Migne Reading Room

PG 18 · cols. 1225–1236 · Read from the page

Against the Manichaeans, Books I-III

Against the Manichaeans, Books I-III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:1225Read from the page
τῷ ᾅδῃ, τὴν ἔγερσιν αὐτὴν, τὸ τελευταῖον καὶ τὴν ἀνάληψιν· τότε γὰρ λοιπὸν καὶ βοήσεται· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης· τότε τοῦτο προσθήσει καὶ τὸ γεγραμμένον παρὰ τοῦ Δαβίδ· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Εἰ οὖν ὁ νόμος οὕτως ἠκρίβωσε τὴν ἄφιξιν τοῦ Υἱοῦ καὶ μακρόθεν προηγγειλεν, οὐκέτι διαβάλλεται, οὐκέτι ἄλλῳ προσγράφεται. Ὁ γεννήσας προελάλησεν· ὁ βουλευσάμενος λόγῳ προέλαβε τὰ πράγματα· Θεὸς ἐγέννησε· Θεὸς λέγει· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Θεὸς ἀπέστειλε· Θεὸς διὰ Μωσέως ἐλάλησε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν· αὐτοῦ ἀκούσεσθε πάντα, ὅσα ἐὰν λαλήσῃ ὑμῖν. Ὁ Θεὸς ἐβουλεύσατο, καὶ ὁ βουλευσάμενος οὐκ ἐσιώπησε· τὴν βουλὴν προεμήνυσε, πίστιν ἐμποιῶν διὰ τῶν προμηνυθέντων· Καλεῖται, φησὶ γὰρ, τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς, σύμβουλος, αἰῶνος. Καὶ τοιοῦτος μὲν ὁ τοιοῦτος ἔλεγχος.
...in Hades, the resurrection itself, and last of all the ascension; for then at last he will also cry out: "Lift up your gates, O princes, and be lifted up, eternal gates, and the king of glory shall come in." Then he will add to this also what is written by David: "The Lord said to my Lord: Sit at my right hand, until I make your enemies the footstool of your feet." If then the law so exactly set out the coming of the Son and foretold it from far off, it is no longer slandered, no longer ascribed to another. He who begot spoke beforehand; he who took counsel anticipated the events by his word. God begot; God says: "You are my Son, today I have begotten you." God sent; God spoke through Moses: "The Lord God will raise up for you a prophet from among your brothers; you shall hear him in all that he speaks to you." God took counsel, and he who took counsel was not silent; he made known his counsel beforehand, producing faith through what was foretold. "For his name," it says, "is called Angel of great counsel, wonderful, counsellor, of the age." And such is this refutation.
Ἐπειδὴ δὲ τῷ πονηρῷ προσγράφουσι τὸν νόμον, τί φήσουσιν ἐάν τις αὐτῶν πεύσηται, εἰ ὁ πονηρὸς πονηρὰ παραινεῖ, καὶ οὐ δύναται μὴ παραινεῖν πονηρὰ, εἴποτε καὶ καλὰ παραινέσει, καὶ ἀγαθὰ συμβουλεύσει; Εἰ μὲν γὰρ ἐροῦσιν, ὅτι πέφυκε καλὰ παραινεῖν, καὶ ἀγαθὰ συμβουλεύειν, λύουσι πάλιν τὸν ἑαυτῶν ὅρον· οὐκέτι γὰρ πονηρὸς ὁ μὴ πονηρὰ παραινῶν· οὐκέτι πονηρὸς ὁ ἀγαθὰ συμβουλεύων. Εἰ δὲ οὐδεμία προαίρεσις ἀγαθὴ ἀπὸ πονηροῦ προσέρχεται, ποίας τάξεως ἐροῦσιν ἐκείνας τὰς παραινέσεις· Οὐ πορνεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις; Ποίας τάξεως ἐροῦσιν ἐκεῖνο τὸ γεγραμμένον· Οὐ ποιήσεις σεαυτῷ εἴδωλα, οὐ παντὸς ὁμοίωμα, οὔτε ὅσα ἐν τῷ οὐρανῷ, οὔτε ὅσα ἐν τῇ γῇ, οὔτε ὅσα ἐν τοῖς ὕδασι; Ποίας μερίδος φήσουσι τὰ προστάγματα· Οὐκ ἐπιθυμήσεις τοῦ βοὸς τοῦ ἀδελφοῦ σου, ἢ τοῦ ὑποζυγίου, ἢ τῆς γυναικὸς, ἢ παντὸς κτήνους; Εἰ μὲν γὰρ σεμνὰ καὶ θεῖα καὶ ἐράσμια τὰ τοιαῦτα φήσουσιν, ἐντραπήσονται ὑπὸ τῶν παραινέσεων τὸ μέγεθος τοῦ συμβεβουλευκότος ἠγνοηκότες· εἰ δὲ φαῦλα αὐτὰ ἐροῦσι καὶ διαβεβλημένα, καὶ φαῦλόν ἐστι τὸ μὴ πορνεύειν, καὶ φαῦλόν ἐστι τὸ μὴ ἐπιθυμεῖν ἀλλοτρίων, καὶ τοιαῦτά ἐστι τὰ φαῦλα· σκόπει οἷα νοήσουσιν ἀγαθά· σκόπει, ὅτι προαγωγοί εἰσι τῶν ἡδονῶν, καὶ πρόξενοι τῶν εἰδώλων, καὶ αἰσχρᾶς ἐπιθυμίας εὑρεταί· οἱ γὰρ τὸν νόμον διαβάλλοντες ὑπὲρ ἀνομίας πρεσβεύουσιν.
But since they ascribe the law to the evil one, what will they say if someone asks them whether the evil one, who counsels evil and cannot help counselling evil, would ever counsel good things and advise what is good? For if they say that he is of a nature to counsel good things and advise what is good, they again undo their own definition; for he who does not counsel evil is no longer evil; he who advises good is no longer evil. But if no good purpose comes from the evil one, of what order will they say are those precepts: "You shall not commit fornication; you shall not commit adultery; you shall not steal; you shall not bear false witness"? Of what order will they say is that which is written: "You shall not make for yourself idols, nor the likeness of anything, neither of what is in heaven, nor of what is on the earth, nor of what is in the waters"? Of what portion will they say are the commands: "You shall not covet your brother's ox, or his beast of burden, or his wife, or any of his cattle"? For if they say that such things are holy and divine and lovely, they will be put to shame by the precepts, having been ignorant of the greatness of him who gave the counsel; but if they say that they are bad and slandered, and that it is bad not to commit fornication, and bad not to covet what belongs to others, and that such are the bad things, consider what they will think good; consider that they are panders of pleasures, and patrons of idols, and inventors of shameful desire. For those who slander the law are ambassadors for lawlessness.
Οἱ τὸν νόμον τὸν τὰς ἡδονὰς ἀναιροῦντα, τὸν τὴν ἀπάτην καταλύοντα, τὸν δεισιδαιμονίαν καταργοῦντα ἐξοστρακίζοντες, τί ἕτερον, ἢ εἰσοικίζουσι τὰς ἡδονὰς καὶ εἰσφέρουσι τὰς ἐπιθυμίας; Ἵνα ἡ ἡδονὴ ἀνέ-
Those who banish the law that takes away pleasures, that destroys deceit, that abolishes superstition, what else do they do but bring pleasures into the house and introduce desires? So that pleasure, unre-
Notes, col. 1225

