Migne Reading Room

PG 13 · cols. 1217–1228 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1217Read from the page
ψας οὖν καὶ λαβὼν τὴν βασιλείαν, «Ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ ἀρξαμένου αὐτοῦ συναίρειν, προσηνέχθη εἷς ὀφειλέτης πολλῶν ταλάντων·» προσηνέχθη δὲ, ὡς βασιλεῖ, ὑπὸ τῶν αὐτοῦ τεταγμένων λειτουργῶν οἶμαι ἀγγέλων. Καὶ τάχα εἷς τίς ἐστι τῶν ὑπὸ τὴν βασιλείαν ἐγχειρισθείς τινα οἰκονομίαν μεγάλην, καὶ μὴ καλῶς αὐτὴν διοικήσας, ἀλλὰ διασκορπίσας τὰ ἐγχειρισθέντα, ὡς ὀφειλέτην αὐτὸν γενέσθαι πολλῶν ταλάντων ὧν ἀπολώλεκεν, οὗτος δὴ τάχα μὴ ἔχων ἀποδοῦναι, κελεύεται ὑπὸ τοῦ βασιλέως πραθῆναι ἅμα τῇ γυναικὶ, ἀφ' ἧς γέγονε κοινωνὸς αὐτῇ πατήρ τινων τέκνων. Ἔργον δὲ οὐ τὸ τυχόν ἐστιν ἰδεῖν ἐν νοητοῖς πατέρα, καὶ μητέρα, καὶ τέκνα. Ὡς μὲν οὖν πρὸς τὸ ἀληθὲς, Θεὸς ἂν εἰδείη τοῦτο τὸ ἔργον ὃ βούλεται· καὶ ἡμῖν δὲ εἴτε αὐτὸς δέδωκεν, εἴτε μὴ, ὁ δυνάμενος κρινέτω. Πλὴν τοιαῦτα κατὰ τὸν τόπον ὑπολαμβάνομεν, ὅτι, ὥσπερ Ἱερουσαλὴμ μήτηρ ἐστὶ Παύλου, καὶ τῶν παραπλησίων αὐτῷ ἡ ἄνω, οὕτως εἴη ἂν ἑτέρων μήτηρ, ἀνάλογον Ἱερουσαλὴμ μητρὶ, φέρ' εἰπεῖν Συήνη τῆς Αἰγύπτου, ἢ καὶ Σιδὼν, ἢ ὅσαι ὠνομάσθησαν ἐν ταῖς Γραφαῖς πόλεις. Εἶθ' ὥσπερ Ἱερουσαλὴμ νύμφη ἐστὶ κεκοσμημένη τῷ ἀνδρὶ αὐτῆς Χριστῷ, οὕτως εἶεν ἂν ἐκεῖναι αἱ μητέρες δυνάμεών τινων, τῶν κεκληρωμένων αὐτὰς, οἱονεὶ γυναῖκες ἢ νύμφαι. Καὶ ὥσπερ ἐστί τινα τέκνα τῆς Ἱερουσαλὴμ ὡς μητρὸς, καὶ Χριστοῦ ὡς πατρὸς, οὕτως εἴη ἄν τινα τέκνα Συήνης, καὶ Μέμφεως, ἢ Τύρου, ἢ Σιδῶνος, καὶ τῶν ἐπιτεταγμένων αὐταῖς ἀρχόντων. Τάχα οὖν καὶ οὗτος ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ὀφειλέτης πολλῶν ταλάντων ἔχει, ὡς ἀποδεδώκαμεν, γυναῖκα καὶ τέκνα, ἅτινα πρότερον μὲν ἐκέλευσε πραθῆναι ὁ βασιλεὺς, πραθῆναι δὲ καὶ πάντα ἃ εἶχεν, ὕστερον δὲ σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ, οὐκ ἀγνοῶν τὸ μέλλον, ἀλλ' ἵνα ἡμεῖς μάθωμεν τὸ γεγενημένον, οὕτως ἀναγέγραπται πεποιηκέναι. Ἕκαστος οὖν τῶν ἐχόντων, ὡς ἀποδεδώκαμεν, γυναῖκα καὶ τέκνα, λόγον ἀποδώσει, ἡνίκα ἂν ἔλθῃ ὁ βασιλεὺς συνᾶραι λόγον, λαβὼν τὴν βασιλείαν
and having received the kingdom, "He wished to settle accounts with his servants, and when he had begun to settle, there was brought one debtor of many talents" (Matt. 18:23-24); and he was brought, as to a king, by the angels appointed, I think, as his ministers. And perhaps he is some one of those under the kingdom who was entrusted with some great stewardship, and who did not administer it well, but scattered what had been entrusted to him, so that he became a debtor of many talents which he had lost; this man, then, perhaps not having wherewith to repay, is commanded by the king to be sold together with his wife, from whom, sharing with her, he has become the father of certain children (Matt. 18:25). Now it is no ordinary task to see in intelligible things a father, and a mother, and children. As regards the truth, therefore, God would know what this work means; and whether He Himself has granted it to us or not, let him who is able judge. Nevertheless, we suppose such things as these regarding the passage: that just as the Jerusalem above is