Migne Reading Room

PG 13 · cols. 1400–1409 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1400Read from the page
λείψεις την ψυχήν μου εἰς ᾅδην. » Γενόμενος δὲ ἅπαξ κατὰ τὸν τόπον, ὑπομνήσαιμ' ἂν τοὺς φαντασίᾳ δοξολογίας τῆς περὶ τοῦ Χριστοῦ συγχέαντας τὰ περὶ τοῦ Πρωτοτόκου πάσης κτίσεως τοῖς περὶ ψυχῆς καὶ τοῦ σώματος Ἰησοῦ, τάχα δὲ καὶ τοῦ πνεύματος αὐτοῦ, καὶ ἓν πάντη ἀσύνθετον οἰομένους εἶναι τὸ ὀφθὲν καὶ ἐπιδημῆσαν τῷ βίῳ, ὅτι μὴ ὑγιῶς λέγουσι· πυθώμεθα γὰρ αὐτῶν εἰ ἡ θειότης « τῆς εἰκόνος τοῦ Θεοῦ τοῦ ἀοράτου, » καὶ ἡ ὑπεροχὴ τοῦ « Πρωτοτόκου πάσης κτίσεως,» εἰ ἐκεῖνος, « ἐν ᾧ ἔκτισται τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, » λύτρον ἐδόθη ἀντὶ πολλῶν· καὶ τίνι ἐδόθη ἐκείνη λύτρον, πολεμίῳ κατέχοντι ἡμᾶς αἰχμαλώτους, ἕως λάβῃ τὸ λύτρον· καὶ εἰ ἐχώρει τὸ τηλικοῦτον καὶ τοσοῦτον ἐκεῖνος λύτρον ἀντὶ τῶν αἰχμαλώτων λαβεῖν. Καὶ οὐ ταῦτά φημι ὡς καταφρονῶν τῆς ψυχῆς Ἰησοῦ, καὶ σμικρύνων αὐτὴν, ἀλλὰ βουλόμενος ταύτην μὲν κατὰ τὸ ἐνδεχόμενον λύτρον δεδόσθαι ὑπὸ τοῦ ὅλου Σωτῆρος· τὴν δὲ ὑπεροχὴν καὶ τὴν θεότητα ἐκείνην μηδ' ἂν δεδυνῆσθαι λύτρον δοθῆναι· πλὴν σήμερον οὐ λύω τὸν Ἰησοῦν ἀπὸ τοῦ Χριστοῦ, ἀλλὰ πολλῷ πλέον οἶδα ἓν εἶναι Ἰησοῦν τὸν Χριστὸν, καὶ τὴν ψυχὴν αὐτοῦ, πρὸς τὸν « Πρωτότοκον πάσης κτίσεως· » ἀλλὰ καὶ τὸ σῶμα αὐτοῦ, ὡς πλέον, εἰ δεῖ οὕτως ὀνομάσαι, εἶναι ἓν ὅλον τοῦτο, ὅπερ « ὁ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστιν. »
my soul unto Hades." Having once come to this passage, I would remind those who, through a fancy of giving glory concerning Christ, confuse the things concerning the Firstborn of all creation with the things concerning the soul and the body of Jesus, and perhaps also His spirit, and who suppose that what was seen and sojourned in life was one altogether uncompounded thing, that they do not speak soundly; for let us inquire of them whether the divinity "of the image of the invisible God," and the pre-eminence of the "Firstborn of all creation," whether He "in Whom were created all things in the heavens and on the earth, whether things visible or things invisible, whether thrones or dominions or principalities or authorities," was given as a ransom for many; and to whom that divinity was given as a ransom—to an enemy holding us captive until he should receive the ransom—and whether that enemy was capable of receiving so great and mighty a ransom in exchange for the captives. And I do not say these things as despising the soul of Jesus and belittling it, but wishing to show that this indeed, so far as was possible, was given as a ransom by the whole Saviour, whereas that pre-eminence and divinity could not even have been given as a ransom; nevertheless today I do not sever Jesus from the Christ, but much more do I know Jesus the Christ, and His soul as well, to be one with the "Firstborn of all creation;" and His body too, as being something more, if one must so name it, to be one whole with this, just as "he who is joined to the Lord is one spirit."
Περὶ τῶν δύο τυφλῶν.
