Migne Reading Room

PG 13 · cols. 1508–1515 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1508Read from the page
ἅγιοι ἱερεῖς, τῷ Θεῷ διὰ τῶν εὐχῶν. Ὕστερον δὲ ἀπέστειλε τὸν Υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. Ζητήσεις δὲ πῶς ὁ ἀποστέλλων τὸν Υἱὸν λέγει μέν· « Ἐντραπήσονται τὸν Υἱόν μου, » ὡς οὐ προκαταλαβὼν δὲ τὸ μέλλον αὐτῷ συμβαίνειν, τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. Καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν Πατέρα τοῦ ἀποσταλέντος Υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές· πάλιν τε αὖ εἰπεῖν, ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοὶ, παρὰ τὴν ἐνάργειάν ἐστιν· « Οἱ γὰρ γεωργοὶ, ἰδόντες τὸν Υἱὸν αὐτοῦ, εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος, » καὶ τὰ ἑξῆς. Ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει, ὅτι ἀναγκαῖον συμβῆναι τό· « Ἐντραπήσοντσι τὸν Υἱόν μου, » εἰ καὶ μὴ τότε συμβέβηκεν· ὁ δέ τις ἐρεῖ, ὅτι οὐκ εἶπεν ὁ Πατὴρ πέμπων τὸν Υἱόν· Λήψεται ὁ Υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ' ὅτι « ἐντραπήσονται · » ἐνετράπησαν μὲν γὰρ τῷ ἐγνωκέναι, ὅτι οὗτος ὁ Υἱὸς ἦν, καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς, ὅτι, « Οὗτός ἐστιν ὁ κληρονόμος. » Οὐ πάντως δὲ εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.
holy priests, to God through their prayers. And afterward He sent His Son after the prophets, the Christ. And you will inquire how He Who sends the Son says indeed, "They will reverence My Son," yet spoke this as though not having foreknown what was going to happen to Him; for according to the letter they do not appear to have reverenced Him. And to assert in these matters that the Father of the Son Who was sent did not foreknow the future, but was mistaken, having said one thing when other things came to pass, is impious; and again on the other hand to say that the husbandmen reverenced Him is contrary to the clear evidence: "For the husbandmen, seeing his son, said among themselves: This is the heir," and what follows. One person, then, in reply to these things will say that it is necessary that "They will reverence My Son" should come to pass, even if it did not come to pass at that time; while another will say that the Father in sending the Son did not say, "My Son shall receive the fruit from the husbandmen," but that "they will reverence;" for they did reverence Him by having known that this was the Son, and by having said among themselves, "This is the heir." Yet not altogether, if they reverenced and at the beginning were struck with awe, have they thereby also done the works of those who reverence.
Ἅμα δὲ καὶ ζητήσει τις, τίνες οὗτοι οἱ γεωργοὶ οἱ εἰπόντες· « Οὗτός ἐστιν ὁ κληρονόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν· » οὐ γὰρ φαίνονται Ἰουδαῖοι ἀποκτείναντες αὐτὸν ὡς Υἱὸν τοῦ οἰκοδεσπότου. Καὶ πρὸς τοῦτο δὲ φήσει τις, ὅτι, ἡνίκα διελάλουν πρὸς ἀλλήλους ὅστις εἴη, τινὲς εἶπον, ὅτι οὗτός ἐστιν ὁ Χριστός· πρὸς οὓς ἀπεκρίναντο ἄλλοι· « Ὁ Χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστί· τοῦτον δὲ οἴδαμεν πόθεν ἐστίν· » εἶτ' ἐπεὶ, ἀπὸ τῶν σημείων, καὶ τῶν τεραστίων, καὶ θείων δυνάμεων πληττόμενοι, ἐφρόνουν μὲν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ, οὐχ ὡμολόγουν δὲ, καὶ ἀληθὲς ἦν τό· « Ἐντραπήσονται τὸν Υἱόν μου· » ἀληθὲς δὲ καὶ τὸ, ἀπεγνωκότων αὐτῶν, ὅτι εἴη ὁ Υἱὸς, λελέχθαι· « Οὗτός ἐστιν ὁ κληρο-
And at the same time someone will also inquire who these husbandmen are who said, "This is the heir; come, let us kill him;" for the Jews do not appear to have killed Him as the Son of the householder. And in reply to this also someone will say that when they were speaking with one another as to who He might be, some said that this is the Christ; to whom others answered, "When the Christ comes, no one knows from where He is; but as for this man, we know from where He is;" then since, being struck by the signs, and the wonders, and divine powers, they thought indeed that He was the Christ of God, yet did not confess Him, both "They will reverence My Son" was true, and it was also true that, when they had recognized that He was the Son, it was said, "This is the heir-
Notes, col. 1508

On the reading

Printed Ἐντραπήσοντσι, for Ἐντραπήσονται.