On the reading

Printed 1223, for 1225.

PG 18:1228Read from the page
δην εἰσβάλλῃ ἐν ταῖς διανοίαις, τὸν νόμον ἐκ τῶν οἰκήσεων ἤλασαν, ἵνα μὴ νόμῳ χρησάμενοι ὑπὸ νόμου ἐντραπῶσιν. Ἀλλὰ πῶς τὸν νόμον ἀποσεισάμενοι ἀναπεπταμένας ἑαυτῶν τὰς ἀκοὰς παράσχωνται ταῖς ἐπιθυμίαις· φαίνεται δὲ ὁ νόμος κακίας ἀναιρέτης· οὗτοι δὲ ἀμαθῶς καὶ ἀπαιδεύτως διαβάλλειν τὸν νόμον ἐπικεχειρήκασιν· καὶ ὁ μὲν νόμος κακίαν μισεῖ, οὗτοι δὲ νόμον μισοῦσι· καὶ καταλύει μὲν τὴν δεισιδαιμονίαν ὁ νόμος· οὗτοι δὲ λύειν τὸν νόμον τολμῶσιν. Ἀντιθῶμεν οὖν τὰ πράγματα. Εἰ ὁ νόμος κακίᾳ ἀντίκειται, οὗτοι δὲ νόμῳ μάχονται, ἀγανακτοῦσι διὰ κακίαν, ὅτι ὁ νόμος κακίαν διαβάλλει· μὴ φέροντες γὰρ τὴν τῆς κακίας διαβολὴν, τὸν νόμον διαβεβλήκασιν, ἵνα ἡ κατὰ τῆς κακίας διαβολὴ μὴ ἰσχύσῃ, τοῦ νόμου διαβεβλημένου. Εἰ ὁ νόμος τὰ εἴδωλα ἀναιρεῖ, καὶ τὴν πολυθεΐαν καταλύει, οὗτοι δὲ ὅπλα κατὰ τοῦ νόμου κεκινήκασιν· εἰκότως πολυθεΐαν κατήγγειλαν· ἵνα γὰρ ὁ τῆς πολυθεΐας ἰσχύσῃ λόγος, τὸ τοῦ νόμου παρ' αὐτοῖς κεκώλυται παράγγελμα τὸ λέγον· Ἄκουε, Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου· καὶ, Μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν, καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην, προσκυνήσῃς αὐτοῖς. Πρὸς ταῦτα τὰ ῥήματα ὅπλα κεκινήκασι· πρὸς ταῦτα τὰ παραγγέλματα τραχυνθέντες, ὡς μάχαιραν τὴν γλῶσσαν ἠκόνησαν· διὰ τοῦτο δαιμονῶσι, καὶ πάντα τιμῶσι, καὶ οὐδὲν ἴσασιν, εἰ μὴ πάντα προσκυνεῖν· καὶ ἀεὶ πίπτουσι χαμαὶ καὶ γνώμην ἔχουσιν ἐπηρμένην· καὶ πλανῶνται καὶ ῥέμβονται τῇ διανοίᾳ· πάντα τεθεοποιήκασιν ἐπ' ἐξουσίας· καὶ τὴν πλάνην ἐσχήκασι· νενικήκασι τοὺς Ἕλληνας τῷ πλήθει, καὶ τῇ κενότητι Ἕλληνες Ἑλλήνων γεγονότες, καὶ τῷ μεγέθει τῆς αὐτῶν ἀτοπίας τὰς ἐκείνων ἀμβλύνοντες ἀγνοίας.
ly rush into their minds, they drove the law out of their dwellings, lest by using the law they should be put to shame by the law. But how, having shaken off the law, they may offer their own ears wide open to lusts: the law appears as the destroyer of vice; whereas these men have ignorantly and unlearnedly undertaken to slander the law; and the law indeed hates vice, whereas these men hate the law; and the law indeed dissolves superstition, whereas these men dare to loose the law. Let us therefore set the matters over against each other. If the law is opposed to vice, and these men fight against the law, they are indignant on account of vice, because the law slanders vice; for not enduring the slandering of vice, they have slandered the law, so that the slander against vice may not prevail when the law has been slandered. If the law destroys idols, and dissolves polytheism, and these men have moved arms against the law, naturally they proclaimed polytheism; for in order that the doctrine of polytheism might prevail, the command of the law has been forbidden among them which says: Hear, O Israel, the Lord your God is one Lord; and, You shall love the Lord your God; and, Lest looking up into heaven, and seeing the sun and the moon, you worship them. Against these words they have moved arms; exasperated against these commands, they have sharpened their tongue like a sword; on account of this they are possessed by demons, and honour all things, and know nothing except to worship all things; and they always fall on the ground and have an uplifted mind; and they wander and roam in thought; they have deified all things at will; and they have held error; they have surpassed the Greeks in multitude, having become in emptiness Greeks of Greeks, and by the magnitude of their absurdity blunting the ignorances of those men.
