Migne Reading Room

PG 12 · cols. 80–89 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:80Read from the page
τοὺς ἀπλανεῖς. Πάλιν αὖ ἐπὶ τοῦ ἀνατολικοῦ ὁρίζοντος δεήσει, φασὶν, ἰδεῖν οὐ μόνον τὸ δωδεκατημόριον ποῖον ἦν ἐπ' αὐτοῦ, ἀλλὰ καὶ τὴν μοῖραν, καὶ τὸ ἑξηκοστὸν τῆς μοίρας, τὸ πρῶτον ἢ τὸ δεύτερον ἑξηκοστόν. Πῶς τοίνυν, τῆς ὥρας πλατεῖ λόγῳ ἥμισυ δωδεκατημορίου περιεχούσης, δύναταί τις λαβεῖν τὸ ἑξηκοστὸν, μὴ ἔχων τὴν ἀναλογίαν τῆς διαιρέσεως τῶν ὡρῶν, ὥστε, φέρε εἰπεῖν, εἰδέναι, ὅτι γεγέννηται ὁ δεῖνα ὥρᾳ τετάρτῃ, καὶ ἡμίσει ὥρας, καὶ τετάρτῳ, ὀγδόῳ, καὶ ἑκκαιδεκάτῳ, καὶ δυοτριακοστῷ; παραπολὺ γάρ φασι παραλλάττειν τὰ σημαινόμενα παρὰ τὴν ἀγνωσίαν οὐ τῆς ὅλης ὥρας, ἀλλὰ καὶ τοῦ ποστημορίου αὐτῆς. Ἐν γοῦν τοῖς διδύμοις γεννωμένοις πολλάκις τὸ μεταξὺ καὶ ἀκαριαῖον ὥρας ἐστὶ, καὶ πολλαὶ παραλλαγαὶ τῶν συμβαινόντων καὶ τῶν πραττομένων ἐπ' αὐτῶν ἀπαντῶσιν, ὥς φασιν ἐκεῖνοι, παρὰ τὴν αἰτίαν τῆς σχέσεως τῶν ἀστέρων καὶ τὸ μόριον τοῦ δωδεκατημορίου τὸ παρὰ τὸν ὁρίζοντα, οὐ καταλαμβανόμενον ὑπὸ τῶν νομιζομένων τὴν ὥραν τετηρηκέναι. Οὐδεὶς γὰρ δύναται λέγειν, ὅτι τὸ μεταξὺ τοῦδε τῆς γενέσεως πρὸς τὴν τοῦδέ ἐστιν ὥρας τριακοστόν. Ἀλλ' ἔστω συγκεχωρημένον αὐτοῖς τόδε κατὰ τὸ ἐκλαβεῖν τὴν ὥραν. Φέρεται δὴ θεώρημα ἀποδεικνύον τὸν ζωδιακὸν κύκλον ὁμοίως τοῖς πλανωμένοις φέρεσθαι ἀπὸ δυσμῶν ἐπὶ ἀνατολὰς δι' ἑκατὸν ἐτῶν μοῖραν μίαν, καὶ τοῦτο τῷ πολλῷ χρόνῳ ἐναλλάττειν τὴν θέσιν τῶν δωδεκατημορίων· ἑτέρου μὲν τυγχάνοντος τοῦ νοητοῦ δωδεκατημορίου· ἑτέρου δὲ τοῦ ὡσανεὶ μορφώματος ἀλλ' ἐκ τοῦ νοητοῦ ζωδίου, ὅπερ οὐ πάνυ τι δυνατὸν καταλαμβάνεσθαι. Ἔστω δὲ καὶ τοῦτο συγκεχωρημένον τὸ καταλαμβάνεσθαι τὸ νοητὸν δωδεκατημόριον, ἢ δύνασθαι ἐκ τοῦ αἰσθητοῦ δωδεκατημορίου λαμβάνεσθαι τὸ ἀληθές· ἀλλὰ τήν γε σύγκρασιν παρ' αὐτοῖς καλουμένην τῶν ἐν τοῖσδε τοῖς σχηματισμοῖς τυγχανόντων, καὶ αὐτοὶ ὁμολογήσουσιν, οὐχ οἷοί τε σῶσαι κατὰ πᾶν, ἀμαυρουμένου τοῦ δηλουμένου, φέρε εἰπεῖν, χείρονος ἀπὸ τοῦδε, διὰ τὸ ἐπιβλέπεσθαι αὐτὸν ὑπὸ τοῦδε τοῦ κρείττονος, καὶ ἐπὶ τοσόνδε, ἢ τοσόνδε ἀμαυρουμένου· πολλάκις πάλιν τῆς ἀμαυρώσεως τῆς τοῦ χείρονος ὑπὸ τῆς ἐπιβλέψεως τῆς τοῦ κρείττονος ἐμποδιζομένης, ἐκ τοῦ ἕτερον οὑτωσὶ ἐσχηματίσθαι χειρόνων ὄντα σημαντικόν. Καὶ οἶμαι, ἐπιστήσαντά τινα
the fixed stars. Again, at the eastern horizon it will be necessary, they say, to see not only which twelfth part of the zodiac was upon it, but also the degree, and the sixtieth of the degree, whether the first or the second sixtieth. How then, since an hour roughly speaking contains half of a twelfth part, can anyone grasp the sixtieth, when he does not possess a proportional means of dividing the hours so as to know, for instance, that such a one has been born at the fourth hour, plus half an hour, plus a fourth, an eighth, a sixteenth, and a thirty-second? For they say that the things signified vary greatly on account of ignorance not of the whole hour, but even of its fractional part. At any rate, when twins are born, oftentimes the interval between them is but an instant of an hour, and yet many differences in the events and actions of their lives occur, as those men say, on account of the relation of the stars and the part of the zodiacal sign beside the horizon, which was not comprehended by those who were thought to have observed the hour. For no one is able to say that the interval between the birth of this one and that of that one is the thirtieth of an hour. But let this point concerning the taking of the hour be conceded to them. Now there is a theorem handed down which demonstrates that the zodiacal circle, like the planets, moves from west to east by one degree in a hundred years, and that in the long course of time this alters the position of the twelfth parts, the