Migne Reading Room

PG 13 · cols. 1205–1215 · Read from the page

Commentaries on the Gospel according to Matthew

Commentaries on the Gospel according to Matthew

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 13:1205Read from the page
λακήν, ἕως τὸν ἔσχατον λεπτὸν ἀποδῷ· ἐπὰν δὲ ᾖ δοὺς ἐργασίαν ἀπηλλάχθαι ἐκείνου, καὶ μηδενὶ μηδὲν ὀφείλων, καὶ ἤδη τὴν μνᾶν δεκαπλασιάσας, ἢ πενταπλασιάσας, ἢ τὰ πέντε τάλαντα διπλασιάσας, ἢ τὰ δύο τέσσαρα ποιήσας, τύχῃ τῆς δεούσης ἀμοιβῆς, εἰσερχόμενος εἰς τὴν χαρὰν τοῦ Κυρίου αὐτοῦ, ἢ ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καθιστάμενος, ἢ ἀκούων· « Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων,» ἤ· « Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω πέντε πόλεων. » Ταῦτα δὲ ἡμεῖς μὲν, ὡς χρόνου πολλοῦ δεόμενα, ἵνα συναρθῇ ἡμῖν περὶ τῶν ὅλων χρόνων τῆς ἐνταῦθα ζωῆς λόγος, νομίζομεν λέγεσθαι, ὥστ' ἂν ὑπολαβεῖν, τοῦ βασιλέως συναίροντος ἑνὶ ἑκάστῳ τοσούτων δούλων λόγον, τοσούτου χρόνου δεῖσθαι τὰ πράγματα ἕως ἐπὶ τὸ τέλος ἔλθῃ τὰ ἀπὸ τῆς ἀρχῆς τοῦ κόσμου ἕως τῆς συντελείας τοῦ αἰῶνος, οὐχ ἑνὸς, ἀλλὰ καὶ πλειόνων αἰώνων. Τὸ δὲ ἀληθὲς οὐχ οὕτως ἔχει· ἀθρόως γὰρ βουληθεὶς ὁ Θεὸς ἀναρριπίσαι ἐν ταῖς πάντων μνήμαις, ὑπὲρ τοῦ ἕκαστον τῶν ἰδίων συναισθηθῆναι κρεῖττον ἢ χεῖρον πεπραγμένων, πάντα τὰ παρ' ὅλον τὸν χρόνον γεγενημένα ἑκάστῳ, ποιήσαι ἂν δυνάμει ἀφάτῳ· οὐ γὰρ, ὥσπερ ἡμεῖς, βουλόμενοι ὑπόμνησίν τινων ποιῆσαι, δεόμεθα χρόνου διαρκοῦς πρὸς τὴν διέξοδον τῶν ὑφ' ἡμῶν λεγομένων, καὶ φερόντων εἰς ἀνάμνησιν ὧν βουλόμεθα ἀναμνῆσαι, οὕτως ὁ Θεὸς βουληθεὶς ἡμᾶς ὑπομνῆσαι τῶν ἐν τῷ βίῳ τούτῳ πεπραγμένων, ἵνα, συναισθηθέντες ὧν πεποιήκαμεν, καταλάβωμεν δι' ἃ κολαζόμεθα ἢ τιμώμεθα, ποιήσαι ἄν. Εἰ δέ τις τῷ τάχει τῆς τοῦ Θεοῦ περὶ ταῦτα δυνάμεως ἀπιστεῖ, οὗτος οὐδέπω νενόηκε τὸν ποιήσαντα τὰ ὅλα Θεὸν, οὐ δεηθέντα χρόνων εἰς τὸ ποιῆσαι τηλικαύτην οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς κτίσιν· κἂν γὰρ δοκῇ ἐν ἓξ ἡμέραις ταῦτα πεποιηκέναι, συνέσεως χρεία πρὸς τὸ νοῆσαι πῶς λέγεται τὸ, ἐν ἓξ ἡμέραις, διὰ τοῦτο· « Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, » καὶ τὰ ἑξῆς. Τολμητέον οὖν, καὶ λεκτέον, ὅτι ὁ τῆς προσδοκωμένης κρίσεως καιρὸς οὐ δεῖται χρόνων, ἀλλ' ὡς ἡ ἀνάστασις λέγεται γίνεσθαι « ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμῶν, » οὕτως, οἶμαι, καὶ ἡ κρίσις.