the mother of Paul and of those like him (Gal. 4:26), so there would be the mother of others, analogously to mother Jerusalem, say Syene of Egypt, or Sidon as well, or whatever cities have been named in the Scriptures. Then, just as Jerusalem is a bride adorned for her husband Christ (Rev. 21:2), so those mothers of certain powers, which have obtained them by lot, would be as it were wives or brides. And just as there are certain children of Jerusalem as mother, and of Christ as father, so there would be certain children of Syene, and of Memphis, or of Tyre, or of Sidon, and of the rulers set over them. Perhaps, therefore, this one debtor of many talents also who was brought to the king has, as we have explained, a wife and children, which at first the king commanded to be sold, and all that he had to be sold as well, yet afterwards, moved with compassion, he released him, and forgave him all the debt (Matt. 18:27)—not being ignorant of the future, but in order that we may learn what took place, he is recorded to have done thus. Each one, therefore, of those who have, as we have explained, a wife and children, will render an account whenever the king comes to settle accounts, having received the kingdom
PG 13:1220Read from the page
καὶ ὑποστρέψας · καὶ ἕκαστος αὐτῶν ἔχει, ὡς ἄρχων τινὸς Σοήνης, ἢ Μέμφεως, ἢ Τύρου, ἢ Σιδῶνος, ἤ τινος παραπλησίου, καὶ τοὺς ὀφειλέτας. Οὗτος ἀπολυθεὶς, καὶ συγχωρηθεὶς πᾶσαν τὴν ὀφειλὴν, ἐξελθὼν ἀπὸ τοῦ βασιλέως, « εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, » καὶ τὰ ἑξῆς· καὶ διὰ τοῦτο, οἶμαι, ἔπνιγεν, ἐπείπερ ἦν ἐξελθὼν ἀπὸ τοῦ βασιλέως · οὐκ ἂν γὰρ μὴ ἐξελθὼν ἔπνιγε τὸν σύνδουλον αὐτοῦ. Εἶτα παρατήρει τὴν ἀκρίβειαν τῆς Γραφῆς, ὅπως ὁ μὲν πεσὼν προσεκύνει · ὁ δὲ πεσὼν οὐ προσεκύνει, ἀλλὰ παρεκάλει · καὶ ὁ μὲν βασιλεὺς σπλαγχνισθεὶς ἀπέλυσεν αὐτὸν, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ· ὁ δὲ δοῦλος οὐδὲ ἐλεῆσαι ἠθέλησε τὸν σύνδουλον αὐτοῦ · κἀκεῖνος μὲν πρὸ τῆς ἀφέσεως ἐκέλευσεν αὐτὸν πραθῆναι, καὶ τὰ αὐτοῦ · ὁ δὲ συγχωρηθεὶς ἔβαλεν αὐτὸν εἰς τὴν φυλακήν. Καὶ πρόσχες, ὅτι οἱ σύνδουλοι οὐ διέβαλον, ἢ εἰρήκασιν, ἀλλὰ διεσάφησαν, καὶ ὅτι τὸ, « πονηρὲ » οὐκ εἶπε κατ' ἀρχὰς περὶ τῶν χρημάτων, ἀλλ' ἐτήρησεν ὕστερον περὶ τοῦ συνδούλου. Ἴδε δὲ καὶ τὸ μέτριον τοῦ βασιλέως· οὐκ εἶπε · « Προσεκύνησάς μοι, » ἀλλά· « Παρεκάλεσάς με, » καὶ οὐκέτι αὐτὸν πραθῆναι, καὶ τὰ αὐτοῦ, ἀλλὰ « παρέδωκε τοῖς βασανισταῖς » τὸ χεῖρον διὰ τὴν πονηρίαν. Τίνες δ' ἂν εἶεν οὗτοι ἢ οἱ ἐπὶ τῶν κολάσεων τεταγμένοι; Ἅμα δὲ πρόσχες διὰ τοὺς ἀπὸ τῶν αἱρέσεων χρωμένους τῇ παραβολῇ, ὅτι, εἴπερ κατηγοροῦσι τοῦ δημιουργοῦ, ὡς ὀργίλου, διὰ τὰ ἐμφαίνοντα ὀργὴν Θεοῦ ῥήματα ἐχρῆν αὐτοὺς καὶ τοῦ βασιλέως τούτου κατηγορεῖν, ἐπείπερ ὀργισθεὶς παρέδωκε τὸν ὀφειλέτην τοῖς βασανισταῖς. Ἔτι δὲ λεκτέον τοῖς μὴ βουλομένοις παραδίδοσθαί τινα ἀπὸ τοῦ Ἰησοῦ τοῖς βασανισταῖς, ὅτι, Διηγήσασθε ἡμῖν, ὦ οὗτοι, τίς ὁ βασιλεὺς ὁ παραδιδοὺς τὸν πονηρὸν δοῦλον τοῖς βασανισταῖς. Ηροσεχέτωσαν δὲ καὶ τῷ · « Οὕτως οὖν ποιήσει καὶ ὑμῖν ὁ Πατήρ μου ὁ οὐράνιος · » τοῖς αὐτοῖς δὲ ἔτι μᾶλλον λεχθείη ἂν τὰ ἐν τῇ τῶν δέκα μνῶν παραβολῇ, ὅτι ὁ ἀγαθοῦ Θεοῦ Υἱὸς εἶπε· « Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους τοὺς μὴ θελήσαντάς με, » καὶ τὰ ἑξῆς. Τὸ συμπέρασμα μέντοι τῆς παραβολῆς καὶ τοῖς ἁπλουστέροις ἁρμόζει · πάντες γὰρ ἅμα διδασκόμεθα πείσεσθαι οἱ ἄφεσιν ἁμαρτημάτων εἰληφότες, καὶ μὴ συγχωροῦντες τοῖς ἀδελφοῖς,
