τίς ἐστί μου πλησίον; » Ἔδει δὲ καὶ ἀπὸ Παύλου ἀνεγνωκέναι τό· « Δυνάμενοι ἐν βάρει εἶναι ὡς Χριστοῦ ἀπόστολοι, ἐγενήθημεν ἤπιοι ἐν μέσῳ ὑμῶν, ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα. » Ἐχρῆν μιμήσασθαι καὶ τό· « Ἢ ἁμαρτίαν ἐποίησα, ἐμαυτὸν ταπεινῶν, ἵνα ὑμεῖς ὑψωθῆτε; » Οἱ ἄρχοντες οὖν τῶν μὲν ἐθνῶν κατακυριευέτωσαν αὐτῶν· τῆς δὲ Ἐκκλησίας δουλευέτωσαν αὐτῇ· ἀλλὰ καὶ οἱ μεγάλοι μὲν τῶν ἐθνῶν κατεξουσιαζέτωσαν αὐτῶν· τῶν δὲ πιστῶν ἀκουέτωσαν τοῦ· « Μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν.» Παιδευώμεθα δὲ καὶ πρὸς τὸ μὴ ἀποδέχεσθαι κολακείας, μηδὲ ἡδέως καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ἐφ' οἷς ἂν δόξωμεν εὖ τινας πεποιηκέναι, εὐεργέται. Οὐ ταῦτα δέ φαμεν ἀνεπιστημόνως « ταπεινοῦν » ἑαυτοὺς θέλοντες « ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, » καὶ κατὰ τὸν λόγον αὐτοῦ, ὑπὸ τὴν ἐκκλησιαστικὴν διακονίαν· ἔστι δ' ὅτε χρὴ, κατὰ τὴν ἀποστολικὴν φωνὴν, « τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἐλέγχειν, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν· » ἔστι δ' ὅτε δεῖ, χρησάμενον τῇ ἐξουσίᾳ, « παραδοῦναί τινα τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου· » σπανίως δὲ τὸ τοιοῦτο ποιητέον· « νουθετητέον » γὰρ « τοὺς ἀτάκτους καὶ παραμυθητέον τοὺς ὀλιγοψύχους, καὶ ἀνθεκτέον τῶν ἀσθενῶν, καὶ πρὸς πάντας δὲ μακροθυμητέον, καὶ οὐδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδοτέον. » Καὶ οὐ χρὴ ἡγεῖσθαι ἐχθρὸν εἶναι τὸν ἁμαρτάνοντα, ἀλλ' ἀκουστέον τοῦ Ἀποστόλου λέγοντος· « Μὴ ὡς ἐχθρὸν ἡγεῖσθε, ἀλλὰ νουθετεῖτε ὡς ἀδελφόν. » Καὶ ταῦτα πάντα μοι λέλεκται βουλομένῳ κατὰ τὸν λόγον παραστῆσαι, ὅτι οὐ μιμητέον τῷ ἄρχοντι τῆς Ἐκκλησίας τὸν ἄρχοντα τῶν ἐθνῶν, οὐδὲ ζηλωτέον τοὺς κατακυριεύοντας, καὶ κατεξουσιάζοντας, καὶ βασιλεῖς· ἀλλ' ὅση δύναμις καὶ ἐν τούτοις Χριστὸν μιμητέον τὸν εὐεντευκτότατον, καὶ γυναιξὶν ὁμιλοῦντα, καὶ παιδίοις ἐπιτιθέντα χεῖρας. Εἰ καὶ μείζονα δ' ἔχει λόγον τὸν Ἰησοῦν βεβληκέναι ὕδωρ εἰς νιπτῆρα, καὶ τοὺς πόδας τῶν μαθητῶν κεκαθαρκέναι, οὐδὲν ἧττον καὶ κατὰ τὴν λέξιν ἀκουστέον αὐτοῦ περὶ τούτων λέγοντος· « Ὑμεῖς φωνεῖτέ με, ὁ διδάσκαλος, καὶ ὁ Κύριος, καὶ καλῶς λέγετε· εἰμὶ γὰρ, » καὶ τὰ ἑξῆς· διὰ τούτων γὰρ διδάσκει μιμητὰς αὐτοῦ τῆς ἐπαινετῆς ταπεινότητος γίνεσθαι τοὺς μαθητάς. Τάχα δὲ καὶ ἐπεὶ Κύριος ὢν ἐδούλευσεν ὑπὲρ ἀνθρώπων σωτηρίας τῷ γένει ἡμῶν, κατὰ τοῦτο λέγεται μορφὴν δούλου ἀνειληφέναι, καὶ τεταπεινωκέναι ἑαυτὸν γινόμενον ὑπήκοον μέχρι θανάτου· καὶ εἴπερ διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν, ὁ βουλόμενος ὑψοῦσθαι τὰ παραπλήσια ποιησάτω τῷ διὰ τάδε τινὰ ὑπερυψοῦσθαι· καὶ γὰρ Υἱὸς τοῦ ἀνθρώπου εἰ καὶ διηκονήθη, ἡνίκα « ἄγγελοι προσῆλθον,
who is my neighbour?" And we ought also to have read from Paul this: "Though we might have been burdensome as apostles of Christ, we became gentle in the midst of you, as when a nurse cherishes her own children." We ought also to have imitated this: "Or did I commit a sin in humbling myself that you might be exalted?" Let the rulers of the Gentiles, then, lord it over them; but let the rulers of the Church serve it; and let the great ones of the Gentiles exercise authority over them; but let those of the faithful hear this: "Learn from Me, for I am meek and lowly in heart, and you shall find rest for your souls." Let us also be trained not to welcome flatteries, nor to take pleasure in being called benefactors by men on account of those things in which we may seem to have done good to some. Yet we do not say these things wishing unskilfully to "humble" ourselves "under the mighty hand of God," and, according to His word, under the ecclesiastical ministry; for sometimes it is necessary, according to the apostolic voice, "to reprove those who sin in the presence of all, so that the rest also may have fear;" and sometimes it is needful, making use of authority, "to deliver such a one to Satan for the destruction of the flesh, that the spirit may be saved in the day of the Lord;" yet rarely is such a thing to be done; for "we must admonish the disorderly, and comfort the faint-hearted, and support the weak, and be patient towards all, and render to no one evil for evil." And we must not count him who sins to be an enemy, but listen to the Apostle when he says: "Do not count him as an enemy, but admonish him as a brother." And all these things have been said by me because I wished according to the word to show that the ruler of the Church must not imitate the ruler of the Gentiles, nor emulate those who lord it and exercise authority, and kings; but as far as possible in these things also we must imitate Christ, Who is most approachable, both conversing with women and laying hands on little children. And even if it has a greater meaning that Jesus poured water into a basin and cleansed the feet of the disciples, none the less according to the letter also we must listen to Him when He says concerning these things: "You call Me Teacher and Lord, and you say well, for so I am," and what follows; for through these things He teaches the disciples to become imitators of His praiseworthy humility. And perhaps also because, though He was Lord, He served our race for the salvation of men, in this respect He is said to have taken the form of a slave, and to have humbled Himself, becoming obedient unto death; and if indeed on this account God highly exalted Him, let him who wishes to be exalted do the like to Him Who on account of these things was highly exalted; for even if the Son of man was ministered to when "angels came