PG 13:1509Read from the page
νόμος, δεῦτε, ἀποκτείνωμεν αὐτόν· » διὰ τοῦτό φησιν ὁ Σωτήρ· « Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί. » Ἐπιστήσας δέ τις τοῖς ἀναγεγραμμένοις περὶ τοῦ Ἡρώδου, ἡνίκα ἔμαθεν ἀπὸ τῶν μάγων τετάχθαι τὸν βασιλέα τῶν Ἰουδαίων, ὄψεται, ὅτι δύνανται οἱ ἀποκτείναντες τὸν Σωτῆρα, ἐγνωκότες ὅτι Υἱὸς εἴη, οὐδὲν ἧττον ἐπιβεβουλευκέναι αὐτῷ· καὶ γὰρ ὁ Ἡρώδης, μαθὼν ἀπὸ τῶν γραμματέων, ὅτι ἐν Βηθλεὲμ γεννᾶται ὁ Χριστὸς, καὶ συγκαταθέμενος, ὅτι Χριστὸς εἴη ὁ γενόμενος, ἀποστέλλει μὲν αὐτοὺς, λέγων· « Πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἵνα κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ· » οὐδὲν δ' ἧττον ἐπανελθόντων αὐτῶν ἐπεβούλευσε τῷ παιδίῳ, οὐκ ἀπιστῶν, ὅτι ὁ Χριστὸς ἦν· οὐκ ἂν γὰρ, πάντη ἀπιστῶν, « πάντα τὰ παιδία ἀνεῖλε τὰ ἐν Βηθλεὲμ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν μάγων· » ἀλλὰ καὶ ἐπίστευσεν αὐτὸν εἶναι τὸν Χριστὸν τὸν προφητευόμενον, καὶ ἐβούλετο αὐτὸν ἀποκτεῖναι, καὶ τὸ ὅσον γε ἐφ' ἑαυτῷ ἀπέκτεινεν αὐτόν. Οὕτως οὖν δύνανται καὶ οἱ ἐπιβουλεύσαντες τῷ Σωτῆρι εἰρηκέναι μὲν, οὐχ ὥστε δὲ εἰς ἄλλους φθάσαι τὸν λόγον αὐτοῦ, « ἐν ἑαυτοῖς γὰρ εἶπον· Οὗτός ἐστιν ὁ κληρονόμος, » οὐδὲν ἧττον αὐτὸν ἀνῃρηκέναι. Ὠήθησαν γὰρ, ἀποκτείναντες τὸν Χριστὸν, καὶ μὴ νοοῦντες αὐτοῦ τὴν ἀνάστασιν, ( « εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν, ») αὐτοὶ κύριοι ἔσεσθαι τῶν πραγμάτων, ἐπεὶ ἀπετύφλωσεν αὐτοὺς ἡ κακία αὐτῶν, καὶ οὐκ ἔγνωσαν μυστήρια Θεοῦ, καὶ ὡς μὴ ἐγνωκότες αὐτὰ « ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος » τὸν Υἱὸν αὐτοῦ, καὶ « ἀπέκτειναν » αὐτόν. Τὸ δέ· « Ἐξέβαλον » αὐτὸν « ἔξω τοῦ ἀμπελῶνος, » τοιοῦτον εἶναί μοι φαίνεται, τὸ, ὅσον ἐφ' ἑαυτοῖς, ἀλλότριον αὐτὸν εἶναι ἔκριναν καὶ τοῦ ἀμπελῶνος καὶ τῶν γεωργῶν ἡνίκα κατεψηφίζοντο αὐτοῦ τὴν πρὸς θάνατον ψῆφον. Καὶ ἐπὶ τούτοις ὁ Σωτὴρ πυνθάνεται τῶν καὶ αὐτῶν γεωργῶν πονηρῶν, λέγων αὐτοῖς· « Ὅταν οὖν ἔλθῃ ὁ Κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; » Οἱ δὲ λέγουσιν αὐτῷ, ἐκ τοῦ στόματος αὐτῶν κριθησόμενοι καὶ καταδικασθησόμενοι, ὡς κακοὶ κακῶς ἀπολούμενοι, καὶ μηκέτι μέλλοντες ἔχειν τὰ