and having returned (Luke 19:15); and each of them has, as ruler of some Syene, or Memphis, or Tyre, or Sidon, or something similar, his debtors also. This man, having been released and pardoned the whole debt, having gone out from the king, "found one of his fellow-servants" (Matt. 18:28), and what follows; and on account of this, I think, he choked him, seeing that he had gone out from the king; for had he not gone out, he would not have choked his fellow-servant. Then observe the exactness of the Scripture, how the one fell down and worshipped (Matt. 18:26), while the other fell down and did not worship, but besought (Matt. 18:29); and the king, moved with compassion, released him, and forgave him the whole debt (Matt. 18:27), whereas the servant was not even willing to have mercy on his fellow-servant; and that one, before the remission, commanded him to be sold, and his things (Matt. 18:25), whereas the one who had been pardoned cast him into prison (Matt. 18:30). And attend to the fact that the fellow-servants did not slander, or say, but made clear (Matt. 18:31), and that he did not say "wicked" at the beginning concerning the money, but kept it for afterwards concerning the fellow-servant (Matt. 18:32). And see also the moderation of the king: he did not say, "You worshipped me," but, "You besought me" (Matt. 18:32), and no longer commanded him to be sold, and his things, but "delivered him to the torturers" (Matt. 18:34)—the worse thing, on account of his wickedness. And who would these be other than those appointed over punishments? And at the same time attend, on account of those from the heresies who use the parable, to the fact that if indeed they accuse the Creator as wrathful on account of the words that indicate the wrath of God, they ought to accuse this king also, seeing that in wrath he delivered the debtor to the torturers. And furthermore, it must be said to those who do not wish anyone to be delivered by Jesus to the torturers: Explain to us, O you, who the king is who delivers the wicked servant to the torturers. And let them attend also to: "So therefore will My heavenly Father also do to you" (Matt. 18:35); and to the same persons there might still more be said the things in the parable of the ten minas, that the Son of the good God said: "But as for those enemies of Mine who did not wish Me" (Luke 19:27), and what follows. The conclusion of the parable, however, suits the simpler also; for we who have received remission of sins, and do not pardon our brothers, are all taught together that we shall suffer
Notes, col. 1220

On the reading

Printed Ηροσεχέτωσαν, for Προσεχέτωσαν.

PG 13:1221Read from the page
τὰ τοῦ συγχωρηθέντος, καὶ μὴ συγχωρήσαντος τῷ δούλῳ.
the things of the one who was pardoned, and did not pardon the servant.
« Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους. » Ὁ ἕκαστον τῶν προκειμένων προβλημάτων ἐντελῶς διεξιὼν, ὡς μηδὲν αὐτῶν ἐνδεὲς καταλιπεῖν, οὗτος τελεῖ τοὺς ἑαυτοῦ λόγους. Θαρσαλεώτερον δ' ἄν τις ἀποφανεῖται περὶ τούτου προσέχων ἐπιμελέστερον πάσῃ ἀναγνώσει Παλαιᾶς καὶ Καινῆς Διαθήκης· ἐὰν γὰρ ἐπὶ μηδενὸς ᾖ τεταγμένον τὸ, « Ἐτέλεσε τοὺς λόγους τούτους,» ἢ Μωϋσέως, ἤ τινος τῶν προφητῶν, ἀλλ' ἢ μόνου τοῦ Ἰησοῦ, τότε τολμήσας ἄν τις εἴποι, ὅτι μόνους ἐτέλεσε τοὺς λόγους ὁ Ἰησοῦς, ὁ ἐλθὼν τέλος ἐπιθεῖναι τοῖς πράγμασι, καὶ πληρῶσαι τὸ ἐνδεὲς τοῦ νόμου, διὰ τοῦ· « Ἐρρέθη τοῖς ἀρχαίοις,» καὶ τὰ ἑξῆς· καὶ πάλιν· « Ἵνα πληρωθῇ τὰ εἰρημένα διὰ τῶν προφητῶν.» Εἰ δέ που γέγραπται καὶ ἐν ἐκείνοις, τότε ἂν ἐξετάζῃ καὶ τελεσθέντας ὑπ' ἐκείνων λόγους τελεσθεῖσιν ὑπὸ τοῦ Σωτῆρος, ἵνα εὕρῃ τὴν διαφορὰν αὐτῶν πρὸς ἀλλήλους. Καίτοιγε κἀκεῖ ζητηθείη ἂν, εἰ ἐπὶ τῶν κατὰ χρηματισμὸν λεγομένων κεῖται τὸ, « ἐτέλεσεν,» ἢ ἐπὶ τῶν Μωϋσέως ἤ τινος τῶν προφητῶν εἰρημένων, ἢ ἐπὶ συναμφοτέρων· ἡ γὰρ ἐπιμελὴς τήρησις μέγιστα ἂν ὑποβάλλοι νοήματα τοῖς ἐπισταμένοις « πνευματικὰ πνευματικοῖς συγκρίνειν,» καὶ διὰ τοῦτο « λαλοῦσιν οὐκ ἐν διδακτοῖς ἀνθρωπίνης σοφίας λόγοις, ἀλλ' ἐν διδακτοῖς πνεύματος. » Ἄλλος δ' ἄν τις περιεργότερον τοῦ, « ἐτέλεσεν, » ἀκούων, τεταγμένου ἐπὶ τῶν μυστικωτέρων, καθὸ ὁ μέν τις παρέδωκε τοῖς ὑποχειρίοις μυστήρια καὶ τελετὰς οὐκ ἐπαινετῶς· ὁ δέ τις μυστήρια Θεοῦ τοῖς ἀξίοις, καὶ ἀνάλογον τοῖς τοιούτοις μυστηρίοις τελετὰς, εἴποι, ὅτι τελετὴν ἐποίησε μυήσας αὐτοὺς, δι' ἣν τελετὴν ἀνεφάνησαν οἱ λόγοι δυνατοὶ, ὡς κηρυχθῆναι τὸ Εὐαγγέλιον Ἰησοῦ ἐν ὅλῳ τῷ κόσμῳ, καὶ κρατῆσαι διὰ τὴν θείαν τελετὴν πάσης ψυχῆς, ἣν ἕλκει ὁ Πατὴρ πρὸς τὸν Υἱὸν κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Σωτῆρος· « Οὐδεὶς ἔρχεται πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ ὁ πέμψας με ἑλκύσῃ αὐτόν.» Διὰ τοῦτο δὲ καὶ ὁ λόγος τῶν χάριτι Θεοῦ πρεσβευόντων τὸ Εὐαγγέλιον, καὶ τὸ κήρυγμα αὐτῶν, « οὐκ ἐν πειθοῖ σοφίας γέγονε λόγων, ἀλλ' ἐν ἀποδείξει πνεύματος δυνάμεως,» οἷς ἐτελέσθησαν οἱ λόγοι τοῦ Ἰησοῦ τῆς διδασκαλίας. Καὶ σὺ μὲν οὖν τηρήσεις ὁσάκις εἴρηται τὸ, « ἐτέλεσε,» καὶ ἐπὶ τίσι· λήψῃ δὲ παράδειγμα τὸ ἐπὶ τοῖς μακαρισμοῖς, καὶ ὅλῃ τῇ διδασκαλίᾳ λελεγμένοις, οἷς ἐπιφέρεται· « Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰη-
"And it came to pass when Jesus had finished these words" (Matt. 19:1). He who goes through each of the problems set forth completely, so as to leave none of them lacking, finishes his own words. And one will declare more boldly concerning this by attending more diligently to all the reading of the Old and New Covenant; for if "He finished these words" is set down in the case of no one—neither Moses, nor any of the prophets—save of Jesus alone, then one might dare to say that Jesus alone finished the words, Who came to put an end to matters, and to fill up what was lacking of the law, through: "It was said to the men of old" (Matt. 5:21, 33), and what follows; and again: "So that the things spoken through the prophets might be fulfilled" (Matt. 1:22; Mark 14:49). And if anywhere it is written in those also, then one may examine also the words finished by those alongside the ones finished by the Saviour, in order to find their difference from one another. And yet there also it might be inquired whether "finished" stands in the case of the things spoken