Ἵνα δὲ μή τις ἀπατηλοτάτῃ τέχνῃ χρησάμενος ἐπιτετηδευμένως λέγῃ, Ἐσχηματίσατο ὁ νόμος, καὶ ἔνια τῶν καλῶν σεσυληκὼς, ὡς ἴδια προσηνέγκατο, σεμνῦναι τὰς ἑαυτοῦ ἀτοπίας βουλόμενος, καὶ μόρια τῶν καλῶν ἐνέσπειρε, διὰ τῶν μορίων τῶν καλῶν τῶν ἄλλα κατακρύψαι ἐσπουδακώς· φέρε πρῶτον γυμνάσωμεν, μή τι ἄτοπον παρὰ τῷ νόμῳ φανείη, καὶ οὕτως ἔλεγχος τῆς ἀτοπίας αὐτῶν γιγνέσθω· δεύτερον, εἰ ἔνια τῆς κακίας μέρη ἐπεξελθὼν ἀπεσκέδασεν, ἐλευθέρους τοὺς πιστεύοντας παντὸς μορίου κακίας ἀποδείξας, οὐκέτι ἐσχηματισμένος ὁ νόμος φανείη, ἀλλ' ἐχθρὸς καὶ τῆς κακίας πολέμιος· τρίτον δὲ, εἰ ἔνια τῶν καλῶν περιέσπειρε, καὶ οὐ πᾶν εἶδος τῆς ἀρετῆς τοῖς γράμμασι συνῆψεν, ἵνα, εἰ μὲν ἔνια φανείη γεγραφηκὼς, πλείονα δὲ ἀπολελοιπὼς, ἔχῃ τινὰ δύναμιν ὁ ἔλεγχος· εἰ δὲ ὅλα διόλου τὰ καλὰ τοῖς γράμμασιν ἐπετέθη τοῦ νόμου, θαυμάσωμεν τὸν νόμον, καὶ Θεοῦ νόμον ὁμολογήσωμεν· καὶ Πατρὸς ὁμιλίαν φήσωμεν· τούτους δὲ παραγραψώμεθα, κίβδη-
And lest someone, using a most deceitful art, should studiously say, The law put on a pretence, and having plundered some of the noble things, brought them forward as its own, wishing to dignify its own absurdities, and sowed in portions of the noble things, having been eager through the portions of the noble things to hide the other things: come, let us first strip and examine whether anything absurd might appear in the law, and thus let the refutation of their absurdity take place; second, if having prosecuted some parts of vice it scattered them, having rendered those who believe free from every portion of vice, the law would no longer appear feigned, but an enemy and foe of vice; and third, whether it sowed around some of the noble things, and did not join every form of virtue to the letters, so that, if indeed it should appear to have written some things, and to have left out more, the refutation might have some force; whereas if all the noble things altogether were laid upon the letters of the law, let us marvel at the law, and confess it a law of God; and let us call it the converse of the Father; and let us set these men aside by exception, as having a counter-
PG 18:1229Read from the page
λον γνώμην καὶ παρακεχαραγμένην ἐσχηκότας. Ὅτι μὲν οὖν οὐδὲ ἓν μόριον κακίας ἐπεσπαρμένον ἔχει, οὐδὲ μόριον κακίας ἀφῃρηκὼς, ἑτέρου ἐφείσατο· ἀλλὰ καθαρὸς μὲν ὁ νόμος καὶ ἅγιος, καὶ Θεοῦ νόμος, ὁ Παῦλος βοᾷ· ὥστε Ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ ἁγία, καὶ δικαία, καὶ ἀγαθή· καὶ, Οἴδαμεν γὰρ, ὅτι ὁ μὲν νόμος πνευματικός ἐστι· τὸ γὰρ ἅγιον, καὶ πνευματικὸν, καὶ ἀγαθὸν πάσης ἀτοπίας ἀπολέλυται, καὶ οὐδεμιᾷ ἀτοπίᾳ ἀνέχεται· σεμνύνεται ταῖς ἀρεταῖς, καὶ διαλέγεται τῷ Θεῷ· ἡ γὰρ πρὸς τὸν Θεὸν ὁμιλία ἄλλης μὲν τάξεως οὐκ ἀνέχεται, τῇ δὲ τοῦ Πνεύματος ῥυθμίζεται ἐπιστασίᾳ· Πνεῦμα γὰρ ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Πνευματικὸς δὲ ὢν ὁ νόμος, τὴν πρὸς Θεὸν ὁμιλίαν παρασκευάζει· καὶ εἰ δύναται ὁ πνευματικὸς τὰ μὲν ἄλλα κρῖναι, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακρίνεται· πόσῳ μᾶλλον ὁ νόμος ὁ πνευματικὸς, αὐτὸς μὲν πάντων τῶν ἄλλων τοὺς λόγους ἀνακρῖναι δύναται, αὐτὸς δὲ ὑπ' οὐδενὸς ἀνακριθήσεται;
feit and debased mind. That therefore it has not even one portion of vice sown in it, nor having taken away one portion of vice spared another; but that the law is pure and holy, and a law of God, Paul cries out: So that the law indeed is holy, and the commandment holy, and just, and good; and, For we know that the law is spiritual; for what is holy, and spiritual, and good is absolved from all absurdity, and is held fast by no absurdity; it is dignified by the virtues, and converses with God; for converse with God does not brook another order, but is regulated by the supervision of the Spirit; For God is Spirit, and those who worship Him must worship in spirit and truth. And the law, being spiritual, prepares converse with God; and if the spiritual man is able to judge other things indeed, while he himself is judged by no one, how much more is the spiritual law itself able indeed to judge the words of all others, while it itself shall be judged by no one?
