Migne Reading Room

PG 13 · cols. 1517–1527 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1517Read from the page
ἀνακρινόμενος, » ἀνακρίνει μὲν, καὶ βασανίζει, καὶ διελέγχει τοὺς ἄλλους λόγους, εἴτε τῶν τοῦ κόσμου σοφῶν, εἴτε τῶν ἐν ταῖς αἱρέσεσι διαπρέπειν δοκούντων· οὐ κατακρίνεται δὲ, οὐδὲ καταλαμβάνεται ὁ ἐν αὐτῷ τοῦ Χριστοῦ νοῦς, οὐδὲ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν· « Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ὃς συμβιβάσει αὐτόν; » Καὶ σαφὲς, ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νοῦν, πρότερον αὐτὸν γνώσεται, καὶ μετὰ τοῦτο συμβιβάσει· « Νοῦν δὲ Κυρίου τίς γνώσεται, ὃς συμβιβάσει αὐτόν; » ἁλώσεται γὰρ ὑπ' αὐτοῦ καὶ εἴξει αὐτῷ. Καὶ ταῦτα δέ μοι λελέχθω διὰ τό· « Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ καὶ εἰς προφήτην αὐτὸν εἶχον. »
is judged by no one," judges indeed, and tests, and refutes the other discourses, whether of the wise of the world, or of those who seem to excel in the heresies; but the mind of Christ that is in him is not condemned, nor is it apprehended, nor is it laid hold of by those who have purposed to overthrow it: "For who has known the mind of the Lord, who shall instruct Him?" (1 Cor. 2:16). And it is clear that, if indeed anyone is going to instruct someone's mind, he will first know it, and after this will instruct it: "But who shall know the mind of the Lord, who shall instruct Him?" For he will be captured by It and will yield to It. And let these things also have been said by me on account of the saying: "And seeking to lay hold of Him, they feared the multitudes, since they also held Him for a prophet."
Πλὴν, κἂν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθὲς, οὐ μὴν τὸ μέγεθος συνιᾶσιν αὐτοῦ· ἦν μὲν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τό· « Προφήτην ἐκ τῶν ἀδελφῶν ὑμῶν ἀναστήσει ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὁ προφήτης ἐκεῖνος. Ὃς δ' ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται. » Πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν, ἀλλ' ἐν τῷ Υἱὸν Θεοῦ, « πρωτότοκον πάσης κτίσεως, καὶ εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, ἐν ᾧ ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, » καὶ τὰ ἑξῆς· καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν Σοφίαν τὴν λέγουσαν· « Ὁ Θεὸς ἐκ-
Nevertheless, even if the multitudes speak well of Jesus, they think indeed something true concerning Him, yet they do not understand His greatness; for Jesus was indeed also a prophet, as is clear to the one who has understood the saying: "A prophet from your brethren shall the Lord your God raise up for you, like me; Him you shall hear according to all whatever that prophet shall speak. And whoever shall not hear that prophet shall be utterly destroyed." Nevertheless His superiority was not in His being a prophet, but in His being the Son of God, "the firstborn of all creation, and the image of the invisible God, in Whom all things were created in heaven and on earth, whether visible or invisible," and what follows; and still more was His superiority in His being Wisdom, who says: "God pos-
PG 13:1520Read from the page
τήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ τι ποιῆσαι, καὶ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, » καὶ τὰ ἑξῆς. Καὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντας περὶ αὐτοῦ, καὶ ἑτοίμως ἔχοντας ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντας, φοβοῦνται οἱ ἀρχιερεῖς, καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν' ἐπιβουλεύσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. Ἐνταῦθα μὲν οὖν γέγραπται· « Ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· » παρὰ τοῦτο δ' ἂν ποιήσαις, ὅτι οἱ ὄχλοι, κἂν μὴ τῇ λέξει, εἰς προφήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τί ποτ' ἂν ἔχωσιν αὐτὸν, πολλῷ ἔλαττον ἔχουσιν αὐτὸν οὗ ἐστιν, οὐ φθάνοντες οὐδὲ ἐπὶ τὴν ἐκ μέρους γνῶσιν τῶν ἐκ μέρους αὐτὸν γινωσκόντων, καὶ οὐδὲν τρανοῦντες περὶ αὐτοῦ. Τοῦτο δὲ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων· οὐ νομιστέον γὰρ εἶναι ὑπὲρ αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ, φαντασίᾳ τοῦ δοξάζειν αὐτόν· ὁποῖοί εἰσιν οἱ συγχέοντες Πατρὸς καὶ Υἱοῦ ἔννοιαν, καὶ τῇ ὑποστάσει ἕνα διδόντες εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν, τῇ ἐπινοίᾳ μόνῃ καὶ τοῖς ὀνόμασι διαιροῦντες τὸ ἓν ὑποκείμενον· καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν ἀδικίαν εἰς τὸ ὕψος λαλοῦντες, καὶ κακῶς λέγοντες τὸν Δημιουργόν. οὐκ εἰσὶν ὑπὲρ αὐτοῦ· οὐ γάρ εἰσι μετ' αὐτοῦ, καὶ διὰ τοῦτό εἰσι κατ' αὐτοῦ· « Ὁ
