PG 18:720Read from the pageοὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτιζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον ἐκ τοῦ πυροῦν, καὶ φλέγειν.
being [so], nor again warming, but only illuminating. And that the sun has been constituted out of fire is clear from its burning and blazing.
Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός. Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συνίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμμένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συνεχῶς ἀποδύεται, αὔξουσα, καὶ μειουμένη.
To divide between the day and between the night. That is, He appointed the sun for the measures of the day, and the moon for those of the night. And night is a shadow of the earth, when the sun is hidden away. For just as in the daytime, when something blocks the way, a shadow comes to be, and the light subsists alongside; so night is constituted when the air around the earth is shadowed. And the sun, which from the beginning received light from the Maker, has this continually hidden within itself; whereas the moon is not so, but continually strips it off, waxing and waning.
Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι. Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον ἐπαλλήλοις εἰλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς.
And let them be for signs, and for seasons, and for days, and for years. And the sun and moon beget this time. For their motions, being drawn along in due measure, beget the appointed goings forth of the seasons. And it is called time, since as if upon a certain circle it rolls round upon one another in well-ordered successions, the first towards the second, and the third towards the next in order.
Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρουσίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ, τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ, καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνάμενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται. Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπονομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτωμάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χειμῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνεται.
And the phrase, let them be for signs, is because they always foretoken the presence of winter: for a mist, arising in the air, dims the rays of the sun, and it appears coal-like and blood-red, not being able to disperse the air thickened from the vapours of the earth; and from this a sign of winter is shown. And whenever what are called haloes (and they are certain round outlines like a threshing-floor, for from this they are so named) surround the sun, violence of the winds is signified; and whenever what are called mock-suns run along with the course of the sun, it becomes a sign of aerial disturbances; and again when things like rods according to the colour of the rainbow appear at dawn shining in the clouds, rains, or storms, or a further change of the air is signified.
Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγελίζεται. Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν· τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμητῶν.
And the moon, whenever on the third day it is shown thin and clear in its horns, promises settled fair weather; whereas appearing thick in its horns and reddish, it heralds heavy rain or a violent south wind. The sun and moon are therefore established as instruments of times; and time is of days, months, and years; and the stars, both of months, and of sowings, and of harvests.
Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν, δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλομένοις μετὰ τῆς Ἀμάξης σημεῖον γίνεται· τόπων γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν, ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος. Εἴρηται οὖν περὶ τῶν σημείων.
And the Pleiades, when rising, show the season of harvest, and when setting, that of sowing. And to those who sail, together with the Wain, it becomes a sign; for the stars become signs and indicators of places. For the Bear shows the north; and looking towards the east, the sharp point of the Pleiad shows the north; and as the Bear itself turns, its horn shows the east, and the illuminated part of the moon signifies the east. And before these there was not time, but interval, and a certain long and timeless age. Concerning the signs, therefore, it has been spoken.
Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν
And by seasons we consider that it means the changes of the
Notes, col. 720
On the reading
Printed Ἀμάξης, for Ἁμάξης.
PG 18:721Read from the pageὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς καταψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν, καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν. Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπεργάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς σκιὰς ἀφ' ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βραχυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγενομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ' ὀλίγον τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλαβῶς ἐπιόντος.
seasons: of winter, spring, summer, autumn. And winter comes about when the sun tarries in the southern parts, and produces a great nocturnal shadow around our region, so that the air around the earth is chilled, and the moist exhalations, gathering together, become causes of rains, and frosts, and snowfalls; and whenever, returning again from the southern regions, it comes to be at the middle, the equinox comes about, and the more it tarries in the places upon the earth, the more it gradually brings back mildness of temperature, and spring comes about, providing sprouting to plants, and revival to trees. And from there, running already towards the summer solstice right up to the Bear itself, the sun presents the long days to us, and because it converses more with the air, it parches the air itself, and dries up all the earth, and brings every seasonable fruit to perfection, being most fiery, and makes the shadows short, shining down from on high. For in the shortest days the shadows become longest. And again, when it arrives from the northern parts at the southern, autumn comes about, as the great heat is little by little dimmed, and winter comes on harmlessly.
Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ· ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλμῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διασκεδάσας τὸ σκότος.
Yet the sun does not make the day—let no one suppose thus, for day and night are older than it—but it only rules over the day, just as the psalmist also declares to us, saying: He set the sun for authority of the day, the moon and the stars for authority of the night (Ps. 135:8-9). And this one has the authority as carrying the light around within itself; whenever it rises above our horizon, it provides day, having scattered the darkness.
Ἡ δὲ σελήνη, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπόκενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. Διότι ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέμων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐρίπους παλίῤῥοιαι, καὶ περὶ τὴν ὠκεανὸν ἀναδρομὴ τῆς θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας.
