Migne Reading Room

PG 12 · cols. 68–77 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:68Read from the page
χρησμὸν, φέρε εἰπεῖν, περί τινος διδοὺς, ἐρεῖ, ὅτι Οὐκ ἐνδέχεται τόνδε σωφρονῆσαι. Δύναμις μὲν γὰρ πάντη οὐκ ἔστι τοῦ πτῆναι οὐδαμῶς ἐν τῷ ἀνθρώπῳ, δύναμις δέ ἐστι τοῦ σωφρονῆσαι, καὶ τοῦ ἀκολαστῆσαι. Ὧν ἀμφοτέρων δυνάμεων ὑπαρχουσῶν, ὁ μὴ προσέχων λόγοις ἐπιστρεπτικοῖς καὶ παιδευτικοῖς ἑαυτὸν ἐπιδίδωσι τῇ χειρίστῃ· κρείττονι δὲ ὁ ζητήσας τὸ ἀληθὲς, καὶ βιῶσαι βεβουλημένος κατ' αὐτό. Οὐ ζητεῖ δὲ ὅδε μὲν τἀληθῆ, ἐπεὶ ἐπιῤῥέπει ἐπὶ τὴν ἡδονήν· ὅδε δὲ ἐξετάζει περὶ αὐτῶν, αἱρεθεὶς ὑπὸ τῶν κοινῶν ἐννοιῶν, καὶ λόγου προτρεπτικοῦ. Πάλιν τε αὖ ὅδε μὲν αἱρεῖται τὴν ἡδονὴν, οὐχὶ οὐ δυνάμενος ἀντιβλέπειν αὐτῇ, ἀλλ' οὐκ ἀγωνιζόμενος· ὅδε δὲ καταφρονεῖ αὐτῆς, τὸ ἄσχημον ὁρῶν τὸ ἐν αὐτῇ πολλάκις τυγχάνον. Ὅτι μέντοιγε ἡ πρόγνωσις τοῦ Θεοῦ οὐκ ἀνάγκην ἐπιτίθησι τοῖς περὶ ὧν κατείληφε, πρὸς τοῖς προειρημένοις καὶ τοῦτο λελέξεται, ὅτι πολλαχοῦ τῶν Γραφῶν Θεὸς κελεύει τοὺς προφήτας κηρύσσειν μετάνοιαν, οὐ προσποιησάμενος τὸ ἐγνωκέναι πότερον οἱ ἀκούσαντες ἐπιστρέψουσιν, ἢ τοῖς ἁμαρτήμασιν ἑαυτῶν ἐμμενοῦσιν· ὥσπερ ἐν τῷ Ἱερεμίᾳ λέγεται· « Ἴσως ἀκούσονται καὶ μετανοήσουσιν. » Οὐ γὰρ ἀγνοῶν ὁ Θεὸς πότερον ἀκούσουσιν, ἢ οὔ, φησιν, « ἴσως ἀκούσονται, καὶ μετανοήσουσιν· » ἀλλ' οἱονεὶ τὸ ἰσοστάσιον τῶν δυνάμεων γενέσθαι δεικνὺς ἐκ τῶν λεγομένων· ἵνα μὴ προκατηγγελμένη ἡ πρόγνωσις αὐτοῦ, καταπεσεῖν ποιήσῃ τοὺς ἀκούοντας, δόξαν ἀνάγκης παριστᾶσα, ὡς οὐκ ὄντος ἐπ' αὐτοῖς τοῦ ἐπιστρέψαι, καὶ οἱονεὶ καὶ αὐτὴ αἰτία γένηται τῶν ἁμαρτημάτων· ἢ πάλιν τοῖς ἐκ τοῦ ἀγνοεῖν τὸ προεγνωσμένον καλὸν, δυναμένοις ἐν τῷ ἀγωνίσασθαι, καὶ ἀντιτείνειν πρὸς τὴν κακίαν ἐν ἀρετῇ βιῶσαι, αἰτία γένηται ἡ πρόγνωσις ἐκλύσεως, οὐκ ἔτι εὐτόνως ἱσταμένοις κατὰ τῆς ἁμαρτίας, ὡς πάντως ἐσομένου τοῦ προειρημένου. Καὶ οὕτω γὰρ οἷον ἐμπόδιον γένοιτ' ἂν ἡ πρόγνωσις τοῦ ἐσομένου καλοῦ. Πάντα γοῦν χρησίμως ὁ Θεὸς τὰ κατὰ τὸν κόσμον οἰκονομῶν, εὐλόγως ἡμᾶς καὶ πρὸς τὰ μέλλοντα ἐτύφλωσεν· ἡ γὰρ γνῶσις αὐτῶν ἀνῆκε μὲν ἡμᾶς ἀπὸ τοῦ ἀθλεῖν κατὰ τῆς κακίας, ἐπέτρεψε δ' ἂν δόξασα κατειλῆφθαι, πρὸς τὸ μὴ ἀντιπαλαίσαντας ἡμᾶς τῇ ἁμαρτίᾳ, τάχιον αὐτῇ ὑποχειρίους γενέσθαι. Ἅμα δὲ καὶ μαχόμενον ἐγίνετο τῷ καλὸν καὶ ἀγαθὸν γενέσθαι τινὰ τὸ τὴν πρόγνωσιν ἐληλυθέναι εἰς τόνδε τινὰ, ὅτι πάντως ἔσται ἀγαθός. Πρὸς οἷς γὰρ ἔχομεν, καὶ σφοδρότητος καὶ τάσεως πλείονος χρεία πρὸς τὸ καλὸν καὶ ἀγαθὸν γενέσθαι· προκαταληφθεῖσα δὲ ἡ γνῶσις, τοῦ πάντως καλὸν καὶ ἀγαθὸν ἔσεσθαι ὑπεκλύειν τὴν ἄσκησιν. Διόπερ συμφερόντως οὐκ ἴσμεν οὔτε εἰ ἀγαθοὶ, οὔτε εἰ πονηροὶ ἐσόμεθα.
