Migne Reading Room

PG 18 · cols. 1237–1248 · Read from the page

Against the Manichaeans, Books I-III

Against the Manichaeans, Books I-III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:1237Read from the page
βουληθέντα· κάλλιον γὰρ ἐλογίσατο τὸ νομισθῆναι αἰσχρὸν, ἢ εἶναι καὶ λανθάνειν· γινόμενος γὰρ καὶ λανθάνων, ἐδεδίει μάρτυρα τὸν Θεόν· νομισθεὶς δὲ, ἠρκεῖτο τῷ ἐπόπτῃ μαρτυροῦντι τοῖς γιγνομένοις. Καὶ τῆς μὲν σωφροσύνης ὑπόδειγμα τοῦτο.
willed; for he reckoned it better to be thought base than to be so and escape notice; for in becoming so and escaping notice, he feared God as witness; whereas in being thought so, he was content with the Overseer bearing witness to the things that were done. And of temperance indeed this is the example.
Τῆς δὲ ἀνδρείας πολλὰ μὲν καὶ ἄλλα, ἱκανὸν δὲ τὸ τῆς Ἰουδὶθ, ὅτι γύναιον ἦν, καὶ ἀσθενὲς ἦν, καὶ ἄτολμον ἦν, ἐπεὶ γύναιον ἦν. Εὔτολμον δὲ καὶ ἀνδρεῖον, ἐπεὶ πιστὸν ἦν· ὅτι τὰ ἀδύνατα ταῖς προσδοκίαις τῶν ἀνθρώπων δυνατὰ τῇ ἀνδρείᾳ ἀποδέδωκεν· ὅτι τὰ ἀπροσδόκητα εἰς πίστιν καὶ ἐλπίδα ἤγαγεν ἀνδρεία πίστει κεκερακυῖα· τὰ γὰρ τειχία ἀνεῴγοντο, καὶ ἐξῄει ἡ νεᾶνις· καὶ μετὰ παιδίσκης μόνης ἐξῄει, οὐ τὸ ὕποπτον τοῦ κάλλους δειλιῶσα, οὐ τὰ ξίφη εὐλαβουμένη, οὐ φοβηθεῖσα μὴ λαγνεύσῃ, μὴ βίᾳ ἀκολασίαν ὑπομείνῃ· μὴ δειλιῶσα μή τι ἀπὸ ξίφους ἐξαπίναιον πάθῃ· ἀλλὰ τὸ μὲν φοβερὸν τοῦ ξίφους τῇ ἀνδρείᾳ νικῶσα, τὸ δὲ κάλλος τῷ Θεῷ παρατιθεμένη· ἀξιόπιστον γὰρ τὸν Θεὸν φύλακα ἡγεῖτο τοῦ κάλλους· φρύγανα δὲ καὶ πάπυρον τὰ ξίφη ἐλογίζετο, πεπατηκυῖα τῷ φρονήματι τῆς ἀνδρείας τὴν δειλίαν· καὶ παρῆλθεν ἡ γυνὴ, καὶ τολμηρὸν οὐκ ἐκρίθη. Οὐδὲ τραχύτητος ἔγκλημα ὑπέμεινεν· οὔτε γὰρ ἀτελῆ τὰ κριθέντα, ἵνα τραχύτητος ἐγκληθῇ· πεπεραίωκε τὰ βεβουλευμένα· εἰς πέρας ἤχθη τὰ ἐσκεμμένα. Διὰ τοῦτο θαυμάζεται, ὅτι φρόνησιν ἀνδρείᾳ ἔμιξεν· ὅτι ὅσα ἐβουλεύσατο, εἰς πέρας ἠγάγετο.
And of courage there are many other examples indeed, but sufficient is that of Judith, in that she was a weak woman, and was feeble, and was timid, since she was a weak woman. Yet she was bold and courageous, since she was faithful; in that the things impossible to the expectations of men she rendered possible by courage; in that courage mingled with faith brought things unexpected into faith and hope; for the walls were opened, and the young woman went forth; and with a single maidservant she went forth, not dreading the suspicion attaching to her beauty, not beware of the swords, not fearing lest she suffer lust, lest by force she endure licentiousness; not dreading lest she suffer something sudden from the sword; but overcoming the terror of the sword by courage, and entrusting her beauty to God; for she accounted God a trustworthy guardian of her beauty; and she reckoned the swords as brushwood and papyrus, having trampled down cowardice by the spirit of courage; and the woman passed through, and it was not judged rash. Nor did she undergo an accusation of harshness; for the things decided were not unfulfilled, that she should be accused of harshness; she accomplished the things counselled; the things planned were brought to an end. On this account she is admired, because she mingled prudence with courage; because whatever she counselled, she brought to an end.
Καὶ τῆς ἀνδρείας ταύτης ὑπόδειγμα λαβόντες, καὶ τῆς δικαιοσύνης ληψόμεθα. Ὅταν ἀμύνηται μὲν Ἀβραὰμ, καὶ ὑπερμαχήσηται τῶν ἀδικουμένων, καὶ βοηθήσας ἀκούσῃ παρὰ τῶν ἐλευθερωθέντων· Λάβε τὴν ἵππον καὶ πάντα σεαυτῷ· καὶ ταῦτα ἀκούων, μὴ πρὸς τὸν χρηματισμὸν βλέπων, ἀλλὰ πρὸς τὸ δίκαιον ἀτενίζων, καὶ συγγινώσκων, ὅτι δωρεὰν ἔλαβε, καὶ πῶς πωλῆσαι τὴν δωρεὰν οὐκ ὀφείλει, ὅτι χάρισμα πιπράσκεσθαι οὐκ ἀνέχεται· ὅτι ἄδικοι οἱ τὰς δωρεὰς ἀποδεδομένοι εἰσίν· ὅτι οὐ δικαίως τὰ ὤνια καὶ τὰς εὐεργεσίας πωλεῖ τις. Ἱμάτιον καὶ κειμήλιον ἐπ' ἀγορᾶς πιπρασκέσθω· ἄπρατος δὲ ἡ εὐεργεσία μενέτω τῷ μεγαλοψύχῳ τῆς διανοίας, προῖκας τῷ δεομένῳ διδομένη. Καὶ τοιοῦτον ἔχον μὲν τῆς διανοίας ὑπόδειγμα, ὅτι τὰς δωρεὰς καὶ τὰς εὐεργεσίας μεγάλου χρήματος πιπράσκεσθαι οὐ δεῖ, ἀλλὰ τηρεῖν τὴν ἑκάστου τιμὴν, μὴ προδιαφθειρόμενον τῇ δόσει τῶν χρημάτων.
