Migne Reading Room

PG 12 · cols. 56–65 · Read from the page

Further columns of this volume

Further columns of this volume

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 12:56Read from the page
περιστάντες νοῦ τινος ὑποκειμένου γενέσει καὶ εἱμαρμένῃ, καὶ ἑτέρου ἀπὸ τούτων ἐλευθέρου· δῆλον γάρ ἐστι τοῖς εἰδόσι τοὺς τοιούτους, ὅτι λόγον ἀπαιτηθέντες διδόναι αὐτοῖς οὐδαμῶς δυνήσονται. Πρὸς δὲ τοῖς εἰρημένοις καὶ εὐχαὶ παρέλκουσι μάτην παραλαμβανόμεναι· εἰ γὰρ κατηνάγκασται τάδε τινὰ γενέσθαι, καὶ οἱ ἀστέρες ποιοῦσιν, οὐδὲν δὲ παρὰ τὴν τούτων πρὸς ἀλλήλους ἐπιπλοκὴν δύναται γενέσθαι, Θεὸν ἀλογίστως ἀξιοῦμεν τάδε τινὰ ἡμῖν δωρήσασθαι. Καὶ τί ἐπὶ πλεῖον μηκύνειν λόγον δεῖ, παριστάντα τὸ ἀσεβὲς τοῦ κατημαξευμένου ἀβασανίστως παρὰ τοῖς πολλοῖς περὶ εἱμαρμένης τόπου ; Αὐτάρκη γὰρ εἰς ὑπογραφὴν καὶ τὰ ειρημένα.
between a certain mind subject to nativity and fate, and another free from these; for it is clear to those who know such men that when required to give an account they will in no way be able to give it to them. And in addition to the things that have been said, prayers also are superfluous, being undertaken in vain; for if certain particular things have been necessitated to happen, and the stars do them, and nothing contrary to their intertwining with one another can happen, we unreasonably ask God to grant us certain particular things. And why must one prolong the discourse further, setting forth the impiety of the commonplace concerning fate that is uncritically bandied about among the multitude? For even the things that have been said are sufficient for an outline.
Πόθεν δὲ, ἐξετάζοντες τό · « Ἔστωσαν εἰς σημεῖα οἱ φωστῆρες, » ἐπὶ ταῦτα ἐληλύθαμεν, ἑαυτοὺς ὑπομνήσωμεν. Οἱ μανθάνοντες περί τινων ἀληθῆ, ἤτοι αὐτόπται τῶν πραγμάτων γενόμενοι, ἀποφαίνονται τάδε τινὰ ὑγειῶς, τὸ πάθος καὶ τὴν ἐνέργειαν τῶν πεπονθότων, ἢ ἐνεργησάντων θεασάμενοι, ἢ ἀπαγγελλόντων τῶν οὐδαμῶς αἰτίων τοῖς γεγενημένοις ἀκούσαντες, τάδε τινὰ γινώσκουσιν. Ὑπεξηρήσθω δὲ νῦν τοῦ λόγου τὸ δύνασθαι τοὺς δεδρακότας ἢ πεπονθότας, διηγουμένους ἃ δεδράκασιν, ἢ πεπόνθασιν, ἐνάγειν εἰς γνῶσιν τῶν πεπραγμένων τὸν μὴ παρατετυχότα. Ἐὰν οὖν ὁ διδασκόμενος ὑπὸ τοῦ μηδαμῶς αἰτίου τῶν γινομένων, τὸ τάδε τινὰ τοῖσδε γεγονέναι ἢ συμβήσεσθαι, μὴ διακρίνῃ ὅτι οὐ πάντως ὁ διδάσκων περί τινος ὡς γενομένου ἢ ἐσομένου, αἴτιός ἐστι τοῦ τὸ πρᾶγμα τοιόνδε τι τυγχάνειν, οἰήσεται τὸν παραστήσαντα περὶ τοῦ τάδε τινὰ γεγονέναι, ἢ τάδε τινὰ ἔσεσθαι, πεποιηκέναι ἢ ποιήσειν τὰ περὶ ὧν διδάσκει · οἰήσεται δὲ δηλονότι ἐσφαλμένως· ὡς εἴ τις, ἐντυχὼν προφητικῇ βίβλῳ, προδηλούσῃ τὰ περὶ Ἰούδαν τὸν προδότην, νομίσαι μαθὼν τὸ ἐσόμενον, ὁρῶν αὐτὸ ἀποτελούμενον, τὴν βίβλον αἰτίαν εἶναι τοῦ τόδε τι γεγονέναι