Ὅτι δὲ καὶ πᾶν εἶδος κακίας ἀνεῖλε, καὶ οὐδὲ ἓν μόριον παρεῖδεν, ἀλλ' ἐπεξῆλθε πᾶν εἶδος κακίας ἀναιρῶν, ἀνακόπτων, δῆλον ἐκ τῶν περὶ τῆς κακίας ὅρων, τεσσάρων εἰδῶν ὄντων τῆς κακίας, ἀφροσύνης καὶ ἀκολασίας, καὶ δειλίας, καὶ ἀδικίας. Εἰ μέν τι φαυλον εἴη ὁ νόμος σεσιωπηκὼς, ἀτελὴς ὁ νόμος· εἰ δὲ ἐπεξῆλθε καὶ ἐπεξεργάσατο, πᾶν εἶδος κακίας προαναιρῶν, εἰκότως ἡ κακία συστέλλεται ὑπὸ τοῦ νόμου, μηδὲ λείψανον ἔχειν συγκεχωρημένη. Ὅπου γοῦν ἰσχύει νόμος, καὶ τῇ πειθοῖ τὰ νεῦρα δίδωσιν, οὐδὲ νοτίδα κακίας ἔστιν εὑρεῖν· ὅπου δὲ ἀτονεῖ, περιέρχεται ἡ πονηρία σκυλεύουσα καὶ κατανεμομένη ἐπ' ἐξουσίας βαδίζουσα, τῷ ἀφυλάκτῳ τῆς ψυχῆς τὴν ἐξουσίαν εὑραμένη. Βοᾷ γὰρ ὁ νόμος· Εἰ ὁ λαός μου ἤκουσέ μου, Ἰσραὴλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη, ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα· ὅτε γὰρ πείθει νόμος, ἄνευρα γίνεται τὰ κακὰ, χαμαὶ κείμενα, καὶ μηδὲ ἀντωπῆσαι τῇ ψυχῇ δυνάμενα. Εἰ γὰρ λύχνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου, πᾶν τὸ πρόσκομμα ἀνῄρηται, πεφωτισμένης καὶ διαυγοῦς τῆς καρδίας εὑρεθείσης· κἂν γὰρ τὴν νέαν ἐκείνην καὶ ὀλισθηρὰν ἔχῃ ἡλικίαν, φυλακὴν δὲ τῶν ῥημάτων τηρήσῃ, ἀδιάπτωτος διατελῶν βοήσεται· Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Δύναμιν δὲ τοῦ μηδέποτε σφάλλεσθαι πορισάμενος ἑαυτῷ, τῷ κρύπτειν τὰς τοῦ νόμου μαθήσεις ἐν τῇ διανοίᾳ, φησίν· Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι.
And that it also destroyed every form of vice, and overlooked not even one portion, but prosecuted every form of vice, destroying and checking it, is plain from the definitions concerning vice, there being four forms of vice: folly, and intemperance, and cowardice, and injustice. If indeed the law had kept silent about anything base, the law would be imperfect; whereas if it prosecuted and wrought out the matter, destroying every form of vice beforehand, naturally vice is curbed by the law, not being permitted to have even a remnant. Wherever, therefore, the law prevails, and gives sinews to persuasion, not even a moisture of vice is to be found; whereas where it is weak, wickedness goes about despoiling and devouring, walking at will, having found licence through the unguardedness of the soul. For the law cries out: If My people had heard Me, if Israel had walked in My ways, I would have humbled their enemies for nothing; for when the law persuades, evils become sinewless, lying on the ground, and not even able to look the soul in the face. For if Thy law is a lamp to my feet, and a light to my paths, every stumbling-block has been taken away, the heart having been found enlightened and pellucid; for even if one have that young and slippery age, yet keep guard of the words, continuing without stumbling he will cry out: Wherewith shall a young man direct his way? By keeping Thy words. And having procured for himself the power never to trip, by hiding the teachings of the law in his mind, he says: In my heart I have hidden Thy oracles, so that I may not sin against Thee.
Καὶ οὕτω τὸν νόμον ἀντὶ φρουροῦ καὶ φύλακος θέμενος, συνήσει πῶς ἕκαστον τῶν εἰδώλων τῆς κακίας ὁ νόμος ἀπελαύνει· ἀπελαύνων μὲν τὴν ἀφροσύνην, διὰ τοῦ λέγοντος γράμματος· Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι σύνεσις· ἐξοστρακί-
And thus, having set the law as a garrison and guard, he will understand how the law drives away each of the idols of vice: driving away folly indeed through the letter that says: Be not like horse and mule, which have no understanding; and ban-
Notes, col. 1229