-sessed me as the beginning of His ways for His works, before He made anything, and before the age He founded me in the beginning before He made the earth," and what follows. And these multitudes, at least, who think thus concerning Him, and who are ready to fight in defence of Him against those who make war on Him, the chief priests and the Pharisees fear, and they are not able, in order to plot against Him when wishing to lay hold of Jesus, to lay hold of Him. Here, therefore, it has been written: "Since they held Him for a prophet;" and beside this you might set the point that the multitudes, even if not according to the letter they hold Him for a prophet, for whatever they may hold Him, hold Him for much less than what He is, not attaining even to the partial knowledge of those who know Him in part, and making nothing clear concerning Him. And this I say concerning those who think truly concerning Him; for one must not suppose that those who think falsehoods concerning Him, with an appearance of glorifying Him, are on His side: such as are those who confound the conception of Father and Son, and grant that the Father and the Son are one in hypostasis, dividing the one subject in thought alone and in names; and those from the heresies who, with an appearance of thinking great things concerning Him, speak unrighteousness into the height, and speak evil of the Demiurge. They are not on His side; for they are not with Him, and on account of this they are against Him: "He who
PG 13:1521Read from the page
γὰρ μὴ ὢν, » φησὶ, « μετ' ἐμοῦ, κατ' ἐμοῦ ἐστιν. » Οὕτω δὲ, κἂν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ περὶ τοῦ Υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον ἢ συνάγουσι. Φησὶ γὰρ ὁ Σωτήρ· « Καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. » Καὶ πρόσχες, ὅτι μὴ εἴρηται ἁπλῶς· « Ὁ μὴ συνάγων σκορπίζει· » ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς, « μετ' ἐμοῦ· » δεῖ γὰρ τὸν συνάγοντα μετ' αὐτοῦ συνάγειν. Νοήσεις δὲ τὸν μετ' αὐτοῦ συνάγοντα, ἐπιστήσας τῷ· « Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός· » τὸ γάρ· « Συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος, σὺν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, » δηλοῖ τὸν συνάγοντα μετ' αὐτοῦ. Καὶ οὐκ ἂν λέγοις τό· « Συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ Κυρίου Ἰησοῦ, » ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν, ἤτοι συναγομένοις, ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ Θεοῦ ἢ τοῦ Χριστοῦ αὐτοῦ. Ταῦτα καὶ διὰ τὸ τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπὲρ αὐτοῦ, καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν ἐσχηκέναι. Συνεξετάσας δὲ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν, τρανότερον, οἶμαι, κατασκευάσεις τὰ προειρημένα· ὅστις φησί· « Καὶ ἦν διδάσκων τὸ καθημέραν ἐν τῷ ἱερῷ. Οἱ δὲ ἀρχιερεῖς, καὶ οἱ γραμματεῖς, καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οὐχ εὕρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων· » καὶ ἐν τούτοις γὰρ δηλοῦται, ὅτι οἱ τῶν Ἰουδαϊκῶν προϊστάμενοι παρανόμως λόγων, ὀνομαζόμενοι ἀρχιερεῖς, καὶ γραμματεῖς, ἐχθροὶ τῷ Ἰησοῦ, καὶ πρεσβύτεροι τοῦ λαοῦ, ζητοῦσι μὲν τὸν Ἰησοῦν ἀπολέσαι, καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων, καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἅτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ, καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης, καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ, καὶ τοῦ λόγου αὐτοῦ. Καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ Θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ, καὶ τὴν θείαν Γραφὴν ὡς γραμματεῖς, καὶ
[he] who is not with Me," He says, "is against Me" (Matt. 12:30). And so too, even if those who do not hold the truth concerning the Son gather together in the name of Jesus, they scatter rather than gather. For the Saviour says: "And he who does not gather with Me scatters" (Matt. 12:30). And attend to the fact that it is not said simply, "He who does not gather scatters," but with the precise addition of "with Me"; for he who gathers must gather with Him. And you will understand him who gathers with Him by attending to the saying: "When you and my spirit have been gathered together, with the power of the Lord Jesus, to deliver such a one to Satan for the destruction of the flesh" (1 Cor. 5:4-5); for the words, "When you and my spirit have been gathered together, with the power of the Lord Jesus," indicate him who gathers with Him. And you would not say