Migne Reading Room

PG 13 · cols. 1376–1385 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1376Read from the page
ἀριστερῶν αὐτοῦ, » καὶ τὰ ἑξῆς. Καὶ ἐν Ἠσαΐᾳ δὲ γέγραπται· « Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, » καὶ τὰ ἑξῆς· ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ τοιαῦτα γέγραπται· « Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθητο, » καὶ τὰ ἑξῆς. Παραπλήσια τούτοις ἔστιν εὑρεῖν καὶ ἐν τῷ Ἰεζεκιὴλ κατὰ τὴν ἀρχὴν τῆς προφητείας αὐτοῦ, ὅτε φησίν· « Ὑπεράνω τοῦ στερεώματος τοῦ ὑπὲρ κεφαλῆς αὐτῶν, » (δῆλον δ' ὅτι τῶν χερουβὶμ,) « ὡς ὅρασις λίθου σαπφείρου, ὁμοίωμα θρόνου ἐπ' αὐτοῦ, καὶ ἐπὶ τοῦ ὁμοιώματος τοῦ θρόνου ὁμοίωμα ὡς εἶδος ἀνθρώπου ἄνωθεν· » ἐν δὲ τῷ ρθʹ ψαλμῷ τό· « Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, » ἐμφαίνει κάθισιν τοῦ Πατρὸς, καὶ ἄλλην τοῦ Σωτῆρος καθεζομένου ἐκ δεξιῶν αὐτοῦ· καὶ πάλιν ἐν ἄλλῳ ψαλμῷ εὐχόμενος ὁ προφήτης φησίν· « Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, ἐμφάνηθι· » καὶ πάλιν· « Ὁ Θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. » Εἰ δὲ καὶ ἀπὸ τῶν Εὐαγγελίων παράδειγμα βούλει λαβεῖν, ἄκουε Ματθαίου ἀναγράφοντος τίνα τρόπον ὁ Ἰησοῦς εἶπε τοῖς μαθηταῖς· « Ἀμὴν λέγω ὑμῖν, ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, » καὶ τὰ ἑξῆς· καί· « Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. » Καὶ ὁ Ματθαῖος ταῦτά φησιν· « Ὅταν ἔλθῃ ὁ Υἱὸς ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ, » καὶ τὰ ἑξῆς· καί· « Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως. » Τὸ δὲ ἰσοδυναμοῦν αὐτῷ καὶ ὁ Μάρκος ἀνέγραψεν ἐν τῷ· « Καὶ ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. » Καὶ Λουκᾶς δὲ τὸ ὅμοιόν φησιν ἐν τῷ· « Ἀπὸ γὰρ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ. » Καὶ τί με δεῖ ἐπὶ πλεῖον τὰ τοιαῦτα συνάγειν, βουλόμενον τὴν εὐτελῆ καὶ ἁπλουστέραν καὶ ταπεινωτέραν ἐκδοχὴν περὶ τῆς ἐν τῇ βασιλείᾳ καθίσεως τοῦ Χριστοῦ, καὶ τῶν ἐκ δεξιῶν ἢ ἐξ εὐωνύμων αὐτοῦ καθεδουμένων παραστῆσαι μυστικωτέραν; ἵν' εὐλόγως δυνηθῇ ὑπὸ τῶν ἐπὶ
His left," and the following. And in Isaiah too it is written: "And it came to pass in the year in which Uzziah the king died, I saw the Lord sitting upon a throne high and lifted up," and the following; and furthermore in Daniel also such things are written: "I was beholding until thrones were set, and the Ancient of Days sat," and the following. Things akin to these it is possible to find also in Ezekiel at the beginning of his prophecy, when he says: "Above the firmament that was over their head," (and it is plain that it means of the cherubim,) "as the appearance of a sapphire stone, the likeness of a throne upon it, and upon the likeness of the throne a likeness as the form of a man above;" and in the 109th Psalm the saying: "The Lord said to my Lord: Sit at My right hand," exhibits a sitting of the Father, and another of the Saviour sitting at His right hand; and again in another Psalm, praying, the prophet says: "Thou that sittest upon the cherubim, shine forth;" and again: "God sits upon His holy throne." And if you wish to take an example from the Gospels also, hear Matthew recording in what manner Jesus said to the disciples: "Amen I say to you, that you who have followed Me, in the regeneration, when the Son of man shall sit upon the throne of His glory," and the following; and: "Henceforth you