ὕστερον, ἐπεὶ ἀπὸ τῆς βίβλου μεμάθηκε τὰ ὑπὸ τοῦ Ἰούδα πραχθησόμενα ὕστερον· ἢ πάλιν μὴ τὴν βίβλον ὑπολάβοι εἶναι αἰτίαν, ἀλλὰ τὸν πρῶτον γράψαντα αὐτὴν, ἢ τὸν ἐνεργήσαντα, φέρε εἰπεῖν τὸν Θεόν. Ὥσπερ δὲ ἐπὶ τῶν περὶ τοῦ Ἰούδα προφητευομένων αὐταὶ αἱ λέξεις ἐξεταζόμεναι ἐμφαίνουσι τὸν Θεὸν ποιητὴν μὴ γεγονέναι τῆς τοῦ Ἰούδα προδοσίας, ἀλλὰ μόνον δεδηλωκέναι προεγνωκότα τὰ ἀπὸ τῆς τούτου κακίας πραχθησόμενα παρὰ τὴν αὐτοῦ αἰτίαν· οὕτως εἴ τις ἐμβαθύναι τῷ λόγῳ τοῦ προειδέναι τὰ πάντα τὸν Θεὸν, καὶ τοῖς ἐν οἷς οἷον ἐνετύπωσε τῆς ἑαυτοῦ
Now let us remind ourselves whence, in examining the text: "Let the luminaries be for signs," we have come to these things. Those who learn true things concerning certain matters either, having become eyewitnesses of the affairs, declare certain particular things soundly, having beheld the suffering and the action of those who have suffered or acted, or, having heard from those who report them and who are in no way causes of the things that have happened, come to know certain particular things. Now let there be set aside from the argument the possibility that those who have done or suffered, by relating what they have done or suffered, bring into knowledge of the things done one who was not present. If therefore he who is taught, by one who is in no way the cause of the things that come to pass, that certain particular things have happened or will happen to certain persons, does not distinguish that he who teaches concerning something as having happened or being about to happen is not at all the cause of the matter's being such, he will suppose that he who set forth that certain particular things have happened, or that certain particular things will be, has done or will do the things concerning which he teaches; and plainly he will suppose erroneously: as if someone, having met with a prophetic book foretelling the things concerning Judas the traitor, should think, after learning what was to be and seeing it accomplished, that the book was the cause of this particular thing's having happened afterwards, since from the book he has learned the things to be done by Judas afterwards; or again should suppose not the book to be the cause, but him who first wrote it, or Him Who wrought in it, say, God. And just as in the case of the things prophesied concerning Judas the very words when examined show that God did not become the maker of the betrayal of Judas, but only manifested, as knowing beforehand, the things to be done from his wickedness through his own fault; so if anyone should penetrate deeply into the account of God's foreknowing all things, and into those things in which He as it were imprinted of His own
Notes, col. 56

On the reading

Printed περιστάντες, for παριστάντες.

Printed ειρημένα, for εἰρημένα.

Printed ὑγειῶς, for ὑγιῶς.

PG 12:57Read from the page
προγνώσεως τοὺς λόγους, κατανοήσαι ἂν, ὅτι οὔτε ὁ προγνοὺς πάντως αἴτιος τῶν προεγνωσμένων, οὔτε τὰ τοὺς τύπους τῶν λόγων τῆς προγνώσεως τοῦ προεγνωκότος δεξάμενα. Ὅτι μὲν οὖν ἕκαστον τῶν ἐσομένων πρὸ πολλοῦ οἶδεν ὁ Θεὸς γενησόμενον καὶ χωρὶς μὲν Γραφῆς αὐτόθεν ἐκ τῆς ἐννοίας τῆς περὶ Θεοῦ, δῆλον τῷ συνιέντι ἀξίωμα δυνάμεως νοῦ Θεοῦ.
foreknowledge the principles, he would understand that neither is He Who foreknew at all the cause of the things foreknown, nor are the things that received the impressions of the principles of the foreknowledge of Him Who foreknew. That God, then, knows long beforehand that each of the things to be will come to pass, even apart from Scripture is immediately clear from the very conception concerning God to him who understands the dignity of the power of the mind of God.
Εἰ δὲ δεῖ καὶ ἀπὸ τῶν Γραφῶν τοῦτο παραστῆσαι, πλήρεις μέν εἰσιν αἱ προφητεῖαι τοιούτων παραδειγμάτων· καὶ τὰ κατὰ τὴν Σωσάνναν δὲ τοῦ Θεοῦ γινώσκοντος τὰ πάντα, πρὶν γενέσεως αὐτῶν, οὕτω λέγουσαν · « Ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι, ὅτι ψευδῆ μου κατεμαρτύρησαν οὗτοι. » Σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύσοντος , καὶ πράξεις ἀνεγράφησαν, πρὸ πλειόνων ἐτῶν τοῦ γενέσθαι προφητευόμενα, οὕτως · « Καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ πέμπτῃ καὶ δεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. Καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ἐν Βαιθὴλ, ὃ ἐποίησε τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησεν. » Εἶτα μετ' ὀλίγα· « Καὶ ἰδοὺ ἄνθρωπος τοῦ Θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ Κυρίου ἐν Βαιθὴλ, καὶ Ἱεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι. Καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου, καὶ εἶπε· Θυσιαστήριον, τάδε λέγει Κύριος · Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυῒδ, Ἰωσίας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. Καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, ὃ ἐλάλησε Κύριος λέγων· Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ' αὐτῷ. » Καὶ μετ' ὀλίγα δηλοῦται, ὅτι καὶ τὸ θυσιαστήριον ἐῤῥάγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ Κυρίου. Καὶ ἐν τῷ Ἠσαΐᾳ γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εις Βαβυλῶνα, μεθ' ἣν αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς, συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενομένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ Κύρου ὀνομαστὶ προφητεύεται· « Οὕτω λέγει Κύριος ὁ Θεὸς τῷ χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαῤῥήξω· ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πύλαι οὐ συγκλεισθήσονται· Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ · θύρας χαλκᾶς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω. Καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀορά-
And if one must establish this from the Scriptures also, the prophecies indeed are full of such examples; and the things concerning Susanna, since God knows all things before their coming into being, when she speaks thus: "O eternal God, the Knower of hidden things, Who knowest all things before their coming into being, Thou knowest that these men have borne false witness against me." And most clearly in the third book of Kings both the name of one who was to reign and his deeds were recorded, prophesied more years before they came to pass, thus: "And Jeroboam made a feast in the eighth month, on the fifteenth day of the month, according to the feast that was in the land of Judah. And he went up upon the altar in Bethel, which he made to sacrifice to the heifers which he made." Then a little after: "And behold, a man of God out of Judah came in the word of the Lord to Bethel, and Jeroboam was standing upon the altar to burn incense. And he cried out against the altar in the word of the Lord, and said: O altar, thus says the Lord: Behold, a son is born to the house of David, Josias by name, and he shall sacrifice upon thee the priests of the high places who burn incense upon thee, and men's bones shall he burn upon thee. And he gave a portent in that day, which the Lord spoke, saying: Behold, the altar is rent, and the fatness that is upon it shall be poured out." And a little after it is shown that the altar also was rent, and the fatness was poured out from the altar according to the portent which the man gave in the word of the Lord. And in Isaiah, who lived long before the captivity into Babylon, after which captivity some time later Cyrus king of the Persians comes into being, having cooperated in the building of the temple, which took place in the times of Esdras, these things are prophesied concerning Cyrus by name: "Thus says the Lord God to My anointed Cyrus, whose right hand I have held, that nations may hearken before him, and I will break through the strength of kings; I will open doors before him, and gates shall not be shut: I will go before thee, and level mountains; doors of bronze will I shatter, and bars of iron will I break in pieces. And I will give thee dark, hidden treasures, invisible ones
Notes, col. 57

On the reading

Printed εις, for εἰς.