And having taken an example of this courage, we shall take one of justice also. When Abraham defends and fights on behalf of those who are wronged, and having given aid hears from those who were set free: Take the mares and all things for thyself; and hearing these things, not looking to money-making, but gazing intently at what is just, and being conscious that he received freely, and how he ought not to sell the free gift, because a gift of grace does not suffer itself to be sold; because unjust are those who have sold free gifts; because not justly does one sell merchandise and benefactions alike. Let a garment and a treasure be sold in the market-place; but let a benefaction remain unsold by the generosity of the mind, given as a free gift to him who is in need. And having such an example of the mind, that one must not sell free gifts and benefactions for a great sum of money, but keep the honour of each, not being corrupted beforehand by the giving of money.
Καὶ ταῦτα μὲν οὕτως ἐπεξελθόντες, κατεσκευάσαμεν· ὅτι πάντα ἐν νόμῳ κεῖται, καὶ κακίας ἀναίρεσις, καὶ ἀρετῆς κατόρθωσις· καὶ τούτων ὄντων ἱκανῶν πρὸς ἐντροπὴν καὶ δυσώπησιν, καί τε τὸ ὅμοιον ἀποδίδομεν· ει γὰρ μηδὲν εἶχεν ὁ νόμος ἴσον τοῦ Εὐαγγελίου, τοῦ ἀνομοίου ἡ κατηγορία ἦν· εἰ δὲ ὁμοιότης ἐστὶ, τί ἐπὶ τῆς ὁμοιότητος διαφερόμεθα, τῆς ὁμοιότητος διαφέρεσθαι μὴ ἀνεχομένης; Βοᾷ ὁ
And having thus gone through these things, we have established that all things lie in the law, both the destruction of vice and the right accomplishment of virtue; and while these things are sufficient for shame and abashment, we also render what is like: for if the law had nothing equal to the Gospel, the accusation would be of what is unlike; but if there is likeness, why do we differ over the likeness, when the likeness does not suffer us to differ? Cries aloud the
Notes, col. 1237

On the reading

Printed ει, for εἰ.

PG 18:1240Read from the page
χαρακτὴρ τὴν συγγένειαν· ἡ ὁμοιότης τὴν ἀδελφότητα σημαίνει. Πρὸς ἕνα τῶν ἄλλων ἁπάντων αἴτιον, Πατέρα δὲ τοῦ Σωτῆρος, ἐφέλκουσι τὴν διάνοιαν. Εἶπεν ὁ νόμος· Ἄκουε, Ἰσραήλ· Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστιν. Εἶπε τὸ Εὐαγγέλιον· Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. Ἐβόησεν ὁ Παῦλος· Εἷς Θεὸς, ἐξ οὗ τὰ πάντα· καὶ νενόηται ὁ ἀγέννητος καὶ ἀπάτωρ ἐκ νόμου καὶ Σωτῆρος καὶ τοῦ Ἀποστόλου. Γέννημα δὲ ἦν καὶ γέννημα ἐκ κόλπων, καὶ Υἱὸς τοῦ γεγεννηκότος. Καὶ συνῳδὰ πάλιν τὰ γράμματα. Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε, ὁ νόμος λέγει. Ὁ μονογενὴς Υἱὸς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο, τὰ Εὐαγγέλια διηγοῦνται. Κόλπος ἀπὸ τῶν Εὐαγγελίων καὶ γαστὴρ ἀπὸ τοῦ νόμου λελάληται· καὶ Υἱὸς γνήσιος ὅμοιος τῷ γεγεννηκότι ἐκ γαστρὸς καὶ κόλπων καταγγέλλεται. Καὶ μαρτυρεῖ μὲν ἡ τοῦ Κυρίου φωνή· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ μονογενὴς καὶ ἀγαπητὸς, ἐν ᾧ ἐγὼ εὐδόκησα. Μαρτυρεῖ δὲ καὶ ὁ ψαλμῳδός· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε. Καὶ μία φωνὴ καὶ τότε καὶ νῦν προσενεχθεῖσα, καὶ εἷς λαλήσας· φθεγξάμενος μὲν τότε, ἄρτι δὲ ὡμιληκώς· καὶ οὐκ ἐναλλάττεται ὁ εἰρηκώς· ὀψὲ γάρ ποτε τὴν τοιαύτην ἀφεὶς φωνὴν, ἤδη προφθάσας καὶ προειρηκὼς ἐν τοῖς Ψαλμοῖς εὑρίσκετο· καὶ παραγγελία μὲν ἀπὸ τοῦ Πατρὸς πρὸς τὰς θείας δυνάμεις ὑπηρετεῖν τῷ Υἱῷ, καὶ τὸ σέβας καὶ τὴν προσκύνησιν αὐτῷ ἀποδιδόναι· γέγραπται γάρ· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Συγκεχώρηκε δὲ τῇ παραγγελίᾳ ὁ Παῦλος, μᾶλλον δὲ ταύτην ἐπεξεργάζεται καὶ διερμηνεύει, καὶ σπουδάζει τοῦ προειρημένου καὶ προγεγραμμένου γίνεσθαι ἑρμηνεύς· Ὅταν γὰρ εἰσάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ ὄψει τὸν Ἀπόστολον ἐσπουδακότα ἑρμηνεύειν τὰ παλαιὰ, διηγεῖσθαι τὰ ἐν τῷ νόμῳ μὴ ἀμελοῦντα· ἀλλὰ ποτὲ μὲν λέγοντα· Ὑπέταξεν ὑποκάτω τῶν ποδῶν αὐτοῦ· εὐθὺς δὲ ἐπεξηγούμενον· Ὅταν δὲ εἴπῃ, ὅτι Πάντα ὑποτέτακται, δῆλον, ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα· οὐδὲν ἀφῆκεν αὐτῷ ἀνυπότακτον, ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσι· ποτὲ δὲ λέγοντα· Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέ-