intelligible twelfth part being one thing, and the sensible figure, so to speak, another; yet the truth is taken from the intelligible zodiacal sign, which it is hardly possible to comprehend. And let this also be conceded, that the intelligible twelfth part is comprehended, or that the truth can be taken from the sensible twelfth part; yet even they themselves will admit that they are unable altogether to maintain what is called among them the temperament of the stars found in these configurations, since the worse result, let us say, indicated by this star is obscured because it is aspected by that more beneficent one, and obscured to such or such an extent; while oftentimes again the obscuration of the worse result by the aspect of the more beneficent star is hindered by the fact that another star, indicative of worse things, is configured in such a way. And I think that anyone who gives his attention
PG 12:81Read from the page
τοῖς τόποις, ἀπογνῶναι τὴν περὶ τούτων κατάληψιν, οὐδαμῶς ἀνθρώποις ἐκκειμένην, ἀλλ' εἰ ἄρα μέχρι τοῦ σημανθῆναι μόνον φθάνουσαν. Εἰ δέ τις ἐν πείρᾳ γεγένηται τῶν πραγμάτων, μᾶλλον εἴσεται τὸ ἐν τῷ στοχάζεσθαι ἀποπτωτικὸν τῶν λεγόντων, καὶ αὐτῶν συγγραψαμένων, ἤπερ νομιζόμενον ἐπιτευκτικόν. Καὶ Ἠσαΐας γοῦν, ὡς οὐ δυναμένων τούτων εὑρίσκεσθαι ὑπὸ ἀνθρώπων, φησὶ πρὸς τὴν θυγατέρα τῶν Χαλδαίων, τῶν ταῦτα μάλιστα παρὰ πάντας ἐπαγγελλομένων· « Στήτωσαν δὴ καὶ σωσάτωσάν σε οἱ ἀστρολόγοι τοῦ οὐρανοῦ· ἀναγγειλάτωσάν σοι τί μέλλει ἐπὶ σὲ ἔρχεσθαι· » διὰ γὰρ τούτων διδασκόμεθα μὴ δύνασθαι τοὺς πάνυ περὶ ταῦτα φιλομαθεῖς προδηλοῦν, ἃ βεβούληται Κύριος ἑκάστῳ ἔθνει ἐπαγαγεῖν.
to these passages must despair of the comprehension of these matters, as being in no way open to men, but reaching at the very most only so far as furnishing an indication. And if anyone has had actual experience of these matters, he will know all the more the failure in conjecture both of the speakers and of the writers themselves, rather than their supposed success. And Isaiah, at any rate, on the ground that these things cannot be discovered by men, says to the daughter of the Chaldaeans, who beyond all others profess these things: "Let now the astrologers of the heaven stand up and save you; let them declare to you what is about to come upon you" (Isa. 47:13); for through these words we are taught that even those who are exceedingly studious of these things are unable to foretell what the Lord has purposed to bring upon each nation.
Νῦν γὰρ ὡς πρὸς τὴν λέξιν τὸ προφητικὸν ἐξειλήφαμεν· εἰ δέ φησιν ὁ Ἰακὼβ ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ τὰ συμβησόμενα τοῖς υἱοῖς αὐτοῦ, καὶ ὅσον ἐπὶ τούτῳ ἀντιλέγοι τις ἂν ἡμῖν, ὅτι ἐναντία οἷς εἰρήκαμεν δηλοῦται διὰ τῆς Γραφῆς· ἐλέγομεν γὰρ ἄνθρωπον ἀκαταλήπτως ἔχειν τῶν σημείων· ὁ δὲ Ἰακώβ φησιν ἀνεγνωκέναι ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ· ἀπολογησόμεθα, ὅτι οἱ καθ' ἡμᾶς σοφοὶ, πνεύματι περισσοτέρῳ χρησάμενοι τῆς ἀνθρωπίνης φύσεως, οὐκ ἀνθρωπίνως, θείως δὲ διδάσκονται τὰ ἀπόρρητα· ὥσπερ ὁ Παῦλος, λέγων· « Ἤκουσα ἄρρητα ῥήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· » ἴσασι γὰρ τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς καιρῶν, ἐνιαυτῶν κύκλους, καὶ ἀστέρων θέσεις, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλὰ τοῦ πνεύματος ἀποκαλύπτοντος αὐτοῖς, καὶ καθαρῶς, ὡς θέλει ὁ Θεὸς, τὰ θεῖα ἀπαγγέλλοντος. Καὶ ἄλλως δὲ ὁ Ἰακὼβ μείζων ἢ κατὰ ἄνθρωπον ἦν, πτερνίζων τὸν ἀδελφὸν αὐτοῦ, καὶ ὁμολογῶν ἐν αὐτῇ ταύτῃ τῇ βίβλῳ, ἀφ' ἧς παρεθέμεθα τό· « Ἀνέγνων ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ, » εἶναι ἀρχιχιλίαρχος δυνάμεως Κυρίου, καὶ ὄνομα πάλαι κεκτημένος Ἰσραήλ· ὅπερ ἐν σώματι λειτουργῶν ἀναγνωρίζει, ὑπομιμνήσκοντος αὐτὸν τοῦ ἀρχαγγέλου Οὐριήλ.