giving an oracle, say, concerning someone, will He say: "It is not possible for this man to be temperate." For the power of flying is altogether not in man at all, whereas there is the power of being temperate and of being intemperate. And since both these powers exist, he who does not attend to words that turn to repentance and instruct gives himself over to the worst; whereas he who has sought the truth and willed to live according to it gives himself to the better. And the one man does not seek the truth because he inclines towards pleasure; whereas the other examines concerning it, being won over by common conceptions and an exhortatory word. And again on the other hand the one chooses pleasure, not because he is unable to look it in the face, but because he does not struggle; whereas the other despises it, seeing the unseemliness that often exists in it. Moreover, that the foreknowledge of God does not impose necessity upon the things which He has comprehended, in addition to the things already said this also shall be stated: that in many places of the Scriptures God commands the prophets to proclaim repentance, without professing to know whether those who hear will turn back or will abide in their sins; just as in Jeremiah it is said: "Perhaps they will hear and repent." For not as being ignorant whether they will hear or not does God say, "perhaps they will hear and repent," but as it were showing from what is said the equal balance of the powers; so that His foreknowledge, if proclaimed beforehand, may not cause those who hear to fall away by presenting an impression of necessity, as though it were not in their power to turn back, and thus itself as it were become a cause of sins; or again, for those who from not knowing the foreknown good are able by struggling and resisting wickedness to live in virtue, foreknowledge may not become a cause of relaxation, when they no longer stand vigorously against sin on the ground that what was foretold will altogether be. For thus also the foreknowledge of the good that will be would become as it were a hindrance. Since God, therefore, beneficially orders all things in the world, He reasonably blinded us also with respect to future things; for the knowledge of them would have relaxed us from contending against wickedness, and, being supposed to have been comprehended, would have suffered us, through not wrestling against sin, more quickly to become subject to it. And at the same time also, that the foreknowledge should have come to this particular man that he will altogether be good was conflicting with anyone's becoming noble and good. For in addition to the things we have, there is need also of earnestness and greater tension towards becoming noble and good; whereas the knowledge, if grasped beforehand, that one will altogether be noble and good secretly relaxes the training. Wherefore profitably we do not know whether we shall be good or evil.