character kinship; the likeness signifies brotherhood. To One Cause of all other things, and Father of the Saviour, they draw the mind. The law said: Hear, O Israel; the Lord thy God is one Lord. The Gospel said: None is good save one, that is, God. Paul cried aloud: One God, of Whom are all things; and He Who is unbegotten and fatherless has been understood from the law and the Saviour and the Apostle. And there was an Offspring, and an Offspring from the bosom, and Son of Him Who begat. And the Scriptures again are in harmony. From the womb before the morning star have I begotten Thee, says the law. The only-begotten Son, God, Who is in the bosom of the Father, He hath declared Him, the Gospels relate. The bosom has been spoken of by the Gospels and the womb by the law; and a genuine Son like unto Him Who begat from womb and bosom is proclaimed. And the voice of the Lord indeed bears witness: This is My only-begotten and beloved Son, in Whom I am well pleased. And the psalmist also bears witness: Thou art My Son; this day have I begotten Thee. Both one voice offered both then and now, and One Who spoke; havinguttered a sound then indeed, and having conversed just now; and He Who spoke is not changed; for having uttered such a voice late at last, He was found to have already anticipated and spoken it beforehand in the Psalms; and there is a command indeed from the Father to the divine powers to minister to the Son, and to render reverence and worship unto Him; for it is written: And let all the angels of God worship Him. And Paul has assented to the command, or rather works it out and interprets it, and is eager to become an interpreter of what was spoken beforehand and written beforehand; for: When He bringeth in the First-begotten into the world, He saith: And let all the angels of God worship Him. And you will see the Apostle eager to interpret the ancient things, not neglecting to relate the things in the law; but at one time saying: He hath put in subjection under His feet; and straightway explaining besides: But when He saith that all things are put in subjection, it is manifest that He is excepted Who did put all things in subjection unto Him; He left nothing that is not put in subjection unto Him, that God may be all in all; and at another time saying: For this cause shall a man leave his fa-
Καὶ ἑρμηνεῖς μὲν οἱ ἀπόστολοι τῶν παλαιῶν· σύμφωνα δὲ τὰ παλαιὰ τοῖς νέοις. Ἀλλ' ὅσοι μὲν ἀπόστολοι ἑρμηνεύουσιν, ὅσοι δὲ οὐκ ἀπόστολοι διαβάλλουσι· μὴ ποιοῦντες γὰρ, ὃ ποιοῦσιν οἱ ἀπόστολοι, ἀλλὰ μαχόμενοι τῷ ὑπ' ἐκείνων γεγραμμένῳ, ψεύδονται τὴν ἀποστολὴν, ψευδοπροφῆται ὄντες. Ἰδοὺ γὰρ οἱ τῆς ἀληθείας εἰσηγηταὶ, τὸν νόμον τετιμη-
And the apostles indeed are interpreters of the ancient things; and the ancient things are in harmony with the new. But as many as are apostles interpret, whereas as many as are not apostles slander; for not doing what the apostles do, but fighting against what was written by them, they belie the apostleship, being false prophets. For lo, the teachers of the truth, having honoured the law,
PG 18:1241Read from the page
κοτες, τὸν νόμον ἐξηγήσαντο· οὗτοι δὲ τὸν νόμον διαβεβληκότες τῷ νόμῳ διαπληκτίζονται, καὶ πρὸς τοὺς ἐξηγησαμένους τὸν νόμον. Καὶ ἴσην μὲν οἱ ἀπόστολοι τὴν ὁμοιότητα τοῦ Εὐαγγελίου καὶ τοῦ νόμου γινώσκουσι· καὶ τὸν νόμον λαβόντες τὸ Εὐαγγέλιον βλέπουσι· καὶ εἰς τὸ Εὐαγγέλιον παρακύπτοντες, τὸν νόμον οὐκ ἀναιροῦσιν· οὗτοι δὲ τὰ ὅμοια ἀεὶ ἀνόμοια ἡγησάμενοι, καὶ τὰ φίλα ἑαυτοῖς καὶ ἀδελφὰ ἄφιλα καὶ ἄσπονδα ὁμολογοῦντες, κακίας μὲν ἔλεγχον οὐ φεύγουσι· διιστᾷν δὲ καὶ διαιρεῖν τὰ ὅμοια ἐσπουδακότες, μὴ δυνάμενοι δὲ διαιρεῖν. Ἐπεὶ οὐκ ἀνέχεται ὁ νόμος τοῦ Εὐαγγελίου διαιρεῖσθαι, τῆς βασκανίας ἑαυτῶν τὴν ἐπιτιμίαν ἐκαρπώσαντο. Ἰδοὺ γὰρ ὅσα περὶ Πατρὸς ἐν νόμῳ, ταῦτα καὶ ἐν Εὐαγγελίοις κεῖται· ὅσα περὶ Υἱοῦ, ταῦτα ἐν ἀμφοτέροις εἴρηται· ὅσα περὶ Πνεύματος ἁγίου, ταῦτα ἐν ἀμφοτέροις εὑρεῖν δυνησόμεθα· οὐδὲ ὁπότερον γὰρ γράμμα τοῦ Πνεύματος τοῦ ἁγίου ἀμνημονεῖ· ἀλλ' ἐν μὲν τῷ Εὐαγγελίῳ ἡ δωρεὰ, ἐκεῖ δὲ καὶ ἡ αἴτησις. Καὶ ποτὲ μὲν λέγει ὁ Δαβίδ· Τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ· ποτὲ δὲ Εὐαγγέλιον· Λάβετε Πνεῦμα ἅγιον· ἵν' ὃ μὲν ἔχει μὴ ἀφαιρεθῇ, ὃ δὲ χαρίζεται, οὗτος ἔχῃ λαβών. Καὶ τῇ συνουσίᾳ τοῦ ἁγίου Πνεύματος τιμῶνται αἱ ψυχαὶ, μήτε ἀποσπώμεναι τῆς συνουσίας, μήτε δίχα τῆς συνουσίας διατελοῦσαι.
