Migne Reading Room

PG 18 · cols. 1213–1224 · Read from the page

Against the Manichaeans, Books I-III

Against the Manichaeans, Books I-III

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 18:1213Read from the page
Ἐξεργασώμεθα δὲ καὶ τὸν περὶ τὸν νόμον μετρίως, εἰς τὸν περὶ τῆς ἀρχῆς κεκινημένοι λόγον· ἀποδέχεσθαι γὰρ νενομίκασι τὸ Εὐαγγέλιον· μέμφεσθαι δὲ ἐσπουδάκασι τῷ νόμῳ καὶ τοῖς προφήταις· καὶ πᾶσαν μὲν διαβεβλήκασι τὴν Παλαιὰν, τιμήσειν δὲ ὑπονενοήκασι τὰ Εὐαγγέλια, σχηματιζόμενοι μᾶλλον τὴν τῶν Εὐαγγελίων τιμήν· ἵνα τὸν σχηματισμὸν δέλεαρ τῶν ἀπατωμένων λάβωσιν. Οὐδὲ γὰρ ἐπειδὴ συντέθεινται τοῖς Εὐαγγελίοις, τιμᾷν ὁμολογοῦσι τὰ Εὐαγγέλια· ἀλλ' ἐπειδὴ τετίμηται τὸ ὄνομα τοῦ Ἰησοῦ, προσποιοῦνται· ἔδει γὰρ αὐτοὺς, εἴγε τὰ Εὐαγγέλια ἐτίμων, μὴ περιτέμνειν τὰ Εὐαγγέλια, μὴ μέρη τῶν Εὐαγγελίων ἐξυφελεῖν, μὴ ἕτερα προσθεῖναι, μήτε λόγῳ μήτε ἰδίᾳ γνώμῃ τὰ Εὐαγγέλια προσγράφειν. Οὐδὲ γλῶσσα ἔχει τὰ Εὐαγγέλια ταῦτα, καὶ ἀναγνώσει παραπέμπουσι· προσγεγραφήκασι γοῦν ὅσα βεβούληνται, καὶ ἐξυφείλαντο ὅσα κεκρίκασι· καὶ λοιπὸν ὀνόματι, καὶ ἐν τούτῳ ψεύδονται, καλοῦσι τὸ Εὐαγγέλιον, τὸ σῶμα τοῦ Εὐαγγελίου μὴ τετηρηκότες σῶμα, ἀλλ' ἕτερον σῶμα γραμμάτων, μέχρι τοῦ ὀνόματος τοῦ Εὐαγγελίου φθάνον, πεποιηκότες ταῖς ἰδίαις βουλήσεσι. Μεῖζον γὰρ τῶν ἄλλων ἠτιμάκασι τὰ Εὐαγγέλια· οἱ μὲν γὰρ οὐ δέχονται, καὶ μὴ δεχόμενοι οὐ διαφθείρουσιν, ἀλλὰ μόνον ἀποσείονται, οὐ μὲν καὶ ἐμβατεύουσι τοῖς γράμμασιν· οἱ δὲ εἰληφέναι δοκοῦντες, ἐνεβάτευσαν, ἐνεχόρευσαν, ἐνεκαπήλευσαν τοῖς γράμμασι· καὶ γοήτων ἔργα καὶ πονηρῶν δεδράκασιν. Ἐκεῖνοι ἠπίστησαν, ψιλῇ τῇ ἀπιστίᾳ κέχρηνται· ἃ μὴ πιστεύουσι, φιλολογῆσαι οὐκ ἠνέσχοντο· οὗτοι, ἐν μέσῳ γενόμενοι, λύειν τὴν ἁρμονίαν ἐπικεχειρήκασι· καταλύειν τὸν ῥυθμὸν τετολμήκασι τεχνασμένοις μαθήμασιν, ὑπόθεσιν ἀπάτης τὸ ὄνομα τοῦ Εὐαγγελίου παρεσκευακότες. Εἰ γὰρ ᾔδεισαν τὸ Εὐαγγέλιον, οὐκ ἠγνόουν τὸν νόμον· εἰ δὲ ἠγνόησαν τὸν νόμον, πῶς τὸν Ἰησοῦν παρεδέξαντο; δίχα γὰρ νόμου Ἰησοῦς οὐ παραλαμβάνεται· ὁ γὰρ τὸ τέλος ποθῶν τὴν ἀρχὴν περιεργάζεται· ὁ δὲ τῆς ἀρχῆς γινόμενος ὑπερόπτης κενοπαθεῖ, κενολογεῖ, πρὸς τέλος ἄφιξιν οὐκ ἔχει.
Let us work out in due measure the discourse concerning the law as well, having been stirred to the discourse concerning the first principle; for they have thought fit to accept the Gospel, while they have been eager to find fault with the law and the prophets; and they have traduced the whole Old Testament, while they have supposed that they would honour the Gospels, feigning rather the honour of the Gospels so that they might take the pretence as a bait for those who are deceived. For it is not because they agree with the Gospels that they profess to honour the Gospels; rather, because the name of Jesus has been honoured, they make a pretence; for if indeed they honoured the Gospels, they ought not to circumcise the Gospels, not to filch away parts of the Gospels, not to add other things, nor by word or by their own opinion to make additions in writing to the Gospels. Nor does any tongue possess these Gospels, and they pass them by in reading; at all events, they have added in writing whatever they wished, and have filched away whatever they judged fit; and thereafter by name—and in this too they lie—they call it the Gospel, not having kept the body of the Gospel a body, but having made by their own wills another body of letters reaching only as far as the name of the Gospel. For more than the others have they dishonoured the Gospels: for those others do not accept them, and not accepting them they do not corrupt them, but only shake them off, and do not intrude into the writings; whereas these, seeming to have received them, have intruded into, danced upon, and huckstered the writings, and have done the works of sorcerers and wicked men. Those others disbelieved, they have used bare disbelief; what they do not believe, they did not care to study; whereas these, having come into the midst, have attempted to dissolve the harmony; they have dared to destroy the rhythm with contrived teachings, having prepared the name of the Gospel as a foundation of deceit. For if they had known the Gospel, they would not have been ignorant of the law; and if they were ignorant of the law, how did they receive Jesus? For apart from the law Jesus is not received; for he who longs for the end busies himself with the beginning, whereas he who becomes a despiser of the beginning suffers vainly, speaks vainly, and has no arrival at the end.
Εἰ δὲ τέλος νόμου Χριστὸς, ματαιοπονοῦσι, νόμου μὲν φυγάδες ὄντες, Ἰησοῦν δὲ εἰδέναι ἐπαγγελλόμενοι. Εἰ μὴ νόμος λαλήσει, ὁ Κύριος οὐκ ἐπιγινώσκεται· ἡ γὰρ σιωπὴ τοῦ νόμου, ἄγνοια τοῦ κηρυττομένου· ἡ δὲ τοῦ νόμου μάθησις, ἐπίγνωσις τοῦ προκαταγγελλομένου. Εἰ γὰρ Μωϋσέως ἤκουον, ἐπίστευον εἰς τὸν παρεληλυθότα. Ἀμέλει οὐ πιστεύεται ὁ ἐγηγερμένος,
And if Christ is the end of the law, they labour in vain, being fugitives from the law while professing to know Jesus. Unless the law speaks, the Lord is not recognized; for the silence of the law is ignorance of Him Who is proclaimed, whereas the learning of the law is recognition of Him Who is foretold. For if they heard Moses, they would believe in Him Who has come. Assuredly He Who has been raised is not believed,
Notes, col. 1213

