Migne Reading Room

PG 13 · cols. 1460–1469 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1460Read from the page
ὡς μὴ νενοηκότας τό· « Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; » Καὶ ἐπεὶ κατέλιπεν ἐκεῖνα τὰ Ἱεροσόλυμα, καὶ ἔξω γέγονε τῆς πόλεως, διὰ τοῦτο πέπτωκε, καὶ λίθος ἐπὶ λίθον ἤρξατο μὴ μένειν, ἀλλὰ καὶ καθαιρεῖσθαι, ἕως πάντα καταλυθῇ. Ἦλθεν εἰς Βηθανίαν, τὸν τῆς ὑπακοῆς οἶκον, τὴν Ἐκκλησίαν, ἔνθα καὶ ηὐλίσθη, καὶ ἀνεπαύσατο· ἐπεὶ μὴ εἶχεν ἐν Ἱεροσολύμοις ποῦ τὴν κεφαλὴν κλῖναι, ἅτε τοιούτων ἀρχιερέων καὶ γραμματέων ὄντων ἐν αὐτοῖς. Ὅτε δὲ ἀνεπαύσατο ἐν τῇ Βηθανίᾳ τῷ τῆς ὑπακοῆς οἴκῳ, μετὰ τὴν ἀρχὴν τοῦ συστῆναι τὴν Ἐκκλησίαν, καὶ ἀναπαύσασθαι τὸν Χριστὸν ἐν αὐτῇ, τότε ἐπανάγει εἰς τὴν πόλιν ἣν καταλέλοιπε, καὶ ἧς ἔξω γέγονε, καὶ ἐπανάγων εἰς αὐτὴν πεινᾷ, καὶ μίαν ἰδὼν συκῆν ἐπὶ τῆς ὁδοῦ, τὸ δένδρον τοῦ λαοῦ, ἦλθεν ἐπ' αὐτήν· καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ βρώσιμον, ἀλλὰ μόνον ζωῆς ἔμφασιν· φύλλα γὰρ χωρὶς καρπῶν ἐν τῇ συκῇ· εἶτ' ἐπεὶ ἔμψυχος ἦν αὕτη ἡ συκῆ, διὰ τοῦτο λέγει ὡς ἀκουούσῃ τὴν πρέπουσαν αὐτῇ ἀράν. Τὸ δὲ λεγόμενον τοιοῦτον ἦν· Ὅσον συνέστηκεν ὁ ἐνεστὼς αἰὼν, μηκέτι γένοιτο ἐν σοι καρπός. Διὰ τοῦτο ἄκαρπός ἐστιν ἡ Ἰουδαίων συναγωγὴ, καὶ τοῦτο γίνεται αὐτῇ ἕως τῆς συντελείας τοῦ αἰῶνος, ἕως τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. Ἐξηράνθη δὲ ἡ συκῆ ἔτι ἐπιδημοῦντος τῷ βίῳ τῶν ἀνθρώπων, καὶ ἐνανθρωποῦντος Ἰησοῦ. Ἰδόντες δὲ οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· « Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; » τοῖς γὰρ τῆς ψυχῆς ὀφθαλμοῖς εἶδον τὸ τῆς ξηρανθείσης συκῆς μυστήριον, καὶ ἐθαύμασαν οὐχ οὕτως ἐπὶ τῷ ξηράνθαι αὐτὴν, ὡς ἐπὶ τῷ παραχρῆμα ξηράνθαι· ἔβλεπον γὰρ ξηρὰν τὴν συκῆν, τὸν λαὸν τὸν Ἰσραὴλ ἐκεῖνον, καὶ θαυμάζουσι τοῖς μαθηταῖς ἐν τῷ ἑωρακέναι παραχρῆμα τὴν συκῆν ἐξηραμμένην, ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν ἐμπεδῶν τὸ λεγόμενον τῷ· « Ἀμὴν, ὅτι, ἐὰν ἔχητε πίστιν, καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται. » Οὐκοῦν οἱ πιστεύοντες μαθηταὶ, καὶ μὴ διακρινόμενοι, ποιοῦσι καὶ τὸ τῆς συκῆς, λέγοντες αὐτῇ· « Ὑμῖν ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπεὶ δὲ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ συστρεφόμεθα εἰς τὰ ἔθνη, » καὶ καταλιπόντες αὐτὴν ξηραίνουσιν αὐτὴν, ἵν' ἡ ζωτικὴ δύναμις αὐτῆς
as not having understood the word: "Out of the mouth of babes and sucklings Thou hast perfected praise"? (Matt. 21:16; Ps. 8:3). And since He left that Jerusalem, and came to be outside the city, on this account it fell, and a stone upon a stone began not to remain, but even to be pulled down, until all things were dissolved. He came to Bethany, the house of obedience, the Church, where He both lodged and rested; since He did not have in Jerusalem where to lay His head (Matt. 8:20), inasmuch as such chief priests and scribes were among them. And when He had rested in Bethany, the house of obedience, after the beginning of the Church's being constituted and of Christ's resting in her, then He returns into the city which He has left, and outside of which He has come to be, and returning into it He is hungry, and seeing a single fig tree by the way, the tree of the people, He came to it (Matt. 21:18-19); and He found