shall see the Son of man sitting on the right hand of power." And Matthew says these things: "When the Son of man shall come in His glory, and all the angels with Him, then shall He sit upon the throne of His glory," and the following; and: "Henceforth you shall see the Son of man sitting on the right hand of power." And what is equivalent to it Mark also recorded in the saying: "And you shall see the Son of man sitting on the right hand of power, and coming with the clouds of heaven." And Luke too says the like in the saying: "For from now on shall the Son of man be sitting on the right hand of the power of God." And why must I collect such things further, wishing to present as more mystical the mean and simpler and lowlier interpretation concerning the sitting of Christ in the kingdom, and of those who shall sit on His right hand or on His left? in order that with good reason by those who unto
PG 13:1377Read from the page
τὰ θεῖα νοήματα ἀναβαίνειν οἵων τε ὄντων ἐξετασθῆναι, καὶ εὑρεθῆναί τι ἄξιον « τοῦ ἀνακρίνοντος πάντα πνευματικοῦ, καὶ ὑπ' οὐδενὸς ἀνακρινομένου, » ἀνάλογον ταῖς τοῦ Παύλου περὶ πνευματικῶν φωνῶν τῶν εὐαγγελικῶν ἐροῦντος· ὡς γὰρ Παῦλος, κατὰ τὸν πνευματικὸν ἐκλαβὼν νόμον τὰ περὶ τοῦ μάννα, καὶ τῆς πέτρας, καὶ τοῦ ἀπ' αὐτῆς ὕδατος, φησί· « Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον (ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός)· » οὕτως εἴποι ἂν ὁ ἐπὶ τὴν πέτραν ταύτην ἑστὼς πνευματικὸς, καὶ ἐπὶ τούτῳ εὐχαριστῶν τῷ Θεῷ, καὶ λέγων καὶ περὶ ἑαυτοῦ· « Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου, » ὅτι πνευματική ἐστιν ἡ κάθισις Θεοῦ ἐπὶ πνευματικοῦ θρόνου· καὶ ἡ Χριστοῦ ὁμοίως, καὶ τὸ ἐκ δεξιῶν τῆς δυνάμεως καθέζεσθαι τὸν Χριστὸν, πνευματικόν ἐστιν· οὐδὲν γὰρ κατὰ ταῦτα δηλοῦται περὶ σωματικῆς καθίσεως, ἣν ὡρίσαντο ἑδρασμὸν εἶναι ἐπὶ τῶν ἰσχίων ἑδραζομένων ἐπί τινος ἕδρας· καὶ γὰρ γελοῖον, διὰ τὸ σωματικῶς ταῦτα ὠνομάσθαι, νομίζειν θρόνους τινὰς εἶναι δεδημιουργημένους, οὐκ οἶδα ἐκ ποίας ὕλης, δεκτικοὺς τῆς καθίσεως τοῦ Θεοῦ ἢ τοῦ Χριστοῦ, ἢ τῶν καθεζομένων ἐκ δεξιῶν, ἢ ἐξ εὐωνύμων Χριστοῦ, οἷς ἡτοίμασε τὸ τοιοῦτον ὁ Πατήρ· οὐκ οἶδα εἰ εὐαγές ἐστι σωματικὸν νομίζειν εἶναι τὸ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ Θεοῦ ἑστηκέναι τὴν στρατιὰν τοῦ οὐρανοῦ σωματικῶς, ἢ πάλιν οἴεσθαι τοὺς σωζομένους
the divine thoughts are able to ascend it may be examined, and something may be found worthy "of the spiritual man who judges all things, and is judged by no one," speaking analogously to the words of Paul concerning spiritual evangelical voices; for just as Paul, taking according to the spiritual law the things concerning the manna, and the rock, and the water from it, says: "And all ate the same spiritual food, and all drank the same spiritual drink (for they drank of a spiritual rock that followed them; and the rock was Christ);" so the spiritual man standing upon this rock, and giving thanks upon this to God, and saying concerning himself also: "He set my feet upon a rock, and directed my steps," would say that the sitting of God upon a spiritual throne is spiritual; and that of Christ likewise, and for Christ to sit on the right hand of power, is spiritual; for nothing according to these things is signified concerning a bodily sitting, which they defined to be a seating upon the hips set upon some seat; for