PG 12:69Read from the page
Ἐπεὶ δὲ εἰρήκαμεν, ὅτι ἀπετύφλωσεν ἡμᾶς πρὸς τὰ μέλλοντα ὁ Θεὸς, ζητούμενόν τι ῥητὸν ἀπὸ τῆς Ἐξόδου ὅρα εἰ δυνάμεθα οὕτω σαφηνίσαι · « Τίς ἐποίησε δύσκωφον, καὶ κωφὸν, καὶ βλέποντα, καὶ τυφλόν; οὐκ ἐγὼ Κύριος ὁ Θεός ; » ἵνα τὸν αὐτὸν καὶ τυφλὸν καὶ βλέποντα πεποιηκὼς ᾖ· βλέποντα μὲν πρὸς τὰ ἐνεστηκότα, τυφλὸν δὲ πρὸς τὰ μέλλοντα. Τὸ γὰρ περὶ τοῦ δυσκώφου καὶ κωφοῦ οὐ τοῦ παρόντος καιροῦ διηγήσασθαι. Ὅτι μέντοιγε πολλῶν τῶν ἐφ' ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ' ἡμῖν ἐστι, καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ' ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ' ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις, οὐκ ἐφ' ἡμῖν. ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις, καὶ ἕτερα πρᾶξαι παρ' ἃ πράττομεν. Εἰ δέ τις ζητεῖ τὸ ἐφ' ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς, ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν, καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος. Μετρίως μὲν οὖν ὡς ἐν ἐπιτομῇ οἶμαι ἀποδεδεῖχθαι τὸ τὴν πρόγνωσιν τοῦ Θεοῦ μὴ εἶναι καταναγκαστικὴν τῶν προεγνωσμένων πάντως.
And since we have said that God blinded us with respect to future things, see whether we can thus explain a certain text under inquiry from Exodus: "Who made the hard of hearing, and the deaf, and the seeing, and the blind? Did not I, the Lord God?" so that He has made the same man both blind and seeing: seeing indeed with respect to present things, and blind with respect to future things. For to set forth the matter concerning the hard of hearing and the deaf does not belong to the present occasion. Yet that very many of the things not in our power are causes of many of the things in our power, we also shall confess; without which things having come to pass, I mean the things not in our power, certain particular things of those in our power would not have been done; but certain particular things of those in our power are done consequent upon these particular antecedent things not in our power, while it is possible upon the same antecedent things to do also other things beside what we do. And if anyone seeks that what is in our power should be detached from the universe, so that we do not choose these particular things on account of certain particular things that have happened to us, he has forgotten that he is a part of the world, and encompassed by the fellowship of men and of the surrounding environment. Moderately then, as in an epitome, I think it has been demonstrated that the foreknowledge of God is not at all compulsive of the things foreknown.
Φέρε δὲ ἀγωνισώμεθα καὶ περὶ τοῦ τοὺς ἀστέρας μηδαμῶς εἶναι ποιητικοὺς τῶν ἐν ἀνθρώποις, σημαντικοὺς δὲ μόνον. Σαφὲς δὲ, ὅτι, εἰ ὅδε τις ὁ σχηματισμὸς τῶν ἀστέρων ποιητικὸς νομίζοιτο τῶνδέ τινων τῶν γινομένων περὶ τὸν ἄνθρωπον, (ἔστω γὰρ περὶ τούτου νῦν ζητεῖσθαι τὸν λόγον·) οὐκ ἂν ὁ σήμερον, φέρε εἰπεῖν, γενόμενος σχηματισμὸς περὶ τόνδε δύναται νοεῖσθαι πεποιηκέναι τὰ παρεληλυθότα περὶ ἕτερον ἢ καὶ περὶ ἑτέρους. Πᾶν γὰρ τὸ ποιοῦν πρεσβύτερον τοῦ πεποιημένου. Ὅσον δὲ ἐπὶ τοῖς μαθήμασι τῶν τὰ τοιαῦτα ἐπαγγελλομένων