by divine oracle, or in the case of the things said by Moses or one of the prophets, or in the case of both together; for diligent observation would suggest the greatest thoughts to those who know how "to compare spiritual things with spiritual," and on account of this "speak not in words taught by human wisdom, but in those taught by the Spirit" (1 Cor. 2:13). And someone else, hearing "finished" more curiously, as set down in the case of more mystical things—inasmuch as one man delivered mysteries and initiations to his subjects not praiseworthily, whereas another delivered mysteries of God to the worthy, and initiations analogous to such mysteries—might say that He made an initiation, having initiated them, through which initiation the words proved powerful, so that the Gospel of Jesus was proclaimed in the whole world, and prevailed through the divine initiation over every soul which the Father draws to the Son according to what was said by the Saviour: "No one comes to Me unless the Father Who sent Me draws him" (John 6:44). And on account of this both the word of those who by the grace of God are ambassadors of the Gospel, and their proclamation, "was not in persuasive words of wisdom, but in demonstration of the Spirit of power" (1 Cor. 2:4), for whom the words of the teaching of Jesus were finished. And you, then, will observe how many times "He finished" is said, and in the case of what things; and you will take as an example what is said at the beatitudes and the whole teaching, to which is subjoined: "And it came to pass when Je-
PG 13:1223Read from the page
σοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο πάντες οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·» ἀναφέρεται δὲ καὶ νῦν τό· «Ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» προσεχῶς μὲν ἐπὶ τὴν μυστικωτάτην παραβολὴν, καθ' ἣν «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ,» ἔτι δὲ ταύτης ἀνωτέρω, εἰς τὰ πρὸ αὐτῆς ἀναγεγραμμένα.
Jesus had finished these words, all the crowds were astonished at His teaching" (Matt. 7:28); and now also the saying, "Jesus finished these words" (Matt. 19:1), refers proximately indeed to the most mystical parable, according to which "the kingdom of heaven has been likened to a man, a king, who wished to settle accounts with his servants" (Matt. 18:23), and still higher up than this, to the things recorded before it.
Πλὴν «ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους,» λαλήσας αὐτοὺς ἐν τῇ Γαλιλαίᾳ περὶ τὴν Καφαρναοὺμ, τότε μετῆρεν ἐκεῖθεν, καὶ ἦλθεν εἰς τὰ τῆς Ἰουδαίας ὅρια, ἕτερα τυγχάνοντα παρὰ τὴν Γαλιλαίαν. Ἦλθε δὲ ἐπὶ τὰ ὅρια τῆς Ἰουδαίας, καὶ οὐκ ἐπὶ τὰ μέσα, ἀλλ' οἱονεὶ τὰ ἄκρα· ἔνθα ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, οὓς ἐθεράπευσε παρὰ τοῖς ὁρίοις τῆς Ἰουδαίας, πέραν τοῦ Ἰορδάνου, ἔνθα τὸ βάπτισμα ἐδίδοτο. Τηρήσεις δὲ διαφορὰν ὄχλων ἁπλῶς ἀκολουθησάντων, καὶ Πέτρου, καὶ τῶν ἄλλων ἀφέντων πάντα καὶ ἀκολουθησάντων, καὶ Ματθαίου, ὃς «ἀναστὰς ἠκολούθησεν αὐτῷ·» οὐχ ἁπλῶς ἠκολούθησεν, ἀλλ' ἀναστάς. Μεγάλη ἡ προσθήκη τὸ, ἀναστάς. Εἰσὶν οὖν ἀεὶ οἱ μὲν ὡς ὄχλοι πολλοὶ ἀκολουθοῦντες, μήτε ἀναστάντες, ἵνα ἀκολουθήσωσι, μήτε ἀφέντες πάντα τὰ πρότερα· ὀλίγοι δὲ οἱ ἀναστάντες καὶ οἱ ἀκολουθήσαντες, οἳ καὶ καθεδοῦνται οἱ ἐν τῇ παλιγγενεσίᾳ ἐπὶ ιβʹ θρόνους. Πλὴν εἰ βούλεταί τις θεραπευθῆναι, ἀκολουθησάτω τῷ Ἰησοῦ.