Concerning the two blind men.
« Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς· καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, » καὶ τὰ ἑξῆς. Ἔστω μὲν καὶ τὰ τῆς ἱστορίας τῶν κατὰ τὸν τόπον ἀληθῆ, καὶ ἐκπορευομένῳ ἀπὸ τῆς Ἰεριχὼ τῷ Ἰησοῦ μετὰ τῶν μαθητῶν ἠκολουθηκέναι αὐτῷ ὄχλον πολὺν, καὶ τυφλοὶ δύο παρὰ τὴν ὁδὸν καθεζόμενοι τῆς ἀπὸ Ἰεριχὼ ἐξόδου, ἀκούσαντες, ὅτι Ἰησοῦς παρέρχεται τὸν τόπον ἐκεῖνον, καὶ αὐτοὶ κράξαντες εἰρηκέτωσαν· « Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ, » καὶ συμπεφωνηκέτωσαν ἐν τῷ κεκραγότες τὸ ἀναγεγραμμένον εἰρηκέναι· καὶ διὰ τοὺς τυφλοὺς ἀξιώσαντας ἐλεηθῆ-
"And as they were going out from Jericho, a great crowd followed Him; and behold, two blind men sitting by the way," and what follows. Let the facts of the history of the things in this passage also be true, and as Jesus was going out from Jericho with the disciples let a great crowd have followed Him, and let two blind men sitting by the way of the exit from Jericho, having heard that Jesus was passing by that place, themselves also have cried out and said: "Have mercy on us, Lord, Son of David," and let them have agreed in uttering what is recorded as they cried out; and on account of the blind men who asked to be shown mercy
Notes, col. 1400

On the reading

Printed την, for τὴν.

PG 13:1401Read from the page
ναι στὰς ὁ Ἰησοῦς πεφωνηκέτω αὐτοὺς, ἵνα μὴ παράγων καὶ παρερχόμενος αὐτοὺς καλῇ. Ἀλλὰ καὶ ἑστηκὼς, καὶ πυνθανόμενος εἰρηκέτω αὐτοῖς· « Τί θέλετε ἵνα ποιήσω ὑμῖν; » Τήν τε ἀξίωσιν ἰδικώτερον ἤδη παριστάντες οἱ τυφλοὶ εἰρηκέτωσαν αὐτῷ θέλειν ἵνα ἀνοιγῶσιν ἀπὸ τοῦ Ἰησοῦ οἱ ὀφθαλμοὶ αὐτῶν· καὶ ὁ φιλάνθρωπος ἡμῶν καὶ συμπαθὴς Σωτὴρ, σπλαγχνισθεὶς ἐπὶ τοῖς τυφλοῖς, σπλαγχνισθεὶς δ', οἶμαι, τῷ προειληφέναι ἐκείνους τὸ προκαλούμενον τὸν, ἵν' οὕτως ὀνομάσω, ἔλεον τοῦ Ἰησοῦ, ὅπερ ἦν τὸ κεκραγότας εἰρηκέναι· « Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ Δαυΐδ, » καὶ πεπιστευκότας ἠξιωκέναι ἵνα ἀνοιγῶσιν οι ὀφθαλμοὶ αὐτῶν, ἁψάμενος αὐτῶν τῶν ὀφθαλμῶν, δύναμιν διὰ τῆς ἁφῆς ἰατρικὴν ἐνιεὶς τοῖς ὀφθαλμοῖς πεποιηκέτω τοὺς τυφλοὺς ἀναβλέπειν, κἀκεῖνοι εὐχαρίστως ἠκολουθηκέτωσαν τῷ Ἰησοῦ· καὶ πιστεύσας τις τούτοις, καὶ γινώσκων δὲ τό· « Ἐὰν μὴ πιστεύσητε, οὐ μὴ συνῆτε, » ἐκ τοῦ πεπιστευκέναι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως τὸ συνιέναι εἰληφέτω, καὶ εἰληφὼς λεγέτω τὰ περὶ τούτων, μετὰ τὸν περὶ αὐτῶν τῆς πίστεως θεμέλιον περὶ αὐτῶν ἑρμηνεύων, κατὰ τό· « Ἐπίστευσα, διὸ ἐλάλησα· » καὶ ἔστω ὁ τοιοῦτος οὐ μόνον πιστεύων τῷ Ἰησοῦ καὶ τοῖς κατὰ τὸν τόπον τοῦτον ἀναγεγραμμένοις, ἀλλὰ καὶ γινώσκων τὸν περὶ αὐτῶν νοῦν· ὁ γὰρ μένων ἐν τῇ τῆς πίστεως ἀληθείᾳ, καὶ διὰ τῶν ἔργων τοῦ Λόγου ἐμμένων τῷ Λόγῳ, κατὰ τὴν Ἰησοῦ ἐπαγγελίαν, γινώσκει τὴν ἀλήθειαν, καὶ ὑπ' αὐτῆς ἐλευθεροῦται. Καὶ ἡμεῖς δὲ, ἐπεὶ μὴ πιστεύοντες μὲν οὐ συνίεμεν τοῦ βουλήματος τῶν λεγομένων, συνιέντες δὲ ἐκ τοῦ πιστεύειν συνίεμεν, φέρε τὰ ὑποπίπτοντα ἡμῖν εἰς τὸν τόπον, εὐξάμενοι τῷ ῥυομένῳ ἡμᾶς ἀπὸ τοῦ κεκαλύφθαι ἡμῖν τὸ Εὐαγγέλιον, καθὸ χωροῦμεν παραστήσωμεν· καὶ πρῶτόν γε κατανοήσωμεν τί τὸ, ἐκπορευομένων ἀπὸ Ἰεριχὼ τῶν μαθητῶν τοῦ Ἰησοῦ μετὰ τοῦ Σωτῆρος ἠκολουθηκέναι αὐτῷ πολὺν ὄχλον. Ὅρα τοίνυν εἰ δύνασαι, μεμνημένος τῶν ἡμῖν ὑπαγορευθέντων εἰς τὴν ἐν τῷ κατὰ Λουκᾶν Εὐαγγελίῳ παραβολὴν τήν· « Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ, καὶ περιέπεσε λῃσταῖς, » ἐπιστήσας λέγειν μήποτε καὶ ἐνταῦθα Ἰεριχὼ σύμβολόν ἐστι τοῦ περιγείου τόπου συνήθως καλουμένου κατὰ τὴν Γραφὴν κόσμου. Ὁ μὲν
let Jesus have stood still and called them, so that He might not call them while passing by and going past. And having stood still and inquired, let Him also have said to them: "What do you wish that I should do for you?" And let the blind men, now setting forth their request more specifically, have said to Him that they wished that their eyes might be opened by Jesus; and let our humane and compassionate Saviour, moved with compassion for the blind men—and moved with compassion, I think, because they had anticipated that which calls forth what I may call the mercy of Jesus, which was their having cried out and said: "Have mercy on us, Lord, Son of David," and having believed and asked that their eyes might be opened—having touched their eyes, instilling a healing power into their eyes through the touch, have made the blind men recover their sight, and let them have thankfully followed Jesus; and let anyone who has believed these things, and who knows also the saying: "Unless you believe, you shall by no means understand," from having believed receive understanding according to the proportion of faith, and having received it let him speak the things concerning them, interpreting concerning them after the foundation of faith concerning them, according to the saying: "I believed, wherefore I spoke;" and let such a one not only believe Jesus and the things recorded in this passage, but also know the mind concerning them; for he who abides in the truth of faith, and through the works of the Word abides in the Word, according to the promise of Jesus, knows the truth and is set free by it. And as for us, since when we do not believe we do not understand the intent of the things said, whereas when we understand it is from believing that we understand, come, having prayed to Him Who delivers us from having the Gospel veiled to us, let us set forth what occurs to us on the passage so far as we are able; and first of all let us consider what is meant by the fact that, as the disciples of Jesus were going out from Jericho with the Saviour, a great crowd followed Him. See, then, whether you can, calling to mind the things dictated by us on the parable in the Gospel according to Luke: "A certain man was going down from Jerusalem to Jericho, and fell among robbers," upon giving attention say that perhaps here also Jericho is a symbol of the earthly place customarily called in Scripture the world. He, then,
Notes, col. 1401

On the reading

Printed οι, for οἱ.