-ent, come, let us kill him;" on account of this the Saviour says, "You both know Me, and you know from where I am." And if someone pays attention to the things recorded concerning Herod, when he learned from the Magi that the king of the Jews had been appointed, he will see that those who killed the Saviour, having known that He was the Son, are able nonetheless to have plotted against Him; for Herod also, having learned from the scribes that the Christ is born in Bethlehem, and having assented that He Who was born was the Christ, sends them indeed, saying, "Go and inquire accurately concerning the child, in order that I also may come and worship Him;" yet nonetheless when they had departed he plotted against the child, not disbelieving that He was the Christ; for, had he altogether disbelieved, he would not have "slain all the children that were in Bethlehem and in all its borders, from two years old and under, according to the time which he had accurately inquired from the Magi;" but he both believed Him to be the Christ Who was prophesied, and wished to kill Him, and so far as lay in himself he killed Him. Thus, therefore, those also who plotted against the Saviour are able to have said indeed, yet not so that the word concerning Him should reach others, "for they said among themselves: This is the heir," and nonetheless to have destroyed Him. For they supposed that, having killed the Christ, and not understanding His resurrection ( "for had they known, they would not have crucified the Lord of glory,"), they themselves would be masters of affairs, since their wickedness blinded them, and they did not know the mysteries of God, and as not having known them they "cast out of the vineyard" His Son, and "killed" Him. And the saying, "They cast" Him "out of the vineyard," seems to me to be of this sort: that, so far as lay in themselves, they judged Him to be an alien both to the vineyard and to the husbandmen when they were voting the vote of death against Him. And upon these things the Saviour inquires of those who were themselves also wicked husbandmen, saying to them, "When therefore the Lord of the vineyard comes, what will He do to those husbandmen?" And they say to Him, being about to be judged and condemned out of their own mouth, as wicked men about to perish miserably, and no longer about to have the
PG 13:1511Read from the page
μὴ εἰρηκότι τὸ ἀληθὲς, ἀλλ' ἐπεὶ ἀρχιερεὺς ἦν. οἰκοδεσπότῃ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
not having spoken the truth from himself, but because he was high priest. to the householder the fruits in their seasons.