indeed it is ridiculous, on account of these things having been named bodily, to suppose that there are certain thrones fabricated, I do not know out of what matter, receptive of the sitting of God or of Christ, or of those sitting on the right hand or on the left of Christ, for whom the Father prepared such a thing; I do not know whether it is pious to suppose that for the host of heaven to stand on the right hand and on the left of God bodily is bodily, or again to think that those who are saved
Ἀλλὰ μήποτε τὸ μὲν ἀποκαταστῆναι ἐπὶ τὴν βασιλείαν ἀπολαβόντα τὴν ἑαυτοῦ ἀρχὴν Χριστὸν, καταργηθείσης τῆς βασιλευούσης ἐν τοῖς θνητοῖς σώμασι τῶν ἀνθρώπων ἁμαρτίας, καὶ πάσης τῆς ἀρχούσης τῶν πονηρῶν ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, τοῦτ' ἐστὶ τὸ καθεσθῆναι αὐτὸν ἐπὶ θρόνου δόξης αὐτοῦ· τὸ δὲ καὶ δεξιὰ ποιῆσαι πάντα τῷ Θεῷ, ἵνα μηκέτι ᾖ σκαιόν τι πρὸς αὐτὸν, τοῦτ' ἔστι τὸ ἐσόμενον ἐν τοῖς ἐκ δεξιῶν τῆς δυνάμεως ἐσομένοις, πρὸς παράδειγμα μέλλουσι βλέπειν τὸ ἐκ δεξιῶν τῆς δυνάμεως, καθέζεσθαι ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων αὐτοῦ ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ Λόγου· οὓς ἀποκαθίστησιν ὁ Θεὸς συνεργήσας αὐτοῖς, καὶ ἑτοιμάσας τὸ ἐγγίζειν τῇ Χριστοῦ ὑπεροχῇ, ἵν' ὁ μὲν προηγού-
But perhaps for Christ indeed, having received back His own principality, to be restored unto the kingdom, when the sin reigning in the mortal bodies of men has been abolished, and all the principality ruling over the wicked, and authority, and power, this is for Him to sit upon the throne of His glory; and to make all things right to God, so that there may no longer be anything left-handed towards Him, this is what will be in those who shall be on the right hand of power, who are going to look towards the pattern on the right hand of power, to sit on His right hand and on His left in the kingdom of Christ the Word; whom God restores, having worked together with them, and having prepared their drawing near to the pre-eminence of Christ, in order that he who is foremost-
PG 13:1380Read from the page
μενος τῶν ἐγγιζόντων ᾖ ἐκ δεξιῶν, καὶ οἷον ἁπτόμενος αὐτοῦ, καὶ κολλώμενος τοῖς τοῦ Λόγου δεξιοῖς· ὁ δὲ ὑποδεέστερος ἐγγὺς τῶν ἀριστερῶν αὐτοῦ. Δεξιὰ δὲ ὅρα εἰ δύνασαι νοῆσαι Χριστοῦ τὰ ἀόρατα ὀνομαζόμενα κτίσματα, ἀριστερὰ δὲ τὰ ὁρατὰ καὶ σωματικά· ἀλλὰ Χριστὸς μὲν πάντων βασιλεύει. Ἤδη δὲ τῶν ἐγγιζόντων αὐτῷ οἱ μὲν κεκλήρωνται τὰ δεξιὰ καὶ νοητὰ, οἱ δὲ τὰ ἀριστερὰ καὶ αἰσθητά. Καὶ μή ποτε ἡ ἀληθινὴ μήτηρ τῶν υἱῶν Ζεβεδαίου, οὓς ἐκάλεσε Βοανεργὲς ὁ Σωτὴρ, ὅ ἐστιν υἱοὶ βροντῆς, ἢ βροντὴ, μεγάλα κρίνασα περὶ τῶν υἱῶν αὐτῆς Ἰακώβου καὶ Ἰωάννου (καὶ γὰρ ἦσαν μεγάλοι), καὶ ὑπολαβοῦσα αὐτοὺς τὰ πρωτεῖα δύνασθαι ἔχειν παρὰ πᾶσαν γεννητὴν φύσιν, ὡς χωρήσαντας τὴν μεγαλοφωνίαν αὐτῆς, προσελθοῦσα ἠξίου τὸν Κύριον, ἵνα ἱδρύσῃ τὸν μὲν ἕτερον αὐτῶν ἐκ δεξιῶν, τὸν δ' ἄλλον ἐξ εὐωνύμων· ὁ δὲ Σωτὴρ διελέγχων καὶ τὴν τηλικαύτην μεγαλόφωνον μητέρα τοῦ Ἰακώβου καὶ Ἰωάννου, ὡς ἀγνοοῦσαν τίνες οἱ ὑπερέχοντες, καὶ ὅτι ἡ τηλικαύτη δωρεὰ χάρις ἐστὶ τοῦ ἐπὶ πᾶσι Θεοῦ συμπνέοντος, καὶ συνεργοῦντος, καὶ ἱδρύοντος ἐν τῇ τοιαύτῃ ὑπεροχῇ, οὓς οἶδεν ἐπιτηδείους, εἶπε τό· « Οὐκ οἴδατε τί αἰτεῖσθε, » καί· « Τὸ καθίσαι ἐκ δεξιῶν μου ἢ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου. » Ἐπιστήσει δὲ ὁ δυνάμενος τίνα μὲν ὑπὸ τοῦ Σωτῆρος δίδοται, τίνα ὑπὸ τοῦ Πατρὸς, ὁρῶν, ὅτι ἔστι τινὰ ἃ οὐ δῴη ἂν ὁ Υἱὸς, ἀλλ' αὐτὸς ὁ Πατήρ. Εἰ δὲ τοιοῦτόν τι παρίστησι καὶ τὰ Εὐαγγέλια, ὅπου μὲν εἰσάγοντα τὸν Σωτῆρα εὐχόμενον περί τινων δυνάμεων, ἵνα αὐτῷ ὑπαρχθῇ τὰ αἰτήματα ἀπὸ τοῦ Πατρός· ὅπου δὲ χωρὶς εὐχῆς ποιοῦντα, ὡς ἤδη ἔχοντα ἐκεῖνα περὶ ὧν ἠξίωτο, τολμηρὸν μὲν ζητῆσαι, ὅμως δὲ ὁ δυνάμενος μετὰ εὐλαβείας καὶ ταῦτα ἐξεταζέτω. Παραστῆσαι δ', οἶμαι, βουλόμενος τῇ μητρὶ τῶν υἱῶν Ζεβεδαίου καὶ αὐτοῖς, ὅτι καὶ ἔλειπεν αὐτοῖς πρὸς τὸ τελειῶσαι τὰ ἐν ἀνθρώποις ἐφικτὰ, οὐ τὰ τυχόντα, ἀποκριθεὶς εἶπε
of those who draw near may be on the right hand, and as it were touching Him, and cleaving to the right-hand things of the Word; whereas he who is inferior, near His left-hand things. And see whether you can understand as the right-hand things of Christ the created things named invisible, and as the left-hand things the visible and bodily; yet Christ indeed reigns over all. And already of those who draw near to Him some have been allotted the right-hand and intelligible things, and others the left-hand and sensible things. And perhaps the true mother of the sons of Zebedee, whom the Saviour called Boanerges, which is, sons of thunder, or thunder, having judged great things concerning her sons James and John (for indeed they were great), and having supposed that they could have the first place beyond all created nature, as having contained her greatness of voice, came and requested the Lord that He would establish the one of them on the right hand, and the other on the left; whereas the Saviour, reproving even such a great-voiced mother of James and John, as not knowing who those are that excel, and that so great a gift is a grace of the God over all breathing together, and working together, and establishing in such pre-eminence those whom He knows to be fit, said: "You do not know what you ask," and: "To sit on My right hand or on My left is not Mine to give, save to those for whom it has been prepared by My Father." And he who is able will attend to what things indeed are given by the Saviour, and what things by the Father, seeing that there are certain things which the Son would not give, but the Father Himself. And whether the Gospels also present some such thing, in one place introducing the Saviour praying concerning certain powers, in order that the requests may be granted Him from the Father, and in another place doing them without prayer, as already having those things concerning which He had made request, it is bold indeed to inquire, yet let him who is able examine these things also with reverence. And wishing, I think, to present to the mother of the sons of Zebedee and to them that there were still lacking to them, towards perfecting the things attainable among men, no ordinary things, answering He said
PG 13:1381Read from the page
μετὰ τό· « Οὐκ οἴδατε τί αἰτεῖσθε, » τό· « Δύνασθε πιεῖν τὸ ποτήριον, ὃ ἐγὼ μέλλω πίνειν; » ἢ, ὡς ὁ Μάρκος ἀνέγραψε· « Δύνασθε τὸ ποτήριον πιεῖν, ὃ ἐγὼ πίνω, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι, βαπτισθῆναι; »
after the saying, "You do not know what you ask," the words: "Are you able to drink the cup which I am about to drink?" (Matt. 20:22); or, as Mark recorded: "Are you able to drink the cup which I drink, or to be baptized with the baptism with which I am baptized?" (Mark 10:38).