PG 13:1404Read from the page
οὖν καταβαίνων ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχὼ Ἀδὰμ, τουτέστιν ἄνθρωπος, περιπέπτωκε λῃσταῖς· διὰ δὲ τοὺς ἐν Ἰεριχὼ πολλοὺς, πολὺς γὰρ ὄχλος ἐν Ἰεριχὼ, Ἰησοῦς ἡμῶν, ἅμα τοῖς μαθηταῖς γενόμενος ἐν αὐτῇ, ἐμπορευέσθω πραγματευόμενος, διὰ δὲ τοῦ εἰς τὴν Ἰεριχὼ εἰσεληλυθέναι, τὸ τοὺς βουλομένους ἕπεσθαι ὁδηγεῖν· οὐ γὰρ οἴδασιν οἱ ἐν Ἰεριχὼ ἐξελθεῖν ἀπὸ τοῦ κοσμικοῦ φρονήματος, ἐὰν μὴ θεάσωνται οὐ μόνον τὸν Ἰησοῦν ἐκπορευόμενον ἀπὸ τῆς Ἰεριχὼ, ἀλλὰ καὶ τοὺς μαθητὰς αὐτοῦ· ταῦτα δὲ θεωρήσαντες, ἀκολουθοῦσιν αὐτῷ ὄχλος πολύς. Καὶ ἔστι, κατανοοῦντα τοὺς κατὰ τὸν λόγον βιοῦν θέλοντας, καὶ τοῦ κόσμου καὶ τῶν περιγείων καταφρονεῖν βουλομένους, ἀκολουθοῦντας τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, καὶ κατ' ἴχνη βαίνοντας αὐτοῖς ἐκπορευομένοις ἀπὸ Ἰεριχὼ, βλέπειν τὰ κατὰ τὸν τόπον. Ἀκολουθοῦσι μέντοι ὁ πολὺς ὄχλος τῷ Ἰησοῦ, ἵν' ὀπίσω αὐτοῦ βαδίζοντες, καὶ αὐτῷ ὁδηγῷ χρώμενοι, ἀναβῶσιν εἰς τὴν Ἱερουσαλήμ.
who goes down from Jerusalem to Jericho, Adam, that is, man, has fallen among robbers; and on account of the many in Jericho, for there is a great crowd in Jericho, let our Jesus, having come to be in it together with the disciples, traffic and do business, through having entered into Jericho, to guide those who wish to follow; for those in Jericho do not know how to come out from the worldly mind unless they behold not only Jesus going out from Jericho, but also His disciples; and having beheld these things, a great crowd follows Him. And it is possible, when one considers those who wish to live according to the word, and who resolve to despise the world and earthly things, following Jesus and His disciples, and walking in their footsteps as they go out from Jericho, to see the things of this passage. The great crowd, however, follows Jesus in order that, walking behind Him and using Him as guide, they may go up to Jerusalem.
Μετ' ὀλίγα οὖν ἐπιφέρεται, ὅτι, « Ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθφαγὴν εἰς τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ὁ Ἰησοῦς ἀπέστειλε τοὺς μαθητὰς, » καὶ τὰ ἑξῆς. Εἶθ' ἑξῆς γέγραπται, οἱονεὶ δεικνύντος τοῦ λόγου τοὺς ὅσον οὐδέπω θεραπευθησομένους τυφλοὺς, τό· « Καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδὸν, ἀκούσαντες, ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. » Καὶ πρόσχες ἐν τούτοις τῷ, « Καὶ ἰδοὺ δύο τυφλοὶ, » εἰ μὴ δεῖξιν περιέχει τὸ, « Ἰδού.» Εἴπερ οὖν δεικνύντι τῷ λόγῳ τοὺς δύο τυφλοὺς παρακολουθεῖν δυνάμεθα, καὶ βλέπειν αὐτοὺς, φήσομεν, ὅτι Ἰσραὴλ καὶ Ἰουδαῖοι πρὸ τῆς Ἰησοῦ ἐπιδημίας τυφλοὶ ἦσαν· πλὴν « καθεζόμενοι παρὰ τὴν ὁδὸν, » τῷ ἐν νόμῳ καὶ προφήταις ποιῆσαι τὰς διατριβάς· τυφλοὶ μὲν τῷ μὴ βλέπεσθαι αὐτοῖς πρὸ τῆς Ἰησοῦ εἰς τὰς ψυχὰς αὐτῶν ἐπιδημίας τὸν ἐν νόμῳ καὶ τοῖς προφήταις ἀληθῆ λόγον· κεκραγότες δὲ τό· « Ἐλέησον ἡμᾶς, Κύριε, υἱὲ Δαυΐδ, » παρὰ τὸ συναισθέσθαι ἑαυτῶν μὴ βλεπόντων τὸ βούλημα τῶν γραμμάτων, καὶ βουλομένων ἀναβλέψαι, καὶ ἰδεῖν τὴν ἐν αὐτοῖς δόξαν. Ὡς ἔτι δὲ τυφλοὶ καὶ μηδὲν μέγα περὶ τοῦ Ἰησοῦ φανταζόμενοι, ἀλλὰ τὸ κατὰ σάρκα αὐτοῦ μόνον νοοῦντες, καλοῦσι τὸν γενόμενον ἐκ σπέρματος