On the reading

Printed τιμᾷν, for τιμᾶν.

PG 18:1216Read from the page
εἰ μὴ πίστιν ὁ νόμος τοῖς ἀκούουσιν ἐμποιήσει. Κἂν γάρ τις λέγῃ, Πέμψον Λάζαρον, ἵνα ἀναγγείλῃ τοῖς ἀδελφοῖς μου μὴ ἐλθεῖν εἰς τὴν ὁδὸν τῆς βασάνου ταύτης· καὶ λέγοντος Ἀβραὰμ, Ἔχουσι Μωσέα καὶ τοὺς προφήτας, εἴπῃ· Ἐὰν μή τις ἐκ νεκρῶν ἀναστῇ, οὐ μὴ πιστεύσουσιν· ἀκούσεται, Εἰ Μωσέως καὶ τῶν προφητῶν οὐκ ἤκουσαν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ, ἀκούσονται. Βαβαί! οὔτε γὰρ ἡ τοῦ ἐγηγερμένου παραγγελία τῇ τοῦ νόμου καὶ τῶν προφητῶν .... ὁ Ἰησοῦς δίχα τῆς συνουσίας αὐτῶν οὐδὲ τοῖς ἀποστόλοις φαίνεσθαι ἠξίωσε· καὶ δυνάμενος ὑπὸ τοῦ Πατρὸς μαρτυρεῖσθαι, οὐκ ἠτίμασε τὴν συνουσίαν τῶν ἁγίων· ἀλλὰ ταῖς ὄψεσι τῶν ἀποστόλων πίστιν ἀκριβεστάτην βουλόμενος παρασχέσθαι, ὡς ἀνῆγεν ἐν τῷ ὄρει καὶ μετεμορφοῦτο, ἐδείκνυε Μωϋσέα καὶ Ἠλίαν, ἵνα ἡ συνουσία τῆς ἁγιότητος γένηται μαρτυρία· καὶ ἵνα ὁ δεχόμενος τὸν Ἰησοῦν τοὺς συνόντας μὴ ἀτιμάσῃ, ἵνα μὴ, τοὺς δορυφόρους καὶ ὑπηρέτας εὐτελίζων, αὐτὸν ἀτιμάζων ἦ τὸν βασιλέα.
unless the law instils faith in those who hear. For even if someone should say, Send Lazarus, that he may report to my brothers not to come into this way of torment; and when Abraham says, They have Moses and the prophets, he should say: Unless someone rise from the dead, they will by no means believe; he will hear, If they did not hear Moses and the prophets, neither if someone rise from the dead will they hear. Oh, wonder! For neither is the message of one raised [comparable] to that of the law and the prophets .... Jesus did not deign even to appear to the apostles apart from their company; and though able to be borne witness to by the Father, He did not dishonour the company of the saints; but wishing to furnish the most exact assurance to the eyes of the apostles, when He led them up on the mountain and was transfigured, He showed Moses and Elijah, so that the company of holiness might become a testimony; and so that he who receives Jesus might not dishonour those who are with Him, lest, by disparaging the bodyguards and servants, he be dishonouring the King Himself.
Τοσαύτην γοῦν ἐπιμέλειαν τοῦ νόμου καὶ τῶν προφητῶν πεποίηται ὁ Σωτὴρ, ὡς μηδὲν ἀτελὲς ποιῆσαι τοῦ νόμου· πάντα δὲ ἀνύειν τὰ γεγραμμένα, βοᾷν δὲ, Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι, εἰσιέναι δὲ ἐν τῷ ἱερῷ, καὶ τὰς ἀτόπους οἰκονομίας ἐξωθεῖν, ἵνα, τὸν οἶκον καθαρὸν ἀποδοὺς, πίστιν ἀκριβεστάτην τῷ πράγματι παράσχῃ, ὡς οἰκείων καὶ πατρῴων ἐπιμελόμενος πραγμάτων. Βοᾷ γάρ· Ὁ οἶκος τοῦ Πατρός μου οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ αὐτὸν πεποιήκατε σπήλαιον λῃστῶν. Καὶ ἐπειδὴ μυρία ἐστὶ λόγια δυνάμενα δυσωπεῖν τὴν ἄτοπον ἐκείνων δόξαν, ἡμεῖς, ἵνα μὴ λόγοις πλείοσι χρώμενοι εἰς μῆκος ἐξαγάγωμεν τὸν λόγον, τοῖς μὲν ἄλλοις ἐπιτρέψωμεν ταῖς ἀναλογίαις τῶν ῥημάτων χρῆσθαι· ἡμεῖς δὲ, συμμέτρως χρησόμενοι, πρὸς αὐτὰς τὰς ἀντιθέσεις τῶν λογίων χωρήσωμεν. Τὸ Εὐαγγέλιον παραδεχόμενοι, τὸν νόμον οὐ παραδέχονται· οὐδὲ γὰρ οὐδὲ ὁλόκληρον τὸ ἅγιον Εὐαγγέλιον παραδέχονται· ἦ γὰρ ἂν καὶ τὸν νόμον ἐλάμβανον, εἰ ὁλόκληρον τὸ Εὐαγγέλιον ἐδέχοντο· νῦν δὲ πρῶτον τὸ Εὐαγγέλιον καπηλεύσαντες, εἰκότως τὸν νόμον οὐ παραδέχονται. Ἐλέγχονται οὖν διὰ τὸ λελῃστευκέναι τὸ Εὐαγγέλιον. Εἰ δὲ τὸ Εὐαγγέλιον μαρτυρεῖ, καὶ οὐ τιμῶσι τὸν νόμον, ἠτιμάκασι τὴν μαρτυρίαν· οὐκέτι γὰρ ἡ ἀτιμία τοῦ νόμου, ἀλλ' ἡ ἀπιστία τοῦ μαρτυροῦντος· καὶ εἰ μὲν ἓν τῶν Εὐαγγελίων ἐμαρτύρει, ἕτερον δὲ ἐσιώπα, καὶ καθ' ἑνὸς μόνον ἐγίγνετο ἡ ἀτιμία· οὐκ ἂν ἐσιώπα τὰ ἄλλα Εὐαγγέλια, κοινὴν ἀτιμίαν τὴν τοῦ ἑνὸς ἀτιμίαν ἡγούμενα.
So great a care, therefore, did the Saviour take of the law and the prophets as to make nothing of the law incomplete; but to accomplish all the things that were written, and to cry out, I did not come to destroy the law, but to fulfil it, and to enter into the temple, and to drive out the improper administrations, so that, having rendered the house pure, He might furnish the most exact assurance by the deed, as caring for His own and His Father's affairs. For He cries out: My Father's house shall be called a house of prayer; but you have made it a den of robbers. And since there are countless oracles able to put to shame their absurd opinion, let us, lest by using more words we draw out the discourse at length, leave it to others to use the analogies of the sayings; while we, using due measure, proceed to the very antitheses of the oracles. Receiving the Gospel, they do not receive the law; for neither do they receive the holy Gospel in its entirety; for truly they would also have accepted the law, if they had received the Gospel in its entirety; but as it is, having first adulterated the Gospel, they naturally do not receive the law. They are convicted, therefore, through having plundered the Gospel. And if the Gospel bears witness, and they do not honour the law, they have dishonoured the testimony; for it is no longer the dishonouring of the law, but the disbelief of the witness; and if indeed one of the Gospels bore witness, and another kept silent, and the dishonour took place against one only, the other Gospels would not have kept silent, considering the dishonour of the one a common dishonour.
Notes, col. 1216