Come now, let us contend also concerning the stars' being in no way productive of the things among men, but only significative. Now it is clear that, if this particular configuration of the stars were supposed to be productive of these particular things that come to pass concerning the man (for let the argument now be inquired into concerning this), the configuration that came to pass today, say, concerning this man cannot be conceived to have produced the past things concerning another or even concerning others. For everything that makes is older than that which has been made. Yet so far as concerns the teachings of those who profess such things
PG 12:72Read from the page
πρεσβύτερα τοῦ σχηματισμοῦ προλέγεσθαι νομίζεται τὰ περὶ τοὺς ἀνθρώπους. Ἐπαγγέλλονται γὰρ, τόνδε τινὰ τρόπον τὴν ὥραν λαβόντες τοῦδε τοῦ ἀνθρώπου, καταλαμβάνειν πῶς ἕκαστος τῶν πλανωμένων κατὰ κάθετον, ἢ τῆσδε τῆς μοίρας τοῦ ζωδίου, ἢ τῶν ἐν αὐτῇ λεπτῶν, καὶ ποῖος ἀστὴρ ζωδιακοῦ, κατὰ τοῦ ἀνατολικοῦ ἐτύγχανεν ὁρίζοντος, ποῖός τε κατὰ τοῦ δυτικοῦ, καὶ τίς κατὰ τοῦ μεσουρανήματος, καὶ τίς κατὰ τοῦ ἀντιμεσουρανήματος. Καὶ ἐπὰν θῶσι τοὺς ἀστέρας, οὓς νομίζουσιν ἑαυτοῖς ἐσχηματικέναι, κατὰ τὸν καιρὸν τῆς τοῦ δεῖνος γενέσεως ἐσχηματισμένους οὑτωσὶ, τῷ χρόνῳ τῆς ἀποτέξεως τοῦ περὶ οὗ σκοποῦσιν , οὐ μόνον τὰ μέλλοντα ἐξετάζουσιν, ἀλλὰ καὶ τὰ παρεληλυθότα, καὶ τὰ πρὸ τῆς γενέσεως καὶ τῆς σπορᾶς τοῦ περὶ οὗ ὁ λόγος γεγενημένου, περὶ πατρὸς ποταπὸς ὢν τυγχάνει, πλούσιος ἢ πένης, ὁλόκληρος τὸ σῶμα ἢ σεσινωμένος, τὸ ἦθος βελτίων ἢ χείρων, ἀκτήμων ἢ πολυκτήμων · τήνδε τὴν πρᾶξιν ἢ τήνδε ἔχων · τὰ δ' αὐτὰ καὶ περὶ τῆς μητρὸς, καὶ περὶ πρεσβυτέρων ἀδελφῶν, ἐὰν τύχωσιν ὄντες. Ἔστω δὲ ἡμᾶς ἐπὶ τοῦ παρόντος προσίεσθαι αὐτοὺς καταλαμβάνειν τὰ ἐν τῷ τόπῳ ἀληθῆ, περὶ οὗ καὶ αὐτοῦ ὕστερον δείξομεν, ὅτι οὐχ οὕτως ἔχει · πευσώμεθα τοίνυν τῶν ὑπολαμβανόντων κατηναγκάσθαι ὑπὸ τῶν ἄστρων τὰ τῶν ἀνθρώπων πράγματα, τίνα τρόπον ὁ σήμερον σχηματισμὸς ὁ τοιόσδε δύναται πεποιηκέναι τὰ πρεσβύτερα. Εἰ γὰρ τοῦτο ἀμήχανον καθ' ὃ δὴ ὅτι εὑρίσκεται τὸ περὶ τῶν πρεσβυτέρων τοῦ χρόνου μὴ ἀληθὲς, σαφὲς τὸ μὴ πεποιηκέναι τοὺς ἀστέρας οὑτωσὶ κινουμένους ἐν οὐρανῷ τὰ παρεληλυθότα καὶ γενόμενα, πρὸ τοῦ οὕτως ἔχειν αὐτούς. Εἰ δὲ τοῦτο. τάχα ὁ προσιέμενος ἀληθεύειν αὐτοὺς, ἐπιστήσας τοῖς περὶ τῶν μελλόντων λεγομένοις, ἐρεῖ ἀληθεύειν αὐτοὺς οὐ τῷ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ τῷ σημαίνειν μόνον. Ἐὰν δέ τις φάσκῃ τὰ μὲν παρεληλυθότα μὴ ποιεῖν τοὺς ἀστέρας, ἀλλὰ ἄλλους μὲν σχηματισμοὺς τοὺς τῆς ἐκείνων γνώσεως αἰτίους γεγονέναι· τὸν δὲ νῦν σχηματισμὸν σεσημαγκέναι μόνον · τὰ μέντοι μέλλοντα δηλοῦσθαι ἀπὸ τοῦ ἐνεστηκότος σχηματισμοῦ
things older than the configuration are supposed to be foretold concerning men. For they profess, having taken in this particular manner the hour of this particular man, to comprehend how each of the wandering stars was situated vertically, either in this particular degree of the zodiacal sign, or in the minutes within it, and what star of the zodiac happened to be at the eastern horizon, and what at the western, and which at the mid-heaven, and which at the lower mid-heaven. And whenever they have placed the stars, which they suppose to have formed a configuration for themselves, as having been configured thus at the season of the nativity of such a one, at the time of the birth of him concerning whom they are inquiring, they examine not only future things, but also past things, and the things before the nativity and the begetting of him who has been born and concerning whom the account is: concerning his father, of what sort he happens to be, rich or poor, sound in body or maimed, better or worse in character, possessing nothing or possessing much, having this particular occupation or that; and the same things also concerning his mother, and concerning older brothers, if there happen to be any. Now let it be granted by us for the present that they comprehend the true things in this matter, concerning which very thing we shall show later that it is not so; let us inquire, then, of those who suppose that the affairs of men have been necessitated by the stars, in what manner today's configuration of such a sort can have produced the older things. For if this is impossible, inasmuch as that which concerns the things older in time is found untrue, it is clear that the stars moving thus in heaven have not produced the things that are past and have come into being before they were in such a state. And if this is so, perhaps he who admits that they speak the truth, attending to the things said concerning future matters, will say that they speak the truth not because the stars produce them, but because they only signify them. And if anyone should allege that the stars do not indeed produce past things, but that other configurations were the causes of the knowledge of those things, while the present configuration has only signified them, yet that future things are shown from the existing configuration
Notes, col. 72

On the reading

Printed Εἰ δὲ τοῦτο., for Εἰ δὲ τοῦτο,.

PG 12:73Read from the page
τῆς τοῦ δεῖνος γενέσεως, παραστησάτω τὴν διαφορὰν, τοῦ ἀπὸ τῶν ἀστέρων δύνασθαι δεῖξαι, ὅτι τάδε μὲν νεγόηται ἀληθῆ ὡς ἀπὸ ποιούντων, τάδε δὲ ὡς ἀπὸ σημαινόντων μόνον· μὴ ἔχοντες δὲ δοῦναι τὴν διαφορὰν, εὐγνωμόνως συγκαταθήσονται, μηδὲν τῶν κατὰ τοὺς ἀνθρώπους ἀπὸ τῶν ἀστέρων γίνεσθαι, ἀλλ', ὡς προειρήκαμεν, εἰ ἄρα σημαίνεσθαι, ὡς εἰ μὴ καὶ ἀπὸ τῶν ἀστέρων τις ἐλάμβανε τὰ παρεληλυθότα καὶ τὰ μέλλοντα, ἀλλ' ἀπὸ τοῦ νοῦ τοῦ Θεοῦ, διά τινος λόγου προφητικοῦ. Ὥσπερ γὰρ προαπεδείξαμεν, ὅτι οὐδὲν λυπεῖ τὸν περὶ τοῦ ἐφ' ἡμῖν λόγον τὸ τὸν Θεὸν εἰδέναι τὰ πραχθησόμενα ἑκάστῳ, οὕτως οὐδὲ τὰ σημεῖα, ἃ ἔταξεν ὁ Θεὸς εἰς τὸ σημαίνειν, ἐμποδίζει τὸ ἐφ' ἡμῖν · ἀλλὰ παραπλησίως βιβλίῳ περιέχοντι τὰ μέλλοντα προφητικῶς ὁ πᾶς οὐρανὸς δύναται, οἱονεὶ βίβλος ὢν Θεοῦ, περιέχειν τὰ μέλλοντα. Διόπερ ἐν τῇ προσευχῇ τοῦ Ἰωσὴφ δύναται οὕτω νοεῖσθαι τὸ λεγόμενον ὑπὸ τοῦ Ἰακώβ · « Ἀνέγνων γὰρ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ , ὅσα συμβήσεται ὑμῖν καὶ τοῖς υἱοῖς ὑμῶν. » Τάχα δὲ καὶ τὸ, « Εἱλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον, » τοὺς λόγους τοὺς περιεχομένους, σημαντικοὺς τῶν ἐσομένων, δηλοῖ ἀπαρτισθησομένους, καὶ ἵν' οὕτως εἴπω, πληρωθησομένους, ὥσπερ λέγονται αἱ προφητεῖαι πεπληρῶσθαι τῷ ἐκβεβηκέναι. Καὶ οὕτως ἔσται εἰς σημεῖα τὰ ἄστρα γεγονότα, κατὰ τὴν λέγουσαν φωνήν · « Ἔστωσαν εἰς σημεῖα. » Ὁ δὲ Ἱερεμίας, ἐπιστρέφων ἡμᾶς πρὸς ἑαυτοὺς, καὶ περιαιρῶν φόβον τὸν ἐπὶ τοῖς νομιζομένοις σημαίνεσθαι, τάχα δὲ καὶ ὑπολαμβανομένοις ἐκεῖθεν ἔρχεσθαι, φησίν· « Ἀπὸ τῶν σημείων τοῦ οὐρανοῦ μὴ φοβεῖσθε. »