For we have now taken the prophetic saying according to the letter; but if Jacob says that he has read in the tablets of heaven the things that will befall his sons, and if so far as concerns this someone should object to us that the opposite of what we have said is shown by the Scripture—for we were saying that man is incapable of comprehending the signs, whereas Jacob says that he has read in the tablets of heaven—we shall reply in defence that our wise men, enjoying a spirit surpassing human nature, are taught the secret things not after the manner of men, but divinely; just as Paul says: "I heard unutterable words, which it is not lawful for a man to speak" (2 Cor. 12:4); for they know the changes of solstices and the alterations of seasons, the cycles of years, and the positions of stars, not from men, nor through men, but as the Spirit reveals to them and purely declares divine things as God wills. And besides, Jacob was greater than human, supplanting his brother, and professing in that very book from which we cited the words, "I read in the tablets of heaven," that he is chief captain of thousands of the host of the Lord, and had of old acquired the name Israel; which he recognizes while ministering in the body, when the archangel Uriel reminds him of it.
Μετὰ ταῦτα λείπεται ἐξετάσαι καὶ παραστῆσαι τοῖς πιστεύουσιν, ὅτι εἰς σημεῖα κεῖνται οἱ φωστῆρες τοῦ οὐρανοῦ· σανθήσῃ δὲ ὑπὸ τῶν περιεργότερον φερομένων εἰς τοὺς τόπους, τίς ἡ αἰτία τοῦ ταῦτα τὰ σημεῖα τὸν Θεὸν πεποιηκέναι ἐν τῷ οὐρανῷ. Καὶ ἔστιν εἰπεῖν πρῶτον μὲν, ὅτι πιστεύομεν τὰ τῆς μεγαλειότητος τοῦ νοῦ τοῦ Θεοῦ πᾶσαν γνῶσιν τὴν περὶ ἑκάστου τῶν ὄντων ἐμπεριειληφότος, ὥστε μηδὲ τὸ τυχὸν καὶ νομιζόμενον ἐλάχιστον λανθάνειν τὴν θειότητα
After these things it remains to examine and set forth to those who believe that the luminaries of heaven are set for signs, when you are questioned closely by those who betake themselves more curiously to these passages, what the reason is why God has made these signs in the heaven. And one may say, first, that we believe that the majesty of the mind of God has comprehended all knowledge concerning each existing thing, so that not even the ordinary thing and that which is considered least escapes His divinity,
Notes, col. 81

On the reading

Printed σανθήσῃ, for βασανισθήσῃ.

PG 12:84Read from the page
αὐτοῦ, δόξαν μὲν περιέχει τοῦ οἱονεὶ ἄπειρα ἀριθμῷ οὕτως αὐτὸν ἐμπεριειληφέναι ἐν ἑαυτῷ, οὐ μὴν ἐναργῆ τὴν ἀπόδειξιν, ἀλλὰ πεπιστευμένην, ὡς ἁρμόζουσαν τῷ ἀγεννήτῳ νῷ καὶ ὑπὲρ πᾶσαν φύσιν τυγχάνοντι. Ἵν' οὖν τῇ πείρᾳ τοῦτο καταλαμβάνηται ὑπὸ τῶν μειζόνων ἢ κατὰ ἄνθρωπον, καὶ τῶν ἁγίων ψυχῶν τοῦ ἐνεστηκότος δεσμοῦ ἀπηλλαγμένων, ὡσπερεὶ γράμματα καὶ χαρακτῆρας καὶ διὰ τῆς τῶν οὐρανίων περιφορᾶς ἐποίησεν ἐν οὐρανῷ ὁ Θεὸς τοὺς δεδιδαγμένους καὶ διδαχθησομένους ἀναγινώσκειν τὰ σημεῖα τοῦ Θεοῦ. Οὐ θαυμαστὸν δὲ καὶ ὑπὲρ ἐνδείξεως τῆς πρὸς τοὺς μακαρίους ποιεῖν τινα τὸν Θεὸν, τῆς Γραφῆς λεγούσης τῷ Φαραώ· « Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ. » Εἰ γὰρ διετηρήθη Φαραὼ ὑπὲρ ἐνδείξεως δυνάμεως Θεοῦ, καὶ διαγγελίας τοῦ ὀνόματος αὐτοῦ ἐν πάσῃ τῇ γῇ, ἐννόει πήσην ἔνδειξιν δυνάμεως Θεοῦ περιέχει τὰ οὐράνια σημεῖα, πάντων τῶν ἀπ' αἰῶνος ἕως συντελείας ἐντετυπωμένων τῇ ἀξίᾳ βίβλῳ τοῦ Θεοῦ τῷ οὐρανῷ. Δεύτερον δὲ στοχάζομαι ταῖς τὰ ἀνθρώπινα οἰκονομούσαις δυνάμεσιν ἐγκεῖσθαι τὰ σημεῖα, ἵνα τινὰ μὲν γινώσκωσι μόνον, τινὰ δὲ ἐνεργῶσι· καθάπερ ἐν ταῖς παρ' ἡμῖν βίβλοις ἃ μὲν γέγραπται ἵνα γινώσκωμεν, οἷον τὰ περὶ κοσμοποιίας καὶ ἄλλα μυστήρια· ἃ δὲ ἵνα γινώσκοντες ποιῶμεν, ὥσπερ τὰ περὶ τὰς ἐντολὰς καὶ τὰ προστάγματα τοῦ Θεοῦ. Ἐνδέχεται δὴ τὰ οὐράνια γράμματα, ἃ ἄγγελοι καὶ δυνάμεις θεῖαι ἀναγινώσκειν καλῶς δύνανται, περιέχειν τινὰ μὲν ἀναγνωσθησόμενα ὑπὸ τῶν ἀγγέλων καὶ λειτουργῶν τοῦ Θεοῦ, ἵνα εὐφραίνωνται γινώσκοντες· τινὰ δὲ ὡσπερεὶ ἐντολὰς λαμβάνοντες ποιῶσι. Καὶ οὐχ ἁμαρτησόμεθα τὸ ἀνάλογον τοῖς ἐν τῷ νόμῳ λέγοντες ἔχειν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας· ἐὰν δὲ χείρονες καὶ ἕτεραι τοῦ ἀνθρώπου ἐνέργειαι ποιῶσί τινα τῶν προεγνωσμένων καὶ σημαινομένων ἐν οὐρανῷ, οὐκ ἀνάγκη καὶ αὐτὰς ἀπὸ τῶν Θεοῦ γραμμάτων ὑπομιμνησκομένας ποιεῖν ἃ ἐνεργοῦσιν· ἀλλ' ὥσπερ ἄνθρωποι ἀδικοῦντες, οὐ μανθάνοντες προεγνωκέναι τὸν Θεὸν τὸ τόνδε τινὰ ἀδικήσεσθαι ὑπ' αὐτῶν, ἐνεργοῦσι τὸ ἀδικεῖν