On the reading

Printed ἦ, for ᾖ.

PG 18:1217Read from the page
Εἰ δὲ Μάρκος λέγει· Ἀρχὴ τοῦ Εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· ὁ δὲ Ματθαῖος· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ· καὶ ὁ μὲν προπάτορα τῆς κατὰ σάρκα γεννήσεως οἶδε τὸν Ἀβραὰμ, καὶ τιμᾷ τὸν Δαβίδ· ὁ δὲ συνάπτει τὸ Εὐαγγέλιον τῷ νόμῳ· καὶ τοῦ Εὐαγγελίου ἀρχὴν τὸν νόμον νενόηκεν· ἀληθεύει ὁ Σωτὴρ λέγων· Ὁ ὑμᾶς ἀθετῶν ἐμὲ ἀθετεῖ· οὐκέτι γὰρ μέχρι τοῦ νόμου ἵσταται ἡ ἀτιμία, ἀλλ' ἐπ' αὐτὸν ἀναβαίνει τὸν Σωτῆρα. Καὶ οἱ μὲν Ἰουδαῖοι ἀκουέτωσαν· Εἰ Μωσέως ἠκούετε, ἠκούετε ἂν ἐμοῦ· περὶ γὰρ ἐμοῦ ἐκεῖνος ἔγραψεν· οἱ δὲ Μανιχαῖοι ἀκουέτωσαν· Εἰ τοῦ Εὐαγγελίου ἠκούετε, τοῦ νόμου ἠκούετε· περὶ γὰρ τοῦ νόμου τὸ Εὐαγγέλιον γεγράφηκεν· ἀλλ' Ἰουδαῖοι μὲν, κάλυμμα λαμβάνοντες, οὐδὲ τὸν νόμον νενοήκασιν, οὐδὲ τὸν καταγγελλόμενον ἐπέγνωσαν· οἱ δὲ αἱρεσιῶται ὀφθαλμοὺς ἔχουσιν οὐ βλέποντας, ὦτα ἔχουσιν οὐκ ἀκούοντα· διὰ τὸ μὴ παρακύψαι εἰς τὰ Εὐαγγέλια, τῷ νόμῳ ἐμαχέσαντο· ἰδοὺ γὰρ ὁ μὲν Ἰωάννης βοᾷ· Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ινα μαρτυρήσῃ περὶ τοῦ φωτός. Οἶδε τὸν μάρτυρα, καὶ οἶδε τὸν μαρτυρούμενον· καὶ τὸν μάρτυρα προγράφει· Ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου. Οὐκοῦν ὁ Ἰωάννης μαρτυρεῖ, καὶ ὁ νόμος μάρτυρ, καὶ μαρτυρεῖται ὁ νόμος.
And if Mark says: The beginning of the Gospel of Jesus Christ, as it is written in Isaiah the prophet; and Matthew: The book of the generation of Jesus Christ, son of David, son of Abraham; and the one knows Abraham as forefather of the birth according to the flesh, and honours David, while the other joins the Gospel to the law, and has understood the law as the beginning of the Gospel; the Saviour speaks truly when He says: He who rejects you rejects Me; for the dishonour no longer stops as far as the law, but ascends to the Saviour Himself. And let the Jews indeed hear: If you heard Moses, you would have heard Me; for he wrote of Me; and let the Manichaeans hear: If you heard the Gospel, you would have heard the law; for the Gospel has written concerning the law; but the Jews indeed, taking a veil, have neither understood the law, nor recognized Him Who was proclaimed; whereas the heretics have eyes that do not see, and have ears that do not hear; because of not looking closely into the Gospels, they fought against the law; for behold, John indeed cries out: There was a man sent from God, whose name was John; this man came for a testimony, that he might bear witness concerning the light. He knows the witness, and he knows Him Who is borne witness to; and he sets forth the witness beforehand: The law and the prophets were until John. Therefore John bears witness, and the law is a witness, and the law is borne witness to.
Ὅρα ἡλίκον ἀτόπημα ἡ περὶ τὰς μαρτυρίας ἀπιστία νομίζει. Καὶ τοιαῦτα τούτων φθεγξαμένων, οὐδὲ ὁ Λουκᾶς σιωπᾷ· φησὶ γὰρ τὴν αὐτὴν φωνὴν, καὶ συνῳδὰ τοῖς ἄλλοις φθέγγεται, καὶ διηγεῖται, ὅτι ἄρτι μὲν ὁ Γαβριὴλ τῇ Μαρίᾳ φανεὶς ἠφίει οὐράνιον ἀσπασμὸν, λέγων· Χαῖρε, κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ· ὡς δὲ ἐκείνη ἐπὶ τῷ λόγῳ ἐταράττετο καὶ διελογίζετο ἐν ἑαυτῇ λέγουσα, ποταπὸς εἴη ὁ ἀσπασμὸς οὗτος· ἔλεγε· Μὴ φοβοῦ, Μαριάμ· εὗρες γὰρ χάριν ἐνώπιον τοῦ Θεοῦ· καὶ ἰδοὺ συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. Οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος. Καὶ τιμᾶται Δαβὶδ, καὶ πατὴρ ὁμολογεῖται Σωτῆρος, καὶ μένει ἡ ἀρχὴ, καὶ παραδίδοται τῷ Κυρίῳ, καὶ τέλος οὐ δέχεται, τῆς ἀρχῆς ἐν τῷ ἀτελευτήτῳ σεμνυνομένης. Καὶ ταῦτα μὲν αἱ τῶν Εὐαγγελίων ἀρχαί· ἔδει γὰρ ἡμᾶς ἀπὸ τῶν ἀρχῶν τὸν λόγον ὑφᾶναι, ἵν' οὕτω, κατόπιν τις βαδίζων τοῦ λόγου, καὶ τὴν ἀκολουθίαν καὶ τὴν ἁρμονίαν τῶν λόγων κατανοῇ ἐξ ὅλων τῶν Εὐαγγελίων.
See how great an absurdity disbelief concerning the testimonies supposes. And when these have uttered such things, neither does Luke keep silent; for he speaks the same voice, and utters things harmonious with the others, and relates that Gabriel, having just appeared to Mary, sent forth a heavenly salutation, saying: Hail, favoured with grace, the Lord is with you; and when she was troubled at the word and was reasoning within herself, saying what manner of salutation this might be, he said: Fear not, Mary; for you have found grace before God; and behold, you shall conceive in the womb, and shall bear a son, and shall call His name Jesus. He shall be great, and shall be called Son of the Most High; and the Lord shall give Him the throne of David His father; and He shall reign unto the ages; and of His kingdom there shall be no end. Both David is honoured, and he is confessed as father of the Saviour, and the sovereignty remains, and is handed over to the Lord, and receives no end, the sovereignty being exalted in endlessness. And these indeed are the beginnings of the Gospels; for it was necessary for us to weave the discourse from the beginnings, so that thus, anyone walking behind the discourse may understand both the sequence and the harmony of the words from all the Gospels.
Ἐπειδὴ δὲ καὶ ἡ ἀποστολικὴ διακονία χαρακτῆρα σώζει εὐαγγελικὸν, καὶ ὁ Παῦλος οἶδε, καὶ τὴν δια-
And since the apostolic ministry also preserves an evangelical character, and Paul knows this, and measures the min-
Notes, col. 1217

On the reading

Printed ινα, for ἵνα.