Καὶ ἐν τούτοις τε ζητήσει τις τί τὸ ποτήριον, καὶ τί τὸ βάπτισμα, ὡς ἕτερα ἀλλήλων, καὶ δεόμενα οὐ τῆς τυχούσης δυνάμεως, τῆς τοῦ πιομένου, ἢ τοῦ βαπτισθησομένου, καὶ πιομένου οὐκ ἄλλο ποτήριον ἢ ὃ ἔμελλε πίνειν ὁ Ἰησοῦς, βαπτισθησομένου τε παραπλησίως βάπτισμα, ὃ αὐτὸς ἔμελλε βαπτίζεσθαι ὁ Κύριος. Οἱ πολλοὶ μὲν οὖν τὰ ἀμφότερα ἄγουσιν εἰς τὴν κατὰ τὸ μαρτύριον οἰκονομίαν, οὐ παριστάντες οὔτε εἰ δύο ἐπινοίας ἔχει δηλουμένας διὰ τῶν δύο ὀνομάτων ἐν τῇ ὑποστάσει τυγχανόντων, οὔτ' εἰ δύναται καὶ δύο δηλοῦσθαι ἐν τούτοις πράγματα. Ἡμεῖς δὲ οὐκ ἀποδοκιμάζομεν μὲν καὶ ταύτην τὴν ἐκδοχὴν, ἐφίσταμεν δὲ εἰ δύναται καὶ ἄλλο τι δηλοῦν παρὰ ταῦτα τὰ δύο ὀνόματα. Καὶ ἐπεὶ πολύ ἐστι τὸ νῦν ἀκριβῶς διαλαβεῖν περὶ αὐτῶν, ὀλίγα εἰς τὸ στῆναι τὰ ἐμφαινόμενα ἡμῖν παραστήσομεν εἰς τὸν τόπον· καὶ εἰς μὲν τὸ δηλοῦσθαι ἐν τούτοις τὸ μαρτύριον, οὐ μόνῳ χρήσεταί τις τῷ· « Πάτερ, εἰ δυνατὸν, παρένεγκε τοῦτο τὸ ποτήριον ἀπ' ἐμοῦ, » ὡς ἐπιπόνως πινόμενον ὑπὸ τοῦ ἀναδεχομένου τοὺς ἐν τῷ μαρτυρίῳ ἀγῶνας, ἕως τις ἐκπίῃ ὑπομείνας τὰ κατὰ τὸν ἐν τῷ μαρτυρίῳ πειρασμὸν πάντα τὰ προσαγόμενα αὐτῷ· ἀλλὰ καὶ τῷ ἐν ριεʹ ψαλμῷ εἰρημένῳ· « Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι; Ποτήριον σωτηρίου λήψομαι καὶ, τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Τὰς εὐχάς μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ· » οὐδὲν γὰρ δυνάμεθα πλεῖον ἀποδοῦναι τῷ Κυρίῳ ἐφ' οἷς εὐεργετήθημεν, ἢ τὸ τοῦ σωτηρίου ποτήριον προθύμως λαβεῖν, καὶ ἐπικαλέσασθαι τὸ τοῦ Κυρίου ὄνομα εἰς τὸ πιεῖν αὐτό· ἐν ᾧ ἐκπινομένῳ ἀποδίδωσί τις τὰς εὐχὰς αὐτοῦ πάσας τῷ Κυρίῳ ἐναντίον παντὸς τοῦ
And in these words also one will inquire what the cup is, and what the baptism is, as being different from one another, and requiring no ordinary power—that of him who is going to drink, or of him who is going to be baptized, and who is going to drink no other cup than that which Jesus was about to drink, and similarly to be baptized with the baptism with which the Lord Himself was about to be baptized. Most people, then, refer both of them to the dispensation of martyrdom, without showing either whether it has two aspects signified through the two names whilst being one in substance, or whether two things can also be signified in these words. And we do not reject this interpretation either, yet we consider whether these two names can also signify something else besides these. And since it is a large task to treat of them accurately now, we shall present upon the passage a few points to establish what appears to us; and to show that martyrdom is signified in these words, one will use not only the saying, "Father, if it is possible, remove this cup from Me" (Mark 