Nevertheless, "when Jesus had finished these words" (Matt. 19:1), having spoken them in Galilee around Capernaum, then He departed from there, and came into the borders of Judaea, which are other than Galilee. And He came to the borders of Judaea, and not to the middle parts, but as it were to the edges; where many crowds followed Him, whom He healed by the borders of Judaea, beyond the Jordan, where baptism was given (Matt. 19:1-2). And you will observe a difference between crowds that simply followed, and Peter and the others who left all things and followed, and Matthew, who "rose up and followed Him" (Matt. 9:9); he did not simply follow, but having risen up. Great is the addition, "having risen up." There are always, therefore, some who follow as many crowds, having neither risen up in order to follow, nor left all their former things; whereas few are those who have risen up and who have followed, who also in the regeneration shall sit upon twelve thrones (Matt. 19:28). Nevertheless, if anyone wishes to be healed, let him follow Jesus.
Περὶ τῶν πειραζόντων Ἰησοῦν Φαρισαίων καὶ Γραμματέων, ει ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν.
Concerning the Pharisees and Scribes tempting Jesus, whether it is lawful for a man to put away his wife for every cause.
Μετὰ τοῦτο γέγραπται, ὅτι προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ λέγοντες· «Εἰ ἔξεστιν ἄνθρωπον ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» Τὸ ἰσοδυναμοῦν ἀνέγραψε καὶ ὁ Μάρκος.
After this it is written that the Pharisees came to Him tempting Him and saying: "Is it lawful for a man to put away his wife for every cause?" (Matt. 19:3). Mark also recorded what is equivalent (Mark 10:2).
Notes, col. 1223

On the reading

Printed ει, for εἰ.

PG 13:1225Read from the page
Οὐκοῦν τῶν προσιόντων καὶ πυνθανομένων τῷ Ἰησοῦ ἦσάν τινες οἳ πειράζοντες ἐπηρώτων αὐτόν· πειραζομένου δὲ τοῦ τηλικούτου Σωτῆρος ἡμῶν, τίς τῶν μαθητῶν αὐτοῦ ἀγανακτοίη τεταγμένος εἰς διδασκαλίαν ἐπὶ τῷ πειράζεσθαι ὑπό τινων καὶ πυνθανομένων οὐκ ἐκ φιλομαθείας, ἀλλ' ἀπὸ τοῦ πειράζειν ἐθέλειν; Πολλὰ δ' ἂν ἐπὶ τὸ αὐτὸ συναγαγὼν εὕροις, ἐν οἷς ἐπείρασαν τὸν Ἰησοῦν ἡμῶν οἱ Φαρισαῖοι, καὶ ἄλλοι παρὰ τούτους, ὡς νομικός τις, τάχα δὲ καὶ γραμματεὺς, ἵν' ἐπὶ τὸ αὐτὸ τὰ περὶ τῶν πειραζόντων αὐτὸν συναγαγὼν, εὕροις τι τὰ περὶ τῶν πειραζόντων αὐτὸν ἐκ τῆς ἐξετάσεως χρήσιμον εἰς τὸ εἶδος τῶν λόγων τούτων. Πλὴν ὁ Σωτὴρ καὶ τοῖς πειράζουσιν ἀποκρίνεται δόγματα· οἱ μὲν γὰρ ἔλεγον· «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀνέγνωτε, ὅτι ὁ κτίσας ἀπ' ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς;» καὶ τὰ ἑξῆς. Καὶ οἶμαι, ὅτι κατὰ τοῦτο προέτεινον τὸν λόγον οἱ Φαρισαῖοι τοῦτον, ὡς ἐπιληψόμενοι αὐτοῦ, ὅ τι ποτ' ἂν εἴπῃ· οἷον εἰ μὲν εἶπεν, Ἔξεστιν, ἐνεκάλεσαν αὐτῷ, ὡς ἐπὶ τοῖς τυχοῦσι διαλύοντι τοὺς γάμους· εἰ δὲ, Οὐκ ἔξεστιν, ὡς καὶ μετὰ ἁμαρτημάτων ἐπιτρέποντι συνοικεῖν ἄνδρα γυναικί· ὡς ἐπὶ τοῦ κήνσου· εἰ μὲν γὰρ εἶπε διδόναι, ἐνεκάλεσαν ὡς ὑποτάσσοντι τὸν λαὸν τοῖς Ῥωμαίοις, καὶ οὐ τῷ νόμῳ τοῦ Θεοῦ· εἰ δὲ μὴ διδόναι, ὡς πόλεμον ἐμποιοῦντι καὶ στάσιν, καὶ διεγείροντι τοὺς μὴ δυναμένους στῆναι πρὸς τηλικαύτην στρατιάν. Οὐχ ἑώρων τε τίνα τρόπον ἀνεπιλήπτως καὶ σοφῶς αὐτοῖς ἀποκρίνεται, πρότερον μὲν ἀποφάσκων τὸ ἀπολύειν τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν, δεύτερον δὲ ἀποκρινόμενος πρὸς τὰ περὶ τοῦ βιβλίου τοῦ κατὰ τὸ ἀποστάσιον· ἑώρα γὰρ, ὅτι οὐ πᾶσα αἰτία εὐλόγως λύει γάμον, καὶ ὅτι δεῖ τὸν ἄνδρα «συνοικεῖν» τῇ γυναικὶ, «ὡς ἀσθενεστέρῳ σκεύει, ἀπονέμοντα τιμὴν,» καὶ βαστάζοντα αὐτῆς τὰ ἐν ἁμαρτήμασι βάρη, καὶ δυσωπεῖ ἐκ τῶν ἐν τη Γενέσει