PG 18:1220Read from the page
κονίαν ἑαυτοῦ τῶν παθημάτων ἐν μέρει Εὐαγγελίου μετρεῖ· φησὶ γάρ· Κατὰ τὸ Εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ· ἡμεῖς μηδὲ τὰς ἀρχὰς τοῦ Ἀποστόλου παραλείψωμεν, ἀλλὰ κἀκείνων εἰς μνήμην ἔλθωμεν, ἵνα, πάσας τὰς Γραφὰς καὶ ἀρχὰς τῶν Γραφῶν παρελθόντες, τῇ ὁμοφωνίᾳ τοῦ νόμου οἰκονομήσωμεν. Γράφων μὲν τοῖς Ἑβραίοις, οὕτως λέγει· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὃν ἔθηκε κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησε τοὺς αἰῶνας· ἐνταῦθα Πατέρα οἶδεν Υἱοῦ· καὶ Πατέρα ἐπιστάμενος Υἱοῦ, οὐ μερίζει τὸ πρᾶγμα, οὐ σιωπᾷ περὶ τῶν παλαιῶν, οὐ προφήτας ἑτέρους προσγράφει, ἀλλὰ Θεὸν προφητῶν, καὶ Πατέρα Υἱοῦ· καὶ ὁ μὲν Παῦλος οὐ μεμέρικεν, οὔτε διεῖλεν, ἀλλ' ἕνα ἢ τὸν αὐτὸν κηρύττει, ὑπ' ἐκείνων μὲν προσκυνηθέντα, τοῦτον δὲ τεκνωθέντα· καὶ τούτου μὲν γεννήτορα, ἐκείνοις δὲ προσκυνηταῖς καὶ οἰκέταις χρησάμενον· οὗ γάρ εἰσιν οἰκέται οἱ προφῆται, τούτου ἐστὶν Υἱὸς ὁ Χριστός. Εἰ δὲ τὸν Υἱὸν τιμᾷς, τοὺς δὲ οἰκέτας διαβάλλεις καὶ λοιδορεῖς, τῷ στόματι φθέγγῃ ἃ βούλει· ὁρᾷς, ὅτι ἀγανακτεῖ ὁ Υἱός· οὐκ ἀνέχεται Πατρὸς ὑβριζομένου. Εἰ γὰρ ὁ Πατὴρ τὴν τοῦ Υἱοῦ ἀτιμίαν ἰδίαν ἀτιμίαν λελόγισται, πόσῳ μᾶλλον ὁ Υἱὸς τὴν τοῦ Πατρὸς ὕβριν ἰδίαν εὐτέλειαν λογιεῖται;
istry of his own sufferings in the part of the Gospel; for he says: According to my Gospel through Jesus Christ; let us not pass over the beginnings of the Apostle either, but let us come to the remembrance of those too, so that, having gone through all the Scriptures and the beginnings of the Scriptures, we may order our argument by the unanimity of the law. Writing indeed to the Hebrews, he speaks thus: God, having spoken of old in many portions and in many ways to the fathers in the prophets, at the last of these days has spoken to us in a Son, Whom He appointed heir of all things, through Whom also He made the ages; here he knows the Father of the Son; and knowing the Father of the Son, he does not divide the matter, he does not keep silent about the men of old, he does not ascribe other prophets, but the God of the prophets, and the Father of the Son; and Paul indeed has not partitioned, nor divided, but proclaims one or the same, worshipped indeed by those men, and having begotten This One; and being the Begetter of This One, while having used those men as worshippers and servants; for He Whose servants the prophets are, His Son is Christ. But if you honour the Son, yet slander and revile the servants, you utter with your mouth whatever you wish; you see that the Son is indignant; He does not endure the Father's being insulted. For if the Father has reckoned the dishonour of the Son His own dishonour, how much more will the Son reckon the insult against the Father His own disparagement?