A little later, then, it is added that "When they drew near to Jerusalem, and came to Bethphage, to the Mount of Olives, then Jesus sent the disciples," and what follows. Then next is written, as though the word were pointing out the blind men who were all but about to be healed: "And behold, two blind men sitting by the way, having heard that Jesus was passing by, cried out, saying: Have mercy on us, Lord, Son of David." And attend in these words to the phrase, "And behold, two blind men," whether the word "Behold" does not contain a pointing out. If, then, as the word points out the two blind men, we are able to follow closely and see them, we shall say that Israel and the Jews before the sojourn of Jesus were blind, yet "sitting by the way," through spending their time in the law and the prophets: blind indeed because before the sojourn of Jesus into their souls the true word in the law and the prophets was not seen by them; and crying out: "Have mercy on us, Lord, Son of David," because they were conscious of themselves as not seeing the intent of the letters, and wished to recover their sight and see the glory in them. Yet as being still blind and imagining nothing great concerning Jesus, but understanding only what was according to the flesh in Him, they call Him Who came from the seed
PG 13:1405Read from the page
Δαυῒδ κατὰ σάρκα, ἐπεὶ μηδὲν τούτου πλέον συνίεσαν, υἱὸν Δαυΐδ· καὶ πᾶσα αὐτῶν ἡ δοκοῦσα διὰ τὴν Θεοσέβειαν μεγαλοφωνία οὐδὲν πλέον ᾔδει λέγειν περὶ τοῦ Σωτῆρος ἢ ὅτι υἱὸς ἦν τοῦ Δαυΐδ. Ἐὰν δὲ λέγω δύο τυφλοὺς, τὸν πρὸ τῆς Ἰησοῦ εἰς τὴν ψυχὴν αὐτῶν ἐπιδημίας Ἰσραὴλ καὶ Ἰούδαν, ἄναγε σαυτὸν ἐπὶ τὰς Βασιλείας, καὶ κατανόησον κατὰ τοὺς χρόνους Ῥοβοὰμ διαιρούμενον τὸν λαὸν Ἰσραὴλ καὶ Ἰούδαν · καὶ ἑξῆς ὅρα τοὺς προφήτας, ὁτὲ δὲ τῷ Ἰσραὴλ, ὁτὲ δὲ τῷ Ἰούδᾳ προφητεύοντας, ὅπου δὲ ἅμα ἀμφοτέροις. Ἰδίᾳ μὲν οὖν πῶς ἑκατέρῳ προφητεύουσιν εὕροις ἂν προσέχων τῇ ἀναγνώσει τῶν προφητῶν · ἅμα δὲ Ἰσραὴλ καὶ Ἰούδᾳ, ἡνίκα διὰ τοῦ Ἰησοῦ ἐπαγγέλλεται ὁ Θεὸς « συντελέσειν ἐπὶ τὸν οἶκον Ἰούδα Διαθήκην Καινὴν, οὐ κατὰ τὴν Διαθήκην ἣν ἐποίησεν ὁ Θεὸς τοῖς πατράσιν » ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου. Καὶ τυφλοί γε ὄντες, ὁ Ἰσραὴλ, περὶ οὗ πολλάκις ἀποδεδώκαμεν ἀντιδιαστελλόμενοι αὐτὸν πρὸς τὸν κατὰ σάρκα Ἰσραὴλ καὶ Ἰούδα ὁμοίως, « ἀκούσαντες, ὅτι Ἰησοῦς παράγει, ἔκραξαν· » ἀκούσαντες, φησὶν, ὅτι γὰρ, οἶμαι, τῶν κηρυσσόντων τὰ περὶ τῆς Ἰησοῦ ἐπιδημίας, καὶ ὅτι παράγει τὴν παρελευσομένην Ἱεριχὼ, ἐπιδημῶν μὲν αὐτῇ, ἐξελευσόμενος δὲ ἀπ' αὐτῆς, εὐλαβοῦνται μὴ παρέλθῃ αὐτοὺς μὴ ἐλεηθέντας· διὸ κεκράγασι πρὸς αὐτὸν λέγοντες· « Ἐλέησον ἡμᾶς, Κύριε, υἱὸς Δαυΐδ. » Εὐεργετῶν δὲ ὁ Σωτὴρ οὐ παράγει, ἀλλ' ἵσταται, ἵνα στάντος αὐτοῦ μὴ παραῤῥέῃ ἡ εὐεργεσία καὶ παρέρχηται, ἀλλ' ὡς ἀπὸ πηγῆς ἑστώσης ἐγγένηται τοῖς εὐεργετουμένοις.