of the nativity of such a one, let him set forth the difference, so as to be able to show from the stars that these particular things have been conceived true as from things that produce them, and those as from things that only signify them; and since they are unable to give the difference, they will fairly agree that nothing of the things concerning men comes to pass from the stars, but, as we have said before, if at all, is signified, as though one were taking the past and the future things not even from the stars, but from the mind of God, through some prophetic word. For just as we demonstrated before that God's knowing the things that will be done by each person in no way harms the account concerning what is in our power, so neither do the signs, which God appointed for signifying, hinder what is in our power; but similarly to a book containing future things prophetically, the whole heaven, being as it were a book of God, can contain future things. Wherefore in the Prayer of Joseph that which is said by Jacob can be understood thus: "For I have read in the tablets of heaven all the things that shall befall you and your sons." And perhaps also the text, "The heaven shall be rolled up as a book," shows that the principles contained in it, significative of the things that will be, will be completed, and, so to speak, fulfilled, just as the prophecies are said to have been fulfilled by having come to pass. And thus the stars will have come into being for signs, according to the voice that says: "Let them be for signs." And Jeremiah, turning us back to ourselves, and taking away the fear over the things supposed to be signified, and perhaps also supposed to come from thence, says: "Be not afraid of the signs of heaven."
Ἴδωμεν καὶ δεύτερον ἐπιχείρημα, πῶς οὐ δύνανται οἱ ἀστέρες εἶναι ποιητικοὶ, ἀλλ' εἰ ἄρα σημαντικοί. Ἀπὸ τῶν πλείστων γὰρ ὅσων γενέσεων ἔστι λαβεῖν τὰ περὶ ἑνὸς ἀνθρώπου· τοῦτο δὲ καθ' ὑπόθεσιν λέγομεν, συγχωροῦντες τὸ ἐπιστήμην αὐτῶν ἀναλαμβάνεσθαι ὑπ' ἀνθρώπων δύνασθαι. Φέρε γὰρ εἰπεῖν περὶ τοῦ τόνδε πείσεσθαι τόδε, καὶ τεθνήξεσθαι περιπεσόντα λῃσταῖς καὶ ἀναιρεθέντα, φασὶ δύνασθαι λαμβάνειν ἀπό τε τῆς ἰδίας αὐτοῦ γενέσεως, κἂν τύχῃ ἔχων ἀδελφοὺς πλείονας, ἀπὸ τῆς ἑκάστου αὐτῶν. Περιέχειν γὰρ οἴονται τὴν ἑκάστου γένεσιν ἀδελφὸν ὑπὸ λῃστῶν τεθνηξόμενον ὁμοίως καὶ τὴν
Let us look also at a second argument, how the stars cannot be productive, but if at all, significative. For from very many nativities indeed it is possible to take the things concerning a single man; and this we say by hypothesis, granting that the science of them can be acquired by men. For instance, concerning this man's being about to suffer this particular thing, and to die by falling among robbers and being slain, they say that they can take it both from his own nativity and, even if he should happen to have several brothers, from that of each of them. For they suppose that the nativity of each contains a brother about to die at the hands of robbers, and similarly also the
Notes, col. 73

On the reading

Printed νεγόηται, for νενόηται.