Ἵνα δὲ καὶ, κατ' ὀλίγον φοιτῶντες, κατὰ βραχὺ δυσωπήσωμεν, οὕτως ἐπιχειρίσωμεν· Εἰ Θεοῦ ὁ νόμος, διατί οὐ παραδέχονται τὸν νόμον; Εἰ δὲ διαβάλλεις τὸν νόμον, τίνος ῥήματα καὶ φωνὴ ὁ νόμος; τίνος δυνάμει τὰ γεγραμμένα παρὰ τοῦ νόμου λελάληται; Ἐνταῦθα γὰρ αἱ αἱρέσεις διαιροῦνται, καὶ οὐκέτι ὅμοια διαλέγονται· ἀλλ' ἑαυταῖς μαχόμενα· καὶ Οὐαλεντινιανοὶ μὲν ὧδε, Μανιχαῖοι ὧδε, ἑτέρωθι δὲ Μαρκίων. Πτύσματα, καὶ οὐ ῥήματα κατὰ τοῦ νόμου μαρτυροῦσι· καὶ Οὐαλεντινιανοὶ μὲν, Δίκαιος, φάσιν, ἦν ὁ τοῦ νόμου Θεός· καὶ δίκαιος ὢν, οὐ Πατὴρ ἦν τοῦ Υἱοῦ. Ἰησοῦς, φασὶν, ἀγαθός· ἀγαθὸς δὲ καὶ ὁ Πατήρ· καὶ ὁ μὲν τοῦ Υἱοῦ Πατὴρ ἀγαθὸς, καὶ ἀγαθὸν τὸ γεννώμενον, ὁ δὲ τοῦ νόμου δίκαιος· καὶ τοιαῦτα διαλεγόμενοι, οἵαν σχέσιν τὸ δίκαιον πρὸς τὸ ἀγαθὸν ἔχει οὐ νενοήκασι· καὶ ὅτι, εἴ τι δίκαιον, καὶ ἀγαθὸν, καὶ εἴ τι ἀγαθὸν, δίκαιον, οὐδ' ἐν φαντασίᾳ εἰλήφασι. Μὴ δυνάμενοι δὲ τοιαύτας φαντασίας ἔχειν, τοῦτο μόνον ἐρωτάσθωσαν· Εἰ δίκαιος ὁ τοῦ νόμου Θεὸς, καὶ οὐκ ἔστι Πατὴρ τοῦ Υἱοῦ, οὐκ ἔστι δίκαιος ὁ Ἰησοῦς· καὶ πῶς τὴν δικαιοσύνην ἀπὸ τοῦ Υἱοῦ ἀπαιτοῦμεν; Εἰ οὐ γεγέννηται ἀπὸ τοῦ δικαίου, πῶς κρίνει; πῶς δικάζει; πῶς τὸ βῆμα ἐγκεχείρισται ἀπὸ τοῦ Πατρός; πῶς ἑκάστῳ ἀποδίδωσι πρὸς ἃ ἔπραξε; πῶς ἀληθεύει Παῦλος, λέγων, Τοῖς μὲν καθ' ὑπομονὴν ἔργου ἀγαθοῦ ζητοῦσι ζωὴν αἰώνιον· ὁ Θεὸς συνερ-
And so that, advancing little by little, we may gradually put them to shame, let us argue thus: If the law is of God, why do they not receive the law? And if you slander the law, whose words and voice is the law? By whose power have the things written by the law been spoken? For here the heresies are divided, and no longer speak alike, but things fighting against themselves: and the Valentinians indeed thus, the Manichaeans thus, and elsewhere Marcion. They bear witness of spittle, and not words, against the law; and the Valentinians indeed say, The God of the law was just; and being just, he was not the Father of the Son. Jesus, they say, is good; and good also is the Father; and the Father of the Son indeed is good, and good is that which is begotten, whereas the God of the law is just; and arguing such things, they have not understood what relation the just has to the good; and that, if anything is just, it is also good, and if anything is good, it is just, they have not even grasped in imagination. And not being able to have such conceptions, let them be asked this only: If the God of the law is just, and is not the Father of the Son, Jesus is not just; and how do we demand justice from the Son? If He has not been begotten from the just, how does He judge? How does He pass sentence? How has the judgement seat been entrusted to Him from the Father? How does He render to each according to what he practised? How does Paul speak truly, saying, To those indeed who by patience in good work seek eternal life, God works to-
Notes, col. 1220