son, until he pays back the last mite (Luke 12:58-59); whereas whenever he has taken pains to be freed from that one, and owing nothing to anyone, and having already multiplied the mina tenfold, or fivefold, or having doubled the five talents, or having made the two four, he may obtain the fitting recompense, entering into the joy of his Lord (Matt. 25:20-23), or being set over all His possessions (Matt. 24:47), or hearing: "Be having authority over ten cities," or: "Be having authority over five cities" (Luke 19:17, 19). And these things we, for our part, suppose to be spoken as needing much time in order that an account may be settled with us concerning all the times of our life here, so that one might suppose, when the king settles accounts with each one of so many servants, that matters need so much time until the things from the beginning of the world until the consummation of the age come to an end—not of one age, but even of several ages. Yet the truth is not so; for if God wished all at once to rekindle in the memories of all, in order that each might become conscious of his own deeds done better or worse, all the things that have happened to each throughout the whole time, He would do so by an ineffable power; for not as we, when wishing to make a reminder of certain things, need sufficient time for going through the things said by us and bringing to remembrance the things of which we wish to remind, would God thus do when wishing to remind us of the things done in this life, so that, becoming conscious of what we have done, we may comprehend on account of what things we are punished or honoured. And if anyone disbelieves the swiftness of the power of God regarding these things, this man has not yet understood God Who made all things, Who did not need times in order to make so great a creation of heaven and earth and the things in them; for even if He seems to have made these things in six days, there is need of understanding in order to perceive how "in six days" is said, on account of this: "This is the book of the generation of heaven and earth" (Gen. 2:4), and what follows. One must dare, therefore, and say that the time of the expected judgement does not need times, but just as the resurrection is said to take place "in an instant, in the twinkling of an eye" (1 Cor. 15:52), so, I think, does the judgement also.
Μετὰ ταῦτα λεκτέον εἰς τό· « Ἀρξαμένου δὲ αὐ-
After these things we must speak upon: "And when he had begun
PG 13:1207Read from the page
τοῦ συναίρειν λόγον, προσήχθη αὐτῷ εἷς ὀφειλέτης πολλῶν ταλάντων,» ὅπερ τοιοῦτόν μοι δοκεῖ ἔχειν νοῦν· Ὁ μὲν καιρὸς τοῦ ἄρξασθαι τὸ κρῖμα ἐστὶν ἀρχόμενος ἀπὸ τοῦ οἴκου τοῦ Θεοῦ, εἰπόντος, ὡς καὶ ἐν τῷ Ἰεζεκιὴλ γέγραπται, τοῖς ἐπὶ τῶν κολάσεων τεταγμένοις· «Ἀπὸ τῶν ἁγίων μου ἄρξασθε,» καὶ ῥιπῇ ὀφθαλμοῦ ἐοικώς ἐστιν· ὁ δὲ τοῦ συναίρειν λόγον τὴν αὐτὴν ἔχει ἐπινοίᾳ λαμβανομένην· οὐ γὰρ ἐπιλελήσμεθα τῶν προειρημένων ἀπὸ τῶν ὀφειλόντων πλείονα· διόπερ οὐ γέγραπται μέν· «Συναίροντος δὲ αὐτοῦ λόγον,» εἴρηται δέ· «Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη,» ἐν τῇ ἀρχῇ τοῦ συναίρειν αὐτὸν λόγον, «εἷς ὀφειλέτης πολλῶν ταλάντων,» ὡς μυρία ὅσα ζημιωθεὶς, καὶ μεγάλα μὲν ἐγκεχειρισμένος, καὶ πιστευθεὶς πολλὰ, μηδὲν δὲ κέρδος προσαγαγὼν τῷ δεσπότῃ, ἀλλὰ μυρία ὅσα ζημιωθεὶς, ὥστε αὐτὸν ὀφείλειν πολλὰ τάλαντα· καὶ τάχα διὰ τοῦτο πολλὰ ὤφειλε τάλαντα, ἐπείπερ ἠκολούθησε πολλάκις τῇ ἐπὶ τὸ τάλαντον τοῦ μολίβδου καθημένῃ γυναικὶ, ᾗ ὄνομα Ἀνομία. Νόει δὲ κατὰ τὸν τόπον ἕκαστον μέγιστον ἁμάρτημα ταλάντων εἶναι ζημίαν οἰκοδεσποτικῶν, καὶ τοιαῦτα ἁμαρτάνουσι πόρνοι, μοιχοὶ, ἀρσενοκοῖται, μαλακοὶ, εἰδωλολάτραι, φονεῖς. Οὐδὲν