have expounded the law; whereas these, having slandered the law, spar with the law, and against those who have expounded the law. And the apostles indeed know the likeness of the Gospel and of the law to be equal; both when they take the law they look to the Gospel, and when they stoop to look into the Gospel they do not destroy the law; whereas these, having always accounted like things unlike, and confessing things friendly and brotherly to one another to be unfriendly and irreconcilable, do not escape the refutation of their malice; having been eager to part and divide like things, yet not being able to divide them. Since the law does not suffer itself to be divided from the Gospel, they reaped the rebuke of their own grudging envy. For lo, whatever things concerning the Father lie in the law, these lie in the Gospels also; whatever things concerning the Son, these have been spoken in both; whatever things concerning the Holy Spirit, these we shall be able to find in both; for neither Scripture is unmindful of the Holy Spirit; but in the Gospel indeed is the gift, and there also is the petition. And at one time David says: Take not Thy Holy Spirit from me; and at another time the Gospel: Receive the Holy Spirit; that what the one has may not be taken away, and what the other freely gives, this man may have upon receiving it. And by the communion of the Holy Spirit souls are honoured, neither being torn away from the communion, nor continuing apart from the communion.
Καὶ δυνήσεταί τις περὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ τῶν ἄλλων ἐξουσιῶν, καὶ περὶ ἀνθρώπου, καὶ γῆς, καὶ τῶν ἄλλων δημιουργημάτων, ἐπεξεργασάμενος τὴν ὁμοιότητα τοῦ τε νόμου καὶ τοῦ Εὐαγγελίου, θεωρῆσαι, καὶ οὕτω κατιχνεύων μέχρι τοῦ ἐλαχίστου φθάσαι· ἡμεῖς δὲ τὸν τηλικοῦτον ὄγκον παραιτούμεθα, μόνον τῇ ὑποθέσει χρησάμενοι, καὶ τοὺς φιλομαθεῖς ἐκκαλούμενοι τῆς ὑποθέσεως ἁψαμένους, ἐπὶ πάντα τὰ θεωρήματα χωρεῖν. Ὅπερ δὲ μετά τινος κατηγορίας καταιτιῶνται οἱ αἱρεσιῶται, τοῦτο μόνον προσγράψομεν τῷ λόγῳ, ἵνα καὶ τὴν αἰτίαν ἐκείνων λύσωμεν, καὶ τοῦ νόμου τὰς διαθέσεις κατοπτεύσωμεν. Εἰ γὰρ ἐκεῖνοι τὴν αἰτίαν τῶν γραμμάτων ἀναγινώσκοντες ὑβριστικῷ στόματι κέχρηνται, ἀλλ' ἡμεῖς καὶ τῇ ὁμοιότητι δυσωπήσομεν αὐτῶν τὴν ἄνοιαν· καὶ τὴν αἰτίαν παραθέσθαι μὴ παραιτησόμεθα.
And one will be able concerning angels and archangels and the other authorities, and concerning man, and earth, and the other creations, having worked out the likeness both of the law and of the Gospel, to contemplate it, and thus tracking it down to reach even to the least thing; but we decline so great a bulk, having used only the foundation-theme, and calling forth lovers of learning, once they have laid hold of the theme, to advance to all the contemplations. But that which the heretics blame with a certain accusation, this alone we shall add in writing to the argument, that we may both dissolve their accusation and survey the dispositions of the law. For even if they, reading what they accuse in the Scriptures, have used an insolent mouth, yet we both by the likeness shall put to shame their folly, and shall not decline to set forth the cause alongside.