14:36; Matt. 26:39), as being drunk with toil by him who takes upon himself the struggles in martyrdom, until he drinks it to the dregs after enduring all the things brought upon him in the trial of martyrdom; but also what is spoken in the 115th Psalm: "What shall I render to the Lord for all that He has rendered to me? I will take the cup of salvation, and call upon the name of the Lord. I will pay my vows to the Lord before all His people. Precious in the sight of the Lord is the death of His holy ones" (Ps. 115:3-6); for we can render nothing greater to the Lord for the benefits we have received than eagerly to take the cup of salvation, and to call upon the name of the Lord in order to drink it; in the drinking of which to the dregs a man pays all his vows to the Lord before all His
Notes, col. 1381

On the reading

Printed λήψομαι καὶ,, for λήψομαι, καὶ.

PG 13:1383Read from the page
λαοῦ αὐτοῦ. Σαφῶς δὲ ἐδίδαξεν ἐν τούτοις, ὅτι τὸ ποτήριόν ἐστιν ὁ ἐπαγαγὼν τοῖς κατὰ τὸ ποτήριον τό· « Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. » Τῇ δὲ ἐπινοίᾳ τὸ μαρτύριον δύο ἐστὶν, ὧν τὸ μὲν ἓν καλεῖται ποτήριον σωτηρίου, τὸ δὲ λοιπὸν βάπτισμα· καὶ καθὸ μὲν ὑπομένει τις τοὺς πόνους, ποτήριόν ἐστιν ἐκπινόμενον ὑπὸ τοῦ φέροντος πάντα τὰ προσαγόμενα εἰς ἑαυτὸν, ἀναλαμβάνοντος, καὶ οἱονεὶ πίνοντος τὰς ἀλγηδόνας, καὶ μὴ ἀπωθουμένου αὐτὰς, μηδὲ ἀποβάλλοντος, καὶ ἐμοῦντος· καθὸ δὲ ἄφεσιν λαμβάνει ἁμαρτημάτων ὁ ὑπομείνας, βάπτισμά ἐστιν · εἰ γὰρ τὸ βάπτισμα ἄφεσιν ἁμαρτημάτων ἐπαγγέλλεται, καθὼς παρειλήφαμεν περὶ τοῦ ἐν ὕδατι καὶ πνεύματι βαπτίσματος, ἄφεσιν δὲ λαμβάνει ἁμαρτημάτων καὶ ὁ τὸ τοῦ μαρτυρίου ὑπομείνας βάπτισμα· βάπτισμα τὸ μαρτύριον εὐλόγως λέγοιτ' ἄν · ὅτι δὲ ἄφεσις ἁμαρτημάτων γίνεται τῷ τὸ μαρτύριον ὑπομείναντι, δῆλον ἐκ τοῦ · « Πᾶς ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. » Ὁμολογεῖ δὲ ἔμπροσθεν τοῦ ἐν τοῖς οὐρανοῖς Πατρὸς ὁ Σωτὴρ πάντα τὸν ὁμολογήσαντα, κἂν τύχῃ πρὸ τῆς ὁμολογίας ὁτιποτοῦν ἁμαρτών· εἰ γὰρ τοὺς ὁτιποτοῦν ἁμαρτήσαντας οὐχ ὁμολογήσει, οὐκ ἔσται ἀληθὲς τό· « Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ, » καὶ τὰ ἑξῆς. Οὐκ οἶμαι δ' ὅτι ἔμπροσθεν τοῦ ἐν οὐρανοῖς Πατρὸς ὁμολογήσει ὁ Σωτὴρ τὸν ὁποιῳποτοῦν ἔνοχον ἁμαρτήματι· παῤῥησιαζομένου γὰρ ἐνώπιον Πατρός ἐστιν ἡ ὁμολογία ἐπὶ τῷ ὁμολογουμένῳ, ὡς ἀξίῳ τῆς ἐπὶ τοῦ Πατρὸς ὁμολογίας. Μὴ σαινέτω δὲ ἡμᾶς εἰ ὁ Σωτὴρ παρὰ τῷ Μάρκῳ καὶ τὸ ποτήριον πίνει, καὶ τὸ βάπτισμα βαπτίζεται · καὶ γὰρ ἡνίκα ὁ Ἰωάννης « ἦλθεν εἰς πᾶσαν περίχωρον τοῦ Ἰορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν, » καὶ Ἰησοῦς παραγίνεται πρὸς τὸν Ἰωάννην, τοῦ βα-
people. And he clearly taught in these words what the cup is, by subjoining to the words about the cup the saying: "Precious in the sight of the Lord is the death of His holy ones" (Ps. 115:6). And in aspect martyrdom is two things, of which the one is called a cup of salvation, and the other a baptism; and in so far as a man endures the sufferings, it is a cup drunk to the dregs by him who bears all the things brought upon himself, taking up and as it were drinking the pains, and not thrusting them away, nor casting them off and vomiting them out; whereas in so far as he who has endured receives forgiveness of sins, it is a baptism; for if baptism promises forgiveness of sins, as we have received concerning the baptism in water and the Spirit, and he also who has endured the baptism of martyrdom receives forgiveness of sins, martyrdom may reasonably be called a baptism. And that forgiveness of sins comes to him who has endured martyrdom is clear from the saying: "Everyone who shall confess in Me before men, I also will confess in him before My Father Who is in the heavens" (Matt. 10:32). And the Saviour confesses before the Father Who is in the heavens everyone who has confessed, even if before the confession he should happen to have committed any sin whatsoever; for if He will not confess those who have committed any sin whatsoever, the saying will not be true: "Everyone therefore who shall confess in Me," and what follows. Yet I do not think that before the Father in the heavens the Saviour will confess one who is still guilty of any sin whatsoever; for the confession is that of one speaking boldly before the Father over him who is confessed, as being worthy of the confession before the Father. And let it not disturb us if in Mark the Saviour both drinks the cup and is baptized with the baptism (Mark 10:38); for indeed when John "came into all the region round about the Jordan preaching a baptism of repentance for the forgiveness of sins" (Luke 3:3), Jesus also comes to John, when the bap-
PG 13:1385Read from the page
πτισθῆναι ὑπ' αὐτοῦ, οἱονεὶ ἀπολουόμενος τὰ ἡμέτερα ἁμαρτήματα, ἵν' ἡμεῖς καὶ τῷ λουτρῷ αὐτοῦ καθαρισθῶμεν· μᾶλλον δὲ ἐμφαίνεται τὸ καθαρίζεσθαι ἡμᾶς ἐπὶ τῷ μαρτυρίῳ αὐτῷ, καθὸ ἐβαπτίζετο ἀναλαβὼν ἡμῶν τὰς ἁμαρτίας, ἵνα αὐτὰς λύσῃ καὶ ἀφ' ἡμῶν, καὶ ἀφ' ἑαυτοῦ· διόπερ « ὃ ἀπέθανε, τῇ ἁμαρτίᾳ ἡμῶν, » ἐπεὶ αὐτὸς ἀπέθανε τῇ ἁμαρτίᾳ οὐ τῇ ἑαυτοῦ, ἀλλὰ τῇ ἡμετέρᾳ· εἴ γε ἔχειν λόγον τὸ τοιοῦτον δόξαι τισὶ, πεπώκασι δὲ ποτήριον καὶ τὸ βάπτισμα ἐβαπτίσθησαν οἱ τοῦ Ζεβεδαίου υἱοὶ, ἐπείπερ Ἡρώδης μὲν ἀπέκτεινεν Ἰάκωβον τὸν Ἰωάννου μαχαίρᾳ· ὁ δὲ Ῥωμαίων βασιλεὺς, ὡς ἡ παράδοσις διδάσκει, κατεδίκασε τὸν Ἰωάννην μαρτυροῦντα διὰ τὸν τῆς ἀληθείας λόγον εἰς Πάτμον τὴν νῆσον. Διδάσκει δὲ τὰ περὶ τοῦ μαρτυρίου ἑαυτοῦ Ἰωάννης, μὴ λέγων τίς αὐτὸν κατεδίκασε, φάσκων ἐν τῇ Ἀποκαλύψει ταῦτα· « Ἐγὼ Ἰωάννης ὁ ἀδελφὸς ὑμῶν, καὶ συγκοινωνὸς ἐν τῇ θλίψει, καὶ βασιλείᾳ, καὶ ὑπομονῇ ἐν Ἰησοῦ, ἐγενόμην ἐν τῇ νήσῳ τῇ καλουμένῃ Πάτμῳ διὰ τὸν λόγον τοῦ Θεοῦ, » καὶ τὰ ἑξῆς· καὶ ἔοικε τὴν Ἀποκάλυψιν ἐν τῇ νήσῳ τεθεωρηκέναι.