οὖν τάχα μικρὸν, ἀλλὰ πάντα μεγάλα καὶ χαλεπὰ ἥμαρτεν ὁ προσαχθεὶς τῷ βασιλεῖ εἷς ὀφειλέτης πολλῶν ταλάντων, ὅντινα εἰ μὲν ἐν ἀνθρώποις ζητήσεις, ἴσως ἂν αὐτὸν εὕροις ὄντα τὸν «ἄνθρωπον τῆς ἁμαρτίας, τὸν υἱὸν τῆς ἀπωλείας, τὸν ἀντικείμενον, καὶ ἐπαιρόμενον ἐπὶ πάντα Θεὸν ἢ σέβασμα·» εἰ δὲ ἔξω ἀνθρώπων, τίς ἂν εἴη οὗτος ἢ ὁ διάβολος τοσούτους ἀπολωλεκὼς, δεξαμένους αὐτὸν ἐνεργοῦντα τὴν ἁμαρτίαν; «Μέγα γὰρ ἄνθρωπος καὶ τίμιον ἀνὴρ ἐλεήμων,» τίμιον ὡς ταλάντου εἶναι ἄξιον ἤτοι χρόνου, ὁποία ἡ λυχνία ἡ ταλαντιαία ἦν ἢ χρυσοῦ, ἢ ἀργύρου, ἢ ὁποίας δήποτε νοητῶς παραλαμβανομένης ὕλης· ὧν σύμβολα ἐν τοῖς Λόγοις τῶν ἡμερῶν ἀναγέγραπται, Δαυῒδ πλουτήσαντος πολλοῖς ταλάντοις ὧν καὶ ὁ ἀριθμὸς λέλεκται, τα-
to settle accounts, there was brought to him one debtor of many talents" (Matt. 18:24), which seems to me to have such a meaning as this: The time for judgement to begin is one that begins from the house of God (1 Pet. 4:17), who said, as is also written in Ezekiel, to those appointed over punishments: "Begin from My saints" (Ezek. 9:6), and is like the twinkling of an eye; and the time of settling accounts has the same nature, apprehended in thought; for we have not forgotten the things previously said regarding those who owe more; wherefore it is not written: "And as he was settling accounts," but it is said: "And when he had begun to settle, there was brought," at the beginning of his settling accounts, "one debtor of many talents," as having suffered ten thousand losses, and having been entrusted with great things, and believed with many, yet having brought no gain to his master, but having suffered ten thousand losses, so that he owed many talents; and perhaps on this account he owed many talents, seeing that he had often followed the woman sitting upon the talent of lead, whose name is Lawlessness (Zech. 5:7-8). And understand in this passage that every greatest sin is a loss of the master's talents, and such sins are committed by fornicators, adulterers, abusers of themselves with men, effeminate, idolaters, murderers. In nothing small, therefore, perhaps, but in all great and grievous things had that one debtor of many talents sinned who was brought to the king; whom if you seek among men, perhaps you would find him to be the "man of sin, the son of perdition, he who opposes and exalts himself against every God or object of worship" (2 Thess. 2:3-4); and if outside of men, who would this be but the devil, who has destroyed so many who received him working sin? "For a great thing is man, and a precious thing is a merciful man" (Prov. 20:6 LXX), precious so as to be worthy of a talent, either of gold, such as the talent-weight lampstand of gold was (Exod. 25:39), or of silver, or of whatever matter is spiritually understood; symbols of which are recorded in the Words of the Days, when David grew rich with many talents, of which the number also has been told,
Notes, col. 1207

On the reading

Printed χρόνου, for χρυσοῦ.

PG 13:1209Read from the page
λάντοις χρυσοῦ τοσοῖσδε, καὶ ἀργύρου τοσοῖσδε, καὶ τῆς λοιπῆς ὀνομαζομένης ἐκεῖ ὕλης, ἐξ ἧς κατεσκεύασται ὁ τοῦ Θεοῦ νεώς.
with so many talents of gold, and so many of silver, and of the rest of the material named there (1 Chron. 22:14), out of which the temple of God has been constructed.