And the moon, whenever it completes its own course twelve times, is productive of a year, except that it needs an intercalary month for the exact concurrence of the seasons. For the solar year is a restoration from the same sign to the same sign according to the proper motion of the sun. And when the moon wanes, the bodies of living creatures grow porous and become somewhat empty; and when it waxes, they are filled up again. Because it imperceptibly sends in moisture mixed with heat: for those who sleep under the moon have their heads filled with excess moisture, and freshly slaughtered meats, and anything else of the sort, quickly turn by the stroke of the moon. And similarly the affections around the air also subsist from such a cause. For when the new moon sets in, even when there is a settled calm, disturbances of sudden winds occur as the clouds are shaken and fall against one another; and reverse tides occur around the straits, and around the ocean a running up of the sea. And if an eclipse of the sun also occurs when there is a new moon, it happens more violently; for the moon, passing underneath from below, blocks the rays of the sun.
Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διεσώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ
And this moon itself is also established as something great. Yet foolish fables have been preserved everywhere by drunken old women, that by certain sorceries it is moved from its own seat and brought down towards the earth. And what place could have received it when brought down? For
Notes, col. 721
On the reading
Printed τὴν ὠκεανὸν, for τὸν ὠκεανὸν.
PG 18:724Read from the pageγὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις ἐπ' ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ νεμομένας, οὐχὶ· ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ· ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὄψις, καὶ ἐξίτηλος γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἔστιν. Αἱ γὰρ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυμοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν.
neither did the appearance deceive into being supposed to be something small. For our sight, becoming small, made the things seen also to be supposed small, transferring its own affection to the visible things. For just as if someone upon a mountain ridge should behold plains and cattle grazing together, does he not seem to see the appearance as of ants? For the sight, being spent in the air and becoming faded, does not suffice for the exact apprehension of the things seen. And that the body of the moon is immense, it is possible to learn from proofs. For the cities throughout the inhabited world that are settled furthest apart from one another, turned with their street-lines towards the east, all equally receive the light of the moon, and likewise those who inhabit the west and the southern and northern parts behold it.
Τῇ δ' ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποταμιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χωρισθῇ, μὴ ἔχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτηται. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας, ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ' αὐτοῖς εἰ μὴ ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις, ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτεροι δέ εἰσιν ἀλληλοφάγοι.
And on the fifth day God commanded the waters to bring forth creeping creatures of living souls according to kind (Gen. 1:20); and straightway the sea gave birth to all manner of different kinds of living creatures. For of marine creatures some are amphibious, such as seals, and crocodiles, and river-horses, and furthermore frogs, and crabs, yet they do not have the faculty of swimming; for they are creeping by nature, drawn along by the leading of the water; and others are viviparous, such as seals, and dolphins, and electric rays, and those like them. And God only commanded, and there came forth the pelagic, and the shore-dwelling, those of the deep, those of the rocks, the gregarious, the solitary, the sea-monsters, theugs of immense bulk, the most minute of fishes, having a natural kinship towards the water. For if they are separated a little from the water, not having respiration, they perish; for the dilation and folding shut of their gills, receiving the water and letting it through, possesses this respiration. None among them has teeth by halves, but all are thickly set with sharp teeth, so that their food may not slip away by prolonged chewing. For in fine chewing it would be spoilt by the water. And nothing else among them chews the cud except the parrot-wrasse. And different food is also suited to different ones. For some feed on mud, others on seaweeds, others on the herbs nourished by the water; and others devour one another.
Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πρίων πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριοδρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας, μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαράκοντα, καὶ κοπιάσας, καθίησιν αὐτοῦ τὰς πτέρυγας, καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν ἴδιον.
And there are also different peculiarities among them. The sawfish has long fins; and having beheld a ship running before a fair wind, raising its own fins on high as well, it imitates the figures of the ship's motion, and contends with those who sail. Having therefore made forty stades, and grown weary, it lowers its fins, and is carried by the waves to its own place.
Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τισιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλάκις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ, ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη, ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν-
And the whale is called Aspidochelone among some; and it is by nature most immense, so as often to produce for sailors the appearance of a great island. For when it has emerged from the deep, its body appears like rough stones, and driving stakes around it they moor their skiffs, which straightway are sunk, when the whale has been warmed through by the sun, and into the deep has plunged—
PG 18:725Read from the pageτος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκπέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ Ἀτλάντια πελάγη διὰ τὸ μέγεθος.
—and it also has by nature a heavy voice, and when hungry it opens its mouth, and sends forth a most sweet-smelling exhalation, so that the small fishes are drawn away, and are packed all together into its mouth. And this creature inhabits the Atlantic seas on account of its size.
Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδιμος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως, καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ κατέδεται.
And to the crab the flesh of the oyster is edible, and not being strong enough to open the closing of its shells, it watches for it when it has opened its folds in windless places and is delighting in the brightness of the sun, and taking a pebble it puts it in secretly, and prevents the closing, and thus easily devours it.
Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφοδον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς τῶν κυμάτων αὐτὸν περιάγεσθαι.
And the sea-urchin foreknows the onset of a storm, and goes under a pebble so that it may not be carried about by the rush of the waves.
Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμόχροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας τῇ πέτρᾳ κατέδεται.
And the octopus, having approached a certain rock, becomes of the same colour with it, and devours the fishes that draw near to the rock.
Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν, ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος.
And the remora happens to be most minute by nature, and it brings to a halt the largest of ships being carried before a fair wind, so that the ship seems to be propped fast in the open sea.
Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς πηλὸν ἑαυτὴν ἐγκωλύσασα [f. ἐγκυλίσασα], εἰς τὸ στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ κατεσθίουσα ἀναιρεῖ αὐτόν.
And the hydris is in the river, having the form of a dog, which happens to be an enemy of the crocodile, and kills it while sleeping. For having opened wide its own mouth, the crocodile sleeps; and the hydris, having hindered [perhaps: rolled] herself in mud, leaps into its mouth, and devouring all its inward parts kills it.
Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλάτος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ εἰσι τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι· καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ παχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συνυφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ ἐφ' ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ, ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα.
And the crocodile is at once a beast and a fish, and great from head to tail; yet it does not have breadth proportionate to its length. And its hide happens to be a wrinkled scale, and the colour of its back is like a black rock, and its belly like a white one. And its feet are four, gently curved towards the side; just as of the land tortoise, its tail is long and thick; for of the spine it is the termination of a single bone. And it is notched above into spines, and they are as it were the points of saws, and it strikes with it against whomever it wrestles. And its single head is woven together with its back, and directed to a single line; and so long as it does not gape, it is the head of a beast; but if it gapes, it becomes all mouth, making the chasm as far as the shoulders.
Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πόδας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως ἔχει, κεφαλὴν περιφερῆ μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κεχηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ καμίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον, λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ. Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα ποιοῦσι, καὶ καλάμῃ αὐτὴ στεγάζουσι, καὶ ἐπιχωννύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό-
And what is called the hippopotamus has the feet and the belly of a horse, and the hoof cloven like a claw, a tail thick and bare of hairs, since it also has the whole of its body thus, a round head slightly different from a horse's cheek, and it has a gaping nostril, breathing fiery smoke as if from a furnace, a broad jaw; for it opens its mouth as far as the temples. And within it is thickly set in three rows with teeth, having in addition to these two curved teeth like a boar's. And it is altogether most gluttonous, making a standing crop its food. And it is hunted by such a stratagem. They watch its haunts, and make a pit, and roof it over with reed, and heap sand over it, and set up underneath a wooden chamber having its doors opened towards the roof of the pit—
Notes, col. 725
On the reading
Printed ἐστὶ κεφαλὴ, for ἐστι κεφαλὴ.
PG 18:728Read from the pageθρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευταὶ εὐθὺς ἀποκλείουσι. Δεύτερον. . . . βοὸς δὲ ἔχει τὸ θηρίον τὸ μέγεθος.
—and stepping upon it, the beast heedlessly falls in, and being carried down is shut into the chamber. And the hunters straightway shut it up. Second . . . . and the beast has the size of an ox.
Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔνδοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ γαστρὶ αὐτῶν.
And in fishes there is present a certain great and sharp heat within; wherefore they also more quickly digest what they eat, the edibles straightway decomposing in their belly.
Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται διαδράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγκιστρον, ἐξαλλομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον, καὶ διαφεύγει.
And the sea-fox, whenever it is unable to escape the catch, having swallowed the hook, leaping out and running up, gnaws off the line, and escapes.
Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον, ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμιλίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπιστρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴσθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν) ὑφ' ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατεσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμβλύνεσθαι.
And the crocodile is a man-eating beast, and whenever it is about to mate, having swum up it turns the female over upon the banks; for this creature alone is by nature wont to approach lying on its back, and after the intercourse, lifting her again with its hands, it turns her back over; and whenever it perceives that she has had intercourse with another, it pretends to mingle with her, and having turned her over in the same manner it knows through the smell (for it has a most keen sense concerning this) that she has been defiled by another, and having torn open her belly with its claws, it devours all her inward parts. For around the belly the creature is tender; for its back is clad in sturdy scales, so that even the sharpest iron brought down upon it is blunted.
Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν, καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πεπλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γένεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κεκλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τούτων ἑκατέρων ἡ κατασκευὴ διενήνοχε· καὶ τὰ μέν ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνα τέτακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγχώρια.
Let the waters bring forth winged creatures of living souls (Gen. 1:20), and all at once the air has been filled with every kind of birds. And He gave them their generation from the waters, since they have been allotted a certain kinship towards the fishes. For just as the fishes in the motion of their fins cut the water and swim through, so the winged creatures with their wings swim through the air. And some of them are carnivorous, having a constitution fitting the manner of their diet, with points of talons, and a hooked beak, and a sharp wing so as to be able easily to snatch up and tear apart; and others are seed-gathering, and others fed from everything. And of each of these the constitution differs; and some are rulerless and autonomous, while others are ordered under a leader, and some are migratory, while others are native.
Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος τυγχάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συναίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις δασυτάταις, ἔνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δένδρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται, καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων
Proud is the cock, whereas the hawk happens to be most well-disposed towards man. For they relate that the hawks in Thrace join with the fowlers in the hunt; for they make their haunts in thickest woods, where kinds of birds dwell, and they range themselves with those who go out to the hunt, to receive an equal share of what is caught; and when the hunters shake the trees, the birds, being tossed about, are scared out and fly up, and the hawks over the heads of these
Notes, col. 728
On the reading
Printed ἀγγύλον, for ἀγκύλον.
PG 18:729Read from the pageὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας αὐτῆς παραχρῆμα μεταδιδόασιν.
flying above, peck their heads, and cast them down to the ground, and render the catch easy to take for the men; and they gladly give them a share of the catch itself straightway.
Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς, τύπτεται ὑπ' αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον· ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπιστάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωογονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέχουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν· ἐξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν κατεσθίουσιν.
Fond of its offspring is the pelican: for while nourishing its young, it is struck by them with their wings in the face; and pecking them it kills them, and moved with compassion it mourns them for three days. And the mother, coming above them, tears open her side, and drops her blood upon the young, and they are brought to life. And these pelicans eat mussels in this manner: not being able on account of their being tightly closed to destroy them, they swallow them first, so that by the heat around the gullet the glue holding them together may be melted, and the shells being relaxed may be loosened; having therefore vomited them out, they easily devour their edible part.
Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπῳάζονται, ἀλλὰ μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴσθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν, ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυτὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχουσαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν.
And ring-doves do not brood where they lay, but having removed, on account of the multitude of hunters, to another place, they rear their young. And whenever they perceive some come to hunt the young, they fly up, and divert the eagerness of the hunters onto themselves, providing an opportunity of flight for the young, and when the young have escaped, very boldly setting off with the young, they tread the upper air.
Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος, ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν, ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστερος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς, καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὴν χρυσόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ.
Fond of beauty is the peacock, originating from the Indians. This bird, having raised aloft its beauty and displayed the theatre of its feathers, draws on the female to intercourse, displaying this adornment to her just like a meadow; for the peacock is almost more flowery than a meadow. For gold is implanted around its feathers, and in a circle the sea-purple runs purple around the gold; and under the gold is set the equal circle, and there is an eye in a feather.
Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφάνου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ' ὕψους ἵσταται· ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως·
And the phoenix has the size of a peacock, but excels the beauty of the peacock in its hue; for its feathers are mingled with gold and purple, and with a shapely circle of a crown its head has been adorned by nature. And the circle is dark-blue, and like roses. And being comely to behold, and plumed with rays, it stands like the sun on high; as others also have related the form of its body, as they themselves also describing it say thus:
Διπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν. Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν, Σῶμα αὐτοῦ κέκαυται. Στῆθος μὲν οὐν αὐτοῦ πορφυροῦν φαίνεται, Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα, Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται. Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς, Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε. Κύκλῳ δὲ κόρησι κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἠν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ
For its length is nearly double that of an eagle, and with variegated feathers and colours its body is kindled. Its breast indeed appears purple, its legs vermilion-coloured, and down its neck it is arrayed with saffron-fleeced locks. And its head is like the couch of day, and it looked on with a quince-yellow pupil, and in a circle around the pupils it appeared like scarlet. And of all it had the most comely voice; and it appeared king of all birds, as one might perceive; for all the winged creatures together
Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο. Αὐτὸς δὲ πρόσθε, ταῦρος ὡς γαυρούμενος, Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός.
behind it sped running their long course; while it in front, exulting like a bull, strode lifting the swift step of its foot.
Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά-
This they say is an only-begotten living creature, not subsisting—
Notes, col. 729