ἐκ τῆς ἑαυτῶν πονηρίας· οὕτως αἱ ἀντικείμεναι δυνάμεις τοῦ Θεοῦ, τὴν κακίαν τῶν τὰ μοχθηρὰ βουλομένων ἀνθρώπων προεγνωκότες, τῇ ἰδίᾳ αἰσχίστῃ ἐπιτελοῦσι προαιρέσει. Οἱ μέντοι ἱεροὶ ἄγγελοι, τὰ λειτουργικὰ πνεύματα, τὰ εἰς διακονίαν ἀποστελλόμενα, εἰκὸς ὅτι ὡς ἀπὸ νόμου Θεοῦ γεγραμμένα τὰ προστάγματα λαμβάνοντες, τεταγμένως, καὶ ὅτε δεῖ, καὶ ὡς δεῖ, καὶ ὅσον δεῖ ποιοῦσι τὰ κρείττονα· ἄτοπον γὰρ αὐτοὺς θείους ὄντας ἀποκληρωτικῶς καὶ οὐχ ὡρισμένως ἔρχεσθαι ἐπὶ τὸ, φέρ' εἰπεῖν, χρηματίσαι τι τῷ Ἀβραὰμ, καὶ ποιῆσαί τι τῷ Ἰσαὰκ, καὶ ῥύσασθαι ἐκ κινδύνου τὸν Ἰακὼβ, ἢ ἐπιστῆναι τῷ πνεύματι τοῦδε τοῦ προφήτου. Ἵνα οὖν μὴ ἀποκληρωτικῶς μηδὲ κατὰ συντυχίαν τοῦτο πράττωσιν, ἀναγινώσκουσι τὴν βίβλον τοῦ Θεοῦ· καὶ οὕτως ποιοῦσι τὰ αὐτοῖς ἐπιβάλλοντα. Ὡς προείπομεν δὲ, ἡμεῖς ἃ ποιοῦμεν, ἢ αἱ ἀντικείμεναι ἐνέργειαι, ἃ ἐπιτελοῦσιν εἰς ἡμᾶς, ἰδίᾳ προαιρέσει
holds indeed the belief that He has thus comprehended in Himself things as it were infinite in number, yet not a clear demonstration of it, but a conviction of faith, as befitting the unbegotten Mind which transcends all nature. In order, therefore, that this may be comprehended through experience by those who are greater than human, and by holy souls released from the present bond, God made in heaven, as it were letters and characters even through the revolution of the heavenly bodies, for those who have been taught and who shall be taught to read the signs of God. Nor is it wonderful that God should also do certain things for the sake of a display towards the blessed, since the Scripture says to Pharaoh: "For this very purpose have I raised you up, that I might display in you My power, and that My name might be declared in all the earth" (Exod. 9:16). For if Pharaoh was preserved for the sake of a display of the power of God, and of the declaration of His name in all the earth, consider how great a display of the power of God the heavenly signs contain, since all things from the beginning of the world until the consummation are imprinted in the worthy book of God, the heaven. Secondly, I conjecture that the signs are set for the powers that administer human affairs, in order that some things they may only know, and other things they may actually effect; just as in the books among us some things are written that we may know them, such as the account of the creation of the world and other mysteries, and other things that knowing them we may do them, such as the matters concerning the commandments and ordinances of God. It is possible, then, that the heavenly writings, which angels and divine powers are able to read well, contain some things to be read by the angels and ministers of God, that they may rejoice as they come to know them; and other things that they may receive as it were commandments and do them. And we shall not err in saying that the heaven and the stars hold an analogy to the things in the law; and if worse powers, other than human, do some of the things foreknown and signified in heaven, there is no necessity that they too act as being reminded by the writings of God of what they effect; but just as men who do wrong, not learning that God has foreknown that such a man will be wronged by them, effect their wrongdoing out of their own wickedness, so the powers that oppose God, having foreknown the malice of men who purpose wicked things, accomplish it by their own most shameful choice. The holy angels, however, the ministering spirits sent forth for service (Heb. 1:14), find it reasonable that, receiving the ordinances as written from the law of God, they do the better things in an orderly way, both when it is needful, and as it is needful, and as much as is needful; for it would be absurd that they, being divine, should come at random and not determinately to impart some oracle, let us say, to Abraham, and to do something for Isaac, and to deliver Jacob from danger, or to stand by the spirit of such and such a prophet. In order, therefore, that they may not do this at random or by chance, they read the book of God, and thus do the things that fall to their charge. And as we said before, the things that we do, or that the opposing powers accomplish against us, by our own choice
Notes, col. 84

On the reading

Printed πήσην, for πόσην.