PG 13:1512Read from the page
λόγια τοῦ Θεοῦ, τό· « Κακοὺς κακῶς ἀπολέσει αὐτοὺς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν· » καὶ οἱονεὶ προφητεύουσιν ὁμοίως τῷ Καιάφᾳ τῷ ἀρχιερεῖ τοῦ ἐνιαυτοῦ ἐκείνου, καὶ ἀφ' ἑαυτοῦ Προφητεύουσι δὲ περὶ τῶν ἐθνῶν, ὅτι δώσουσι τῷ
oracles of God, namely, "He will miserably destroy those wicked men, and will let out the vineyard to other husbandmen, who will render to Him the fruits in their seasons;" and they as it were prophesy similarly to Caiaphas the high priest of that year, also from himself And they prophesy concerning the Gentiles, that they will give to the
Εἶτα ὁ Σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς Γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαοῦ, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ' αὐτῶν ὁ Πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλὴν, συνέχοντα δύο γωνίας Παλαιᾶς καὶ Καινῆς Διαθήκης, καὶ δύο λαῶν οἰκοδομάς· τοιοῦτον γάρ ἐστι τό· « Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς Γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. » Κεῖται δὲ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν· « Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα, καὶ εὐφρανθῶμεν ἐν αὐτῇ· » καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν εὐγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. Εἰ γὰρ μὴ περὶ λίθου ὁ προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνὴρ, δῆλον ἂν εἴη, ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν, καὶ ἀρχιερέων, καὶ πρεσβυτέρων, καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶς ἐγένετο ὡς κεφαλὴ Ἐκκλησίας εἰς κεφαλὴν γωνίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο Διαθήκας. Καὶ ἔστιν αὕτη ἡ κεφαλὴ, δῶρον παρὰ Κυρίου τῇ ὅλῃ οἰκοδομῇ δεδομένη, καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν, καὶ διὰ τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον τὸν λίθον, ἤρθη μὲν ἀπὸ τῶν γεωργῶν ἐκείνων, καὶ τῶν οἰκοδόμων ἐκείνων τὰ λόγια τοῦ Θεοῦ, ἐν οἷς ἦν ἡ βασιλεία τοῦ Θεοῦ· ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Εἰ δὲ ἀληθὲς τό· « Δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, »
Then upon these things the Saviour puts them to shame from the Scripture, since they suppose themselves to be also builders of the people, showing that Him, being a stone and rejected by them, the Father will set as the head of the whole building, holding together two corners of the Old and New Covenant, and the buildings of two peoples; for of such a sort is the saying: "Did you never read in the Scriptures: The stone which the builders rejected, this has become the head of the corner; this came about from the Lord, and it is marvellous in our eyes?" And the passage stands in the one hundred and seventeenth Psalm, which is placed before the Psalm of very many verses (Ps. 117:22-24), and the text runs thus: "The stone which the builders rejected, this has become the head of the corner. This came about from the Lord, and it is marvellous in our eyes. This is the day which the Lord has made; let us exult and be glad in it;" and if anything else of the things prophesied concerning Christ is able to put to shame the one who fair-mindedly examines the things that are written, this also would be ranked among them. For if the prophet does not say these things concerning an insensate stone, as some foolish man might say, it would be clear that Jesus, Who has been rejected by the wise men among that people, and the chief priests, and elders, and scribes, has truly become as head of the Church the head of the corner, uniting and gathering together into one the two Covenants. And this head is a gift from the Lord given to the whole building, and a marvellous head in the eyes of us who are able to see it; and on account of this, since the builders rejected this stone, the oracles of God, in which was the kingdom of God, were taken away indeed from those husbandmen and those builders, and it was given to a nation producing the fruits of it. And if the saying is true, "It shall be given to a nation producing the fruits of it,"
PG 13:1513Read from the page
δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ Θεοῦ βασιλείας δίδοται ἡ τοῦ Θεοῦ βασιλεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ Θεοῦ βασιλεία. Ἀλλ' ἐρεῖ τις, πῶς, εἰ μηδενὶ δίδοται ἡ τοῦ Θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἡ τοῦ Θεοῦ βασιλεία ἐκείνοις ἀφ' ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· « Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ; » Καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ οὕτως οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον, καὶ περὶ τῆς βασιλείας τοῦ Θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον. Οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ Θεοῦ· περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται, ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς· περὶ δὲ τῆς βασιλείας τοῦ Θεοῦ, ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ἦν δ' ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον, εἰ, ὥσπερ « Ἐξέδοτο αὐτὸν γεωργοῖς, » γεγραμμένον ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου, « Ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· » καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων· « Καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, » εἴρητο καὶ περὶ τῶν προτέρων, ὅτι ἔδωκεν αὐτὸν γεωργοῖς. Καὶ ταῦτα μὲν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν, καὶ τὸ φανὲν ἡμῖν εἰρήκαμεν· ὁ δὲ βέλτιον δυνάμενος καὶ νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μᾶλλον ἀκουέσθω.