nothing eatable on it, but only an appearance of life; for there were leaves without fruits on the fig tree; then, since this fig tree was animate, on this account He speaks to it, as to one hearing, the curse befitting it. And what was said was of such a kind: So long as the present age stands, may fruit no longer come to be on you (Matt. 21:19). On this account the synagogue of the Jews is fruitless, and this happens to her until the consummation of the age, until the fulness of the Gentiles comes in (Rom. 11:25). And the fig tree withered while Jesus was still sojourning in the life of men and being incarnate. And when the disciples saw it they marvelled, saying: "How did the fig tree wither immediately?" (Matt. 21:20); for with the eyes of the soul they saw the mystery of the withered fig tree, and marvelled not so much at its having withered as at its having withered immediately; for they saw the fig tree, that people of Israel, dry, and to the disciples marvelling at having seen the fig tree immediately withered, Jesus answered and said, confirming what was said, by the words: "Amen, if you have faith, and do not doubt, you shall not only do this of the fig tree, but even if you say to this mountain, Be taken up and cast into the sea, it shall be done" (Matt. 21:21). Therefore the disciples who believe, and do not doubt, do also that of the fig tree, saying to it: "To you it was necessary that the word of God should be spoken; but since you judge yourselves not worthy, behold, we turn together to the Gentiles" (Acts 13:46), and leaving it they wither it, in order that its vital power
PG 13:1461Read from the page
μεταθῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν, καὶ τὸ πρότερον συνέχον πνεῦμα τὸν λαὸν ἐκεῖνον μεταστῇ ἐπὶ τοὺς ἀπὸ τῶν ἐθνῶν· πρὸς τῷ δὲ ποιεῖν τὸ τῆς συκῆς τοὺς μαθητὰς, ἐπαγγέλλεται αὐτοῖς ὁ τοῦ Θεοῦ Λόγος, ἐὰν ἔχωσι πίστιν, καὶ μὴ διακριθῶσιν, ὅτι τῷ δεικνυμένῳ ὑπ' αὐτοῦ ὄρει, τῇ ἀντικειμένῃ ἐνεργείᾳ ἐπαιρομένῃ κατὰ τῶν ἀνθρώπων λέγουσιν· « Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, » καὶ γίνεται· αἴρεται γὰρ ἀφ' ἑκάστου τῶν ὠφελουμένων ὑπὸ μαθητῶν Ἰησοῦ τὸ βαρὺ τῆς κακίας ὄρος, ὁ Σατανᾶς, αἴροντος αὐτὸν τοῦ νικήσαντος αὐτὸν, καὶ βάλλεται εἰς τὴν θάλασσαν, τὴν ἄβυσσον, βάλλοντος αὐτὸν εἰς τὸν ἄξιον αὐτοῦ τόπον τῆς κολάσεως. Καὶ περὶ ταύτης τῆς θαλάσσης ἐν Ψαλμοῖς λέγεται τό· « Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος. Ἐκεῖ πλοῖα διαπορεύεται, ζῶα μικρὰ μετὰ μεγάλων, δράκων οὗτος ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. » Καὶ ἐν ἄλλῳ ψαλμῷ· « Ἐκεῖ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος, » δῆλον δὲ, ὅτι ἐν τῇ θαλάσσῃ, καὶ ἐκεῖ « συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. » Αἴρεται οὖν καθ' ἕκαστον τῶν ὑπὸ τοῦ Λόγου καταρτιζομένων εἰς σωτηρίαν ὄρος τὸ ὑπὸ τοῦ Ἰησοῦ βλεπόμενον καὶ δεικνύμενον, καὶ βάλλεται εἰς τὴν θάλασσαν κατὰ τὸν τοῦ ἐπιτυγχάνοντος μαθητοῦ Ἰησοῦ ἐν διδασκαλίᾳ λόγον, λέγοντος τῷ ἐν τῷ καθ' ἕκαστον τῶν ἀκουόντων ὄρει· « Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν · » λέγοντος δὲ μετὰ τοῦ ἔχειν πίστιν καὶ μὴ διακρίνεσθαι, ἵνα καὶ τὸ λεγόμενον γένηται, καὶ τὰ πάντα δὲ ὅσα ἐὰν ὁ ἔχων πίστιν καὶ μὴ διακρινόμενος αἰτήσῃ ἐν τῇ προσευχῇ, πιστεύων λήψεται.