PG 12:85Read from the page
Κα. Κλήμης δὲ ὁ Ῥωμαῖος, Πέτρου ἀποστόλου μαθητὴς, συνῳδὰ τούτοις ἐν τῷ παρόντι προβλήματι πρὸς τὸν πατέρα ἐν Λαοδικείᾳ εἰπὼν ἐν ταῖς Περιόδοις, ἀναγκαιότατόν τι ἐπὶ τέλει τῶν τοιούτων λόγων φησὶ περὶ τῶν τῆς γενέσεως δοκούντων ἐκβεβηκέναι λόγῳ τεσσαρεσκαιδεκάτῳ· « Καὶ ὁ πατήρ· Σύγγνωθί μοι, ὦ τέκνον· οἱ μὲν γὰρ χθές σου λόγοι ἀληθεῖς ὄντες συνελογίσαντό μοι συνθέσθαι σοι· ἡ δὲ ἐμὴ συνείδησις μικρά με, ὥσπερ πυρετοῦ ἔλλειμμα, πρὸς ἀπιστίαν βραχέα βασανίζει· σύνοιδα γὰρ ἐμαυτῷ τὰ τῆς γενέσεως πάντα μοι ἀποτελεσθέντα. Κἀγὼ ἀπεκρινάμην· Συννόησόν μοι, ὦ πάτερ, οἵαν φύσιν ἔχει τὸ μάθημα, ἐξ ὧν ἐγὼ συμβουλεύω. Μαθηματικῷ συμβαλὼν εἰπὲ πρῶτον αὐτῷ, ὅτι, Τάδε μοι φαῦλα ἐν τῷδε τῷ χρόνῳ γέγονεν· ἐκ τίνος ἄρα μοι τῶν ἀστέρων γέγονε, μαθεῖν ἤθελον. Καὶ ἐρεῖ, ὅτι τοὺς χρόνους κακοποιὸς διεδέξατο Ἄρης ἢ Κρόνος, ἢ τούτων τις ἀποκαταστατικὸς ἐγένετο, ἢ τὸν ἐνιαυτὸν τοῦτόν τις ἐπεθεώρησεν ἐκ τετραγώνου, ἢ διαμέτρου, ἢ συνὼν, ἢ κεκεντρωμένος, ἢ παρὰ αἵρεσιν. Ὅμως καὶ ἄλλα μυρία εἰπεῖν ἔχει· πρὸς τούτοις δὲ, ἢ ἀγαθοποιὸς κακῷ ἀσύνθετος ἦν, ἢ ἀνεπιθεώρητος, ἢ ἐν σχήματι, ἢ παρὰ αἵρεσιν, ἢ ἐν ἐκλείψει, ἢ ἀνεπισύναφος, ἢ ἐν ἀμαυροῖς ἄστροις. Καὶ ὅμως πολλῶν προφάσεων οὐσῶν, πρὸς ἃ ἤκουσε τὰς ἀποδείξεις παρασχεῖν ἔχει. Μετὰ τοῦτον οὖν τὸν μαθηματικὸν ἑτέρῳ προσελθὼν, τὰ ἐναντία εἰπέ· ὅτι, Τόδε μοι τὸ ἀγαθὸν ἐν τῷδε τῷ χρόνῳ γέγονε· σὺ δὲ τὸν χρόνον τὸν αὐτὸν λέγε· ἀπαίτει δὲ ἐκ τίνος ἄρα τῆς γενέσεως τοῦτο γέγονε. Καὶ ὅμως, ὡς προεῖπον, ἔχει, σοῦ καταψευσαμένου, αὐτὸς ἐκ πολλῶν σχημάτων ἕν τι εὑρεῖν σχῆμα, καὶ δεύτερον, καὶ τρίτον, καὶ πλείονα, ὡς αὐτὸ ἐνεργῆσαν ὅθεν τὰ ἀγαθὰ ἐρεῖ γεγενῆσθαι· ἀδύνατον γὰρ ἐν πάσῃ γενέσει ἀνθρώπων, μὴ ἐν πάσῃ ὥρᾳ, τῶν ἀστέρων τοὺς μὲν καλῶς κεῖσθαι, τοὺς δὲ κακῶς· κύκλος γάρ ἐστιν ἰσομερὴς, ποικίλος, ἀπείρους ἔχων τὰς προφάσεις· πρὸς ἃς ἕκαστος εἰπεῖν ἔχει ὃ θέλει· ὃν γὰρ τρόπον ἐπὶ τῶν λοξῶν ὀνείρων ἐνίοτε οὐδὲν νοοῦμεν, ἀποβάντων δὲ οἰκειοτάτην προσφέρομεν ἐπίλυσιν· οὕτως καὶ τὸ μάθημα, πρὸ τοῦ τι ἀποτελεσθῆναι, οὐδὲν σαφὲς ἡμῖν μηνῦσαι δύναται· μετὰ δὲ τὴν τοῦ γενομένου ἱστορίαν τότε πρόδηλος ἡ τῆς ἐκβάσεως αἰτία φαίνεται· πολλάκις μὲν οὖν οἱ προλέγοντες πταίουσι, καὶ μετὰ τὴν ἔκβασιν ἑαυτοὺς μέμφονται, λέγοντες ὅτι, Τόδε ἦν τὸ ποιῆσαν, καὶ οὐκ εἴδομεν. Τὸ μὲν οὖν καὶ τοὺς πάνυ ἐπιστήμονας πταίειν γίνεται διὰ τὸ μὴ εἰδέναι, ὡς χθὲς ἔφην, ποῖα πάντως τῆς γενέσεως αἴτια γίνεται, ποῖα δὲ οὐ πάντως, καὶ ποῖα πάντως ποιῆσαι ἐπιθυμοῦμεν, οὐ πάντως δὲ ποιοῦμεν. Ἥδε δὲ ἡ αἰτία ἡμῖν, τοῖς μυστήριον μεμαθηκόσι, σαφής ἐστιν, ὅτι ἐλεύθερον ἔχοντες λογισμὸν, ἐνίοτε ἐπέχειν ταύτην βουλευσάμενοι, νενικήκαμεν. Οἱ δὲ ἀστρολόγοι, τοῦτο αὐτὸ τὸ μυστήριον οὐκ εἰδότες, περὶ πάσης προαιρέσεως ἀποφηνάμενοι ἐξ
And Clement the Roman, a disciple of the apostle Peter, having spoken words in harmony with these on the present problem to his father in Laodicea in the Circuits, utters a most necessary remark at the end of such discourses concerning the things that seem to have turned out according to a nativity, in the fourteenth discourse: "And my father said: Forgive me, my child; for your discourses of yesterday, being true, constrained me by reason to agree with you; yet my conscience, like the remnant of a fever, torments me a little towards unbelief; for I am conscious in myself that all the things of my nativity have