PG 12:76Read from the page
τοῦ πατρὸς καὶ τὴν της μητρὸς, καὶ τὴν τῆς γαμετῆς, καὶ τῶν υἱῶν αὐτοῦ, καὶ τῶν οἰκετῶν, καὶ τῶν φιλτάτων, τάχα δὲ καὶ αὐτῶν τῶν ἀναιρούντων. Πῶς οὖν δυνατὸν τὸν τοσαύταις γενέσεσιν, ἵνα αὐτοῖς τοῦτο συγχωρηθῇ, ἐμπεριεχόμενον γίνεσθαι ὑπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων, τῆσδε μᾶλλον τῆς γενέσεως ἢ τῶνδε; Ἀπίθανον γὰρ καὶ τὸ φάσκειν, τὸν σχηματισμὸν τὸν ἐν τῇ ἰδίᾳ τοῦδέ τινος γενέσει ταῦτα πεποιηκέναι, τὸν δὲ ἐν τῇ τῶνδε γενέσει μὴ πεποιηκέναι, ἀλλὰ σεσημαγκέναι μόνον· ἠλίθιον γὰρ τὸ εἰπεῖν, ὅτι ἡ πάντων γένεσις περιεῖχε καθ' ἕκαστον ποιητικὸν τοῦ τόνδε ἀναιρεθῆναι, ὥστε ἐν γενέσεσιν, καθ' ὑπόθεσιν λέγω, πεντήκοντα περιέχεσθαι τὸ τόνδε τινὰ ἀναιρεθῆναι. Οὐκ οἶδα δ' ὅπως δυνήσονται σῶσαι τὸ, τῶν μὲν ἐν Ἰουδαίᾳ σχεδὸν πάντων τοιόνδε εἶναι τὸν σχηματισμὸν ἐπὶ τῆς γενέσεως, ὡς ὀκταήμερον αὐτοὺς λαμβάνειν περιτομὴν, ἀκρωτηριαζομένους καὶ ἑλκουμένους, καὶ φλεγμονῇ περιπεσομένους καὶ τραύμασι, καὶ ἅμα τῇ εἰς τὸν βίον εἰσόδῳ ἰατρῶν δεομένους· τῶν δὲ ἐν Ἰσμαηλίταις τοῖς κατὰ τὴν Ἀραβίαν τοιόνδε, ὡς πάντας περιτέμνεσθαι τρισκαιδεκαετεῖς· τοῦτο γὰρ ἱστόρηται περὶ αὐτῶν, καὶ πάλιν τῶνδέ τινων τῶν ἐν Αἰθίοψι, τοῖσδε τὰς κόγχας τῶν γονάτων περιαιρεῖσθαι, καὶ τῶν Ἀμαζόνων τοὺς ἑτέρους τῶν μαστῶν. Πῶς γὰρ ταῦτα ποιοῦσιν οἱ ἀστέρες τοῖσδε τοῖς ἔθνεσιν;
of the father and that of the mother, and that of the wife, and of his sons, and of the domestic servants, and of his dearest friends, and perhaps also of the slayers themselves. How then is it possible that one who is included in so many nativities, to grant them this, should be brought about by the configuration of the stars of this nativity rather than of those? For it is also implausible to allege that the configuration at the particular nativity of this certain man has caused these things, while that at the nativity of those others has not caused them, but has only signified them; for it is foolish to say that the nativity of all of them contained in each case an efficient cause of this man's being slain, so that in fifty nativities, I say by way of hypothesis, there is contained the slaying of this certain man. And I do not know how they will be able to maintain that, of nearly all those in Judaea, the configuration at their nativity is of such a kind that on the eighth day they receive circumcision, being mutilated and ulcerated, and falling into inflammation and wounds, and needing physicians at their very entrance into life; whereas of those among the Ishmaelites in Arabia it is of such a kind that all are circumcised at thirteen years of age; for this is recorded concerning them; and again of certain of those among the Ethiopians, that their kneecaps are removed, and of the Amazons, one of their breasts. For how do the stars cause these things to these nations?
