καθέδρας ὠνόμασεν ὁ Ματθαῖος καὶ ὁ Μάρκος, ἅς φασι κατεστράφθαι ὑπὸ τοῦ Ἰησοῦ. Ὡς εἴθε τούτων ἤκουον μετὰ τοῦ πρέποντος νοῦ τῇ θείᾳ Γραφῇ οἱ ἐπὶ τῆς καθέδρας Μωϋσέως αὐχοῦντες καθέζεσθαι, καὶ πωλοῦντες ὅλας ἐκκλησίας περιστερῶν, καὶ παραδιδόντες αὐτὰς τοιούτοις προεστηκόσι, περὶ ὧν λέγοιτ' ἂν τὸ ἐν τῷ Ἱερεμίᾳ ὑπὸ τοῦ Κυρίου λεγόμενον· « Οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐμὲ οὐκ ᾔδεισαν· υἱοὶ ἄφρονές εἰσι, καὶ οὐ συνετοί· σοφοί εἰσι τοῦ κακοποιῆσαι, τὸ δὲ καλῶς ποιῆσαι οὐκ ἔγνωσαν· » καὶ τὸ ἐν τῷ Μιχαίᾳ, οἶμαι, οὕτω λελεγμένον· « Οἱ ἡγούμενοι τοῦ λαοῦ μου ἐκβληθήσονται ἐξ οἴκου τρυφῆς αὐτῶν· » εἰ γὰρ ἤκουον, οὐκ ἂν ἐπώλησαν τὰς Χριστοῦ περιστερὰς, ἀλλὰ κατέστησαν ἄρχοντας αὐτῶν φειδομένους τῶν περιστερῶν, καὶ προνοουμένους τῆς σωτηρίας αὐτῶν, καὶ οὐ περιβλεπομένους τίνα ὡς παχεῖαν περιστερὰν θύσαντες καταθοινήσονται. Λέγει δὲ Ἰησοῦς τοῖς ἐκβαλλομένοις, ὡς πωλοῦσι καὶ ἀγοράζουσι, καὶ τοῖς κολλυβισταῖς, καὶ τοῖς πωλοῦσι τὰς περιστερὰς, δυσωπῶν αὐτοὺς ἀπὸ τῶν ὡς ἐκ προσώπου τοῦ Πατρὸς λεγομένων προφητειῶν, ὅτι τὸ μὲν γεγραμμένον ἐστίν· « Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται· » οὐδὲν γὰρ ἄλλο δεῖ εἶναι ἐν Ἐκκλησίᾳ Θεοῦ ἢ εὐχὴν πάσης ἁγίας πράξεως, καὶ προκαλουμένης τὴν τοῦ Θεοῦ ἐπισκοπὴν, εἰς εὐχὴν παρὰ Θεῷ λογιζομένης, καθὸ καὶ τό· « Ἀδιαλείπτως προσεύχεσθε, » δυνατόν ἐστιν· ὑμεῖς δὲ, ὦ οὗτοι, ταῖς ὑμετεραις κακίαις τὸν τῆς προσευχῆς οἶκον σπήλαιον λῃστῶν πεποιήκατε· καὶ εὑρεῖν ἔστι πολλαχοῦ κατὰ βραχὺ οὕτως εἰς διαστροφὴν ὁδεύσαντα τὰ τῆς νομιζομένης Ἐκκλησίας πράγματα, ὡς μηδὲν σπηλαίου λῃστῶν διαφέρειν τὸ ἄθροισμα συναγόμενον ἐν ὀνόματι Χριστοῦ, ὥστ' ἂν λέγεσθαι αὐτοῖς· « Δι' ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν. » Εἰ δὲ δεῖ τὰ εἴδη τρία τυγχάνοντα τῶν ἐνταῦθα κατειλεγμένων προσφιλονεικήσαντα τῇ σαφηνείᾳ τῆς Γραφῆς ἐπιμελέστερον διηγήσασθαι, μήποτε οἱ μὲν ἐν τῷ λαῷ μηδενὶ ἢ τῷ κόσμῳ σχολάζοντες, καὶ περὶ τὸ πωλεῖν καὶ ἀγοράζειν μόνον τὰς διατριβὰς ἔχοντες, καὶ σπανίως ταῖς προσευχαῖς προσκαρτεροῦντες, καὶ οἷς ἀπαιτεῖ ἔργοις ὁ θεῖος Λόγος, εἰσὶν οἱ πωλοῦντες καὶ ἀγοράζοντες ἐν τῷ ἱερῷ τοῦ Θεοῦ· οἱ δὲ μὴ καλῶς διάκονοι διοικοῦντες τὰ τῆς Ἐκκλησίας χρήματα,
did Matthew and Mark name seats, which they say were overthrown by Jesus. How I wish that those who boast of sitting upon the seat of Moses, and sell whole churches of doves, and hand them over to such presidents, would hear these things with the mind befitting the divine Scripture—men concerning whom might be said that which is spoken in Jeremiah by the Lord: "The rulers of My people did not know Me; they are foolish sons, and not intelligent; they are wise to do evil, but to do good they did not know" (Jer. 4:22); and that which in Micah, I think, is spoken thus: "The rulers of My people shall be cast out of the house of their luxury" (Mic. 2:9); for if they heard, they would not have sold the doves of Christ, but would have appointed rulers over them who spare the doves, and take thought for their salvation, and do not look around to see which one they may slaughter like a fat dove and feast upon. And Jesus says to those who are cast out as selling and buying, and to the money-changers, and to those who sell doves, putting them to shame from the prophecies spoken as from the person of the Father, that what is written is: "My house shall be called a house of prayer" (Isa. 56:7); for nothing else ought to be in the Church of God than prayer, every holy deed also, and such as calls forth the visitation of God, being reckoned as prayer before God, according as that also is possible: "Pray without ceasing" (1 Thess. 5:17); whereas you, O men, by your wickednesses have made the house of prayer a den of robbers; and one may find in many places the affairs of the supposed Church having gradually gone on into perversion in this way, so that the assembly gathered together in the name of Christ differs in nothing from a den of robbers, so that it might be said to them: "On your account My name is continually blasphemed among the Gentiles" (Isa. 52:5). And if one must, striving earnestly for the clearness of the Scripture, expound more carefully the classes, which are three, of those here enrolled, perhaps those among the people who devote their leisure to nothing save the world, and spend their time only in selling and buying, and rarely persevere in prayers and in the works which the divine Word requires, are those who sell and buy in the temple of God; while the deacons who do not manage well the funds of the Church,