been accomplished for me. And I answered: Consider with me, O father, what sort of nature the science has, from the counsel that I give. Meeting an astrologer, tell him first: Such and such evils have happened to me at such and such a time; I wished, then, to learn from which of the stars this has happened to me. And he will say that a maleficent planet, Mars or Saturn, succeeded to the times, or that one of these became periodic, or that some planet aspected this year from a quartile, or opposition, or in conjunction, or on an angle, or contrary to sect. And besides, he has ten thousand other things to say: in addition to these, either a beneficent planet was uncompounded with a maleficent one, or was unaspected, or in figure, or contrary to sect, or in eclipse, or unconnected, or among dim stars. And so, since there are many pretexts, he is able to furnish proofs corresponding to what he heard. After this astrologer, then, go to another and tell him the opposite: Such and such a good thing has happened to me at such and such a time—naming the very same time—and demand of him from what feature of the nativity this has happened. And nevertheless, as I said before, although you have lied, he himself is able out of many configurations to find some one configuration, and a second, and a third, and more, as having effected this very thing whence he will say the good things have happened; for it is impossible in every nativity of men that at every hour some of the stars should not be well placed and others ill; for it is an equally divided, varied circle, having infinite pretexts, according to which each one is able to say what he wills. For just as in the case of ambiguous dreams we sometimes understand nothing, but when the events have turned out we bring forward a most fitting interpretation; so also this science, before anything is accomplished, is able to indicate nothing clear to us, but after the account of what has happened, then the cause of the outcome appears evident. Oftentimes, therefore, those who foretell err, and after the outcome blame themselves, saying: This was what caused it, and we did not see it. Now the fact that even the very skilful err comes about through their not knowing, as I said yesterday, what things are altogether causes of the nativity, and what things are not altogether so, and what things we altogether desire to do, yet do not altogether do. But to us, who have learned the mystery, this cause is clear: that since we possess free reason, sometimes having resolved to restrain this impulse, we have prevailed. The astrologers, however, not knowing this very mystery, and pronouncing offhand concerning every choice
Notes, col. 85

On the reading

Printed Κα., for Καὶ.

PG 12:88Read from the page
ἀρχῆς, πταίσαντες τοὺς κλιμακτῆρας ἐπενόησαν, εἰς ἀδηλότητα ποιούμενοι τὴν προαίρεσιν, ὡς χθὲς ἀπεδείξαμεν. Σὺ δὲ τοῦ λοιποῦ πρὸς ταῦτα εἴ τι ἔχεις εἰπεῖν, λέγε. Καὶ ὁμόσας ἀπεκρίνατο, μηδὲν τούτων ἀληθέστερον εἶναι, ὧν εἶπεν. »
from the outset, when they erred, devised the climacterics, placing free choice in uncertainty, as we demonstrated yesterday. Do you, then, for the rest, if you have anything to say to these things, speak. And with an oath he answered that nothing was truer than these things which he had said."
« Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς τὰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτὸς, καὶ τοὺς ἀστέρας. Καὶ ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. » Ζητητέον δὴ εἰ ταὐτόν ἐστι τὸ, εἰς ἀρχὰς τῆς ἡμέρας, τῷ, καὶ ἄρχειν τῆς ἡμέρας· καὶ τὸ, εἰς ἀρχὰς τῆς νυκτὸς, τῷ, καὶ ἄρχειν τῆς νυκτός. Καὶ ὁ Ἀκύλας γὰρ τὸ ἀνάλογον ἐτήρησε, ποιήσας ἀντὶ μὲν τοῦ, εἰς ἀρχὰς, εἰς ἐξουσίαν· ἀντὶ δὲ τοῦ, ἄρχειν, ἐξουσιάζειν. Φασὶ δὲ οἷς ἐμέλησε τῆς τῶν σημαινομένων ἐξετάσεως, ἐν τοῖς τόποις τοῖς ἔχουσι συζυγίαν προσηγοριῶν καὶ κατηγορημάτων, προϋφίστασθαι τὰ τυγχάνοντα τῶν προσηγοριῶν, καὶ ἐπιγίνεσθαι τὰ κατηγορήματα παρὰ τὰς προσηγορίας· καὶ προσηγορίαν μὲν ἔχουσαν κατηγόρημά φασιν, οἷον τὴν φρόνησιν, κατηγόρημα δὲ εἶναι τὸ φρονεῖν· ὁμοίως προσηγορίαν τὴν σωφροσύνην, κατηγόρημα τὸ σωφρονεῖν· καὶ προϋφίστασθαί φασι τὴν φρόνησιν, εἶτ' ἐπιγίνεσθαι κατηγόρημα, ἀπὸ φρονήσεως τὸ φρονεῖν. Ταῦτα δὲ εἰ καὶ δόξομέν τισι παρὰ τὸ βούλημα ποιεῖν τῆς Γραφῆς, τετηρήκαμεν· ἐπεὶ ὁ μὲν ποιῶν τοὺς φωστῆρας Θεὸς ποιεῖ τὸν μὲν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, τὸν δὲ ἐλάσσω εἰς ἀρχὰς τῆς νυκτός· τίθεται δὲ αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐκέτι εἰς ἀρχὰς τῆς ἡμέρας καὶ τῆς νυκτὸς, ἀλλὰ εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. Τὸ γὰρ τεταγμένως καὶ ἀκολούθως τῷ τεχνολογουμένῳ κατὰ τὸν τόπον προτετάχθαι τὰς προσηγορίας, εἶτ' ἐπιφέρεσθαι τὰ κατ-
"And God made the two great luminaries, the great luminary for the rules of the day, and the lesser luminary for the rules of the night, and the stars. And God set them in the firmament of the heaven, so as to shine upon the earth, and to rule over the day and over the night" (Gen. 1:16-18). Now we must inquire whether "for the rules of the day" is the same as "and to rule over the day"; and whether "for the rules of the night" is the same as "and to rule over the night." For Aquila also preserved the analogy, rendering instead of "for the rules," "for dominion"; and instead of "to rule," "to exercise dominion." Now those who have given attention to the examination of significations say that, in passages which contain a pairing of appellations and predicates, the things that receive the appellations subsist first, and the predicates supervene from the appellations; and they say that an appellation having a predicate is, for instance, "prudence," while the predicate is "to be prudent"; similarly, the appellation is "temperance," and the predicate "to be temperate"; and they say that prudence subsists first, and then the predicate, "to be prudent," supervenes from prudence. Now even if we shall seem to some to be doing this beside the intention of the Scripture, we have observed these things because God, in making the luminaries, makes the great one for the rules of the day, and the lesser one for the rules of the night; but He sets them in the firmament of the heaven no longer for the rules of the day and of the night, but to rule over the day and over the night. For the fact that in an orderly way, and in accordance with the technical rule at this passage, the appellations have been placed first, and that there are then subjoined the predi-
PG 12:89Read from the page
ηγορήματα, κεκίνηκεν ἡμᾶς μήποτε τὸ πρᾶγμα καὶ παρὰ τῷ θεράποντι νενόηται, οὕτως ἔχον, καὶ μάλιστα ἐπεὶ ὁ κυριώτατα ἑρμηνεύειν φιλοτιμούμενος Ἀκύλας οὐκ ἄλλο πεποίηκε παρὰ τὴν προσηγορίαν καὶ τὸ κατηγόρημα. Ἐπιστησάτω δ' ὁ δυσπαραδέκτως ἔχων τούτων, εἰ δύναται ἠθικὸν πρόβλημα, ἢ φυσιολογούμενον, ἢ θεολογούμενον χωρὶς ἀκριβείας σημαινομένων καὶ τῶν κατὰ τὸν λογικὸν τόπον τρανουμένων, ὃν δεῖ τρόπον παρίστασθαι. Τί γὰρ ἄτοπον ἀκούειν τῶν κυριολεκτουμένων ἐν ταῖς διαλέκτοις, καὶ ἐφιστάνειν ἐπιμελῶς τοῖς σημαινομένοις; ἔστι γὰρ ὅπου παρὰ τὴν ἄγνοιαν τῶν λογικῶν μεγάλως περιπίπτομεν μὴ καθαίροντες τὰς ὁμωνυμίας, καὶ ἀμφιβολίας, καὶ καταχρήσεις, καὶ κυριολεξίας, καὶ διαστολάς· οἷον παρὰ τὸ ἀγνοεῖσθαι τὴν ὁμώνυμον τῆς κόσμου προσηγορίας φωνὴν ἐκπεπτώκασιν ἐπὶ τὸ ἀσεβέστατα φρονεῖν περὶ τοῦ Δημιουργοῦ οἱ μὴ καθάραντες, ἐπὶ τίνων κεῖται τὸ, « Ὁ κόσμος ἐν τῷ πονηρῷ κεῖται, » ὅτι ἀντὶ τῶν περιγείων καὶ ἀνθρωπίνων τοῦτο οὕτως ἐκεῖ τῷ Ἰωάννῃ εἴρηται. Οἰηθέντες γὰρ κόσμον κατ' αὐτὴν τὴν λέξιν σημαίνεσθαι τὸ σύστημα τὸ ἐξ οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς, θρασύτατα