On the reading

Printed φαυλον, for φαῦλον.

PG 18:1232Read from the page
ζων δὲ τὴν δειλίαν διὰ τοῦ λέγοντος λογίου· Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος, μὴ φοβοῦ ὀνειδισμὸν ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττῶ· καὶ φοβοῦ τὸν Θεὸν, καὶ ἰσχύσεις· πλὴν αὐτοῦ μὴ φοβοῦ ἄλλον. Ἐνταῦθα γὰρ τὴν δειλίαν ἀποσεισάμενος, καὶ τὴν ῥώμην ἐνθεὶς, καὶ τὴν ἀνδρείαν ἐμβαλὼν, βοᾷ· Δίκαιος ὡς λέων πέποιθεν, ὡς οὐ φοβεῖται, οὐδὲ καταπτήσει κτῆνος. Καὶ τὰ δύο εἴδη τῆς κακίας ἀνῃρηκὼς, ἀφροσύνην τε καὶ δειλίαν, συναναιρεῖ καὶ τὴν ἀκολασίαν, λέγων· Οὐ πορνεύσεις, οὐ μοιχεύσεις. Ὅπου τὰ πάθη συστέλλεται, χαλινὸς σωφροσύνης ἐν τῇ διανοίᾳ εὑρίσκεται· καὶ τῶν τριῶν συνανῃρημένων, ἀναιρεῖ καὶ τὴν ἀδικίαν· Οὐ ποιήσεις σεαυτῷ σταθμία μικρὰ καὶ μεγάλα· σταθμία δίκαια καὶ ἴσα ἔστωσάν σοι.
and banishing cowardice through the oracle that says: Fear not when a man grows rich, fear not the reproach of men, and be not overcome by their disparagement; and fear God, and thou shalt be strong; beside Him fear no other. For here, having shaken off cowardice, and having implanted strength, and having infused courage, it cries aloud: The righteous is confident as a lion, as a beast that fears not, nor will cower. And having destroyed the two kinds of vice, folly and cowardice, it destroys along with them licentiousness also, saying: Thou shalt not commit fornication, thou shalt not commit adultery. Where the passions are curbed, a bridle of temperance is found in the mind; and when the three have been destroyed together, it destroys injustice also: Thou shalt not make for thyself small and great weights; just and equal weights shall be unto thee.
Καὶ οὕτω, τῶν τῆς κακίας ἀνῃρημένων, ἡ πονηρία λέλυται, μηκέτι ἐμβατεῦσαι τῇ διανοίᾳ δυναμένη. Ποῖα οὖν ἤδη ἀτοπίας οὐκ ἀνῄρησεν ὁ νόμος; ποῖα μέρη ἡδονῆς οὐ λέλυκε; ποίας δειλίας, ποίας ἀφροσύνας οὐκ ἐπὶ τοσοῦτον ἐπεξῆλθε τὴν ἡδονὴν ἀναιρῶν, ὡς καὶ τῶν ὀμμάτων ἐπιμελήσασθαι, καὶ τῆς ἀκοῆς μὴ φείσασθαι, καὶ τῆς γλώσσης μὴ ἠμεληκέναι; Ἐθέμην γὰρ τοῖς ὀφθαλμοῖς μου φυλακὴν, καὶ οὐ μὴ συνήσω ἐπὶ παρθένον. Ὁ ἅγιος μέχρι τῶν ὀμμάτων φθάνει· ἵνα μὴ γαργαλίζουσα τὴν ψυχὴν ἡδονὴ εἰς σκελισμὸν τῆς ἐπιθυμίας ἀναγάγῃ. Ἕτερος τῶν ἁγίων ἐβόα· Μὴ περιβλέπῃς κάλλος ἀλλότριον, ἵνα μὴ ἡδονὴ, μηδὲ τὰ πρόθυμα τῆς ψυχῆς λαβοῦσα, ἐλπίδα τῆς εἰσόδου λαμβάνῃ· ἀλλὰ καὶ τῶν θυρῶν ἀπελαθεῖσα ἀνέλπιστον τὴν ἐπιβουλὴν ἔχῃ. Φθάνων δὲ ἐπὶ τὰς ἀκοὰς καὶ εἰς τὰς γλώττας, φρουροὺς καὶ φύλακας καὶ τοῖς μέλεσιν ἐπέθηκε, τόπον ἴδιον μὴ διδοὺς, ἀλλ' ἐβόα· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου· ἵνα μηδὲ ἄτοπος λόγος δίχα τοῦ ὠφελίμου προεξελθὼν ἡδονῆς δέλεαρ τῷ τὰ αἰσχρὰ φθεγγομένῳ προξενήσῃ. Ἐπιμελόμενος δὲ καὶ τῆς ὀσφύος, τοῦ μὴ ὧδε κἀκεῖ σεισθεῖσαν τὴν διάνοιαν δεσμίαν εἶναι, προενοήσατο παραγγέλλων· Οὕτω φάγεσθε τὸ πάσχα, αἱ ὀσφύες ὑμῶν περιεζωσμέναι· ἵνα μηδὲ τὰ μέλη ἄζωστα ἔχοντες τῇ ῥᾳδίᾳ κινήσει κατεπιχειρήσωμεν, ἀλλ' οὕτω διεζωσμένοι τάξιν τὴν πρὸς τὰ πράγματα ἀρίστην εὑρώμεθα.
And thus, when the things of vice have been destroyed, wickedness is dissolved, being no longer able to set foot in the mind. What kinds of absurdity, then, has the law not already destroyed? What parts of pleasure has it not dissolved? What cowardices, what follies has it not pursued to such a degree in destroying pleasure, as even to take care of the eyes, and not to spare the hearing, and not to have neglected the tongue? For I set a guard upon mine eyes, and I will not think upon a virgin. The holy man reaches even to the eyes, lest pleasure, tickling the soul, lead it up to the tripping of desire. Another of the saints cried aloud: Gaze not around at another's beauty, lest pleasure, taking hold even of the porches of the soul, conceive a hope of entrance; but being driven away even from the doors, may hold its plot hopeless. And reaching to the ears and to the tongues, he set guards and watchmen upon the members also, giving no place of its own, but cried aloud: Set a guard, O Lord, upon my mouth; lest even an improper word, going forth apart from what is profitable, procure a bait of pleasure for him who utters shameful things. And taking care of the loins also, that the mind, shaken this way and that, might not be a prisoner, it took forethought, commanding: Thus shall you eat the passover, your loins girded about; so that not even having our members ungirded we may set our hand to easy motion, but being thus girded about we may find the best order towards actions.
Καὶ οὕτω τῶν εἰδῶν τῆς ἡδονῆς προανῃρημένων, ἐπεξῆλθε καὶ κατὰ τῶν εἰδῶν τῆς διανοίας, καὶ κατὰ τῶν εἰδῶν τῆς ἀδικίας. Εἰ γὰρ τὸ τὰ ἑτέρου λαβεῖν, καὶ βίᾳ λαβεῖν, καὶ ἄκοντος λαβεῖν, ἀδικία ἐστὶ· καὶ τὸν λαβόντα τὰ ἑτέρου ἢ ἑταίραις διδόναι, ἢ ἀσώτως καταδαπανῆσαι, εἶδός ἐστιν ἀδικίας· ἄδικος ὁ τὴν τιμὴν τοῦ Θεοῦ ἀφαιρῶν, ξύλοις δὲ καὶ δαίμοσιν αὐτὴν ἀποδιδοὺς, καὶ καταδαπανῶν τὴν τιμὴν, καὶ ἀσωτευόμενος ἐν τῇ διανοίᾳ. Οὐδὲ γὰρ οὕτως ἄσωτος ὁ καταδαπανῶν τὴν οὐσίαν, ὡς ἄδικος ὁ τὴν μεγάλην περιουσίαν, τὴν τιμὴν τοῦ Θεοῦ ἀπὸ τῆς διανοίας ἐξαφανίζων· ἐφ' ὅσον γὰρ συνέστηκεν ἡ περιουσία
And when the kinds of pleasure have thus been destroyed beforehand, it proceeded both against the kinds of the mind and against the kinds of injustice. For if taking the things of another, both taking by force and taking from one unwilling, is injustice; and for him who has taken the things of another either to give them to courtesans or to squander them prodigally is a kind of injustice: unjust is he who takes away the honour of God, and renders it to blocks of wood and demons, both squandering the honour and playing the prodigal in his mind. For not even he who squanders his substance is so prodigal as he is unjust who blots out from his mind the great wealth, the honour of God; for so long as the wealth
Notes, col. 1232