that the words, "When you have been gathered together in the power of the Lord Jesus," fit those who gather or are gathered together either with evil living, or with thinking evilly and impiously concerning God or His Christ. These things also have been said on account of the fact that the crowds who thought about Jesus—those who were on His side, and who thought far less than His dignity deserved—are said to have held Him to be a prophet (Matt. 21:46). And if you examine together with these the wording of Luke concerning the like matters, you will establish, I think, more clearly what has been said before; who says: "And He was teaching daily in the temple. But the chief priests, and the scribes, and the elders of the people sought to destroy Him, and they did not find what they might do; for all the people hung upon Him, listening" (Luke 19:47-48); for in these words also it is shown that those who unlawfully preside over the Jewish teachings, called chief priests, and scribes hostile to Jesus, and elders of the people, seek indeed to destroy Jesus, and to blot out His name from among men, and the faith concerning Him; yet they do not find what they may do to accomplish what they wish, inasmuch as all the people who have believed in Him have already been won over beforehand, and cling to the love towards Jesus, and hang upon listening to His teaching and His word. And indeed one may see this down to the present day, how those who put forward the worship of God as His chief priests, and the divine Scripture as scribes, and
PG 13:1524Read from the page
τὸ ἀρχαῖον ὡς οἱ πρεσβύτεροι τοῦ λαοῦ, ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν, καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἵνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ, καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν. Τάχα δὲ καὶ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες περὶ τοῦ θείου, καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας, ἀπολέσαι μὲν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δὲ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. Ἀλλὰ καὶ οἱοιστισιν-οῦν συγγράμμασιν ἧς δήποτε σοφίας προσέχοντες, καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεῖς, ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν· οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὃ ποιήσουσι. Καὶ πάντες δὲ οἱ πρεσβύτεροι τῆς Ἰησοῦ διδασκαλίας λόγοι Ἑλλήνων καὶ βαρβάρων ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν· ἀλλ' οὐ δύνανται, νικώμενοι ἀπὸ παντὸς τοῦ λαοῦ, Ἰησοῦ ἐκκρεμαμένου τοῦ διδασκάλου, ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. Καὶ ὁ Μάρκος δὲ τὰ παραπλήσια ὑποβάλλει λέγων· « Καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτὸν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. » Πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται ἐπὶ τῇ διδαχῇ αὐτοῦ, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων καὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων, καὶ ἐκλῦσαι τὴν ἔκπληξιν παντὸς τοῦ λαοῦ αὐτοῦ.
antiquity as the elders of the people, seek to destroy Jesus, and to blot out the opinion concerning Him, doing all things for this purpose in accordance with the counsel of their fathers, yet not finding what they will do in order that they may draw away from Him the people that hangs upon Jesus, and wipe Him out from their thought. And perhaps also all who hold any opinion whatever concerning the divine, and maintain it in a manner alien to the teaching of Jesus, wish indeed to destroy Jesus, yet are not able, since all the multitude hangs upon Him as it hears. But also those who give heed to any writings whatever of any wisdom whatever, and on account of this are tropically called scribes, wish to destroy Jesus from among men; yet they do not find anything effective for this that they will do. And all the doctrines of Greeks and barbarians that are older than the teaching of Jesus also wish to destroy Jesus; but they are not able, being overcome by all the people, which hangs upon Jesus the teacher in hearing and perceiving His teaching. And Mark also suggests similar things, saying: "And the chief priests and the scribes heard it, and sought how they might destroy Him; for they feared Him, because all the people was astonished at His teaching." For all the people of Christ is astonished at His teaching, and nothing can be done by the aforesaid chief priests and scribes, who seek to destroy Jesus from among men, and to dissolve the astonishment of all His people.