καὶ ἀνοσιώτατα ἀποφαίνονται περὶ Θεοῦ· μηδαμῶς ἔργῳ δεικνύναι δυνάμενοι πῶς ἥλιος καὶ σελήνη καὶ ἀστέρες, τὰ οὕτω τεταγμένως κινούμενα, κεῖται ἐν τῷ πονηρῷ. Εἶτα ἐὰν προσάγωμεν αὐτοῖς ἐκ τοῦ, « Οὗτός ἐστιν ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, » ὅτι κόσμος ἔνθα ἡ ἁμαρτία πλεονάζει κατὰ ταύτας τὰς λέξεις λέγεται, τουτέστιν ἐν τοῖς περιγείοις τόποις, εὐγνωμονοῦντες μὲν προσήσονται τὰ λεγόμενα, φιλονεικοῦντες δὲ, ἠλιθίως ἀναστρεφόμενοι, ἐπιμενοῦσι τοῖς ἅπαξ κριθεῖσι μοχθηροῖς διὰ τὴν ἄγνοιαν τῆς ὁμωνυμίας· πάλιν τε αὖ ἐὰν λέγηται, « Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ, » οὐκέτι δυνήσονται ὃ ἐξειλήφασι περὶ παντὸς τοῦ κόσμου, τουτέστι περὶ τῶν ἐν ὅλῳ τῷ κόσμῳ, μάλιστα κατὰ τὰς ὑποθέσεις αὐτῶν δεῖξαι· καὶ κατ' αὐτοῦ γὰρ ἀνάγκη τὴν λέξιν ὡς ὁμώνυμον ἐξετάζεσθαι. Καὶ περὶ τὴν ἀμφιβολίαν δὲ μοχθηρῶν ἐκδοχῶν καὶ παρὰ τὴν διαστολὴν τῶν στιγμῶν, καὶ ἄλλων δὲ μυρίων παραδείγματά ἐστι φιλοτιμησάμενον οὐκ ὀλίγα λαβεῖν. Ταῦτα δὲ παρεξέθημεν, ἵνα δείξωμεν, ὅτι καὶ καθ' ἡμᾶς τοὺς θέλοντας μὴ σφάλλεσθαι περὶ τὴν ἀλήθειαν ἐν τῷ νοεῖν τὰς θείας Γραφὰς ἀναγκαιότατά ἐστι τὰ πίπτοντα εἰς τὴν χρῆσιν εἰδέναι λογικά· ὧν καὶ νῦν ἐδεήθημεν εἰς τὸ εὑρεῖν τὴν διαφορὰν τῶν λεγομένων γεγονέναι « εἰς ἀρχὰς τῆς νυκτὸς, » καὶ « εἰς τὸ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός. »
cates, has moved us to inquire whether the matter was not also thus understood by the servant of God as being so, and especially since Aquila, who was ambitious to translate most literally, has done nothing else than set down the appellation and the predicate. And let anyone who is reluctant to admit these things consider whether an ethical, or physical, or theological question can be rightly established without accuracy as to significations and the things made clear according to logical method. For what absurdity is there in listening to the proper usages of words in languages, and attending carefully to the things signified? For there are cases where, through ignorance of logical principles, we fall into great errors by not clearing up homonyms, and ambiguities, and misapplications, and proper usages, and distinctions of punctuation; as, for instance, through ignorance of the homonymous term in the appellation "world," those men have fallen into holding most impious opinions concerning the Creator who have not cleared up in reference to what things the saying, "The world lies in the evil one" (1 John 5:19), is used—namely, that this is so said there by John for earthly and human affairs. For, supposing that by this expression "world" is signified the system composed of heaven and earth and the things in them, they pronounce most rashly and most unholily concerning God, being in no way able actually to show how sun and moon and stars, which move in such orderly fashion, lie in the evil one. Then, if we bring forward to them from the saying, "Behold the Lamb of God, Who takes away the sin of the world" (John 1:29), the fact that the place where sin abounds is called "world" according to these expressions, that is, in the earthly regions, if they are fair-minded they will admit what is said, whereas if they are contentious, behaving foolishly, they will persist in the wicked opinions they have once judged true through ignorance of the homonymy. And again, if it be said, "God was in Christ reconciling the world to Himself" (2 Cor. 5:19), they will no longer be able to show what they have understood concerning the whole world, that is, concerning the things in the entire world, especially according to their own hypotheses; for in reference to this too it is necessary that the word be examined as a homonym. And concerning the ambiguity of faulty interpretations, and faulty division of punctuation marks, and ten thousand other things, it is possible for one who takes pains to find not a few examples. And we have set forth these things by way of digression, in order to show that even for us, who wish not to err concerning the truth in understanding the divine Scriptures, it is most necessary to know the logical principles that fall into use; of which we have had need now also, in order to find the difference between the things said to have been made "for the rules of the night," and "to rule over the day and over the night."