On the reading

Printed ἐπιχειρίσωμεν, for ἐπιχειρήσωμεν.

Printed φάσιν, for φασὶν.

PG 18:1221Read from the page
γεῖ εἰς τὸ ἀγαθόν· τοῖς δὲ ἐξ ἐριθείας πειθομένοις τῇ ἀδικίᾳ, ὀργὴ καὶ θυμός· θλίψις καὶ στενοχωρία ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου, τοῦ κατεργαζομένου τὸ κακόν; Λέλυται γὰρ τὰ ῥήματα, εἰ ὁ τοῦ δικαίου ὅρος τῷ Υἱῷ οὐκ ἀποδίδοται. Εἰ δὲ τιμωρία μὲν κατὰ τῶν ἐπταικότων κεῖται, καὶ μέτρον τιμωρίας ἡ τοῦ δικαίου ἐπιστασία γίγνεται· τιμαὶ δὲ καὶ δωρεαὶ τοῖς εὐδοκιμοῦσιν ἀποταμιεύονται· καὶ σταθμίζεται ἡ τιμὴ τῇ τοῦ δικαίου ἐπικρίσει· πῶς διαστέλλονται, καὶ οὐ συστέλλονται τὴν προπέτειαν; Εἰ δὲ ὁ Μονογενὴς μὲν τοιοῦτος, οὐ τοιοῦτος δὲ ὁ Πατήρ· οὐκέτι ὅμοιος ἐξ ὁμοίου γεγέννηται· οὐκέτι εἰκὼν τοῦ γεγεννηκότος· οὐκέτι χαρακτήρ· οὐκέτι ἀπαύγασμα· οὐκέτι ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα, εἴγε μὴ ἴσα ἔχει ὁ Υἱὸς, ἔχει ὁ Πατήρ· καὶ βοᾷ ὁ Σωτὴρ ἐν τῷ Εὐαγγελίῳ· Πάτερ δίκαιε, καὶ ὁ κόσμος σε οὐκ ἔγνω, ἐγὼ δέ σε ἔγνων. Τί πράξωμεν; νῶτα δῶμεν τῷ ῥήματι τοῦ Σωτῆρος; ἀπιστήσομεν; τῷ γεγραμμένῳ; ἢ τὸ μὲν ῥῆμα θαυμάσημεν· τῆς γὰρ ἀληθείας ἐστὶ ζῆμα. Οὐαλεντίνους δὲ ὡς μεμηνότας καὶ δαιμονιῶντας ἔξω τῶν θεοπρεπῶν καὶ ἱερῶν συνεδρίων στήσωμεν.
gether for good; but to those who are of contentiousness and obey unrighteousness, wrath and anger; tribulation and distress upon every soul of man who works evil? For the words are dissolved, if the definition of the just is not attributed to the Son. But if punishment indeed is laid down against those who have stumbled, and the supervision of the just becomes the measure of punishment; and honours and gifts are stored up for those who are approved; and honour is weighed by the decision of the just; how do they make divisions, and not restrain their rashness? And if the Only-begotten indeed is such, and the Father is not such, no longer has like been begotten from like; no longer is He the image of Him Who begot Him; no longer the impress; no longer the effulgence; no longer does he who sees the Son see the Father, if indeed the Father does not have equal things to what the Son has; and the Saviour cries out in the Gospel: Righteous Father, the world also did not know Thee, but I knew Thee. What shall we do? Shall we turn our backs to the word of the Saviour? Shall we disbelieve what is written? Or let us marvel at the word; for it is a word of truth. And let us place the Valentinians, as raving and possessed by demons, outside the God-befitting and sacred councils.