Ἐγκαλοῦσι γὰρ τῷ παλαιῷ νόμῳ, ὡς τραχεῖ καὶ ἀπηνεῖ· ἐγκαλοῦσι καὶ τοῖς παλαιοῖς ὑπηρέταις ὡς αὐστηροτέροις, καὶ μᾶλλον πρὸς τὴν ἐπιτιμίαν ῥέπουσι, καὶ στοργῆς ἐλέους ἀπηλλαγμένοις, μὴ νοοῦντες τὸ γεγραμμένον· Ἔλεον καὶ κρίσιν ᾄσομαί σοι, Κύριε· μήτε εἰδότες, ὅτι ἡ τελειότης τῆς οἰκονομίας ἐξ ἐλέους καὶ ἐπιτιμίας ἤρτηται. Καὶ διὰ τοῦτο ἀμβλυωποῦντες, σιωπῶσι τοὺς οἰκτιρμοὺς τοῦ νόμου· μᾶλλον δὲ τῶν ἐπιτιμήσεων μνημονεύουσι· καὶ ἄνω καὶ κάτω βοῶσιν· Οὐχ ὁρᾶτε, φησὶν, ἵνα
For they accuse the old law as harsh and cruel; they accuse the ancient ministers also as more austere, and inclining rather towards rebuke, and estranged from the affection of mercy, not understanding what is written: Mercy and judgement will I sing unto Thee, O Lord; nor knowing that the perfection of stewardship hangs upon mercy and rebuke. And being dim-sighted on this account, they pass over in silence the compassions of the law, and rather make mention of the rebukes; and up and down they cry aloud: Do you not see, says he, that because
PG 18:1244Read from the page
παιδία λοιδορήσωσι τὸν Ἐλισσαῖον· κατηρᾶτο, καὶ δυσὶν ἄρκτοις ἔκδοτα παρεδίδου τὰ νήπια, βορὰν καὶ θοίνην παρεσκευακὼς τοῖς ἄρκτοις τὰ παιδία; Οὐχ ὁρᾶτε, φησὶν, ἵνα τινὲς ἄκοντες στρατιῶται ἀπὸ τοῦ ἐπιτάττοντος ἀποσταλῶσι καλέσαι τὸν Ἠλίαν, βαδίσαι μὲν ὤκνησε, καὶ φθάσαι παρῃτήσατο, πῦρ δὲ κατήνεγκε, καὶ τοὺς ἄνδρας ἐδαπάνα καὶ ἀνήλισκε, λέγων· Εἰ ἄνθρωπος τοῦ Θεοῦ εἰμι ἐγὼ, καταβήσεται πῦρ ἀπὸ τοῦ οὐρανοῦ, καὶ καταφαγήσεταί σε καὶ τοὺς πεντήκοντά σου; Καὶ ἐπειδὴ τοιαύτας αἰτίας, καὶ τοιαύτας ἐπιτιμίας ἐν τάξει πονηρίας καὶ κακίας τίθενται, τί ἐροῦσι περὶ Παύλου· ὅστις ποτὲ τὸν λεγόμενον Βαριησοῦν τὸν μάγον ἐπὶ Σεργίου Παύλου ἀνθυπάτου, ὡς κακοτεχνίαις τοῦ λόγου στρεφόμενον τὴν διάνοιαν τῶν παιδευομένων ἑώρα, οὐκ ἤνεγκεν, ἐπετίμησε, στέρησιν τῶν ὀφθαλμῶν εἰργάσατο, ἐβόησεν· Ὢ πλῆρες δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, οὐ παύσῃ δια-
little children reviled Elisha, he cursed them, and delivered the infants given over to two bears, having prepared the children as food and a feast for the bears? Do you not see, says he, that when certain unwilling soldiers were sent from him who commanded to call Elijah, he hesitated indeed to go, and declined to come, and brought down fire, and consumed and destroyed the men, saying: If I am a man of God, fire shall come down from heaven, and shall devour thee and thy fifty? And since they place such accusations and such rebukes in the rank of wickedness and vice, what will they say concerning Paul, who once, when he saw the sorcerer called Bar-Jesus before Sergius Paulus the proconsul turning aside by evil arts of speech the mind of those who were being instructed, did not bear it, rebuked him, wrought deprivation of his eyes, cried aloud: O full of guile and all villainy, son of the devil, wilt thou not cease per-
Τί δὲ ἐροῦσι περὶ τοῦ Πέτρου, ὅτε Ἀνανίας καὶ Σάπφειρα, πωλήσαντες κτημάτιον, ἐνοσφίσαντο μέρος, μέρος δὲ κεκομίκασιν· ὅτι κρίνας καὶ ἐλέγξας, τὸν μὲν Ἀνανίαν νεκρὸν ἔδειξε, τὴν δὲ Σάπφειραν τῷ αὐτῷ μνηματίῳ παραδέδωκεν; Ἔκειντο γὰρ νεκροὶ λόγῳ ἀνῃρημένοι. Κἀκεῖ μὲν τὸ πῦρ κομισθὲν ἀνήλισκε τοὺς ἀφικομένους· ὧδε δὲ λόγος προελθὼν ἐν ὄψεσι τῶν μαθητευομένων νεκροὺς ἔδειξε τοὺς τὴν πίστιν κεκαπηλευκότας. Κἀκεῖ μὲν Ἐλισσαῖος θηρσὶ τὰ σώματα τῶν νηπίων ἐδίδου· ὧδε δὲ Παῦλος ἀφῄρει τὴν βλέψιν τῶν ὀμμάτων, καὶ τυφλὸν τὸν βλέποντα εἰργάζετο· καὶ τοιαῦτα πράττοντες τὰς ἐπιτιμίας δεδώκασιν. Εἰ οὖν ἐπὶ ἀτόποις ἡ ἐπιτιμία λαμβάνεται, ἄτοπος Πέτρος καὶ Παῦλος· εἰ δὲ καλοί εἰσιν, ὅτι ἀπόστολοί εἰσι, καὶ καλοί εἰσιν, ὅτι ἐπιτετιμήκασι. Τί διαβάλλεις τὰς ἐπιτιμίας, καὶ τῶν ἀποστόλων ἐπιτιμίαις χρησαμένων; Εἰ τοὺς μὲν ἀποστόλους ἀποδεχόμεθα, τὰς δὲ ἐπιτιμίας μεμφόμεθα· οὐ κατὰ πρόσωπον οἱ νόμοι κρίνουσι τὰ πράγματα, ἢ δικάζουσιν· οὐ πρὸς τὰ πρόσωπα ἐρεσχελοῦσι, τῇ δὲ τῶν πράξεων ὁμοιότητι συντρέχουσιν.