Πλὴν μὴ ἔχων ἀποδοῦναι τὰ τάλαντα, ἀπολωλέκει γὰρ ταῦτα, ἔχει γυναῖκα καὶ τέκνα, καὶ ἄλλα περὶ ὧν γέγραπται· « Πάντα ὅσα ἔχει· » καὶ ἦν δυνατὸν, πιπρασκόμενον αὐτὸν μετὰ τῶν ἰδίων, εὐπορῆσαι τοῦ ὠνησαμένου αὐτὸν, καὶ πληρώσαντος διὰ τῆς τιμῆς αὐτοῦ καὶ τῶν αὐτοῦ πᾶν τὸ ὄφλημα· καὶ οἷόν τε ἦν αὐτὸν μηκέτι μὲν εἶναι δοῦλον τοῦ βασιλέως, γενέσθαι δὲ τοῦ ὠνησαμένου· καὶ ἐπιδικάζεταί γε τοῦ μὴ πραθεὶς ἅμα τοῖς ἰδίοις μένειν ἐν τῇ τοῦ βασιλέως οἰκίᾳ· διὸ « πεσὼν προσκυνεῖ αὐτῷ, » Θεὸν ἐπιστάμενος τὸν βασιλέα, καὶ λέγει· « Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα ἀποδώσω σοι· » ἦν γὰρ, ὡς εἰκὸς, δραστήριος, ὁρῶν, ὅτι δύναται ἐκ δευτέρων πράξεων ἀναπληρῶσαι πᾶν τὸ ἐνδεὲς ἀπὸ τῆς προτέρας ζημίας τῶν πολλῶν ταλάντων· καὶ ὁ ἀγαθός γε βασιλεὺς οὗτος ἐσπλαγχνίσθη καὶ ἐπὶ τὸν ὀφειλέτην τῶν πολλῶν ταλάντων, καὶ τότε μὲν ἀπέλυσεν αὐτὸν πλεῖόν τι χαρισάμενος αὐτῷ ἧς ἠξιώθη ἀξιώσεως· ὁ μὲν γὰρ ὀφειλέτης ἐπηγγείλατο μακροθυμήσαντι τῷ δεσπότῃ ἀποδοῦναι ἅπαντα τὰ ὀφειλήματα· ὁ δὲ σπλαγχνισθεὶς ἐπ' αὐτῷ κύριος οὐκ ἐπὶ τῷ ἀπολαβεῖν ἐκ τοῦ μακροθυμεῖν, τότε ἀφῆκεν αὐτὸν μόνον, ἀλλὰ καὶ παντελῶς ἀπέλυσε, καὶ πᾶσαν τὴν ὀφειλὴν ἀφῆκεν αὐτῷ. Ὁ δὲ πονηρὸς δοῦλος οὗτος καὶ μακροθυμίαν ἀπὸ τοῦ δεσπότου αἰτήσας ἐπὶ τοῖς πολλοῖς ταλάντοις ἀνηλεῶς πεποίηκεν. « Εὑρὼν γὰρ ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, κρατήσας αὐτὸν ἔπνιγε λέγων· Ἀπόδος εἴ τι ὀφείλεις.» Πῶς δὲ οὐχ ὑπερβολὴν πονηρίας ἐπεδείξατο, δι' ἑκατὸν δηνάρια κρατήσας τὸν σύνδουλον, καὶ πνίγων, καὶ ἀποστερῶν αὐτὸν ἐλευθέρας ἀναπνοῆς, αὐτὸς ἐπὶ τοῖς πολλοῖς ταλάντοις μήτε κρατηθεὶς, μήτε πνιγεὶς, ἀλλὰ πρότερον μὲν κελευσθεὶς πραθῆναι ἅμα γυναικὶ, καὶ τέκνοις, καὶ τοῖς ἑαυτοῦ, ὕστερον δὲ μετὰ τὸ προσκυνῆσαι, σπλαγχνισθέντος ἐπ' αὐτῷ τοῦ κυρίου, ἀπολυθεὶς, καὶ περὶ πάσης ἀφεθεὶς τῆς ὀφειλῆς ; καὶ ἔργον γε εἰπεῖν κατὰ τὸ βούλημα τοῦ Ἰησοῦ, τίς ἐστιν ὁ εὑρεθεὶς σύνδουλος εἷς ὀφείλων, οὐ τῷ κυρίῳ ἑαυτοῦ, ἀλλὰ τῷ πολλὰ ὀφείλοντι τάλαντα, ἑκατὸν δηνάρια, καὶ τίνες οἱ ἰδόντες τὸν μὲν πνίγοντα, τὸν δὲ πνιγόμενον σύνδουλοι, καὶ λυπηθέντες σφόδρα, καὶ σαφῶς παραστήσαντες τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. Ὡς μὲν οὖν ἀληθείας ἔχει τὰ πράγματα, ἀποφαίνομαι μηδένα διηγήσασθαι, εἰ μὴ Ἰησοῦ τοῦ τοῖς ἰδίοις μαθηταῖς κατ' ἰδίαν λύσαντος πάντα, ἐπι-
Yet not having wherewith to pay back the talents, for he had lost them, he has a wife and children, and other things concerning which it is written: "All that he has" (Matt. 18:25); and it was possible, if he were sold together with his own, for him to find a purchaser who would buy him and fulfil through the price of him and of his own the whole debt; and it was possible for him no longer to be a servant of the king, and to become that of the purchaser; and he pleads his case so as not to be sold along with his own, and to remain in the house of the king; wherefore, "falling down, he worships him," knowing the king to be God, and says: "Have patience with me, and I will pay you back all" (Matt. 18:26); for he was, as is likely, energetic, seeing that he is able out of second actions to fill up again all that was lacking from the former loss of the many talents; and this good king was moved with compassion even towards the debtor of the many talents, and then released him, granting him something more than the request that was asked of him; for the debtor, on the one hand, promised the master, if he had patience, to pay back all the debts; whereas the lord, moved with compassion towards him, did not merely let him go then with a view to receiving back as a result of having patience, but both completely released him, and forgave him the whole debt (Matt. 18:27). Yet this wicked servant, even after asking patience from the master over the many talents, has acted mercilessly. "For having found one of his fellow-servants, who owed him a hundred denarii, he seized him and choked him, saying: Pay whatever you owe" (Matt. 18:28). And how did