Ἀλλ' ἐπειδὴ ἄτοπόν τι πάσχομεν τὸν κατὰ τῶν αἱρεσιωτῶν μηκύνοντες λόγον, μὴ ταύτης τῆς ὑποθέσεως ἡμᾶς ἑλκούσης, ἀνακαλεσώμεθα τὸν λόγον, καὶ ἐπὶ τὴν ὑποκειμένην ὑπόθεσιν χωρήσωμεν· καὶ ταῦτα τοῦ λυσιτελοῦς ἕνεκεν ἐσκεμμένοι, ἵνα μήτε οὗτος ὁ λόγος πάντη σεσιωπημένος ἡμῖν ὑπάρχῃ· τριχῆ γὰρ ἡ πονηρία διῃρημένη κατὰ τοῦ νόμου ἐφθέγξατο· καὶ τοσαύταις χρησαμένη διαιρέσεσι, τοσούτοις κέχρηται καὶ τοῖς ὑπηρέταις καὶ προστάταις τῆς βλασφημίας, ᾑρημένη τοὺς ὑπηρετῆσαι δυναμένους· καὶ διὰ Οὐαλεντίνου μὲν σμικρύνειν τὸν νόμον, καὶ χωρίζειν τὸ Εὐαγγέλιον· διὰ δὲ Μαρκίωνος ἐκτρώματός τινος εἶναι τὴν τοῦ νόμου Γραφήν· διὰ δὲ Μανιχαίου, πονηροῦ τινος, ἀφεγγοῦς, ὅλον σκότους· τοιαῦτα γὰρ πράττει· τοιαῦτα ῥημάτια συντίθησι· κενολεκτεῖ διὰ συνθέσεως ῥήματα, καταπλήττων ἀκοὰς ἀγυμνάστους.
But since we are suffering something out of place in prolonging the discourse against the heretics, when this subject does not draw us on, let us recall the discourse, and proceed to the subject before us; having considered these things too for the sake of usefulness, so that neither may this argument be altogether passed over in silence by us; for wickedness, divided threefold, uttered its voice against the law; and having used so many divisions, it has also used as many servants and champions of blasphemy, having chosen those able to serve it: both through Valentinus to belittle the law, and separate the Gospel; and through Marcion that the Scripture of the law is of some abortion; and through Manichaeus, of some evil one, lightless, wholly of darkness; for such things he does; such petty phrases he puts together; he utters empty words through composition, stunning untrained ears.
Διὸ τοιαῦτα ἐρωτῆσαι δεῖ· Εἰ ὁ πονηρὸς τὸν νόμον ἔγραψεν, ὁ ἀφεγγὴς ἐκεῖνος, καθόλου καὶ διόλου σκότος ὢν, πῶς ᾔδει ἔλευσιν Ἰησοῦ; πῶς ᾔδει ἄφιξιν αὐτοῦ; πῶς, μήπω τῶν πραγμάτων πεπραγμένων, συνῆκεν ἃ ἐβουλεύσατο ὁ Θεὸς, καὶ προκατήγγειλε, καὶ προεδήλωσε; Φανεραὶ γὰρ αἱ τοῦ νόμου Γραφαὶ, ἄνωθεν μαρτυροῦσαι τὴν ἄφιξιν τοῦ Υἱοῦ. Εἰ μὲν γὰρ ἐροῦσιν, Ὁ νόμος οὐκ ἐδήλωσεν, οὔτε προφῆται προεσήμαναν, κατὰ τῶν προφανῶν φθεγγόμενοι ἐλεγχθήσονται· οὐχ ἡμῶν πλεκόντων τὸν ἔλεγχον, ἀλλ' αὐτῶν τῶν Εὐαγγελίων φανερῶς φθεγγομένων, καὶ ἄνω καὶ κάτω βοώντων· πῆ μὲν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου, πῆ δέ· Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι. Εἰ δὲ ἐκ
Wherefore it is necessary to ask such questions: If the evil one wrote the law, that lightless one, being wholly and altogether darkness, how did he know the coming of Jesus? How did he know His arrival? How, when the events had not yet been accomplished, did he understand what God counselled, and proclaim it beforehand, and make it plain beforehand? For manifest are the Scriptures of the law, bearing witness from of old to the arrival of the Son. For if indeed they shall say, The law did not make it plain, nor did the prophets signify it beforehand, speaking against what is evident they will be convicted; not by our weaving the refutation, but by the Gospels themselves speaking manifestly, and crying out up and down: in one place, that what was spoken through Isaiah the prophet might be fulfilled, and in another: I did not come to destroy the law, but to fulfil it. And if from
Notes, col. 1221