PG 12:60Read from the page
τους ἀνοίξω σοι, ἵνα γνῷς, ὅτι ἐγὼ Κύριος ὁ Θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, Θεὸς Ἰσραήλ. Ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί σου, καὶ προσδέξομαί σε · » σαφῶς γὰρ καὶ ἐκ τούτων δεδήλωται, ὅτι διὰ τὸν λαὸν ὃν εὐεργέτησεν ὁ Κῦρος, ὁ Θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ' Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι· καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ τῶν Ἑλλήνων τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευθέντα Κῦρον. Ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε τῷ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ' αὐτόν· δείκνυνται δὲ διὰ τῆς εἰκόνος · χρυσίου μὲν τῆς Βαβυλωνίων ἀρχῆς ὀνομαζομένης, ἀργυρίου δὲ τῆς Περσῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων, σιδήρου δὲ τῆς Ῥωμαίων. Καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον, καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπικαλούμενον Λαγὼν οὕτω προφητεύεται · « Καὶ ἰδοὺ τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς· καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. Καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοῦ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. Καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν, καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔῤῥιψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτόν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. Καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα · καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα · καὶ ἀνέβη ἕτερα τέσσαρα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ. Καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθε κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν. » Τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Ναζαρὲτ, καὶ εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποίησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη ; Πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ Θεοῦ προγνώσεως. Ἀλλὰ καὶ αὐτὸς ὁ Σωτὴρ, « Ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. » Προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.
will I open to thee, that thou mayest know that I am the Lord God, Who call thy name, the God of Israel. For the sake of Jacob My servant and Israel My chosen I will call thee by thy name, and will accept thee:" for clearly from these things also it has been shown that for the sake of the people whom Cyrus benefited, God granted to him, though he did not know the godliness according to the Hebrews, to rule over many nations; and it is possible to learn these things also from the Greeks who recorded the things concerning the prophesied Cyrus. And further also in Daniel, when the Babylonians were then reigning, the kingdoms that were to be after him are shown to Nabuchodonosor; and they are shown through the image: the rule of the Babylonians being named of gold, that of the Persians of silver, that of the Macedonians of bronze, and that of the Romans of iron. And again in the same prophet the things concerning Darius, and Alexander, and the four successors of Alexander the king of the Macedonians, and Ptolemy who ruled Egypt, who was surnamed Lagon, are prophesied thus: "And behold, a he-goat of the goats came from the south-west upon the face of the whole earth; and the goat had a horn between his eyes. And he came as far as the ram that had the horns, which I saw standing before Ubal, and he ran at him in the face of his strength. And I saw him reaching as far as the ram, and he was infuriated against him, and struck the ram, and shattered both his horns, and there was no strength in the ram to stand before him; and he cast him upon the earth, and trampled him; and there was none to deliver the ram out of his hand. And the he-goat of the goats was magnified exceedingly; and when he grew strong, his great horn was shattered; and there came up four other horns underneath it towards the four winds of heaven. And out of the one came forth one strong horn, and it was magnified exceedingly towards the south and the west." And what need is there to speak of the prophecies concerning Christ, such as the place of His birth Bethlehem, and the place of His upbringing Nazareth, and the withdrawal into Egypt, and the wonders which He wrought, and in what manner He was betrayed by Judas who had been called to apostleship? For all these things are signs of the foreknowledge of God. Moreover the Saviour Himself also says: "When you see Jerusalem surrounded by armies, then you shall know that her desolation has drawn near." For He foretold that which happened afterwards, the end of the razing of Jerusalem.
Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην
Since therefore it has been demonstrated by us concerning God's being a foreknower
PG 12:61Read from the page