may transfer it to those from the nations, and the spirit that formerly held that people together may pass over to those from the nations; and besides the disciples' doing the deed of the fig tree, the Word of God promises them, if they have faith and do not doubt, that to the mountain pointed out by Him—the opposing energy lifting itself up against men—they shall say, "Be taken up and cast into the sea," and it shall come to pass (Matt. 21:21); for from each of those benefited by the disciples of Jesus the heavy mountain of wickedness, Satan, is taken up, as He Who conquered him takes him up, and is cast into the sea, the abyss, as He casts him into the place of punishment worthy of him. And concerning this sea it is said in the Psalms: "This is the sea, great and wide; there ships go through, small living creatures with great, this dragon which You formed to sport with him" (Ps. 103:25-26). And in another psalm: "There You crushed the heads of the dragon" (Ps. 73:13)—clearly in the sea—and there "You crushed the head of the dragon; You gave him as food for the Ethiopian peoples" (Ps. 73:14). From each of those being perfected unto salvation by the Word, therefore, the mountain seen and pointed out by Jesus is taken up, and is cast into the sea according to the word of the disciple of Jesus who succeeds in teaching, who says to the mountain in each of the hearers, "Be taken up and cast into the sea"; and who says it while having faith and not doubting, so that what is spoken may come to pass, and all things whatsoever he who has faith and does not doubt shall ask in prayer, believing he shall receive (Matt. 21:21-22).
Αὕτη δέ ἐστι Βηθανία, ἔνθα ὁ ἐκ νεκρῶν ἀναστὰς Ἰησοῦ φίλος κατῴκει· καὶ πᾶς δὲ ὁ ὑπακούων τῷ λόγῳ τοῦ Θεοῦ, καὶ τὸν λόγον τῆς ὑπακοῆς ἐνιδρυμένον ἔχων ἑαυτῷ, οἶκός ἐστιν ὑπακοῆς καὶ Βηθανία, ἐν ᾗ αὐλίζεται ὁ Ἰησοῦς καὶ ἀναπαύεται. Ἐπεὶ δὲ πράγματα λαμβάνειν δεῖ ἀπὸ τῶν λεγομένων ἄξια σοφίας Θεοῦ, ἀφ' ἧς τὰ Εὐαγγέλια γέγραπται, πρόσχες εἰ μὴ κατὰ μὲν τοὺς ἁπλούστερον νοοῦντας παρέλκει τό· « Καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς
And this is Bethany, where the friend of Jesus who rose from the dead dwelt (cf. John 11:1); and everyone who obeys the word of God, and has the word of obedience established within himself, is a house of obedience and Bethany, in which Jesus lodges and rests. And since from the things said we must take meanings worthy of the wisdom of God, from which the Gospels have been written, attend to whether according to those who understand more simply the saying is not superfluous: "Leaving them, He went out of the
PG 13:1464Read from the page
πόλεως· » πῶς γὰρ ἐδύνατο ἔξω τῆς πόλεως γενέσθαι, μὴ καταλιπὼν τοὺς προτέρους παρ' οἷς ἦν; Κατὰ δὲ τοὺς συνετώτερον ἀκούοντας τῶν λεγομένων πάντως καταλείπει τοὺς προτέρους, ὅτε παρ' ἑτέροις γίνεται μετ' ἐκείνους, καὶ σὺν ἐκείνοις· ἀλλὰ καὶ εἰς Βηθανίαν αὐλισθεὶς, οὐ καταλιπὼν τὴν Βηθανίαν εἰς τὴν πόλιν ἐπανάγει· ἦν γὰρ καὶ ἐν Βηθανίᾳ, καὶ ἐπανῆγεν εἰς τὴν πόλιν. Ἐπείνα δὲ ὁ Ἰησοῦς, ἀεὶ τῶν ἐν τῷ δικαίῳ βουλόμενος μεταλαβεῖν καρπῶν τοῦ πνεύματος· καὶ ἔστιν αὐτοῦ, ἵν' οὕτως ὀνομάσω, τὰ σῦκα