On the reading

Printed θαυμάσημεν, for θαυμάσωμεν.

Printed ζῆμα, for ῥῆμα.

PG 18:1224Read from the page
τούτου σαφῶς ἐλεγχόμενοι συντίθενται, τί ἀποκρινοῦνται; Εἰ γὰρ οὐδεὶς οἶδε τὰ τοῦ Θεοῦ, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ, ὁ δὲ νόμον γράφων ᾔδει τὰ ἐν τῷ Θεῷ, καὶ ἠπίστατο ὅσα ἐβούλετο ὁ Θεὸς, καὶ διὰ τοῦτο γεγράφηκεν ἐξ ἐπιστασίας καὶ ἐπιστήμης ὁ γράφων· ἄρα Θεοῦ ἦν, καὶ Θεὸς ἦν, καὶ ἐν τῷ Θεῷ ἦν· καὶ διὰ τοῦτο ὅσα ἐβούλετο ὁ Θεὸς λελάληκε, νοῶν τὰ ἐν τῷ Θεῷ, καὶ οὐκ ἀγνοῶν. Εἰ δὲ τὴν ἡμετέραν καρδίαν οἶδεν οὐδεὶς, μόνος δὲ οἶδεν ὁ Ποιητής· καὶ λανθάνει μὲν ἡμετέρα καρδία τοὺς ἄλλους, οὐ δύναται δὲ λανθάνειν τὸν Θεόν· ἃ δὲ ἐβούλετο ὁ Θεὸς, οὐκ ἠγνόει ἡ πονηρία, ἀλλ' ᾔδει· καὶ οὗτος μὲν ἐβουλεύετο, ἐκείνη δὲ ᾔδει· πῶς οὐ μέγα μέγεθος διδόασι τῇ πονηρίᾳ, δυναμένῃ μηδὲ τὴν βουλὴν τοῦ Θεοῦ ἀπόκρυφον ἔχειν; πῶς δὲ οὐ διαβάλλουσι τὸν Θεὸν, μὴ δυνάμενον μήτε πονηρίαν κρύπτειν; Καὶ γελῶμεν μὲν τοὺς ἄνδρας, ὅτε τι πράττοντες κατὰ τῶν πολεμίων, εὐφώρατον ποιοῦσι τὸ σκέμμα.
this, being clearly convicted, they agree, what will they answer? For if no one knows the things of God, except the Spirit of God, and he who wrote the law knew the things in God, and understood whatever God willed, and on account of this he who wrote has written out of supervision and knowledge; then he was of God, and was God, and was in God; and on account of this he has spoken whatever God willed, understanding the things in God, and not being ignorant. And if no one knows our heart, and the Maker alone knows it; and our heart indeed escapes the notice of others, but cannot escape the notice of God; whereas what God willed, wickedness was not ignorant of, but knew; and He indeed was taking counsel, while it knew; how do they not give great magnitude to wickedness, as being able not even to have the counsel of God hidden from it? And how do they not slander God, as not being able to hide His counsel even from wickedness? And we laugh indeed at men when, doing something against the enemy, they make their plan easy to detect.
Τοιοῦτον δὲ πλέκοντες λόγον, οὐχ ὁρῶσιν, ὅτι χλεύην κατὰ τοῦ Θεοῦ σκευάζουσιν· ὅτι στρατηγῶν κατὰ τῆς πονηρίας ὁ Θεὸς, τὰ σκέμματα τὰ ἴδια ἀφανῆ οὐ τετήρηκεν· ἀλλ' εἶχεν αὐτὰ εὐφώρατα τῇ πονηρίᾳ γινόμενα. Εἰ δὲ καὶ αἱ θεῖαι δυνάμεις καὶ ἀγγελικαὶ οὐ δύνανται νοῆσαι τί βουλεύεται ὁ Πατὴρ, μόνου νοοῦντος καὶ ἐξηγουμένου τοῦ Υἱοῦ· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο· πῶς αἱ πονηραὶ δυνάμεις ᾔδεισαν τὰ ἐν τῷ Θεῷ; οὐδὲ τῶν θείων δυνάμεων ταῦτα δυναμένων εἰδέναι, εἰ μὴ παράδοσις μαθημάτων ἐκ τῆς τοῦ Μονογενοῦς ἐξηγήσεως παραδοθῇ; Ὅτι δὲ αὐτὸς ὁ νόμος πάντα τὰ τῆς ἀφίξεως αὐτοῦ προλαβὼν διηγεῖται· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται Υἱόν· ἕτερος δὲ προφήτης τὸν τόπον οὐκ ἀγνοεῖ· Καὶ σὺ, Βηθλεὲμ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἕτερος καὶ τὸν ὅρον τῆς θέσεως· Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· ἕτερος δὲ καὶ τὴν εἰς Αἴγυπτον φυγὴν καὶ τὴν ἀπ' Αἰγύπτου ἐπάνοδον· Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου· ἄλλος τὴν οἴκησιν τὴν ἐν τῇ νέᾳ ἡλικίᾳ αὐτῷ γενηθεῖσαν· Γῆ Ζαβουλὼν, γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου· ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδε μέγα· ἕτερος δὲ καὶ τὸν Πρόδρομον οὐκ ἀγνοεῖ· Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν τοῦ Κυρίου· εὐθείας ποιεῖτε τοὺς τρίβους αὐτοῦ. Καὶ ὅλως εἰ βουληθείη τις, ἀναλεγόμενος τὰς ἐκ τοῦ νόμου προφητείας, ὅλον τὸ Εὐαγγέλιον συνθεῖναι, τὰ ὧδε πεπραγμένα· ῥήμασι προφητικοῖς συγγράφων, φανήσεται φιλομαθής τις καὶ φιλολόγος, μὴ δίχα πνεύματος ἐξηγούμενος παιδεύματα αὐτοῦ, διδασκαλίας αὐτοῦ, βάπτισμα αὐτοῦ, σημείων ἐπιτελέσεις, τὸ γεγονὸς κρῖμα, τὴν προδοσίαν τοῦ Ἰούδα, τὴν ἐπὶ τοῦ ἰκρίου οἰκονομίαν, τὴν χολὴν καὶ τὸ ὄξος τὸ ἐν δίψῃ δεδομένον αὐτῷ, τὴν ταφὴν αὐτὴν καὶ τὸ μνημεῖον, τὴν οἰκονομίαν τὴν ἐν
And weaving such an argument, they do not see that they prepare mockery against God: that God, being general against wickedness, has not kept His own plans unseen, but had them becoming easy to detect by wickedness. And if even the divine and angelic powers cannot understand what the Father counsels, the Son alone understanding and declaring it—No one has ever seen God; the only-begotten Son, Who is in the bosom of the Father, He has declared Him—how did the evil powers know the things in God, when not even the divine powers are able to know these things, unless a tradition of teachings be handed down from the declaration of the Only-begotten? And that the law itself, anticipating all the things of His arrival, relates them: Behold, the Virgin shall conceive in the womb, and shall bear a Son; and another prophet is not ignorant of the place: And you, Bethlehem of Judah, are by no means least among the leaders of Judah; and another the limit of the placing: The ox knew its owner, and the ass the manger of its master; and another both the flight into Egypt and the return from Egypt: Out of Egypt I called My Son; another the dwelling that came to be for Him in His young age: Land of Zebulun, land of Naphtali, way of the sea beyond the Jordan, the people sitting in darkness saw a great light; and another is not ignorant of the Forerunner either: The voice of one crying in the wilderness: Prepare the way of the Lord; make straight His paths. And in general, if someone should wish, gathering up the prophecies from the law, to compose the whole Gospel, compiling the things accomplished here in prophetic words, he will appear a lover of learning and a lover of words, expounding not apart from the Spirit His instructions, His teachings, His baptism, the performances of signs, the judgement that took place, the betrayal of Judas, the dispensation upon the gibbet, the gall and the vinegar given to Him in thirst, the burial itself and the tomb, the dispensation in