Περὶ τῶν καλουμένων εἰς τοὺς γάμους.
Concerning those invited to the marriage feast.
« Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπε πάλιν ἐν παραβολαῖς αὐτοῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις, ποιῶν γάμους τῷ υἱῷ αὐτοῦ, ἀπέστειλε τοὺς δούλους αὐτοῦ, » καὶ τὰ ἑξῆς ἕως τοῦ· « Πολλοὶ γάρ εἰσι κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. » Καὶ αὕτη ἡ παραβολὴ ὁλοσχερέστερον νοουμένη δόξει σαφὴς εἶναι, ἐν ᾗ ἄνθρωπος μὲν βασιλεὺς τροπικῶς ὁ Θεὸς καὶ Πατὴρ Χριστοῦ Ἰη-
"And Jesus answering spoke to them again in parables, saying: The kingdom of the heavens has been likened to a man, a king, who, making a marriage feast for his son, sent his servants," and what follows up to: "For many are called, but few chosen." This parable also, when understood more generally, will seem to be clear, in which a man, a king, is tropically said to be the God and Father of Christ Je-
PG 13:1525Read from the page
σοῦ εἶναι λέγεται· οἱ δὲ γάμοι τοῦ υἱοῦ τοῦ βασιλέως ἡ ἀποκατάστασις τῆς νύμφης Ἐκκλησίας Χριστοῦ πρὸς Χριστὸν τὸν νυμφίον αὐτῆς· οἱ δὲ ἀποστελλόμενοι δοῦλοι καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, οἱ κατὰ καιρόν εἰσι προφῆται ἐπιστρέφοντες τοὺς ἀπὸ τοῦ λαοῦ διὰ τῶν προφητειῶν ἐπὶ τὴν εὐφροσύνην ἀγομένην ἐπὶ τῇ ἀποκαταστάσει τῆς Ἐκκλησίας πρὸς Χριστόν· οἱ δὲ μὴ θέλοντες ἐλθεῖν προηγουμένως ὄντες κλητοὶ, οἱ μὴ ἀκούοντες τῶν λόγων τῶν προφητῶν ἦσαν· οἱ δὲ ἀποστελλόμενοι ἄλλοι δοῦλοι, ἄλλο ἄθροισμα προφητῶν· τὸ δὲ ἡτοιμασμένον ἄριστον, ἐν ᾧ οἱ ταῦροι τοῦ βασιλέως καὶ τὰ σιτευτὰ αὐτοῦ τεθυμένα ἦν, αἱ στερεαὶ ἦσαν καὶ λογικαὶ τῶν μυστηρίων τοῦ Θεοῦ τροφαί. Οὕτω δὲ καὶ πάντα ἕτοιμα, οἱ περὶ πάντων τῶν ὄντων λόγοι, οὓς, ὅταν ἔλθῃ τὸ τέλειον, οἱ τῇ κλήσει ἀκολουθήσαντες φάγονται, καὶ πίονται. Ἐπεὶ δὲ τῶν κεκλημένων διὰ τῶν προφητῶν οἱ μὲν μόνον ἠμέλουν τῶν λεγομένων, καὶ τοῖς βιωτικοῖς ἐσχόλαζον πράγμασιν, οὐ μὴν καὶ ἐπονηρεύοντο κατ' αὐτῶν, διὰ τοῦτο τὴν διαφορὰν αὐτῶν παραστῆσαι βουλόμενος εἶπεν· « Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν ἐπὶ τὸν ἴδιον ἀγρὸν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες αὐτοῦ τοὺς δούλους, ὕβρισαν καὶ ἀπέκτειναν. » Εἶτα ἀκολούθως τῇ ὁλοσχερεστέρᾳ διηγήσει ἡ ὀργὴ τοῦ βασιλέως νοεῖται, ἣν καὶ ὁ Ἀπόστολος περὶ Ἰουδαίων ὀνομάζων λέγει· « Ἔφθασε δὲ ἡ ὀργὴ ἐπ' αὐτοὺς εἰς τέλος. » Εἶτα προφητεύεται ὁ κατὰ Ἰουδαίων πόλεμος, καὶ ἡ ἅλωσις Ἱερουσαλὴμ, καὶ ἡ ἀναίρεσις τοῦ λαοῦ μετὰ τὴν Χριστοῦ ἐπιδημίαν, ἐν τῷ· « Καὶ πέμψας τὸ στράτευμα αὐτοῦ ἀνεῖλε τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησε. »
-sus; and the marriage feast of the king's son is the restoration of the bride, the Church of Christ, to Christ her bridegroom; and the servants who are sent to call those who have been invited to the marriage feast are the prophets from time to time, turning those from the people through the prophecies to the gladness held at the restoration of the Church to Christ; and those who were unwilling to come, being primarily called, were those who did not hear the words of the prophets; and the other servants who are sent are another company of prophets; and the