to be baptized by him, as it were washing away our sins, in order that we too might be cleansed by His washing; or rather our being cleansed is exhibited in martyrdom itself, inasmuch as He was baptized taking up our sins, in order that He might loose them both from us, and from Himself; wherefore "in that He died, to our sin," since He Himself died to sin, not His own, but ours; if at least such a thing should seem to some to have reason, and the sons of Zebedee have drunk the cup and have been baptized with the baptism, since Herod indeed slew James the brother of John with a sword; and the king of the Romans, as tradition teaches, condemned John bearing witness on account of the word of truth to Patmos the island. And John teaches the things concerning his own testimony, not saying who condemned him, saying in the Apocalypse these things: "I John, your brother, and fellow-partaker in the tribulation, and kingdom, and endurance in Jesus, came to be in the island that is called Patmos on account of the word of God," and the following; and he seems to have beheld the Apocalypse in the island.
Ὁ δὲ προστιθεὶς μετὰ τὴν ἀποδεδομένην διήγησιν εἰς τὸ ποτήριον καὶ τὸ βάπτισμα τοιαῦτά φησιν· Ὥσπερ ἔστι τι βρῶμα τοῦ Σωτῆρος, περὶ οὗ λέγει· « Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιήσω τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον, » οὕτως ἀνάλογόν ἐστι ποτήριον ἐκείνῳ τῷ βρώματι, ὃ τολμηρὸν μὲν διορίσαι ἀπὸ τοῦ βρώματος, καὶ παραστῆσαι πραγματικῶς· ὅμως δὲ ὁ δυνάμενος ἐπιστησάτω μήποτε τὸ μὲν πρακτικόν ἐστι τὸ βρῶμα, τὸ δὲ θεωρητικὸν τὸ πόμα· κατὰ γὰρ τὸν ἐσθίοντά ἐστιν ἐν τῷ ποιεῖν τὸ θέλημα τοῦ πέμψαντος αὐτὸν, καὶ τελειοῦν ἐκείνου τὸ ἔργον, τὸ καὶ πίνειν τὸ θέλημα
And he who adds after the exposition rendered unto the cup and the baptism says such things as these: Just as there is a certain food of the Saviour, concerning which He says: "My food is that I should do the will of Him Who sent Me, and accomplish His work," so there is a cup analogous to that food, which it is bold indeed to distinguish from the food, and to present in actual fact; yet let him who is able consider whether perhaps the practical indeed is the food, and the contemplative the drink; for it is in accordance with him who eats in doing the will of Him Who sent Him, and accomplishing His work, also to drink the will