐπιθυμίαν ἦλθεν. Ἐπεθύμησε δὲ αὐτὴν οὐ τῷ κάλλει ἡττώμενος, (ἐπειδὴ καθὼς γέγραπται, Ῥαχὴλ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα·) ἀλλ' ὅτι, πρώτην αὐτὴν ἰδὼν, ὡς ἂν ἐκ θείας οἰκονομίας συναντήσασαν, ἠσπάσατό τε, καὶ ἠγάπησεν, εἰδὼς ὅτι τὸ θαῦμα τοῦτο, καὶ ἐπὶ τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας γεγένηται, ὅτε, τοῦ παιδὸς Ἀβραὰμ εὐξαμένου, συνήντησεν αὐτῷ τὰ κατ' εὐχὰς, καὶ τὰ προῃρημένα αὐτῷ δι' ἔργων ἐπληρώθη.
And Abraham, having lived 175 years, died. Jacob, having snatched away the blessing of Esau, came into Mesopotamia to Laban the brother of his mother, and having served him 14 years takes his two daughters, Leah and Rachel, for whom he came more into desire. And he desired her not as being overcome by beauty (since, just as it is written, Rachel was fair in form, and exceedingly comely in appearance [Gen. 29:17]), but because, having seen her first, as having met him by divine dispensation, he both greeted and loved her, knowing that this wonder had also happened in the case of his mother Rebecca, when, the servant of Abraham having prayed, the things according to his prayers met him, and the things chosen by him were fulfilled through deeds.
Τίκτονται δὲ παῖδες ἐκ τῆς Λείας ἓξ αὐτῷ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών· ἐκ τῆς Ῥαχὴλ δὲ Ἰωσὴφ καὶ Βενιαμίν· ἐκ δὲ τῆς παιδίσκης Ῥαχὴλ τῆς Βάλλης, Δὰν καὶ Νεφθαλείμ· ἐκ δὲ τῆς παιδίσκης Λείας ὀνόματι Σελφὰς, Γὰδ καὶ Ἀσήρ. Τὸ δὲ Σύρων γένος ἐκ τοῦ Ἠσαῦ συνέστηκεν, οἳ καὶ Ἰδουμαῖοι ἐκαλοῦντο, τοῦ πρὶν Ἰδουμαίου τοῦ Ἠσαῦ ἐπικληθέντος, διὰ τὸ ξανθῆς ἐπιθυμῆσαι αὐτὸν φακῆς· ἰδουμὰ γὰρ οἱ Ἑβραῖοι τὸ ξανθὸν λέγουσι. Ὕστερον δὲ Σύροι μετωνομάσθησαν, Σύρου τινὸς ὀνόματι τοῦ ἔθνους αὐτῶν κρατήσαντος. Ὁ δὲ Ἠσαῦ γυναῖκας τρεῖς ἀπὸ τῶν Χαναναίων πρὸς γάμον ἄγεται, τὴν Ἀδδὰ θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ἐλιβεμὰν θυγατέρα Ἐνὰν τοῦ Ἑβραίου, καὶ τὴν Βασεμμὰθ θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν δὲ Ναβεώθ. Καὶ ἐκ μὲν τῆς Ἀδδᾶς τὴν Ἐλιφὰζ, ἐκ δὲ τῆς Βασεμμὰθ τὸν Ῥαγγὴλ, καὶ ἐκ τῆς Ἐλιβεμὰν τὸν Ἰεοὺλ, καὶ τὸν Ἰεγλὸμ, καὶ τὸν Κορὲ ἐγέννησε. Τούτους ἐν τῇ τῶν Χαναναίων ποιήσας γῇ, εἰς Σηεὶρ ὄρος μετῴκησε, διὰ τὸ μὴ δύνασθαι τοῦ ἀδελφοῦ αὐτοῦ Ἰακὼβ ἐκ
And six children are born to him from Leah: Reuben, Simeon, Levi, Judah, Issachar, Zebulun; and from Rachel, Joseph and Benjamin; and from Rachel's maidservant Balla, Dan and Nephthaleim; and from Leah's maidservant named Selphas, Gad and Asher. And the race of the Syrians arose from Esau, who were also called Idumeans, Esau having formerly been surnamed Idumean because he desired red lentils; for the Hebrews call red idouma. And afterwards they were renamed Syrians, a certain man named Syrus having become master of their nation. And Esau takes three wives from the Chananeans in marriage: Adda the daughter of Elom the Chettean, and Elibeman the daughter of Enan the Hebrew, and Basemmath the daughter of Ishmael and sister of Nabeoth. And from Adda he begot Eliphaz, and from Basemmath Raggel, and from Elibeman Ieoul, and Ieglom, and Core. Having begotten these in the land of the Chananeans, he removed to Mount Seir, because he was not able, when his brother Jacob from