ὧν πεινῶν ἐσθίει, ἡ ἀγάπη τοῦ καρποφοροῦντος αὐτὴν, πρῶτος οὖσα καρπὸς τοῦ πνεύματος, καὶ ἡ χαρὰ, καὶ ἡ εἰρήνη, καὶ ἡ μακροθυμία, καὶ τὰ λοιπά· ἅτινα ὅσον μὲν καρποφοροῦμεν, οὐ ξηρανθησόμεθα· ἐπὰν δὲ ἐπιβάντι αὐτῷ καὶ ζητοῦντι καρπὸν ἵνα φάγῃ μὴ παρέχωμεν, λελέξεται πρὸς ἡμᾶς· « Μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα· » χωρὶς γὰρ τῆς προαποδεδομένης περὶ συκῆς ὡς τοῦ λαοῦ διηγήσεως, ἔστι καὶ ἐπὶ ἕκαστον ἀνάγειν τὸν λόγον συκῆν ὄντα, ἤτοι ξηραινομένην, ἢ φέρουσαν καρπὸν, καὶ ζῶσαν, καὶ γεωργουμένην, ἵνα πλείονα καρπὸν φέρῃ. Τάχα δὲ ὥσπερ ἐπὶ τοῦ σπόρου, « ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν, καὶ ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδὸν, καὶ ἦλθε τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ εἰς τὰς πέτρας, καὶ ἄλλα εἰς τὰς ἀκάνθας, καὶ ἄλλα εἰς τὴν καλὴν καὶ ἀγαθὴν γῆν· » οὕτως καὶ συκαῖ εἰσι διάφοροι· καὶ ἐὰν μὲν ᾖ συκῆ ἐπὶ τῆς καλῆς καὶ ἀγαθῆς γῆς, καὶ φέρει καρπὸν, καὶ πεινῶντι τῷ Ἰησοῦ παρέχει αὐτόν· ἐπὰν δὲ ᾖ παρὰ τὴν ὁδὸν, ὡς αὕτη περὶ ἧς γέγραπται τό· « Καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ, » ἐλθόντι τῷ Ἰησοῦ οὐ δίδωσι καρπὸν, « οὐδὲν γὰρ εὑρίσκει » ἐν τῇ παρὰ τὴν ὁδὸν συκῇ « εἰ μὴ φύλλα μόνον· » διὸ λέγει αὐτῇ, ἐπεὶ παρὰ τὴν ὁδὸν ἦν, καὶ φύλλα μόνον εἶχεν ἔμφασιν τοῦ ζῆν, ἀλλ' οὐ μετὰ καρποῦ, τό· « Μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα. » Ὅσον μὲν οὖν οὐκ ἔρχεται ἐπὶ τὴν συκῆν, οὐδὲ ἤδη ζητεῖ τὸν καρπὸν αὐτῆς, ἀλλὰ μακροθυμεῖ περιμένων εἴ πως οἴσει καρπὸν ἡ συκῆ, οὐ ξη-
the city" (Matt. 21:17); for how could He come to be outside the city without leaving behind the former ones with whom He was? Yet according to those who hear what is said more intelligently, He by no means leaves behind the former ones when He comes to be with others after them, and together with them; nay, even having lodged in Bethany, He does not leave Bethany behind when He returns into the city; for He both was in Bethany, and was returning into the city. And Jesus was hungry (Matt. 21:18), ever wishing to partake of the fruits of the Spirit that are in the righteous man; and His figs, so to call them, of which He eats when hungry, are the love of him who bears it as fruit, being the first fruit of the Spirit, and joy, and peace, and long-suffering (Gal. 5:22), and the rest; which so long as we bear as fruit, we shall not be withered; but whenever, when He comes upon us and seeks fruit that He may eat, we do not supply it, it will be said to us: "May there no longer be fruit from you for ever" (Matt. 21:19); for apart from the exposition previously given concerning the fig tree as the people, one may also refer the account to each individual as being a fig tree, either withering, or bearing fruit, and living, and being cultivated in order that it may bear more fruit. And perhaps just as in the case of the seed, "the sower went out to sow, and some seeds fell beside the way, and the birds of heaven came and devoured them; and others upon the rocky places, and others among the thorns, and others upon the fine and good earth" (Matt. 13:3-8); so also there are different fig trees: and if indeed a fig tree be