Therefore among those who came to Jesus and inquired of Him, there were some who asked Him tempting Him; and when so great a Saviour of ours is tempted, which of His disciples appointed for teaching would be indignant at being tempted by some who also inquire not out of love of learning, but from wishing to tempt? And if you gathered many passages together, you would find in what things the Pharisees, and others besides them, such as a certain lawyer, and perhaps a scribe too, tempted our Jesus, so that by gathering together the passages concerning those who tempted Him, you might find from the examination concerning those who tempted Him something useful for the class of these discourses. Nevertheless, the Saviour answers doctrines even to those who tempt Him; for they said: "Is it lawful for a man to put away his wife for every cause? And He answering said: Have you not read that He who created them from the beginning made them male and female?" (Matt. 19:3-4), and what follows. And I think that the Pharisees put forward this question with this aim, as intending to catch Him in whatever He might say: for instance, if He said, "It is lawful," they would have accused Him as dissolving marriages over ordinary matters; while if He said, "It is not lawful," as permitting a husband to live with a wife even with sins; just as in the case of the tribute (Matt. 22:17): for if He said to give it, they would have accused Him as subjecting the people to the Romans, and not to the law of God; while if He said not to give it, as stirring up war and sedition, and rousing up those who were unable to stand against so great an army. Nor did they see in what manner He answers them irreproachably and wisely, first denying the putting away of one's wife for every cause, and secondly answering the things concerning the bill of divorce; for He saw that not every cause reasonably dissolves a marriage, and that the husband ought "to dwell with" his wife, "giving honour as to the weaker vessel" (1 Pet. 3:7), and bearing her burdens in sins, and He puts them to shame from the words in Genesis
Notes, col. 1225

On the reading

Printed τη, for τῇ.

PG 13:1228Read from the page
ἐγγεγραμμένων τοὺς ἐπὶ τοῖς Μωϋσέως γράμμασιν αὐχοῦντας Φαρισαίους, λέγων τό· « Οὐκ ἀνέγνωτε, ὅτι ὁ κτίσας ἀπ' ἀρχῆς, ἄῤῥεν καὶ θῆλυ ἐποίησεν αὐτούς ; » καὶ τὰ ἑξῆς· καὶ ἐπιφέρων αὐτοῖς διὰ τοῦ· « Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν,» ἀκόλουθον τῷ, « εἰς σάρκα μίαν,» διδασκαλίαν, τήν· « Ὥστε οὐκέτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία.» Δυσωπητικὸν δὲ πρὸς τὸ μὴ ἀπολῦσαι τὴν γυναῖκα κατὰ πᾶσαν αἰτίαν, λαὶ τό· « Ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» Παρατηρητέον μέντοιγε ἐν τῇ ἐκθέσει τῶν ἀπὸ τῆς Γενέσεως ἐν τῷ Εὐαγγελίῳ ῥητῶν, ὅτι οὐ τὰ ἐφεξῆς ἀλλήλοις γεγραμμένα εἴρηται· ἐγὼ δὲ οἶμαι, ὅτι οὐδὲ περὶ τῶν αὐτῶν λέγεται, τῶν κατ' εἰκόνα Θεοῦ γενομένων, καὶ τῶν ἀπὸ τοῦ χοὸς τῆς γῆς καὶ μιᾶς τῶν πλευρῶν τοῦ Ἀδάμ· ὅπου μὲν γὰρ λέλεκται· « Τὸ ἄῤῥεν καὶ τὸ θῆλυ ἐποίησεν αὐτοὺς, » περὶ τῶν κατ' εἰκόνα ἐστίν· ὅπου δὲ καὶ εἶπεν· « Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ,» καὶ τὰ ἑξῆς, οὐκ ἔστι περι τῶν κατ' εἰκόνα· ὕστερον γάρ ποτε ἐκείνων