On the reading

Printed πρόθυμα, for πρόθυρα.

PG 18:1233Read from the page
τῆς γνώσεως τῇ ψυχῇ, ἡ πρὸς τὸν Θεὸν διάθεσις ἀποδίδοται. Ὅταν δὲ πᾶσα καταπονηθῇ καὶ καταναλωθῇ καὶ πτωχεύσῃ, τότε λοιπὸν τὴν ἐκείνου τιμὴν εἰς ξύλα καὶ τέχνην καταφέρει. Διὰ τοῦτο καὶ ὁ Ἀπόστολος τὴν ἀδικίαν δεισιδαιμονίαν ἐπιστάμενος, ἔλεγε· Καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία.
of knowledge holds together in the soul, the disposition towards God is rendered. But when the whole is worn down and consumed and impoverished, then henceforth it brings down His honour to blocks of wood and art. On this account the Apostle also, knowing injustice to be superstition, said: And covetousness, which is idolatry.
Ἐπεὶ οὖν τῆς ἀδικίας τὸ χαλεπώτατόν ἐστι μέρος ἡ εἰς Θεὸν ἄγνοια, βραχυτέρα δέ ἐστιν ἡ εἰς ἀνθρωποὺς πλημμέλεια· καὶ εἰς δύο διαιρεῖται ἡ ἀδικία, εἴς τε τὴν εἰς Θεὸν ἄγνοιαν καὶ τὴν εἰς ἀνθρώπους πλημμέλειαν· γραφόμενος ὁ νόμος ἀμφοτέρων ἤρξατο. Καὶ πρῶτον μὲν βοᾷ· Οὐ ποιήσεις σεαυτῷ εἴδωλα, παντὸς ὁμοίωμα· ἵνα μὴ, τὴν τοῦ πεποιηκότος τιμὴν κατασωτευόμενος, πᾶσαν ἄρδην διαφθείρῃς· ἐχαλέπαινε δὲ εἰκότως καὶ περὶ τοῦ λαοῦ, ὅτε μοσχοποιήσας ἐβόα· Οὗτοι οἱ θεοί σου, Ἰσραὴλ, οἵτινες ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου. Ἐπειδὴ γὰρ τὰς τοῦ εὐεργέτου δωρεὰς τῷ μὴ δυναμένῳ κινηθῆναι προσαπένειμαν, καὶ ἦν ἀδικία χαλεπωτάτη, τὴν περιουσίαν τῆς εὐεργεσίας τοῦ πεποιηκότος τέχνῃ καὶ γλύμματι ἀποδιδόναι· καὶ ἡ ἀλήθεια κεκίνηται, καὶ ὁ νόμος γέγραπται, καὶ ἡ ἀδικία κεκώλυται, καὶ ὁ μανθάνων ἐπαιδεύετο. Καὶ οὕτω τοῦ θυμοῦ τῆς ἀδικίας προαναιρουμένου, καὶ τὴν πρὸς ἄνθρωπον ἀδικίαν συνεῖλε.
Since, therefore, the most grievous part of injustice is ignorance towards God, while the offence against men is lesser; and injustice is divided into two, both into ignorance towards God and into offence against men: the law, in being written, began with both. And first indeed it cries aloud: Thou shalt not make for thyself idols, the likeness of anything; lest, prodigally squandering the honour of Him Who made thee, thou utterly destroy it all; and it was reasonably angry concerning the people also, when, having made a calf, they cried aloud: These are thy gods, O Israel, who brought thee out of the land of Egypt. For since they assigned the gifts of the Benefactor to that which could not move, and it was the most grievous injustice to render the abundance of the beneficence of Him Who made them to art and a graven image: both truth was stirred, and the law was written, and injustice was forbidden, and the learner was instructed. And thus, when the wrath of injustice was taken away beforehand, it destroyed along with it injustice towards man also.
Καὶ πρῶτα μὲν ἔρωτα χρημάτων ἐγγενέσθαι τῇ ψυχῇ οὐ βεβούληται· ἐπεὶ ἔρως χρημάτων τίκτει τὰς ἀδικίας, καὶ ἡ πρὸς τὰ χρήματα ἐπιθυμία γεννᾷ τὰς πλεονεξίας. Ἡ γὰρ ῥίζα τῶν κακῶν ἐστιν ἡ φιλαργυρία· ἔσονται δὲ κλάδοι καὶ κλῶνες τῆς φιλοχρηματίας, αἱ ἀδικίαι, αἱ πλεονεξίαι· καὶ ἐπειδὴ ἀπὸ φιλοχρηματίας ἄρχεται ἡ πλεονεξία, καὶ ἀδικία προκαταλαμβάνει, προαναιρεῖ, προαπαγγέλλει· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν· ἵνα μὴ τῷ ῥεύματι τῶν χρημάτων συῤῥέουσαν τὴν διάνοιαν τῷ ῥευστῷ χρήματι λαμβάνῃ. Εἰ γὰρ ῥεῖ τὰ χρήματα, καὶ στάσιν οὐκ ἔχει, εἰκότως ἀνθίσταται ἡ γνώμη, τὴν οἰκείαν στάσιν τῷ ῥευστῷ χρήματι μὴ διαφθείρουσα· καὶ ἐπειδὴ, πὴ μὲν ἡ φιλοχρηματία λυπεῖ, πὴ δὲ ἡ φιλοδοξία συλῶσα τὴν διάνοιαν, τῷ νέῳ καὶ ἀνθηρῷ τῆς δόξης ἐσχεδίασε καὶ τοῦτο τὸ πάθος· Εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον καὶ ὑπερυψούμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν· ἵνα μηδεμιᾷ ἀκμῇ ῥᾳδίως μαραινομένῃ ὑπηγμένη ἡ διάνοια τὸ ἑαυτῆς μέγεθος πιπράσκῃ· ἀλλ' ὑπερκύπτουσα ταῦτα τοῦ ἔρωτος τῆς ἀληθείας ἔχηται. Καὶ διὰ τοῦτο τὴν συμμετρίαν τιμᾷ, καὶ τὴν ἀδικίαν ἐξωθεῖ· καὶ τὰ θεῖα οἰκητήρια ἀποδίδωσι τοῖς τὴν συμμετρίαν τετηρηκόσιν.
And first indeed it has not willed that love of money should be engendered in the soul; since love of money begets injustices, and desire for money generates covetousness. For the root of evils is the love of silver; and the branches and shoots of the love of money will be injustices and covetousness; and since from love of money covetousness begins, and injustice seizes beforehand, it destroys beforehand, it proclaims beforehand: If riches flow, set not your heart upon them; lest with the stream of money it take the mind flowing along with the fleeting money. For if money flows, and has no stability, reasonably does the judgement stand firm against it, not corrupting its own stability with fleeting money; and since in part the love of money grieves, and in part the love of glory,despoiling the mind, by the fresh and blooming quality of glory has improvised this passion also: I saw the ungodly lifted up and exalted above the cedars of Lebanon; and I passed by, and lo, he was not; so that the mind, brought under no bloom that easily withers, may not sell its own greatness, but rising above these things may cleave to the love of truth. And on this account it honours moderation, and thrusts out injustice; and it renders the divine dwellings to those who have kept moderation.
Καὶ οὕτως βοᾷ· Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; Πορευόμενος ἄμωμος, καὶ ἐργαζόμενος δικαιοσύνην· λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ· ἵνα, πᾶν εἶδος φιλοχρηματίας ἐξορίσας, τόπον τῇ
And thus it cries aloud: Lord, who shall sojourn in Thy tabernacle? Or who shall dwell on Thy holy mountain? He that walks blameless, and works righteousness; speaking truth in his heart; so that, having banished every kind of love of money, place for
Notes, col. 1233