εἶναι τὸν Θεὸν, οὐκ ἀκαίρως, ἵνα διηγησώμεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι ἐναντιοφορούντων τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα, σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάντων τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες, γινώσκωσιν, οὐχὶ οἱ ἄνθρωποι, (πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τι ποτὲ ἐνεργούντων ἢ πασχόντων ·) ἀλλ' αἱ δυνάμεις, ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν. Συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων, ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ' ὧν τὰ σημεῖα οἴονται λαμβάνειν, αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησὶ, περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν ἐπιμελέστερον εὐθέως διαληψόμεθα. Προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα, πῶς , προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ Θεοῦ περὶ τῶν ὑφ' ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ' ἡμῖν σώζεται · καὶ τίνα τρόπον οἱ ἀστέρες οὐκ εἰσι ποιητικοὶ τῶν ἐν ἀνθρώποις, σημαντικοὶ δὲ μόνον· καὶ ὅτι ἄνθρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔγκειται. Τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν Θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται. Καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα, καὶ τὸ ἐφ' ἡμῖν μηδαμῶς σώζεσθαι , εἰ ὁ Θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μᾶλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ Θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ' ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον, καὶ ψόγον, καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν , τῶν τε κακιῶν ψεκτόν· καί φασιν · Εἰ ἐξ αἰῶνος ἔγνω ὁ Θεὸς τόνδε τινὰ ἀδικήσειν, καὶ τάδε ποιήσειν ἀδικήματα , ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ Θεοῦ, καὶ πάντως ἔσται ἄδικος, ποιήσων τάδε τὰ ἀδικήματα, ὁ τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν. Εἰ δὲ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν , κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν,
not unseasonably, in order that we may set forth how the stars come to be for signs, one must understand that the stars have been so appointed to move, those called wandering moving in an opposite course to the fixed ones, in order that, taking signs from the configuration of the stars of all the things that happen concerning each individual and universally, not men may know them (for it is far greater than accords with man to be able in truth to gather from the movement of the stars the things concerning each of those that ever act or suffer anything), but the powers, for whom it is necessary on many accounts to know these things, as we shall show according to our ability through what follows. And men, having understood some things from certain observations, or even from the teaching of angels who transgressed their own order, who for the ruin of our race taught certain things concerning these matters, supposed that those from whom they think they take the signs are the causes of these things which the word says they signify, concerning which very things we shall straightway treat more carefully, as in an epitome, according to our ability. These problems, then, will be set forth: how, since God has foreknowledge from eternity concerning the things supposed to be done by each person, that which is in our power is preserved; and in what manner the stars are not productive of the things among men, but only significative; and that men cannot have accurate knowledge concerning these things, but the signs are set for powers better than men. For what the cause is of God's having made the signs for the knowledge of the powers will be examined fourth. And now let us look at the first point, in caution regarding which many of the Greeks, supposing that affairs have been necessitated and that what is in our power is in no way preserved if God foreknows future things, dared to take up an impious doctrine rather than admit that which, as they say, is glorious indeed concerning God, yet destroys what is in our power, and on this account praise and blame, and the acceptability of virtues and the blameworthiness of vices; and they say: If from eternity God knew that this particular man would do wrong, and would do these particular wrongs, and the knowledge of God is unerring, he who has been foreseen to be such will also altogether be unjust, about to do these particular wrongs, and it is impossible for him not to do wrong. And if it is impossible for him not to do wrong, his doing wrong has been necessitated,
PG 12:64Read from the page
καὶ ἀδύνατόν ἐστιν ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ὁ Θεὸς ἔγνω. Εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατα μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους. Ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα· εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν Θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὰ ἐφ' ἡμῖν σώζεσθαι.
and it is impossible for him to do anything else than what God knew. And if it is impossible for him to do anything else, and no one is blameworthy for not having done impossible things, in vain do we accuse the unjust. And from the unjust man and wrongs they pass on also to the other sins; then on the contrary also to the supposed right actions; and they say that it follows upon God's having foreknown future things that the things in our power cannot be preserved.
Πρὸς οὓς λεκτέον , ὅτι , ἐπιβάλλων ὁ Θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου , ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων, ὁρῶν, ὅτι, ἐπεὶ τόδε γέγονε, τόδε ἕπεται · ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον, τόδε ἀκολουθεῖ, οὗ ὑποστάντος, τόδε ἔσται · καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς, οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων. Ὥσπερ γὰρ εἴ τις ὁρῶν τινα διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα , οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται· οὕτω νοητέον τὸν Θεὸν προεωρακότα, ὁποῖος ἔσται ἕκαστος , καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε· καὶ εἰ χρὴ λέγειν, οὐ τὴν πρόγνωσιν αἰτίαν γινομένων , (οὐ γὰρ ἐφάπτεται τοῦ προεγνωσμένου ἁμαρτησομένου ὁ