Notes, col. 76

On the reading

Printed της, for τῆς.

PG 12:77Read from the page
Οἶμαι, ὅτι, εἰ ἐπιστήσαιμεν, οὐδὲ μέχρι τοῦ στῆσαι δυνησόμεθά τι ἀληθὲς εἰπεῖν περὶ αὐτῶν. Τοσούτων δὲ φερομένων ὁδῶν προγνωστικῶν, οὐκ οἶδ' ὅπως ἐξώκειλαν οἱ ἄνθρωποι ἐπὶ τὸ τὴν μὲν οἰωνιστικὴν καὶ τὴν θυτικὴν μὴ λέγειν περιέχειν τὸ ποιοῦν αἴτιον, ἀλλὰ σημαίνειν μόνον, καὶ τὴν ἀστεροσκοπικὴν, οὐκ ἔτι δὲ τὴν γενεθλιαλογικήν. Εἰ γὰρ ἐπιγινώσκεται, ἵνα καὶ χαρισώμεθα τὸ γινώσκεσθαι, γίνεται δὲ ἐκεῖθεν ὅθεν ἡ γνῶσις λαμβάνεται, τί μᾶλλον ἀπὸ τῶν ἀστέρων ἢ ἀπὸ τῶν οἰωνῶν ἔσται τὰ γινόμενα; καὶ μᾶλλον ἀπὸ τῶν οἰωνῶν, ἢ ἀπὸ τῶν σπλάγχνων τῶν θυομένων, ἢ ἀπὸ τῶν διαττόντων ἀστέρων; Ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει εἰς ἀναίρεσιν τοῦ ποιητικοὺς εἶναι τοὺς ἀστέρας τῶν ἀνθρωπίνων.
I think that, if we give our attention to the matter, we shall not be able to state anything true concerning them even to the point of establishing it. And although so many methods of foreknowledge are current, I know not how men have drifted into saying that augury by birds and sacrificial divination do not contain the efficient cause, but only signify, and so too observation of the stars, yet no longer so with natal astrology. For if a thing is foreknown, even to grant them that it is known, and if it comes to pass from that source whence the knowledge is taken, why shall the things that come to pass be from the stars any more than from birds? and why any more from birds than from the entrails of sacrificial victims, or from shooting stars? These remarks, then, will suffice for the present for the refutation of the claim that the stars are efficient causes of human affairs.
Ὅπερ δὲ συγκεχωρήκαμεν, οὐ γὰρ ἐλύπει τὸν λόγον, ὡς τῶν ἀνθρώπων δυναμένων καταλαμβάνειν τοὺς οὐρανίους σχηματισμοὺς καὶ τὰ σημεῖα, καὶ ὧν ἐστι σημεῖα, τοῦτο φέρε νῦν ἐξετάσωμεν εἰ ἀληθές ἐστι. Φασὶ τοίνυν οἱ περὶ ταῦτα δεινοὶ, τὸν μέλλοντα τὰ κατὰ τὴν γενεθλιαλογικὴν ἀληθῶς καταλαμβάνειν εἰδέναι οὐ μόνον τὸ κατὰ πόστου δωδεκατημορίου ἐστὶν ὁ καλούμενος ἀστὴρ, ἀλλὰ καὶ κατὰ ποίας μοίρας τοῦ δωδεκατημορίου, καὶ κατὰ ποίου ἑξηκοστοῦ· οἱ δὲ ἀκριβέστεροι καὶ κατὰ ποίου ἑξηκοστοῦ τοῦ ἑξηκοστοῦ. Καὶ τοῦτό φασι δεῖν ποιεῖν ἐφ' ἑκάστου τῶν πλανωμένων ἐξετάζοντα τὴν σχέσιν τὴν πρὸς
Now what we have conceded, since it did not harm our argument, namely, that men are able to comprehend the heavenly configurations and the signs, and the things of which they are signs, come, let us now examine whether this is true. Those who are skilled in these matters say, then, that he who is truly going to comprehend the matters of natal astrology must know not only in which twelfth part of the zodiac the star in question is, but also in what degree of the twelfth part, and in what sixtieth; and the more exact say also in what sixtieth of the sixtieth. And they say that the observer must do this in the case of each of the planets, examining its relation towards