And what will they say concerning Peter, when Ananias and Sapphira, having sold a little possession, kept back a part for themselves, and brought a part, that having judged and convicted them, he showed Ananias dead indeed, and delivered Sapphira to the same tomb? For they lay dead, slain by a word. And there indeed the fire that was brought destroyed those who came; whereas here a word going forth in the sight of the disciples showed dead those who had huckstered the faith. And there indeed Elisha gave the bodies of the infants to wild beasts; whereas here Paul took away the sight of the eyes, and made blind him who saw; and doing such things they have given rebukes. If therefore rebuke is taken for absurdities, absurd are Peter and Paul; but if they are good because they are apostles, they are good also because they have rebuked. Why do you slander the rebukes, when the apostles also used rebukes? If we welcome the apostles indeed, yet blame the rebukes: the laws do not judge or decide matters according to person; they do not cavil with respect to persons, but concur with the likeness of the deeds.
Ἀλλά φησιν· Ἐλεήμων ὁ Υἱὸς, ἐλεήμων ὁ τὰ Εὐαγγέλια γεγραφηκώς· καὶ ὁ ἐλεήμων γέννημά ἐστι τοῦ ἐλεήμονος. Ὁ δὲ νόμος τραχὺς, οὐ συγγινώσκων τοῖς ἡμαρτηκόσι· σπλάγχνον δὲ ἔχει τὸ Εὐαγγέλιον, συστέλλον μὲν τὰς πλημμελείας, κηρύττον δὲ τὰς μετανοίας. Ἰδοὺ γὰρ ὁ Σωτὴρ, λέξουσι, καὶ Πέτρου ἀρνησαμένου ἐφείσατο, καὶ ἁμάρτημα τηλικοῦτον πεπλημμεληκότα παρίησι, καὶ ἁπλῆν τὴν φιλανθρωπίαν προσπεποίηται, ὑπόδειγμα
But he says: Merciful is the Son, merciful is He Who has written the Gospels; and the Merciful is the Offspring of the Merciful. But the law is harsh, not pardoning those who have sinned; whereas the Gospel has bowels of compassion, curbing offences indeed, and proclaiming repentances. For lo, the Saviour, they will say, both spared Peter when he denied, and lets off him who had committed so great a sin, and has shown simple loving-kindness, as an example
Notes, col. 1244

On the reading

Printed Ὢ, for Ὦ.

PG 18:1245Read from the page
τὸν ἄνδρα παντὶ τῷ βίῳ καταλελοιπὼς, ἵνα τῆς ἑαυτοῦ φιλανθρωπίας εἰκόνα ἐκεῖνον παράσχῃ. Τί οὖν ὁ νόμος; ἆρα ἀπορεῖ τῆς μιμήσεως, καὶ κατάλληλον εἰκόνα οὐκ ἔχει; Καὶ Πέτρος μὲν, σπουδαῖος ὢν, καὶ σφαλεὶς, ἀφέσει καὶ συγχωρήσει τετίμηται· οὐδεὶς δὲ ἐν τῷ νόμῳ, πλημμελήσας, καὶ μέγα πλημμελήσας, τῇ μετανοίᾳ τὴν ἄφεσιν ἐμνηστεύσατο. Εἰ μὲν γὰρ ἀγνοοῦσιν, ἐροῦμεν τὸ γεγραμμένον· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα. Εἰ δὲ ἴσασι, τῇ κακομυθίᾳ ἐχεμυθοῦσιν.
having left the man to all life, that He might provide him as an image of His own loving-kindness. What then does the law? Is it at a loss for imitation, and does it not have a corresponding image? Both Peter indeed, being zealous and having stumbled, has been honoured with remission and forgiveness; and no one in the law, having offended, and having offended greatly, betrothed remission to himself by repentance. For if they are ignorant, we shall recite what is written: Have mercy upon me, O God, according to Thy great mercy; and according to the multitude of Thy compassions blot out my transgression; wash me thoroughly from mine iniquity, and cleanse me from my sin. Against Thee only have I sinned, and done evil before Thee. But if they know, they keep silence in their evil speech.
Ἀδελφὰ οὖν τὰ πράγματα· ὅμοιαι αἱ εἰκόνες· καὶ ὧδε μὲν Πέτρος, ἐκεῖ δὲ ὁ ἱεροψάλτης· ὅπως καὶ μεγάλων ἀνθρώπων πτώματα μεγάλαις καὶ συγχωρήσεσιν ἰαθῇ· καὶ τοῖς μεγάλα ἠτοπηκόσι μέγας καὶ ὁ γενόμενος ἔλεος. Εἰ μὲν οὖν θαυμάζουσι τὰ Εὐαγγέλια, ὅτι Πέτρος ἠλεήθη· θαυμαζέτωσαν, ὅτι καὶ Δαβὶδ ἠλέηται· εἰ δὲ αἰτιῶνται, ὅτι μετὰ τοσάδε οὐκ ἀφείθη ὁ Δαβὶδ, οὐδὲ φεύξεται δι' αὐτοὺς τὴν αἰτίαν οὐδὲ ὁ Πέτρος· καὶ δόξει μὲν κατὰ μόνου Δαβὶδ εἶναι ἡ αἰτία, τῇ δὲ δυνάμει κατηγορηθήσεται καὶ ὁ Πέτρος τῇ αὐτῇ κατηγορίᾳ. Εἰ δὲ φήσουσιν, ὅτι καλὴ μὲν ἡ συγχώρησις, μέχρι δὲ ἑνὸς ἡ συγχώρησις τοῦ παλαιοῦ νόμου ἔφθασε, πληθὺς δὲ ἐνταῦθα συγχωρήσεως, καὶ πέλαγος ἀφέσεως, καὶ φωνή ἐστι βεβοηκυῖα· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· ἀναγνώτωσαν τὰ παλαιὰ, καὶ θαῦμα τῶν γεγραμμένων λαμβανέτωσαν.