he not display an excess of wickedness, seizing his fellow-servant on account of a hundred denarii, and choking him, and depriving him of free breath, when he himself over the many talents was neither seized, nor choked, but at first commanded to be sold together with wife, and children, and his own things, and afterwards, after worshipping, when his lord was moved with compassion towards him, released, and forgiven concerning the whole debt? And it is indeed a task to say according to the mind of Jesus who the one fellow-servant is who was found owing a hundred denarii, not to his own lord, but to the one who owed many talents, and who the fellow-servants are who saw the one choking and the other being choked, and were exceedingly grieved, and clearly set before their own lord all that had happened (Matt. 18:31). How the matters stand in truth, therefore, I declare that no one can explain, unless Jesus, Who solved all things privately to His own disciples (Mark 4:34), having so-
PG 13:1212Read from the page
δημήσαντος αὐτοῦ τῷ ἡγεμονικῷ, καὶ ἀνοίγοντος τοὺς ἐν τῇ παραβολῇ θησαυροὺς πάντας, σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους, καὶ πληροφοροῦντος δι' ἐναργῶν ἀποδείξεων ὃν βούλεται φωτίσαι τῷ φωτὶ τῆς γνώσεως τῶν κατὰ τὴν παραβολὴν ταύτην, ἵν' ἅμα τε παραστήσῃ τίς ὁ εἷς προσαχθεὶς τῷ βασιλεῖ ἀνθρώπῳ ὀφειλέτης πολλῶν ταλάντων, καὶ τὰ ἑξῆς, καὶ ὁ ὀφείλων τούτῳ τὰ ἑκατὸν δηνάρια ἄλλος εἷς, καὶ τὰ λοιπὰ, εἴτε δύναται εἶναι ὁ προαποδεδομένος ἄνθρωπος τῆς ἁμαρτίας, εἴτε καὶ ὁ διάβολος, εἴτε μηδ' ἕτερος μὲν τούτων, ἄλλος δέ τις, ἤτοι ἄνθρωπος, ἢ τῶν ὑπὸ τὸν διάβολόν τις· ἔστι γὰρ τῆς σοφίας τοῦ Θεοῦ ἔργον, καὶ τὰ περὶ τῶν ἰδίως ποιῶν, ἤτοι πεποιωμένων κατὰ τὰς τοιάσδε ποιότητας, εἴτε ἐν ἀοράτοις δυνάμεσιν, εἴτε καὶ ἔν τισιν ἀνθρώποις ἀποδοῦναι προφητευόμενα, ὁπωσποτοῦν ὑπὸ τοῦ θείου Πνεύματος ἀναγεγραμμένα· ὡς δὲ μηδέπω διαρκῆ νοῦν ἀναλαβόντες ἡμεῖς τὸν δυνάμενον ἀνακραθῆναι τῷ Χριστοῦ νῷ, ἕως τῶν τοσούτων χωροῦντα φθάνειν, καὶ μετὰ τοῦ πνεύματος πάντα ἐρευνᾷν καὶ τὰ βάθη τοῦ Θεοῦ, οἰόμεθα, ἔτι ἀορίστως περὶ τῶν κατὰ τὸν τόπον λαμβάνοντες φαντασίαν, ἐπί τινα ἕνα ἀναφέρεσθαι πονηρὸν δοῦλον διὰ τῆς παραβολῆς δηλούμενον τὸν ἐνταῦθα παριστάμενον περὶ τῆς τῶν πολλῶν ταλάντων ὀφειλῆς.
journed in his governing faculty, and opening all the treasures in the parable—dark, hidden, unseen (Isa. 45:3)—and assuring through clear proofs the one whom He wishes to enlighten with the light of the knowledge of the things in this parable, so as at the same time to set forth who the one debtor of many talents is who was brought to the man, a king, and what follows, and the other one who owes this man the hundred denarii, and the rest, whether it can be the man of sin (2 Thess. 2:3) spoken of before, or even the devil, or neither of these, and someone else, either a man, or someone of those under the devil; for it is a work of the wisdom of God to render also the things prophesied concerning individuals peculiarly qualified, or qualified according to such-and-such qualities, whether among unseen powers, or even among certain men, however they have been recorded by the divine Spirit; whereas we, as having not yet received a sufficient mind able to be mingled with the mind of Christ (1 Cor. 2:16), having room to reach as far as so great things, and with the Spirit to search all things, even the depths of God (1 Cor. 2:10), suppose, while still forming an indefinite impression concerning the things at this passage, that reference is made to some one wicked servant signified through the parable, who is here presented concerning the debt of the many talents.