dinner that has been prepared, in which the bulls of the king and his fatlings had been slaughtered, was the solid and rational nourishments of the mysteries of God. And thus also all things are ready, the discourses concerning all things that exist, which, when that which is perfect comes, those who have followed the calling shall eat and drink. And since of those invited through the prophets some only neglected the things spoken and devoted their leisure to worldly affairs, yet did not also act wickedly against them, on account of this, wishing to present their difference, He said: "But they, having neglected it, went away, one to his own field, and another to his merchandise; and the rest, laying hold of his servants, treated them insolently and killed them." Then in accordance with the more general narrative the wrath of the king is understood, which the Apostle also, naming it concerning the Jews, speaks of: "And wrath has come upon them to the end." Then the war against the Jews is prophesied, and the capture of Jerusalem, and the destruction of the people after the advent of Christ, in the saying: "And having sent his army, he destroyed those murderers, and burned up their city."
Τὸ δέ· « Τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους, » ἀναφέροιτο ἂν ἐπὶ τοὺς Ἰησοῦ Χριστοῦ ἀποστόλους λέγοντας Ἰουδαίοις· « Ὑμῖν ἦν ἀναγκαῖον ἀναγγεῖλαι τὸν λόγον τοῦ Θεοῦ·
And the saying: "Then he says to his servants: The marriage feast indeed is ready, but those who were invited were not worthy. Go therefore to the outlets of the ways, and as many as you may find, invite to the marriage feast," would be referred to the apostles of Jesus Christ saying to the Jews: "To you it was necessary that the word of God should be spoken;
PG 13:1527Read from the page
ἐπεὶ δὲ ἀναξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. » Αἱ διέξοδοι οὖν τῶν ὁδῶν τὰ ἔξω τοῦ Ἰσραήλ ἐστι πράγματα, παρ' αἷς οἱ ὑπὸ τῶν ἀποστόλων εὑρισκόμενοι καλοῦνται εἰς τοὺς γάμους, συναγόντων τῶν ἀποστόλων πάντας οὓς ἐὰν εὕρωσιν· εὕρισκον δὲ τοὺς ἀκούοντας, καὶ οὐκ ἐφρόντιζον καλοῦντες πότερόν ποτε πρὸ τῆς κλήσεως πονηροὶ ἢ ἀγαθοὶ ἦσαν οἱ καλούμενοι· πάντας γὰρ τοὺς εὑρισκομένους ἐκάλουν. Ἀγαθοὺς δὲ νομιστέον ἐνταῦθα ἁπλούστερον λέγεσθαι τοὺς μετριωτέρους τῶν ἐρχομένων ἐπὶ τὴν θεοσέβειαν, οἷς ἐφαρμόζοις ἂν τὸ τοιοῦτο ἀποστολικόν · « Ὅταν δὲ ἔθνη, τὰ μὴ νόμον ἔχοντα, φύσει τὰ τοῦ νόμου ποιῶσιν, οἱ τοιοῦτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος· οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως. » Καὶ ἐπλήσθη γε ὁ Χριστοῦ καὶ Ἐκκλησίας γάμος, καὶ ἀποκατάστασις τῶν εὑρεθέντων ὑπὸ τῶν ἀποστόλων ἀνακειμένων ἐπὶ τῷ εὐφρανθῆναι ἐπὶ τοῖς γάμοις. Εἶτ' ἐπεὶ πονηροὺς καὶ ἀγαθοὺς καλεῖσθαι δεῖ, οὐ μὴν ὥστε τοὺς πονηροὺς μένειν πονηροὺς, ἀλλὰ μεταμφιασαμένους, καὶ ἀποθεμένους τὰ ἀλλότρια τοῦ γάμου ἐνδύματα, ἐνδύσασθαι τὰ τοῦ γάμου, « σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυμίαν · » ταῦτα γάρ ἐστι τὰ τοῦ γάμου ἐνδύματα· διὰ τοῦτο ὁ βασιλεὺς εἰσέρχεται θεάσασθαι τοὺς ἀνακειμένους, πρὶν αὐτοῖς παραθῇ τὸ ἡτοιμασμένον ἄριστον, τοὺς ταύρους, καὶ τὰ τεθυμένα