David according to the flesh, since they understood nothing more than this, "Son of David"; and all their loud crying, which seemed to come from godliness, knew nothing more to say concerning the Saviour than that He was the Son of David. And if I say that the two blind men are Israel and Judah before the sojourn of Jesus into their soul, carry yourself back to the Books of Kings, and consider the people divided in the times of Rehoboam into Israel and Judah (1 Kings 12); and next see the prophets, sometimes prophesying to Israel, and sometimes to Judah, and in some places to both together. How, then, they prophesy to each separately you may find by attending to the reading of the prophets; and to Israel and Judah together, when through Jesus God promises "to consummate upon the house of Judah a New Covenant, not according to the Covenant which God made with their fathers" when they went forth out of the land of Egypt (Jer. 31:31-32; Heb. 8:8-9). And being blind, Israel—concerning whom we have often explained, distinguishing him from Israel according to the flesh—and Judah likewise, "having heard that Jesus was passing by, cried out" (Matt. 20:30); having heard, he says—from those, I think, who proclaimed the things concerning the sojourn of Jesus, and that He was passing by Jericho which is going to pass away, sojourning in it indeed, but about to go forth from it—they fear lest He should pass them by without their having obtained mercy; wherefore they have cried out to Him, saying: "Have mercy on us, Lord, Son of David" (Matt. 20:30). And in doing good the Saviour does not pass by, but stands still, so that when He stands still the benefit may not flow past and pass by, but as from a standing spring may arise in those who receive the benefit.
Στὰς οὖν ὁ Ἰησοῦς, καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν, καὶ τῆς ἀξιώσεως, καλεῖ αὐτοὺς πρὸς ἑαυτὸν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος, ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώνησε, καὶ ἐπὶ τῷ μηδὲν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσιν. Ὡς εἴθε, καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων καὶ λεγόντων· « Ἐλέησον ἡμᾶς, Κύριε, » φωνήσαι ἡμᾶς ἀρχο-
Standing still, therefore, Jesus, being struck by their outcry and their entreaty, calls them to Himself, already making the beginning of His benefit when He called them; for He would not have called them in vain, and to the end that nothing should be accomplished in those who were called. Would that, when we also have cried out to Him and said, "Have mercy on us, Lord," He might call us, begin-
PG 13:1408Read from the page
μένους ἀπὸ τοῦ, « Υἱὸς Δαυΐδ, » καὶ στάς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει! Εἶπεν οὖν ἐκείνοις· «Τί θέλετε ἵνα ποιήσω ὑμῖν; » ὅπερ τοιοῦτον εἶναι νομίζω· Τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἰεριχὼ, καὶ ἀκολουθοῦντές μοι ἀκούσωσι καὶ θεάσωνται τὸ γινόμενον. Ἀλλ' ἐκεῖνοι ἀπεκρίναντο· « Κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν· » ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μὲν, τῷ εἶναι ἀπὸ Ἰσραὴλ καὶ Ἰούδα, τυφλωθέντες δὲ ὑπὸ τῆς κακίας, καὶ συνησθημένοι αὐτῆς, καὶ ἀκούσαντες τῶν λεγομένων περὶ τοῦ Σωτῆρος, φασὶ πρὸς αὐτὸν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. Καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ Γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν· οὗτοι γάρ φασι τό· « Ἐλέησον ἡμᾶς· » καὶ τό· « Θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. » Ὡς εἴθε καὶ ἡμεῖς, αἰσθανόμενοι ἐν οἷς τυφλώττομεν, καὶ οὐ βλέπομεν, παρ' αὐτὴν καθεζόμενοι τῶν Γραφῶν τὴν ὁδὸν, ἀκούσαντες, ὅτι Ἰησοῦς παράγει, διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν, καὶ εἴποιμεν, ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν! ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁψάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται ὁ Σωτὴρ ἡμῶν, καὶ ὡς Δύναμις, καὶ Λόγος, καὶ Σοφία, καὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων ὀφθαλμῶν ἡμῶν· καὶ ἁψαμένου αὐτοῦ, φεύξεται μὲν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν, ἀλλὰ καὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ' αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι, ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσαντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ' αὐτοῦ πρὸς τὸν Θεὸν, καὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι' αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν Θεὸν, μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. Ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἰεριχὼ, καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολὺν, τοὺς οὐκ Ἰσραὴλ, οὐδὲ Ἰούδαν· τοὺς δὲ δύο τυφλοὺς ἀκούσαντας, ὅτι Ἰησοῦς παράγει, καὶ εἰδότας, ὅτι υἱός ἐστι Δαυΐδ, καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος, καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὐτῶν, Ἰσραὴλ καὶ Ἰούδαν τοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ, καὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. Ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.
from the saying, "Son of David," and may He stand still and call us as attending to our request! He said, then, to them: "What do you wish that I should do for you?" which I think to be of this sort: Set forth what you wish, make it plain, so that all who go out from Jericho and follow Me may hear and behold what takes place. But they answered: "Lord, that our eyes may be opened;" which answer those who are noble-born indeed through being from Israel and Judah, yet blinded by wickedness, and who have become conscious of it and have heard the things said concerning the Saviour, speak to Him, and say that they wish that their eyes may be opened. And above all do those say this who in reading the holy Scripture are not insensible of themselves as being blind to the mind in it; for these say: "Have mercy on us;" and: "We wish that our eyes may be opened." Would that we also, perceiving the things in which we are blind and do not see, sitting by the very way of the Scriptures, having heard that Jesus is passing by, might through our request make Him stand still, and say that we wish that our eyes may be opened! And if we say this from a disposition longing to see the things which Jesus grants us to see when He touches the eyes of the soul, our Saviour will be moved with compassion, and being Power, and Word, and Wisdom, and all the things that are recorded concerning Him, He will touch our eyes that did not see before Him; and when He touches them, darkness and ignorance will flee away, and straightway we shall not only recover our sight, but shall also follow Him, our very recovery of sight from Him working together towards our doing nothing else than following Him Who made us recover our sight, so that, ever following Him, we may be guided by Him to God, and with our eyes that have recovered their sight through Him may see God, together with those who are pronounced blessed for having a pure heart. We have, then, those who go out from Jericho and follow Jesus, being a great crowd, as those who are neither Israel nor Judah; and the two blind men who heard that Jesus was passing by, and knew that He is the Son of David, and became conscious of their own blindness, and asked that their eyes might be opened, as Israel and Judah who have been explained above, whose closed and shut eyes recover their sight through the touch of Jesus. These things, then, according to Matthew.
Ἐπεὶ δὲ Μάρκος καὶ Λουκᾶς κατά τινας μὲν
But since Mark and Luke according to some
PG 13:1409Read from the page
τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται, κατὰ δέ τινας ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. Καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μάρκον, οὕτως ἀναγράψαντα τὰ κατὰ τὸν τόπον· « Καὶ ἔρχεται εἰς Ἰεριχὼ· καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν, καὶ τῶν μαθητῶν αὐτοῦ, καὶ ὄχλου ἱκανοῦ, ἰδοὺ ὁ υἱὸς Τιμαίου, Βαρτιμαῖος τυφλὸς, » καὶ τὰ ἑξῆς, ἕως τοῦ· « Καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ. » Ὁ μὲν οὖν τῇ ἱστορίᾳ ψιλῇ παριστάμενος, καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστὰς, ἐρεῖ οὐχ ἅμα γεγονέναι τὸ κατὰ τὸν Ματθαῖον, καὶ τὸν Μάρκον, ἀλλά τινι μὲν ἐπιδημίᾳ τῇ ἐν Ἰεριχὼ γεγονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς· ἑτέρᾳ δὲ τὰ κατὰ τὸν ἕνα τοῦτον υἱὸν Τιμαίου, Βαρτιμαῖον· καὶ ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. Εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι, συνεργοῦντος καὶ τοῦ ἁγίου Πνεύματος, τὰ Εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτὰ δηλονότι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ αὐτῇ ἐπιδημίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι ἢ ἕνα, ἑτέρα μὲν ἐπιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου, ἑτέρα δὲ ὑπὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑπὸ τοῦ Λουκᾶ ὡς τῷ ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρῥηκότως ἀποφήνασθαι. Καὶ οὐδὲν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἰεριχὼ τὴν προτέραν θεραπείαν, διὰ τῆς λέξεως, καὶ τῆς ὁμοίως ἀξιώσεως, καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. Εἴποι δ' ἄν τις οὕτω, καὶ ἄλλος ἐστὶν ὁ κατὰ Λουκᾶν τυφλὸς θεραπευθείς. Ὁ μέντοιγε ὅλων τούτων ζητῶν βαθυτέραν διήγησιν φήσει, ὅτι ἓν καὶ τὸ αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρίσταται· δύο μὲν γὰρ τυφλοί εἰσιν, ὡς ἀποδέδοται Ἰσραὴλ καὶ Ἰούδας· εἷς δὲ ὁ ὅλων τούτων λαὸς, ὅτε εἷς δηλοῦται θεραπευόμενος τυφλός. Ὄχλου οὖν ἱκανοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα παρὰ τὴν ὁδὸν καθεζόμενον, καὶ πενόμενον τοῖς νοήμασι, καὶ ἐπαιτοῦν τὰ εἰς τὴν χρείαν τῆς ψυχῆς, ἀκοῦσαν, ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν, ἔρχεται μέγα βοῶν, ἀξιοῦν τὸν Σωτῆρα, ὡς υἱὸν Δαυΐδ, ἔλεον αὐτῷ παρασχεῖν· καὶ ἐπὰν ἴδῃς τῶν ἀπὸ
set forth the same history, and according to some another similar one, it is worthwhile to see their accounts also. And first we must consider the account according to Mark, who recorded the things in the passage thus: "And He comes to Jericho; and as He was going out from there, with His disciples and a considerable crowd, behold, the son of Timaeus, Bartimaeus, a blind man," and what follows, down to: "And he followed Him in the way." He, then, who stands by the bare history, and does not wish the evangelists to be at variance, will say that the events according to Matthew and Mark did not take place at the same time, but that in one sojourn in Jericho the events concerning the two blind men who recovered their sight took place; and in another, the events concerning this one son of Timaeus, Bartimaeus; and in another, the events according to Luke. For if indeed we believe that the Gospels were accurately recorded with the cooperation also of the Holy Spirit, and that those who wrote them manifestly did not err in recounting them, since it is not possible in one and the same sojourn for it to be true that two blind men were healed or one, one sojourn has been indicated by Matthew, and another by Mark, and yet another by Luke, as one who pays attention can from the difference with respect to the rest confidently declare this also. And it is nothing wonderful if someone among those in Jericho, having observed the former healing, wished through the wording and the like request and in the same place to be healed. And speaking thus, one might say that the blind man healed according to Luke is also another. He, however, who seeks a deeper explanation of all these things will say that one and the same thing is presented in different words; for they are two blind men, as Israel and Judah have been explained to be; and one is the people made up of all these, when one blind man is shown being healed. When a considerable crowd from the Gentiles, then, goes out together from worldly things with Jesus and His disciples, a certain Israelite remnant sitting by the way, and poor in thoughts, and begging for the things needed for the soul, having heard that it is Jesus the Nazarene, comes crying out loudly, asking the Saviour, as Son of David, to grant it mercy; and whenever you see those from