Πότε δὲ ὁ κατὰ τὴν παραβολὴν βασιλεὺς ἄνθρωπος ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, ἄξιον ἐπισκέψασθαι, καὶ ἐπὶ τίνα καιρὸν χρὴ ἀναφέρειν τὰ λεγόμενα. Εἰ μὲν γὰρ μετὰ τὴν συντέλειαν, ἢ ἐπ' αὐτὴν, κατὰ τὸν τῆς προσδοκωμένης κρίσεως καιρὸν, πῶς σώσαι τὰ περὶ τοῦ ὀφείλοντος ἑκατὸν δηνάρια, καὶ πνιγομένου ὑπὸ τοῦ συγχωρηθέντος τὰ πολλὰ τάλαντα ; εἰ δὲ πρὸ τῆς κρίσεως, πῶς ἂν δύναιτό τις παραστῆσαι πρὸ ἐκείνης συναιρόμενον λόγον ὑπὸ τοῦ βασιλέως ἀνθρώπου μετὰ τῶν δούλων αὐτοῦ ; ἁπαξαπλῶς δὲ χρὴ φρονεῖν περὶ πάσης παραβολῆς, ἧς μὴ ἀναγέγραπται ἡ διήγησις ὑπὸ τῶν εὐαγγελιστῶν, εἰ καὶ Ἰησοῦς τοῖς ἰδίοις μαθηταῖς κατ' ἰδίαν ἐπέλυε πάντα, καὶ διὰ τοῦτο ἀπέκρυψαν οἱ τὰ Εὐαγγέλια γράφοντες τὴν σαφήνειαν τῶν παραβολῶν, ἐπεὶ μείζονα ἦν τὰ κατ' αὐτὰς δηλούμενα τῆς τῶν γραμμάτων φύσεως, καὶ ἦν τε ἑκάστη λύσις καὶ ἡ σαφήνεια τῶν τοιούτων παραβολῶν τοιαύτη, ὡς μηδὲ αὐτὸν τὸν
And when the man, a king, according to the parable wished to settle accounts with his servants, is worthy to be examined, and to what time one must refer the things said. For if after the consummation, or at it, at the time of the expected judgement, how could one preserve the things concerning the man who owes a hundred denarii, and is choked by the one pardoned the many talents? And if before the judgement, how could anyone show an account being settled before that by the man, a king, with his servants? And in general one must think thus concerning every parable of which the explanation has not been recorded by the evangelists, even though Jesus privately solved all things to His own disciples (Mark 4:34), and on account of this those who wrote the Gospels hid the clear meaning of the parables, since the things signified in them were greater than the nature of written letters, and each solution and the clear meaning of such parables was such that not even the
PG 13:1213Read from the page
κόσμον χωρεῖν τὰ γραφόμενα εἰς τὰς τοιαύτας παραβολὰς βιβλία. Γένοιτο δ' ἂν εὑρεθῆναι καρδίαν ἐπιτηδείαν, καὶ διὰ τὴν καθαρότητα χωροῦσαν τὰ γράμματα τῆς σαφηνείας τῶν παραβολῶν, ὥστε ἐν αὐτῇ γραφῆναι Πνεύματι Θεοῦ ζῶντος. Ἀλλ' ἐρεῖ τις, ὅτι μήποτε ἀσεβοῦμεν οἱ θέλοντες διὰ τὸ ἀπόρῥητόν τινων καὶ μυστικὸν τῶν ὑπεράνω γραμμάτων εἶναι δηλωτικὰ ταῦτα πειρώμενοι ταῦτα σαφηνίσαι,κἂν δοκῇ καθ' ὑπόθεσιν, ὅτι ἔγνωμεν ἐπιμελῶς αὐτῶν τὸ βούλημα. Λεκτέον δὲ καὶ πρὸς τοῦτο, ὅτι, εἰ μὲν, ἀκριβῶς εἰληφότες αὐτὰ νοεῖν, οἴδασι τὸ πρακτέον αὐτοῖς, ἡμεῖς δὲ οἱ ὁμολογοῦντες ἀπολείπεσθαι τοῦ δυνηθῆναι ἐπὶ τὸ βάθος τῶν δηλουμένων ἐν τούτοις, εἰ καί τινα παχυτέραν περίνοιαν ἐπὶ ποσὸν λαμβάνομεν τῶν κατὰ τὸν τόπον, φήσομεν, ὅτι τινὰ μὲν ὧν ἐκ πολλῆς βασάνου καὶ ζητήσεως εὑρίσκειν δοκοῦμεν εἴτε χάριτι Θεοῦ εἴτε δυνάμει τοῦ ἐν ἡμῖν νοῦ, οὐ τολμῶμεν ἐμπιστεῦσαι γράμμασι· τινὰ δὲ γυμνασίας ἡμετέρας, καὶ τῆς τῶν ἐντευξομένων χάριν, ἐπὶ ποσὸν ἐκτιθέμεθα. Ἀλλὰ ταῦτα μὲν ἀπολελογήσθω διὰ τὸ τῆς παραβολῆς βάθος· πρὸς δὲ τὸ πότε ἠθέλησεν ὁ τῆς παραβολῆς βασιλεὺς ἄνθρωπος συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ, φήσομεν, ὅτι ἔοικε περὶ τὸν κεκηρυγμένον τῆς κρίσεως καιρὸν τὸ τοιοῦτο γίνεσθαι. Παριστᾶσι δὲ τοῦτο μία μὲν πρὸς τοῖς τελευταίοις τοῦ προκειμένου Εὐαγγελίου παραβολὴ, μία δὲ καὶ ἐκ τοῦ κατὰ Λουκᾶν. Καὶ ἵνα μὴ αὐτὴν ἐκτιθέμενοι τὴν λέξιν μηκύνωμεν τὸν λόγον, δυναμένου τοῦ βουλομενου ἀπ' αὐτῆς τῆς Γραφῆς λαβεῖν, φήσομεν, ὅτι ἡ μὲν κατὰ Ματθαῖον παραβολή ἐστι δηλοῦσα, ὅτι, « Ὡς ἄνθρωπος ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τινὶ μὲν πέντε, τινὶ δὲ δύο, τινὶ δὲ ἓν τάλαντον· » εἶτ' ἐκεῖνοι πεποιήκασι περὶ τὰ ἐγκεχειρισμένα· « Καὶ μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων· » καὶ αὐταῖς λέξεσι γέγραπται, « ὅτι καὶ συναίρει μετ' αὐτῶν λόγον· » καὶ σύγκρινον τῷ· « Καὶ ἀρξαμένου δὲ αὐτοῦ συναίρειν· » καὶ ὅρα, ὅτι ἀποδημίαν μὲν ἐκάλεσε τοῦ οἰκοδεσπότου τὸν χρόνον καθ' ὃν « ἐνδημοῦντες ἐν τῷ σώματι, ἐκδημοῦμεν ἀπὸ τοῦ Κυρίου, » ἐπιδημίαν δὲ αὐτοῦ, ὅτε « μετὰ πολὺν χρόνον ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, » τὸν ἐπὶ συντελείᾳ ἐν τῇ κρίσει καιρόν· « μετὰ γὰρ χρόνον πολὺν ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων,» καὶ συναίρει μετ' αὐτῶν λόγον, καὶ τὰ ἑξῆς γίνεται. Ἡ δὲ κατὰ Λουκᾶν σαφέστερον παρίστησιν, ὅτι « εὐγενὴς ἄνθρωπος, πορευθεὶς εἰς χώ-
world itself would contain the books written upon such parables (John 21:25). Yet it might come to pass that a heart should be found suitable, and on account of purity containing the letters of the clear meaning of the parables, so that they are written in it by the Spirit of the living God (2 Cor. 3:3). But someone will say that perhaps we act impiously when, wishing on account of the ineffable and mystical character of certain things that these are indicative of things above written letters, we try to make these things clear, even if it should seem by hypothesis that we have diligently known their intent. And to this also it must be said that if, having accurately grasped how to understand them, they know what is to be done by them, yet we, who confess that we fall short of being able to reach the depth of the things signified in these, even if to some extent we form a somewhat rougher conception of the things at the passage, shall say that some of the things which after much testing and inquiry we seem to find, whether by the grace of God or by the power of the mind within us, we do not dare to entrust to written letters; while some things, for the sake of our own exercise and that of those who will meet with them, we set forth to some extent. Let these things, then, be said in defence on account of the depth of the parable; and as to when the man, a king, of the parable wished to settle accounts with his servants, we shall say that such a thing seems to take place around the proclaimed time of the judgement. And two parables show this, one near the end of the Gospel before us, and one also from that according to Luke. And so that we may not lengthen the discourse by setting forth the text itself, since anyone who wishes can take it from the Scripture itself, we shall say that the parable according to Matthew is the one showing that, "Just as a man going abroad called his own servants, and delivered to them his possessions, and to one five, to another two, and to another one talent" (Matt. 25:14-15); then those men acted regarding the things entrusted to them; "And after a long time the lord of those servants comes"; and in those very words it is written, "that he also settles accounts with them" (Matt. 25:19); and compare it with: "And when he had begun to settle accounts" (Matt. 18:24); and see that he called the time during which "while at home in the body, we are away from the Lord" (2 Cor. 5:6) the going abroad of the master of the house, and his sojourn, when "after a long time the lord of those servants comes," the time at the consummation in the judgement; "for after a long time the lord of those servants comes," and settles accounts with them, and what follows takes place. And that according to Luke more clearly shows that "a nobleman, having gone into a coun-
Notes, col. 1213

On the reading

Printed βουλομενου, for βουλομένου.