On the reading

Printed ἀνθρωποὺς, for ἀνθρώπους.

PG 18:1236Read from the page
ἀδικίᾳ μὴ παρέχῃ· καὶ οὕτω πᾶν εἶδος ἐπεξελθὼν ἀνεῖλεν ὁ νόμος. Διὰ τοῦτο ὁ κατὰ νόμον φθεγγόμενος ὑπὲρ ἀληθείας φθέγγεται· διὰ τοῦτο οἱ τῆς ἀληθείας ἐργάται οὐκ ἀγανακτοῦσι τῷ νόμῳ κατὰ κακίας φθεγγομένῳ. Ἐλάλει ποτὲ κατὰ φιλοχρηματίας ὁ Σωτήρ· ἐτραχύνοντο οἱ Ἰουδαῖοι· ἡ γὰρ φιλία τῶν χρημάτων τραχύτητα κατὰ τοῦ λέγοντος εἰργάζετο. Ἀμέλει ὅταν παιδαγωγὸς ῥᾳθύμῳ παιδὶ περὶ ῥᾳθυμίας διαλέγηται, μισεῖται παρὰ τοῦ παιδαγωγουμένου· πᾶς γὰρ ὁ τῆς νέας ἡλικίας τὸ πάθος ἐκκόπτων μισεῖται διὰ τὴν φιλίαν τῶν ἡδονῶν· διὰ τοῦτο μεμίσηται παρὰ τῶν αἱρεσιωτῶν ὁ νόμος. Ἐπεὶ κατὰ τῶν παθῶν ἐχώρει, κατὰ τῶν ἁμαρτημάτων ἐβάδιζε, κατὰ τῶν φιλουμένων διελέγετο· οὐκ ἤνεγκαν τὸ πρᾶγμα.
injustice it may not afford; and thus the law, having gone through every kind, destroyed it. On this account he who speaks according to the law speaks on behalf of truth; on this account the workers of truth are not indignant at the law when it speaks against vice. Once the Saviour was speaking against the love of money; the Jews were exasperated; for the love of money wrought exasperation against Him Who spoke. Assuredly, when a tutor discourses to a slothful boy concerning slothfulness, he is hated by him who is tutored; for everyone who cuts off the passion of youthful age is hated because of the love of pleasures; on this account the law has been hated by the heretics. Since it advanced against the passions, walked against sins, discoursed against the things that were loved, they did not bear the matter.
Ἵνα δὲ ἔτι μεγαλοπρεπέστατοι γένωνται ἡμῖν οἱ λόγοι, καὶ φανῇ ἡ τῶν αἱρέσεων ἀτοπία, κατὰ τοῦ νόμου ἀδίκως βεβαδικυῖα, μὴ μόνον ὅτι πᾶν εἶδος κακίας ἀνεῖλεν ὁ νόμος, προσγράφωμεν τῷ λόγῳ· ἀλλ' ὅτι καὶ πᾶν εἶδος ἀρετῆς ὑφηγεῖται καὶ ἐξηγεῖται, προσαποδῶμεν τῇ ὁμιλίᾳ. Εἰ μὲν γὰρ τὰς κακίας πάσας ἀνεῖλεν ὁ νόμος, οὐ πάσας δὲ τὰς ἀρετὰς ἐνέθηκεν, ἐνέλιπεν ὁ νόμος, λειπόμενος τὴν τῶν ἀρετῶν κατασκευήν· καὶ τὰς μὲν κακίας πάσας ἐξορίσας, μηκέτι δὲ τὰς ἀρετὰς πάσας τῇ ψυχῇ μνηστευόμενος. Ἐὰν δὲ παρὰ τοῦ λόγου φανῇ, ὅτι παρὰ τῷ νόμῳ καὶ τοῖς προφήταις πᾶσαι κεῖνται αἱ ἀρεταὶ, πῶς οὐ θαυμάζειν δεῖ καὶ ἀποδέχεσθαι τὸν τοῦ Θεοῦ νόμον; Τεττάρων γὰρ οὐσῶν ἀρετῶν, φρονήσεως, σωφροσύνης, ἀνδρείας καὶ δικαιοσύνης, ὅλαι παρὰ τῷ νόμῳ φαίνονται αἱ ἀρεταί. Διὰ τοῦτο ὁ βουλόμενος εἶναι σώφρων ἔχει τὰ μαθήματα· ὁ σπεύδων εἶναι φρόνιμος, τὰς ἀφορμὰς τοῦ νόμου λαβὼν, ἀριστεύσει ἐν τῷ πράγματι· ὁ βουλόμενος εἶναι ἀνδρεῖος ἀλειφέσθω ταῖς παραγγελίαις· ὁ σπουδάζων δικαιοσύνης ἅψασθαι τὸ σταθμίον τῆς δικαιοσύνης κρατείτω, καὶ οὐδὲν ἄνισον πράξει, σταθμῷ δικαιοσύνης τὰ πάντα πράττων· καὶ φρονήσεως μὲν ἐν μεθέξει γιγνόμενος, λεγέτω· Ὁ Θεὸς ἐδίδαξέ με σοφίαν, καὶ φρόνησις ἀνθρώπων οὐκ ἔστιν ἐν ἐμοί· ἵνα, τὴν πεπλασμένην ταύτην καὶ πεπλανημένην ἐξωθήσας, τὴν ἀρίστην καὶ θείαν ἀσπάσηται.