ἔπλασε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τῆς πλευρᾶς αὐτοῦ τὴν βοηθόν. Ἅμα δὲ πρόσχες, ὅτι ἐπὶ μὲν τῶν κατ' εἰκόνα οὐκ ἀνὴρ καὶ γυνὴ εἴρηται, ἀλλὰ ἄῤῥεν καὶ θῆλυ. Τοῦτο δὲ καὶ ἐν τῷ Ἑβραϊκῷ τετηρήκαμεν· ἀνὴρ μὲν γὰρ δηλοῦται τῇ, ἴς, φωνῇ, ἄῤῥεν δὲ τῇ, ζαχάρ· καὶ πάλιν γυνὴ μὲν τῇ, ἐσσᾶ, φωνῇ, θῆλυ δὲ τῇ, ἀγκηβᾶ· οὐδέποτε γὰρ γυνὴ κατ' εἰκόνα, οὐδὲ ἀνὴρ, ἀλλ' οἱ μὲν διαφέροντες ἄῤῥεν, οἱ δὲ δεύτεροι θῆλυ. Ἀλλὰ καὶ ἂν καταλίπῃ ἄνθρωπος τὴν μητέρα καὶ τὸν πατέρα, κολλᾶται οὐ τῷ θήλει, ἀλλὰ τῇ γυναικὶ αὐτοῦ, καὶ γίνονται, ἐπεὶ ἓν σαρκὶ ἀνὴρ καὶ γυνὴ, εἰς σάρκα μίαν. Εἶτα διαγράφων ὃ δεῖ εἶναι ἐν τοῖς ὑπὸ Θεοῦ συνεζευγμένοις ἀξίως τοῦ συνεζεῦχθαι ὑπὸ Θεοῦ, ἐπιφέρει ὁ Σωτὴρ τό· « Ὥστε οὐκέτι εἰσὶ δύο,» καὶ ὅπου γε ὁμόνοια καὶ συμφωνία καὶ ἁρμονία ἀνδρός ἐστι πρὸς γυναῖκα, τοῦ μὲν ὡς ἄρχοντος, τῆς δὲ πειθομένης τῷ· « Αὐτός σου κυριεύσει,» ἀληθῶς ἐστιν εἰπεῖν ἐπὶ τῶν τοιούτων τό· « Οὐκέτι εἰσὶ δύο· » Εἶτ'
written there the Pharisees who boasted in the writings of Moses, saying: "Have you not read that He Who created from the beginning made them male and female?" (Matt. 19:4), and what follows; and bringing forward to them through: "And the two shall be into one flesh" (Matt. 19:5), a teaching consequent upon "into one flesh," namely: "So that they are no longer two, but one flesh" (Matt. 19:6). And putting them to shame with a view to not divorcing one's wife for every cause is this also: "What God has joined together, let not man separate" (Matt. 19:6). Yet it must be observed in the setting forth in the Gospel of the sayings from Genesis, that the things written in sequence with one another are not what is spoken; and I, for my part, think that it is not even spoken concerning the same ones—those who came to be according to the image of God, and those from the dust of the earth and one of the ribs of Adam; for where it has been said: "Male and female He made them" (Gen. 1:27), it is concerning those according to the image; whereas where He also said: "On account of this a man shall leave his father and his mother" (Gen. 2:24), and what follows, it is not concerning those according to the image; for at some time after those the Lord God formed the man, taking dust from the earth, and from his rib the helper (Gen. 2:7, 21-22). And at the same time attend to the fact that in the case of those according to the image, husband and wife is not said, but male and female. And this we have observed in the Hebrew also: for husband is signified by the word "ish," and male by "zachar"; and again, wife by the word "ishshah," and female by "neqebah"; for never is a wife according to the image, nor a husband, but the superior ones are male, and the second ones female. Yet even if a man leaves his mother and his father, he is joined not to the female, but to his wife, and they become, since husband and wife are one in flesh, into one flesh. Then, delineating what ought to be in those joined together by God worthily of having been joined together by God, the Saviour subjoins: "So that they are no longer two" (Matt. 19:6); and wherever there is concord and agreement and harmony of husband towards wife, of the one as ruling, and of the other as obeying: "He shall rule over you" (Gen. 3:16), it is truly possible to say in the case of such persons: "They are no longer two." Then,
Notes, col. 1228

On the reading

Printed λαὶ, for καὶ.

Printed Ὁ, for Ὃ.

Printed περι, for περὶ.