upon the fine and good earth, it both bears fruit, and supplies it to Jesus when He is hungry; but whenever it is beside the way, as this one concerning which is written the clause, "And seeing one fig tree by the way" (Matt. 21:19), when Jesus comes it does not give fruit, "for He finds nothing" on the fig tree beside the way "except leaves only"; wherefore He says to it, since it was beside the way, and had leaves only as an appearance of living, yet not with fruit, the words: "May there no longer be fruit from you for ever." So long, then, as He does not come to the fig tree, nor yet seeks its fruit, but is long-suffering, waiting to see if perhaps the fig tree will bear fruit, it is not with-
PG 13:1465Read from the page
ραίνεται. Ἐπὰν δὲ, ἐπιστάντος τοῦ πεινῶντος ἡμῶν τοὺς καρποὺς, εὑρεθῶμεν οὐδὲν ἔχοντες, εἰ μὴ τὴν ἐπαγγελίαν τῆς πίστεως μόνην, οὐ συνόντων αὐτῇ καρπῶν, παραχρῆμα ξηρανθησόμεθα, καὶ τὸ δοκεῖν εἶναι πιστοὶ ἀπολωλεκότες. Καὶ ἔστιν εὑρεῖν τοιούτους τινὰς ἐπὶ πολὺν φορέσαντας χρόνον τὸ τῆς πίστεως ὄνομα, καὶ ἐμφήναντας, ὅτι ζῶσι, καὶ παντελῶς εἰσι ξηραί· οὓς διὰ τὸ μὴ καρποφορεῖν ἔστιν ἰδεῖν καὶ ἀφισταμένους παντελῶς τοῦ Λόγου, καὶ ξηρανθέντας. Ἐνθάδε μὲν οὖν ξηραίνεται ἡ μὴ δεδωκυῖα πεινῶντι τῷ Ἰησοῦ καρπόν· ἄλλη δὲ συκῆ ἐκκόπτεσθαι κελεύεται, ἵνα μὴ τὴν γῆν καταργῇ. Εἶθ' οἱ μαθηταὶ, ἐπὰν ἴδωσί τινα μετὰ ζωτικὴν ἔμφασιν ξηρανθέντα, θαυμάζουσι λέγοντες· « Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; » Ἔτι δὲ μᾶλλον νοήσομεν τοῖς καθ' ἕνα ἐφαρμόζοντες τὰ κατὰ τὸν τόπον, ἐπιστήσαντες τίνα τρόπόν ἐν τοῖς πειρασμοῖς ὁ μὲν Ἰησοῦς αἰτεῖ τοὺς καρποὺς, φέρ' εἰπεῖν, ἐν διωγμῷ τὴν ὁμολογίαν καὶ τὸ μαρτύριον· καὶ ἐν τῷ γυναῖκα ἐπιμαίνεσθαί τινι, τὴν τοῦ Ἰωσήφ ἐγκράτειαν καὶ σωφροσύνην· καὶ οὕτως καθ' ἕκαστον πειρασμὸν τὸν ἀκόλουθον αὐτῷ καρπόν. Ὁ δὲ μὴ παρασκευασάμενος διδόναι πεινῶντι τῷ Ἰησοῦ, καὶ ἐφισταμένῳ τὴν ὁμολογίαν, ἢ τὴν ἐγκράτειαν, παραχρῆμα ξηραίνεται· ὁ γὰρ ἀρνησάμενος ξηραίνεται· ὁμοίως δὲ καὶ ὁ πορνεύσας, καίτοι παρὰ τὸν πρὸ τῶν πειρασμῶν καιρὸν ζωτικὴν ἐμφαίνων δύναμιν, καὶ οἱονεὶ τὰ φύλλα τῆς συκῆς περικείμενος. Καὶ θαυμάζουσιν ἐπὶ τῶν τοιούτων οἱ μαθηταὶ, πῶς ὁ μὲν Ἰησοῦς ἐπέστη πεινῶν καὶ ζητῶν καρπὸν, τῷ δὲ μὴ εὑρηκέναι εὐθέως εἶπε, καὶ ἐγένετο, καὶ παραχρῆμα ἐξηράνθη ἡ μὴ παρεσκευασμένη εἰς τὸ φέρειν καρπὸν συκῆ. Καὶ πολλάκις τις γενόμενος συκῆ ἔτεσι πλείοσιν, οὐ ξηραίνεται· ἐπιστάντος δὲ Ἰησοῦ ἐν καιρῷ πειρασμοῦ, καὶ ἀπαιτοῦντος τὸν καρπὸν, οὐ δεδωκὼς αὐτῷ παραχρῆμα ἐξηράνθη, καὶ τὴν τῶν τοσούτων ἀπολώλεκεν ἐτῶν ζωήν· καὶ τοῦτο γίνεται ἐπείπερ, κατὰ τὸν τοῦ Σωτῆρος λόγον, « παντὶ τῷ ἔχοντι δο-
-ered. But whenever, upon the coming of Him Who hungers for our fruits, we are found having nothing except the profession of faith alone, no fruits being present with it, immediately we shall be withered, having lost even the seeming to be believers. And one may find some such persons who for a long time have borne the name of faith, and have shown an appearance that they live, and are altogether withered fig trees; whom, because of not bearing fruit, one may see both falling away altogether from the Word, and withered up. Here, then, the fig tree that