But that our arguments may become yet most magnificent, and the absurdity of the heresies, having walked unjustly against the law, may appear, let us not only add in writing to the argument that the law destroyed every kind of vice, but let us also render further to the discourse that it both leads the way to and expounds every kind of virtue. For if the law destroyed all vices, yet did not implant all virtues, the law fell short, lacking the constructive establishment of the virtues; both having banished all the vices, and no longer betrothing all the virtues to the soul. But if it appear from the argument that with the law and the prophets all the virtues are laid down, how must one not admire and welcome the law of God? For whereas there are four virtues, prudence, temperance, courage, and justice, all the virtues appear with the law. On this account he who wishes to be temperate has the lessons; he who hastens to be prudent, having taken the starting-points of the law, will excel in the matter; let him who wishes to be courageous be anointed for the contest by the precepts; let him who is eager to lay hold of justice grasp the balance of justice, and he will do nothing unequal, doing all things by the weight of justice; and coming to partake of prudence indeed, let him say: God taught me wisdom, and the prudence of men is not in me; so that, having thrust out this feigned and erring prudence, he may embrace that which is best and divine.
Σωφροσύνης δὲ ὑποδείγματα μυρία εὑρήσει ζητῶν ὁ ἀναγινώσκων, τὰ ὑποδείγματα ἐκτυπῶν, καὶ ἄλειμμα σωφροσύνης τὰ παλαιὰ ὑποδείγματα δεχόμενος τὸν νεανίαν ἐκεῖνον τὸν ἀκμαῖον, τὸν ἀπὸ τῶν ἀδελφῶν δεδομένον, καὶ ἀπὸ τοῦ Αἰγυπτίου ἐωνημένον, τὸν τὴν ἐλευθερίαν τῆς ψυχῆς διετήρησε διατετηρηκότα· τὸν ἀποδυσάμενον τὰ ἱμάτια, ἵνα μὴ τὴν σωφροσύνην ἀποδύσηται· τὸν βίᾳ μὲν τὰ ἱμάτια ἀφαιρεθέντα, ἐξ ἀνάγκης δὲ σωφροσύνης μὴ ἀποσπασθέντα· τὸν παθεῖν ἑλόμενον, ἵνα μὴ τῷ πάθει τῆς ἡδονῆς πέσῃ· τὸν ἀντὶ πάθους τῆς ἡδονῆς ἐν τάξει τῶν δεσμίων γεγονότα· τὸν ἑλόμενον δεσμώτην εἶναι, ἵνα μὴ δέσμιος τῆς ἡδονῆς εὑρεθῇ· τὸν φθόνον τῆς αἰσχρᾶς πράξεως προκρίναντα· τὸν νομισθῆναι ὃ μὴ ἦν
And of temperance he who reads will find ten thousand examples as he seeks, modelling the examples, and receiving the ancient examples as an ointment of temperance: that youth in his prime, who was given up by his brothers and bought by the Egyptian, who kept the freedom of his soul preserved; who stripped off his garments, lest he strip off his temperance; who had his garments taken away by force indeed, yet of necessity was not torn away from temperance; who chose to suffer, lest he fall by the passion of pleasure; who instead of the passion of pleasure came to be in the rank of the prisoners; who chose to be a prisoner, lest he be found a prisoner of pleasure; who preferred envy to the shameful deed; who to be thought what he was not