To whom it must be said that God, applying His mind to the beginning of the making of the world, since nothing comes to pass without a cause, traverses in His mind each of the things that will be, seeing that, since this particular thing has come to pass, this particular thing follows; and if this particular consequent thing comes to pass, this particular thing follows, upon the subsistence of which this particular thing will be; and having thus traversed to the end of affairs, He knows what will be, without at all being to each of the things known the cause of its happening. For just as if someone, seeing a man reckless through ignorance, and through his recklessness unreasoningly stepping onto a slippery road, should comprehend that he will slip and fall, he does not become the cause of the slip to that man; so one must understand that God, having foreseen of what sort each person will be, also beholds the causes of his being about to be such, and that he will sin in these particular things, or will do right in these particular things; and if one must say so, that foreknowledge is not the cause of the things that come to pass (for He does not lay hold of him who has been foreknown as about to sin,
PG 12:65Read from the page
Θεὸς, ὅταν ἁμαρτάνῃ· ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν. Οὐ γὰρ ἐπεὶ ἔγνωσται, γίνεται, ἀλλ' ἐπεὶ γίνεσθαι ἔμελλεν, ἔγνωσται. Διαστολῆς δὲ δεῖται. Εἰ μὲν γὰρ τὸ, πάντως ἔσται, οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι. Ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστᾶσαι τὸ ψεκτὸν αὐτοῦ. Οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, ει ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι. Ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται, δι' ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· « Μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ' ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. »
God, when he sins), but we shall say something more paradoxical indeed, yet true: that what will be is the cause of the foreknowledge concerning it being such. For it does not come to pass because it has been known, but because it was about to come to pass, it has been known. Yet it requires a distinction. For if on the one hand anyone interprets "it will altogether be" in such a way that there is a necessity for what has been foreknown to come to pass, we do not grant this to him; for we shall not say, because it has been foreknown that Judas would become a traitor, that there was every necessity for Judas to become a traitor. At all events, in the prophecies concerning Judas blames and accusations of Judas have been recorded, setting forth to everyone his blameworthiness. Now blame would not have been attached to him if he had been a traitor of necessity, and it had not been possible for him to become like the rest of the apostles. And see whether these things are not shown through the texts which we shall adduce, running thus: "Neither let there be any to pity his orphans, because he remembered not to show mercy, and persecuted a poor and needy man, and one pierced in heart, to slay him. And he loved cursing, and it shall come to him; and he willed not blessing, and it shall be removed far from him."
Εἰ δέ τις διηγήσεται τὸ, πάντως ἔσται, κατὰ τὸ σημαίνειν αὐτὸ, λέγων, ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. Τὸν μὲν γὰρ Θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι· ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι, καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ τὸ μὴ γενέσθαι. Σαφέστερον δὲ τοῦτο ἐροῦμεν οὕτως · Εἰ ἐνδέχεται Ἰούδαν εἶναι ἀπόστολον ὁμοίως Πέτρῳ, ἐνδέχεται τὸν Θεὸν νοῆσαι περὶ τοῦ Ἰούδα, ὅτι μενεῖ ἀπόστολος ὁμοίως Πέτρῳ. Εἰ ἐνδέχεται Ἰούδαν προδότην γενέσθαι, ἐνδέχεται τὸ Θεὸν φρονῆσαι περὶ αὐτοῦ, ὅτι προδότης ἔσται. Εἰ δὲ προδότης ἔσται Ἰούδας, ὁ Θεὸς τῇ προγνώσει αὐτοῦ τῶν προειρημένων δύο, ἐνδεχομένου τοῦ εἶναι ἑνὶ αὐτῶν, τὸ ἀληθὲς προγινώσκων, προγνώσεται τὸν Ἰούδαν προδότην γενέσθαι· τὸ δὲ περὶ οὗ ἡ γνῶσις, ἐνδέχεται καὶ ἑτέρως γενέσθαι. Καὶ λέγοι ἂν ἡ γνῶσις τοῦ Θεοῦ, ὅτι Ἐνδέχεται μὲν τόνδε τόδε ποιῆσαι, ἀλλὰ καὶ τὸ ἐναντίον· ἐνδεχομένων δὲ ἀμφοτέρων, οἶδα, ὅτι τόδε ποιήσει· οὐ γὰρ ὥσπερ ὁ Θεὸς εἴποι ἂν, Οὐκ ἐνδέχεται τόνδε τινὰ τὸν ἄνθρωπον πτῆναι, οὕτω
But if anyone shall explain "it will altogether be" in accordance with its signifying this, saying that certain particular things will indeed be, yet it was possible for them also to come to pass otherwise, we grant this as true. For it is not possible for God to lie; yet concerning things that are capable of coming to pass and not coming to pass it is possible to think both their coming to pass and their not coming to pass. And we shall state this more clearly thus: If it is possible for Judas to be an apostle like Peter, it is possible for God to conceive concerning Judas that he will remain an apostle like Peter. If it is possible for Judas to become a traitor, it is possible for God to think concerning him that he will be a traitor. And if Judas will be a traitor, God by His foreknowledge of the aforesaid two things, since it is possible for one of them to be, foreknowing the truth, will foreknow that Judas will become a traitor; yet that concerning which the knowledge is may also come to pass otherwise. And the knowledge of God might say: "It is possible indeed for this man to do this thing, but also the opposite; and while both are possible, I know that he will do this thing;" for not as God might say, "It is not possible for this particular man to fly," so
Notes, col. 65

On the reading

Printed ει, for εἰ.

Printed τὸ Θεὸν, for τὸν Θεὸν.