has not given fruit to Jesus when He was hungry is withered; whereas another fig tree is commanded to be cut down, that it may not cumber the ground (Luke 13:7). Then the disciples, whenever they see someone withered up after a vital appearance, marvel, saying: "How did the fig tree immediately wither away?" (Matt. 21:20). And we shall understand this still more if we adapt the matters at this passage to individuals, observing in what way in temptations Jesus asks for the fruits—for instance, in persecution, confession and martyrdom; and in the case of a woman's being madly in love with someone, the self-control and chastity of Joseph; and thus for each temptation the fruit that corresponds to it. And he who has not prepared himself to give to Jesus when He is hungry and comes upon him confession, or self-control, immediately is withered; for he who has denied is withered; and likewise also he who has committed fornication, even though during the time before the temptations he showed a vital power, and was as it were clad in the leaves of the fig tree. And the disciples marvel in the case of such persons, how Jesus came upon them hungry and seeking fruit, and because He did not find it immediately spoke, and it came to pass, and immediately the fig tree that was not prepared to bear fruit withered away. And oftentimes someone who has been a fig tree for many years is not withered; but when Jesus comes upon him in a season of temptation, and demands the fruit, because he has not given it to Him he immediately withers away, and has lost the life of so many years; and this happens inasmuch as, according to the word of the Saviour, "to everyone who has shall be giv-
Notes, col. 1465

On the reading

Printed τρόπόν, for τρόπον.

PG 13:1468Read from the page
θήσεται, καὶ περισσευθήσεται· ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ' αὐτοῦ, » ἵνα μὴ ἀργὸν ᾖ ὃ δοκεῖ ἔχειν. Ἕκαστος δὲ τῶν μαθητῶν, ἐὰν ἔχῃ πίστιν, καὶ μὴ διακριθῇ, καὶ τὸ τῆς συκῆς ποιεῖ, καὶ τὸ ἑξῆς αὐτῷ ἐπιφερόμενον.
-en, and he shall have abundance; but from him who does not have, even what he seems to have shall be taken away from him" (Matt. 25:29; Luke 8:18), that what he seems to have may not be idle. And each of the disciples, if he has faith and does not doubt, both does the deed of the fig tree, and what is brought forward next after it (Matt. 21:21).
Καὶ ἔργον ἐστι δεῖξαι πῶς ὁ Ἰησοῦ μαθητὴς ζητήσας καρπὸν ἐν συκῇ, καὶ μὴ εὑρὼν, λέγῃ αὐτῇ· « Μηκέτι ἐκ σοῦ καρπὸς γένοιτο εἰς τὸν αἰῶνα, » ἵνα παραχρῆμα καὶ ἐπ' αὐτῷ ξηρανθῇ ἡ συκῆ. Καὶ εἰς ταῦτα δὲ νόησόν τινα τὰ τῆς πίστεως ἐπαγγελλόμενον, καὶ οἰόμενον ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ ἐσθίειν, καὶ πίνειν, καὶ τὸν Ἰησοῦν ἐν ταῖς πλατείαις τῆς ψυχῆς αὐτοῦ δεδιδαχέναι· εἶτα ἡκέτω μαθητὴς ζητῶν καρπὸν σοφίας καὶ λόγον ἐν αὐτῷ, κατὰ τὴν περὶ τοῦ διδάσκειν τὰ θεῖα ἐπαγγελίαν, καὶ ζητῶν καὶ ἐρευνῶν τῷ λόγῳ αὐτὸν, μηδένα καρπὸν εὑρισκέτω· καὶ διὰ τοῦτο αὐτὸν παριστὰς τοῖς θεωροῦσι κενὸν τοῦ Χριστοῦ, παριστάτω τῷ λόγῳ ὅτι οὐχ οἷόν τε τινὰ καρπὸν ἔτι γενέσθαι αὐτῷ εἰς τὸν αἰῶνα ὑπὸ τῆς οἰήσεως βεβλαμμένῳ. Ὅρα οὖν εἰ μὴ ἐν τοιούτῳ ὁ ἔχων πίστιν καὶ μὴ διακριθεὶς, τὸ τῆς συκῆς παραπλησίως πως τῷ Ἰησοῦ ποιεῖ. Καὶ κρεῖττόν γέ ἐστι, τὴν ἀπατηλὴν συκῆν, καὶ νομιζομένην μὲν ζῆν, μὴ καρποφοροῦσαν δὲ, ἐλεγχθεῖσαν, ὅτι ἄκαρπός ἐστι, ξηρὰν τοῖς λόγοις τοῦ μαθητοῦ Ἰησοῦ φανῆναι, ἢ ἀπατῶντι τῇ νομιζομένῃ ζωῇ καὶ τῇ προσποιήσει τὰς τῶν ἀκάκων καὶ εὐεξαπατήτων καρδίας. Καλὸν οὖν ἐφάνη καὶ τοῦ Ἰησοῦ καὶ τῶν μαθητῶν αὐτοῦ ἔργον τὸ κατὰ τὴν ξηραινομένην συκῆν· ἐν ἑκάστῳ δ', οἶμαι, ἀπίστῳ καὶ ἀνόμῳ ὄρος ἐπίκειται, κατὰ τὴν ὁμολογίαν τῆς ἀπιστίας καὶ τῆς ἀνομίας, τῷ λόγῳ τῶν μαθητῶν Ἰησοῦ αἰρόμενον καὶ βαλλόμενον εἰς τὴν θάλασσαν τῆς κολάσεως αὐτοῦ· καὶ πάντα δὲ ὅσα ἐὰν αἰτῶσιν ἐν τῇ προσευχῇ πιστεύοντες οἱ Ἰησοῦ μαθηταὶ, λήψονται ὡς μαθηταὶ οὐδὲν τῶν μὴ δεόντων αἰτή-
And it is a task to show how the disciple of Jesus, having sought fruit on a fig tree and not having found it, may say to it, "May there no longer be fruit from you for ever" (Matt. 21:19), so that immediately at his word also the fig tree is withered. And for these things also conceive of someone professing the matters of faith, and supposing that he eats and drinks in the name of Jesus, and that Jesus has taught in the streets of his soul (Luke 13:26); then let a disciple come seeking fruit of wisdom and reason in him, according to his profession of teaching divine things, and seeking and examining him by reason, let him find no fruit; and therefore presenting him to the onlookers as empty of Christ, let him show by reason that it is not possible for any fruit any longer to come from him for ever, since he has been harmed by self-conceit. See, then, whether in such a case he who has faith and does not doubt does not do the deed of the fig tree in a manner somewhat similar to Jesus. And it is indeed better that the deceitful fig tree, both supposed to be alive and yet not bearing fruit, when convicted of being fruitless, should be shown withered by the words of the disciple of Jesus, than that by its supposed life and pretence it should deceive the hearts of the guileless and easily deceived. Good, therefore, appeared the work both of Jesus and of His disciples in the matter of the withering fig tree; and upon each unbelieving and lawless man, I think, a mountain lies, according to the measure of his unbelief and lawlessness, which by the word of the disciples of Jesus is taken up and cast into the sea of his punishment; and all things whatsoever the disciples of Jesus ask in prayer, believing, they will receive (Matt. 21:21-22), since as disciples they will ask nothing of the things that ought not to be asked-
PG 13:1469Read from the page
σοντες, καὶ ὡς πειθόμενοι τῷ διδασκάλῳ, μηδὲν ἄλλο αἰτοῦντες ἢ τὰ μεγάλα καὶ τὰ ἐπουράνια· εἶπε γὰρ ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ, « Αἰτεῖτε τὰ μεγάλα, καὶ τὰ μικρὰ προστεθήσεται ὑμῖν· καὶ αἰτεῖτε τὰ ἐπουράνια, καὶ τὰ ἐπίγεια προστεθήσεται ὑμῖν. »
-ed, and as obeying their Teacher, asking nothing else than the great and heavenly things; for Jesus said to His disciples: "Ask for the great things, and the small things shall be added to you; and ask for the heavenly things, and the earthly things shall be added to you."
