συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μήκωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρείληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν φθάνουσι· τὸν δὲ ἑλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ οὐχ ὑφίστανται βλάβην, ἰδιότητα κράσεως ἔχοντες. Διὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι, καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ τῷ ἑλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρότερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τούτων τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ' ὅτε δὲ καὶ φοῖνιξ. Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυρῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ ἣν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἔτι φύλεος, κέδρος, πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημονεύωμεν τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν. Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέπεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι τοὺς κλάδους οἱονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος ὀψὲ μὲν βλαστάνει, οὐχ ὑστερεῖ δὲ τῶν ἄλλων εἰς καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη, καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς τὸν καρπὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἄπτωτον διαμένειν παρασκευάζουσι. Τὸ γὰρ ἔνδον τοῦ ὀλύνθου ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου προσίζον σύκου τὴν ἔξωθεν αὔραν περιπνέουσαν ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας, ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ σκέπεται. Διὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας ὁ βότρυς, καὶ την ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ
poisonous plants sprouted forth together with nourishing ones, such as hellebore, and aconite, and mandrake, and the juice of the poppy, none of these has been received as useless for use. Hemlock, indeed, starlings feed upon because of the constitution of their body; for having narrow passages leading to the heart, they are quick to expel what has been swallowed; and quails eat hellebore and suffer no harm, having a peculiarity of temperament. And by means of mandrake physicians induce sleep, and with opium they lull violent pains to sleep. And with hemlock they wither away rabid desires, and with hellebore they soothe chronic ailments. And the fruit-bearing tree making fruit (Gen. 1:11). And all things in one moment of time sprang up out of the earth, not existing before, each with its own property, and each recognized by its own character. The olive, indeed, and the palm, and the cypress grow to a height. And of these some do not have many boughs or many branches, such as the fir, and the cypress, and sometimes also the palm. And evergreen are the olive, palm, and laurel, myrtle, pine, cypress, fir, juniper, thyia, and that which the Arcadians call philodrys; further, phyleos, cedar, pitch-pine, box, holm-oak, arake, vetchling. And the rose sprouted forth then without the thorn; but afterwards the thorn was yoked to the beauty of the flower, so that having grief lying beside the pleasant, we may remember sin, on account of which the earth was condemned to bring forth thorns and thistles for us. And the almond tree blossoms first, but brings forth its fruit last. And the almond tree that happens to be bitter, when its trunk towards the root is bored through and receives a fat wedge of pine driven into the middle of the pith, changes its unpleasant juices into edible sweetness. And the sour pomegranate, receiving the same treatment, is turned into sweetness. And the female date-palm lets down its branches as though desiring the embrace of the male; and the farmers, casting the gall-insects of the male upon its branches, restore it to its own upright shape. And the mulberry tree sprouts late, yet does not fall behind the others in fruit-bearing. And the olive, and the lime-tree, and the white poplar, and the elm turn their leaves upside down after the summer solstice; and by this all know that the summer solstice has taken place. And husbandmen keep the fruit of the cultivated fig-tree from dropping off in this way: stripping off the unripe figs of the wild fig-tree, they cause it to remain without falling. For the tiny creature existing inside the wild fig, settling at the bottom of the cultivated fig, keeps off the outer breeze blowing around it, so that the fig does not become unpleasant and fall off. And since the fruit of the fig-tree is tender, it is covered with a thickness of leaves; whereas that of the walnut-tree, since it happens to be hard, is sheltered by a light covering of leaves. For this very reason also the leaf of the vine is cleft, so that the cluster of grapes may both turn aside the harms from the air, and admit the sun's ray by its openness. Thus nothing is idle, but all things by an ineffable