σιτιστὰ, καὶ πάντα τὰ ἕτοιμα, ἵνα θεασάμενος τηρήσῃ μὲν τοὺς ἔχοντας ἔνδυμα γάμου καὶ εὐφράνῃ, καταδικάσῃ δὲ τοὺς ἐναντίους. Εἰσελθὼν οὖν εὑρίσκει τινὰ τῶν κεκλημένων καὶ ἐληλυθότων ἐπὶ τὴν κλῆσιν μὴ ἀλλάξαντα ἑαυτοῦ τὸ ἦθος, μηδὲ ἐνδυσάμενον ἔνδυμα γάμου, « καὶ λέγει αὐτῷ· Πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; » Εἶτ' ἐπεὶ ὁ ἁμαρτὼν, καὶ μὴ ἀνακαινωθεὶς, μηδὲ ἐνδυσάμενος τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὡς μὴ ἔχων τόπον ἀπολογίας, φιμοῦται· διὰ τοῦτο γέγραπται τό· « Ὁ δὲ ἐφιμώθη. » Καὶ οὐκ ἀρκεῖ γε τὸ ἐκβληθῆναι τοῦ γάμου τὸν ἀτιμάσαντα τὴν κλῆσιν· δεῖ γὰρ αὐτὸν ὑπὸ τῶν διακόνων τοῦ βασιλέως τῶν πρὸς τοῖς δεσμοῖς τεταγμέ-
but since you judge yourselves unworthy, behold, we turn to the nations" (Acts 13:46). The thoroughfares of the roads (Matt. 22:9), therefore, are the affairs outside Israel, beside which those found by the apostles are called to the marriage feast, as the apostles gather together all whomsoever they find (Matt. 22:10); and they found those who listened, and in calling them they did not care whether before the calling those who were called had ever been bad or good; for they called all who were found. And by "good" here we must suppose to be meant more simply the more moderate of those who come to godliness, to whom you might apply such an apostolic saying as this: "When nations, who do not have the law, do by nature the things of the law, these, though not having the law, are a law to themselves; who show the work of the law written in their hearts, their conscience bearing witness with them" (Rom. 2:14-15). And the marriage of Christ and the Church was filled, and the restoration of those found by the apostles reclining at table in order to rejoice at the marriage feast. Then, since both bad and good must be called, yet not so that the bad should remain bad, but that having changed their garments, and having laid aside the garments foreign to the marriage, they should put on those of the marriage—"bowels of compassion, kindness, humility, meekness, patience" (Col. 3:12)—for these are the garments of the marriage: on this account the king comes in to see those reclining at table, before he sets before them the dinner that has been prepared, the oxen and the slaughtered fatlings and all the things that are ready (cf. Matt. 22:4, 11), so that having seen them he may keep those who have a wedding garment and make them glad, and condemn the opposite ones. Having come in, therefore, he finds one of those called and who had come to the calling not having changed his character, nor having put on a wedding garment, "and he says to him: How did you come in here not having a wedding garment?" (Matt. 22:12). Then, since he who has sinned, and has not been renewed, nor has put on the Lord Jesus Christ (cf. Rom. 13:14), having no room for excuse, is put to silence, on this account it is written: "And he was speechless" (Matt. 22:12). And indeed it is not enough that he who dishonoured the calling should be cast out of the marriage; for by the king's attendants who are appointed over the bonds he must