Ὁ δὲ Μάρκος, ἀναγράψας τὰ κατὰ τὸν τόπον, ἀπεμφαῖνόν τι ὡς πρὸς τὸ ῥητὸν προσέθηκε ποιήσας, ὅτι, « ἰδὼν ὁ Ἰησοῦς ἀπὸ μακρόθεν συκῆν ἔχουσαν φύλλα, ἦλθεν ὡς εὑρήσων τι ἐν αὐτῇ· ἐλθὼν δὲ ἐπ' αὐτὴν, καὶ μηδὲν εὑρὼν εἰ μὴ φύλλα μόνον· οὐ γὰρ ἦν ὁ καιρὸς σύκων, ἀποκριθεὶς εἶπεν αὐτῇ· Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ. » Εἴποι γὰρ ἄν τις· Εἰ μὴ ὁ καιρὸς σύκων ἦν, πῶς ἦλθεν ὁ Ἰησοῦς ὡς εὑρήσων τι ἐν αὐτῇ, καὶ πῶς δικαίως εἶπεν αὐτῇ· « Μηκέτι εἰς τὸν αἰῶνα ἐκ σοῦ μηδεὶς καρπὸν φάγῃ; » Πρὸς τοῦτο δὲ λελέξεται, ὅτι οἱ κατειλεγμένοι παρὰ τῷ Ἀποστόλῳ καρποὶ τοῦ πνεύματος, ἀγάπη, χάρα, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἔστι μὲν ὅτε ἐν οἰκείῳ ἀποδίδονται καιρῷ· βέλτιον δὲ εἰ, τῶν περιεστηκότων ἐπὶ ἐναντίον τῷ καρποφορεῖν προκαλουμένων, δυνηθείη τις καὶ, διὰ τὸ πάνυ ὠφελεῖσθαι ἐκ τοῦ Λόγου, οὐδὲν ἧττον καὶ τότε διδόναι τοὺς καρποὺς τοῦ πνεύματος. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν· Εἷς τῶν καρπῶν τοῦ πνεύματός ἐστιν ἀγάπη· ταύτης δὲ καιρὸς μὲν, ὅτε οὐ χαλεπὸν ἀποδοῦναι τὸν καρπὸν τοῦ ἀγαπᾶσθαι· καὶ ἔστιν ἀγαπᾶν τὸν ἀγαπῶντα καρπὸς μὲν τοῦ πνεύματος, οὐ μὴν ἐν οὐκαιρῷ, ἵν' οὕτως ὀνομάσω, σύκων. Ἐπὰν δὲ ἐπὶ τὸ μισεῖν προκαλῆταί τις τὸν πιστεύοντα, τοιαῦτα πράττων, καὶ ἐπιβουλεύων, καὶ τοῖς ἤθεσι βεβλαμμένος ὢν, ὥστε δοκεῖν ἄξιος εἶναι τοῦ μισεῖσθαι, ὁ δὲ δίκαιος μηδὲ τὸν τοιοῦτον μισῇ, ἀλλ' ὡς υἱὸς « τοῦ τὸν ἥλιον ἀνατέλλοντος ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, » καὶ τότε αὐτὸν ἀγαπᾷ, οἱονεὶ ἐν οὐκαιρῷ σύκου τῆς ἀγάπης διδοὺς τὸν καρπὸν, μακάριός ἐστι. Τὸ δ' ὅμοιον νοήσεις καὶ ἐπὶ τῆς χαρᾶς· φέρειν μὲν γὰρ τὸν καρπὸν τοῦ πνεύματος τὴν χαρὰν, μηδενὸς ἐπὶ τὸ λυπεῖσθαι προκαλουμένου, καὶ δυσαρεστεῖσθαι, οὐ χαλεπόν· ὅταν δὲ τὰ μὲν περιεστηκότα ἐπὶ λύπην, καὶ ἀθυμίαν, καὶ
Now Mark, in recording the matters at this passage, added something incongruous as regards the literal sense when he represented that, "seeing from afar a fig tree having leaves, Jesus came if haply He might find anything on it; and when He came to it, He found nothing except leaves only—for it was not the season of figs—and answering He said to it: May no one ever again eat fruit from you for ever" (Mark 11:13-14). For someone might say: If it was not the season of figs, how did Jesus come as though He would find something on it, and how did He justly say to it: "May no one ever again eat fruit from you for ever"? And to this it will be said that the fruits of the Spirit enumerated by the Apostle—love, joy, peace, long-suffering, kindness, goodness, faith, meekness, self-control (Gal. 5:22-23)—are sometimes rendered in their own proper season; yet it is better if, when surrounding circumstances provoke one to the contrary of bearing fruit, someone should be able, because of being greatly benefited by the Word, nonetheless even then to give the fruits of the Spirit. And what I mean is of this sort: One of the fruits of the Spirit is love; and its season is when it is not hard to render the fruit of being loved; and to love him who loves is indeed a fruit of the Spirit, yet not in the unseason, so to call it, of figs. But whenever someone provokes the believer to hate, doing such things, and plotting against him, and being depraved in his morals, so as to seem worthy of being hated, and yet the righteous man does not hate even such a one, but as a son of Him "Who makes His sun rise upon evil and good" (Matt. 5:45), even then loves him, giving the fruit of love as it were in the unseason of a fig, he is blessed. And you will understand the like in the case of joy as well: for to bear the fruit of the Spirit, joy, when nothing provokes one to be grieved and displeased, is not hard; but when surrounding circumstances summon one to grief, and despondency, and
Notes, col. 1469

On the reading

Printed χάρα, for χαρὰ.