Brotherly, therefore, are the matters; like are the images; both here indeed is Peter, and there the sacred psalmist; so that the falls even of great men may be healed by great forgivenesses also; and for those who have committed great absurdities, great also is the mercy that comes to pass. If therefore they admire the Gospels because Peter was shown mercy, let them admire that David also has been shown mercy; but if they blame because after so great things David was not forgiven, neither will Peter escape the accusation on their account; and the accusation will seem indeed to be against David alone, yet in force Peter also will be accused with the same accusation. But if they shall say that forgiveness is good indeed, yet the forgiveness of the old law reached as far as one man, whereas here there is a multitude of forgiveness, and an ocean of remission, and there is a voice that has cried aloud: Come unto Me, all ye that labour and are heavy laden, and I will give you rest: let them read the ancient things, and conceive admiration at the things that are written.
Εἰ δὲ δι' ἀμελετησίαν τοῖς γράμμασιν ἐντυχεῖν οὐκ ἀνέχονται, κἀνταῦθα τῆς αἰτίας ταύτης ἀπαλλαττέτωσαν. Ὁ Σωτὴρ λέγει· Δεῦτε, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· οὐδένα παρεὶς, μηδένα ἀπολιπὼν, πάντας περιλαβών. Ὁ δὲ ἱεροψάλτης λέγει· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· καὶ πάλιν· Ἐνωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην, οἵ τε γηγενεῖς καὶ υἱοὶ τῶν ἀνθρώπων, ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης. Πάντες ἐξ Εὐαγγελίου, πάντες ἐκ νόμου κεκίνηνται· οὐδένα παραλέλοιπε τὸ Εὐαγγέλιον· οὐδένα ἀφῆκεν ὁ νόμος. Ἐβόησε τὸ Εὐαγγέλιον· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Πρὸς πάντας ἀφῆκε τὴν ὁμιλίαν ταύτην. Πταίουσι διελέγετο· ἐσφαλμένοις ὡμίλει· ἤδη θάνατον ὀφείλουσιν ἐφθέγγετο· ἐλευθερίαν διὰ τοῦ κηρύγματος προεμνηστεύετο.
But if through lack of practice they do not endure to read the Scriptures, here too let them be released from this accusation. The Saviour says: Come, all ye that labour and are heavy laden, and I will give you rest: passing by no one, leaving no one behind, embracing all. And the sacred psalmist says: All ye nations, clap your hands; and again: Give ear, all ye inhabitants of the world, both the earth-born and the sons of men, rich and poor together. All have been stirred from the Gospel, all from the law; the Gospel has passed by no one; the law has left no one behind. The Gospel cried aloud: Repent, for the kingdom of heaven is at hand. To all it sent forth this discourse. To those who stumbled it discoursed; with those who had erred it conversed; to those who already owed death it uttered its voice; freedom through the proclamation it betrothed beforehand.
Ἐπεδήμησε καὶ Ἰωνᾶς ἐν τῇ Νινευΐ, ἐν πόλει οὐ μικρᾷ, ἐν ἔθνει πολυανθρώπῳ. Τὴν ἀπειλὴν ἔδειξε· τὴν ἐπιτιμίαν οὐκ ἐσιώπησεν· ἐβόησε πληκτικῶς τῷ λόγῳ. Εἶδε τοὺς ἄνδρας· εἰς μετάθεσιν ἤνεγκεν· ἀπολύτους τῆς ἁμαρτίας εἰργάσατο. Ἡ προκατηγγελμένη ἐπιτιμία ᾤχετο· ἔλεος διεδέχετο· τὸ ζητούμενον
Jonah also came to sojourn in Nineveh, in no small city, in a populous nation. He showed the threat; he did not keep silence as to the rebuke; he cried aloud strikingly with the word. He saw the men; he brought them to a change of life; he rendered them absolved of sin. The rebuke proclaimed beforehand departed; mercy succeeded; that which was sought
PG 18:1248Read from the page
γέγονεν · οὐ γὰρ ἡ τῶν ἀνθρώπων ἀναίρεσις ἐζητεῖτο, ἀλλ' ἡ τῶν τρόπων μεταβολὴ ἠρευνᾶτο. Καὶ ἐπειδὴ γέγονε τὸ ζητηθὲν, καὶ μετεβλήθησαν οἱ ἄνδρες, ἐφάνη τοῦ φιλανθρώπου ἡ δωρεά· ἐβόησε συνηγορῶν ὁ δικάζων· εἶπε τῷ ἑαυτοῦ οἰκέτῃ· Εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης ὑπὲρ ἧς οὐκ ἐκακοπάθησας , ἣ ὑπὸ νύκτα ἐγένετο καὶ ὑπὸ νύκτα ἀπώλετο· ἐγὼ δὲ οὐ φείσομαι ὑπερ Νινευῒ τῆς πόλεως τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν καὶ κτήνη πολλά; Καὶ φειδοῦς ἦν Θεὸς, καὶ φανερὸς ἦν ὁ φθεγγόμενος · ὁ νῦν μὲν ταῦτα εἰρηκὼς, ἐν δὲ ἑτέρῳ προφήτῃ βεβοηκώς · Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν · ὁ ὑπὸ τῶν ἐπισταμένων ὑμνεῖν δοξολογούμενος οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος · τηλικοῦτον γὰρ πέλαγός ἐστιν οἰκτιρμῶν παρὰ τῷ Θεῷ, ὡς καὶ τὴν ἐλαχίστην καὶ βραχυτάτην, καὶ τῶν πάνυ φαυλοτάτων πρὸς μετάνοιαν ῥοπὴν, μὴ ἀτίμητον ἐᾶσαι. Σχεδὸν γὰρ εἰς πέρας κακίας ἐληλακότος τοῦ Ἀχαὰβ, καὶ ὀλίγως πως κατανυγέντος, τετίμηκεν ὁ Θεὸς, καὶ ἔδειξε τῷ οἰκέτῃ τὸ πρᾶγμα, καὶ συνέστειλε τὴν ἀπειλὴν, χρόνον τῆς ἐπιτιμίας μεταξὺ καταλιμπάνων· Εἶδες, φησὶ, πῶς κατενύγη Ἀχαάβ ; οὐ μὴ ἐπάξω τὰ κακὰ ἐν ταῖς ἡμέραις αὐτοῦ, ἀλλ' ἐν ἡμέραις ἄλλαις· ἵνα καὶ τὴν ἐλαχίστην ῥανίδα τῆς μετανοίας τιμήσῃ τῇ πρεπούσῃ τιμῇ ὁ Θεός.