PG 13:1215Read from the page
ραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι,» πορευόμενος ἐκάλεσε δέκα δούλους, καὶ ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν αὐτοῖς· «Πραγματεύσασθε ἐν ᾧ ἔρχομαι.» Οὗτος δὲ ὁ εὐγενὴς ἄνθρωπος, μισούμενος ὑπὸ τῶν ἰδίων πολιτῶν ἀποστειλάντων πρεσβείαν ὀπίσω αὐτοῦ, οὐ θελόντων αὐτὸν βασιλεῦσαι ἐπ' αὐτοὺς, ἐπανῆλθε λαβὼν τὴν βασιλείαν, καὶ εἰπὼν φωνηθῆναι αὐτῷ δούλους οἷς ἐδεδώκει τὸ ἀργύριον, «ἵνα γνῷ τί διεπραγματεύσαντο.» Ἰδὼν δὲ ἃ πεποιήκασι, τῷ μὲν τὴν μνᾶν δέκα μνᾶς ποιήσαντι ἔπαινον ἀποδοὺς διὰ τοῦ· «Εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου,» δίδωσιν αὐτῷ ἐξουσίαν δέκα πόλεων, τῶν ὑπὸ τὴν βασιλείαν αὐτοῦ· καὶ ἄλλῳ τὴν μνᾶν πενταπλασιάσαντι, τὸν μὲν ἔπαινον ὃν ἐπὶ τοῦ πρώτου ἔταξεν οὐκ ἀποδέδωκεν, οὐδὲ τὸ ὄνομα τῆς ἐξουσίας, ὡς ἐπὶ τοῦ προτέρου ὡρίσατο, εἶπε δὲ αὐτῷ· «Καὶ σὺ γίνου ἐπάνω πέντε πόλεων·» τῷ δὲ τὴν μνᾶν ἀποδήσαντι ἐν σουδαρίῳ εἶπεν· «Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε, καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι.» Τίς οὖν καὶ ἐπὶ ταύτης παραβολῆς οὐ φήσει, ὅτι ὁ μὲν εὐγενὴς ἄνθρωπος, πορευθεὶς εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι, ὁ Χριστός ἐστιν οἱονεὶ ἀποδημῶν ἐπὶ τῷ λαβεῖν τὴν βασιλείαν καὶ τοῦ κόσμου, καὶ τῶν ἐν αὐτῷ; Οἱ δὲ τὰς δέκα λαβόντες μνᾶς οἱ ἐγκεχειρισμένοι εἰσὶ διοικεῖν λόγον ὃν ἐπιστεύθησαν; Οἱ δὲ πολῖται αὐτοῦ ἐμπολιτευσαμένου τῷ κόσμῳ κατὰ τὸ ἐνηνθρωπηκέναι, οἱ μὴ θελήσαντες αὐτὸν βασιλεῦσαι, τάχα μὲν ὁ ἀπιστήσας αὐτῷ Ἰσραήλ ἐστι· τάχα δὲ καὶ τὰ ἀπιστήσαντα αὐτῷ ἔθνη;
a far country to receive for himself a kingdom, and to return" (Luke 19:12), as he went called ten servants, and gave them ten minas, and said to them: "Do business while I come" (Luke 19:13). And this nobleman, hated by his own citizens who sent an embassy after him, not wishing him to reign over them (Luke 19:14), came back having received the kingdom, and having commanded the servants to whom he had given the silver to be called to him, "that he might know what they had gained by business" (Luke 19:15). And seeing what they had done, to him who had made the mina ten minas he rendered praise through the words: "Well done, good servant, because you were faithful in a very little," and gives him authority over ten cities of those under his kingdom (Luke 19:16-17); and to another who had multiplied the mina fivefold, he did not render the praise which he assigned in the case of the first, nor did he define the name of authority as in the case of the former, but said to him: "And be you over five cities" (Luke 19:18-19); while to him who had tied up the mina in a napkin he said: "Out of your own mouth I judge you, wicked servant, and to those standing by he said: Take away from him the mina, and give it to him who has the ten minas" (Luke 19:20-24). Who, then, over this parable also will not say that the nobleman who went into a far country to receive for himself a kingdom, and to return, is Christ going abroad, as it were, in order to receive the kingdom both of the world and of the things in it? And that those who received the ten minas are those who have been entrusted to administer the word with which they were believed? And that his citizens, when He lived as a citizen in the world according to His having become man, who did not wish Him to reign, are perhaps Israel who disbelieved Him, and perhaps also the Gentiles who disbelieved Him?
Πλὴν ταῦτά μοι εἴρηται διὰ τὸ τὴν ἐπάνοδον αὐτοῦ ἀναφέρειν ἐλθόντος μετὰ τῆς βασιλείας ἐπὶ τὴν συντέλειαν, ὅτε «εἶπε φωνηθῆναι αὐτῷ τοὺς δούλους, οἷς ἐδεδώκει τὸ ἀργύριον, ἵνα γνῷ τί διεπραγματεύσαντο,» καὶ διὰ τὸ ἐκ τούτου βούλεσθαι ἀποδεικνύναι καὶ τῆς περὶ τῶν ταλάντων παραβολῆς, ὅτι καὶ, «Ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ,» ἀναφέρεται ἐπὶ τὴν συντέλειαν, ὅτε ἤδη βασιλεύς ἐστιν ἀπολαμβάνων τὴν βασιλείαν, δι' ἣν, καθ' ἑτέραν παραβολὴν, ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν, καὶ ὑποστρέψαι. Ὑποστρέ-
Nevertheless, these things have been said by me because of referring His return, when He comes with the kingdom, to the consummation, when "he commanded the servants to whom he had given the silver to be called to him, that he might know what they had gained by business" (Luke 19:15), and because from this I wish to show, with regard to the parable of the talents as well, that the saying also, "Who wished to settle accounts with his servants" (Matt. 18:23), refers to the consummation, when He is already King receiving back the kingdom on account of which, according to another parable, He went into a far country to receive for Himself a kingdom, and to return (Luke 19:12). And having returned