plainly to no one of those who do not produce the fruits of the kingdom of God is the kingdom of God given; for to no one who is ruled by sin is the kingdom of God given. But someone will say: how, if the kingdom of God is given to no one who does not produce the fruits of it, was the kingdom of God given to those from whom it was taken away, according to what was said, "The kingdom of God shall be taken away from you?" And attend to whether we are able, as in so great a difficulty of a problem thus not at all easy to resolve, by paying attention to the difference between the things said concerning the vineyard first, and concerning the kingdom of God second, to solve what is inquired into. Now there has not been said concerning the vineyard the very thing that has been said concerning the kingdom of God; for concerning the vineyard according to the former passage it has been written that he let it out to husbandmen; whereas concerning the kingdom of God, that it shall be given to a nation producing the fruits of it. And the difficulty in the passage would have been insoluble if, just as "He let it out to husbandmen" is written in the case of the former, so also it had been said concerning the second, "It shall be let out to a nation producing the fruits of it;" and if, just as it has been said concerning the second, "And it shall be given to a nation producing the fruits of it," it had been said also concerning the former that he gave it to husbandmen. And these questions indeed we for our part have raised upon the passage, and what has appeared to us we have stated; but he who is able both to understand and to speak better, let that man rather than us be heard.
« Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει. Καὶ ζητοῦντες κρατῆσαι αὐτὸν, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. » Ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ, ὧν τῆς μὲν ἑτέρας ἀρχὴ ἦν· « Ἄνθρωπός τις εἶχε τέκνα δύο· » τῆς δὲ λοιπῆς· « Ἄνθρωπος ἦν οἰκοδεσπότης, ὃς ἐφύτευσεν ἀμπελῶνα, » ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει κατὰ μὲν τὴν ἑτέραν παραβολὴν, ὅτι εἶπεν ὁ δεύτερος υἱός· « Ἐγὼ, κύριε, καὶ οὐκ ἀπῆλθε· » κατὰ δὲ τὴν λοιπὴν, ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων
"And when the chief priests and the Pharisees heard His parables, they knew that He was speaking about them. And seeking to lay hold of Him, they feared the multitudes, since they held Him for a prophet." Having heard His parables, of which the beginning of the one was, "A certain man had two children," and of the remaining one, "There was a man, a householder, who planted a vineyard," the chief priests and the Pharisees knew that He was speaking about them: according to the one parable indeed, because the second son said, "I go, sir, and did not go away;" and according to the remaining one, because, since this was spoken in accordance with the things spoken against the former sinning
PG 13:1515Read from the page
γεωργῶν, τό· « Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· » καὶ γνόντες, ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι, καὶ ποιῆσαι αὐτῷ ὅ τί ποτ' ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δὲ, ἐπεὶ μὴ οἷοί τε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν ἐχόντων τὸν Ἰησοῦν εἰς προφήτην. Καὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν Λόγον, ἵν' ὡς κεκρατημένον παρ' αὐτοῖς καθέλωσιν αὐτὸν, οὗτοι οὐκ ἄν ποτε κρατήσαιεν αὐτοῦ, τῶν ὑπὲρ αὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ Θεοῦ αὐτὸν ὑπολαμβανόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν καὶ ἐπιβουλεῦσαι αὐτῷ. Μετὰ ταῦτα ἰστέον, ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν· ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ἐζήτουν κρατῆσαι αὐτὸν, ἄλλως ἡ ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων νύμφη ζητήσασα αὐτὸν, καὶ ἀναστᾶσα, καὶ κυκλοῦσα ἐν πόλει, ἐν ταῖς ἀγοραῖς, καὶ ἐν ταῖς πλατείαις, μόγις ποτὲ εὗρεν αὐτὸν, ὅτε μικρὸν παρῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας ἐν τῇ πόλει, καὶ εὑροῦσα ἐκράτησεν, ὅτε καὶ λέγει· « Ἐκράτησα αὐτὸν καὶ οὐκ ἀφήσω αὐτὸν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με. » Ἀλλὰ καὶ αὐτὴ ἡ νύμφη κατ' ἀρχὰς μὲν τοῦ ᾌσματος τῶν ᾀσμάτων, « Ἐκράτησα, » φησὶν, « αὐτὸν εἰς οἶκον μητρός μου, καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με· » πρὸς δὲ τῷ τέλει τοῦ αὐτοὺ βιβλίου, ὡς προκόψασα, καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν, καὶ βέλτιον παρὰ τὸ πρότερον, φησίν · « Εἶπα, Ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὑψέων αὐτοῦ. » Ἵνα δὲ νοήσῃς τοὺς ζητοῦντας αὐτὸν κρατῆσαι ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ μὴ κρατοῦντας αὐτὸν, κατανόησον, ὅτι ἐπὶ μὲν τῶν ἄλλων παρὰ τὸν Χριστοῦ λόγον λόγων οἷόν τέ ἐστι κρατῆσαι, καὶ περιδράξασθαι τοῦ νοῦ τῶν ὁτιποτοῦν δογματισάντων, καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν, καὶ, ὡς ἡ Γραφὴ ὠνόμασε, συμβιβάσαι· οὕτω γὰρ ὁ κατὰ τὸ Εὐαγγέλιον σοφὸς, ὡς « πνευματικὸς ἀνακρίνων πάντα, αὐτὸς δὲ ὑπ' οὐδενὸς
husbandmen, the saying: "The kingdom of God shall be taken away from you, and shall be given to a nation producing the fruits of it" (Matt. 21:43); and knowing that He spoke concerning them, they sought to lay hold of Him, and to do to Him whatsoever they might be able; yet they were not able, since they were incapable of withstanding the onset of the crowds who held Jesus to be a prophet (Matt. 21:45-46). And all who treacherously wish to lay hold of the Word, in order that as though held fast among them they may pull Him down, could never lay hold of Him, since the crowds on His side, supposing Him to be some prophet of God, divert those who wish to lay hold of Him and plot against Him. After these things one must know that there are differences among those who seek to lay hold of Jesus; for in one way the chief priests and the Pharisees sought to lay hold of Him, and in another way the bride in the Song of Songs, having sought Him, and risen up, and gone about in the city, in the marketplaces and in the streets, scarcely found Him at last, when she had passed a little beyond the watchmen who go about in the city, and having found Him she laid hold of Him, when she also says: "I laid hold of Him and will not let Him go, until I brought Him into my mother's house, and into the chamber of her who conceived me" (Song 3:2-4). Moreover, the bride herself near the beginning of the Song of Songs says, "I laid hold of Him, into my mother's house, and into the chamber of her who conceived me"; whereas towards the end of the same book, as having advanced, and being about to lay hold of Him in another way and better than before, she says: "I said, I will go up into the palm tree, I will lay hold of its heights" (Song 7:8). And in order that you may understand the chief priests and Pharisees who seek to lay hold of Him and do not lay hold of Him, consider that in the case of the other doctrines besides the doctrine of Christ it is possible to lay hold of them, and to grasp round the mind of those who have taught any dogma whatsoever, and by contemplation to refute it, and, as Scripture named it, to instruct it (cf. 1 Cor. 2:16); for thus he who is wise according to the Gospel, as "a spiritual man judging all things, while he himself is judged by no
Notes, col. 1515

On the reading

Printed αὐτοὺ, for αὐτοῦ.