came to pass; for the destruction of the men was not sought, but the change of their ways was searched for. And since that which was sought came to pass, and the men were changed, the gift of the Lover of mankind appeared; the Judge cried aloud pleading in defence; He said to His own servant: If thou didst spare the gourd for which thou didst not suffer hardship, which came into being by night and perished by night, shall I Myself not spare Nineveh the great city, in which dwell more than twelve myriads of men and much cattle? And God was of sparing mercy, and manifest was He Who spoke: He Who now indeed has spoken these things, and in another prophet has cried aloud: I do not will the death of the sinner, as that he should turn back and live; He Who is glorified by those who know how to hymn: Compassionate and merciful is the Lord, long-suffering and plenteous in mercy; for so great an ocean of compassions is there with God, as not to leave unhonoured even the smallest and briefest inclination towards repentance even of the most utterly vile. For when Ahab had come almost to the extremity of wickedness, and was pricked in heart in some slight degree, God honoured it, and showed the matter to His servant, and drew back the threat, leaving an interval of time before the punishment: Hast thou seen, He says, how Ahab has been pricked in heart? I will by no means bring the evils in his days, but in other days; so that God might honour with fitting honour even the smallest drop of repentance.
Καὶ ταῦτα μὲν μέχρι τούτου προειρηκότες κατελέξαμεν, ἵνα καὶ ὁ περὶ νόμου λόγος μὴ παντελῶς ἀγύμναστος καταλελειμμένος ὑπάρχῃ· μόνον τοῦτο προσγεγραφηκότες, ὅτι σκιὰ νόμος τῶν μελλόντων ἀγαθῶν· καὶ γὰρ παιδαγωγὸς συμπράττει τῷ παιδὶ καὶ τῇ νέᾳ ἡλικίᾳ, μέχρις οὗ ὁ διδάσκαλος τὴν ἕξιν παραλαβὼν τοῖς μαθήμασι τοῖς μείζοσι παραδῷ· καιριώτερον γάρ τις δυνήσεται, ταύτην ἰδίαν ὑπόθεσιν θέμενος, κατασκευάσαι πῶς μὲν διὰ Μωσέως ὁ νόμος, ἀπὸ δὲ Κυρίου ἡ χάρις καὶ ἡ ἀλήθεια ἐγένετο.
And having spoken these things beforehand up to this point, we have recounted them so that the discourse concerning the law might not be left altogether unexercised; having added only this in writing, that the law is a shadow of the good things to come; for indeed a tutor works together with the child and the young age, until the teacher, taking over the habit, hands him over to the greater lessons; for someone, making this his own subject, will be able more seasonably to establish how the law indeed came through Moses, but grace and truth came from the Lord.
Ἡμεῖς δὲ καὶ τῶν ἑτέρων ἐπιχειρήσεων τοῦ ἐκτρώματος ἐφαψώμεθα, τὴν ἄλλην ἄτοπον αὐτοῦ δόξαν ἐν τοῖς λογίοις παρατιθέντες, καὶ ταῖς ἐξετάσεσι γυμνοῦντες, ὅπως, εἴ γε οἷόν τέ ἐστι, τὰς αἱρεθείσας διανοίας τῆς ἀλόγου δόξης ἐξυφαιρῆσαι δυνηθῶμεν. Ἐξέτεινε γὰρ ἑαυτὸν καὶ μέχρι τοῦ δημιουργήματος· καὶ τοῦτο τὸ φαινόμενον ποίημα τοῦ ἀπατεῶνος εἶναι ποίημα βούλεται· καὶ εἶναι τὸν ἄνθρωπον πλάσμα τοῦ πονηροῦ· καὶ εἶναι μὲν τὴν ψυχὴν ἀπὸ Θεοῦ, εἶναι δὲ παρὰ τοῦ πονηροῦ ἡρμοσμένην· καὶ γεγονέναι τὸν ἄνθρωπον, τὴν μὲν οὐσίαν τοῦ σώματος ἀπὸ τῆς οὐσίας εἰληφότα τοῦ πονηροῦ, τὴν δὲ οὐσίαν τῆς ψυχῆς, ὡς σκῦλον ἢ λάφυρον ἀπὸ Θεοῦ ληφθεῖσαν, ὑπὸ δὲ τοῦ πονηροῦ λαφυραγωγηθεῖσαν· οὕτως ἔκ τε τῆς λαφυραγωγηθείσης καὶ τῆς οὐσίας τοῦ πονηροῦ γεγονέναι τὸν ἄνθρωπον, ἐκ ψυχῆς καὶ σώματος·
But let us touch also upon the other attempts of the abortion, setting his other absurd opinion beside the oracles, and stripping it bare by examinations, so that, if indeed it is possible, we may be able to rescue the captured minds from the irrational opinion. For he stretched himself out even as far as the creation; and he wills this visible work to be a work of the deceiver; and that man is a formation of the evil one; and that the soul indeed is from God, but has been fitted together by the evil one; and that man has come into being, having taken the substance of the body from the substance of the evil one, while the substance of the soul, taken as spoil or booty from God, was carried off as plunder by the evil one; that thus man has come into being both from that which was carried off as plunder and from the substance of the evil one, from soul and body;
Notes, col. 1248

On the reading

Printed ὑπερ, for ὑπὲρ.