PG 12:128Read from the pageἘκκλησιαστῇ γέγραπται· Καιρὸς τοῦ βαλεῖν λίθους, καὶ καιρὸς τοῦ συναγαγεῖν λίθους. Συνάγονται δὲ κατὰ πρόσταξιν Ἰακὼβ, ὃς τύπος ἦν Χριστοῦ, ἵνα ἡ οἰκοδομὴ πληρωθῇ ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ἐκ λίθων ζώντων, ὅτε γίνεται οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον.
Ecclesiastes it is written: A time to cast stones, and a time to gather stones together. And they are gathered together according to the command of Jacob, who was a type of Christ, so that the building may be completed upon the foundation of the apostles and prophets, Christ Jesus our Lord Himself being the chief cornerstone, of living stones, when it becomes a spiritual house, a holy priesthood.
Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ. Τοῦ μὲν φαύλου διὰ τὴν κακίαν ἐγγὺς ὁ τόπος· τοῦ δὲ διὰ προκοπῆς ὁδεύοντος, ἐπεὶ μακράν ἐστιν ὁ τόπος, οὐ μικρὸς ὁ κόπος.
And Laban returned and departed to his place. Of the wicked man, on account of his wickedness, the place is near; whereas of him who journeys by way of progress, since the place is far off, the labour is not small.
Καὶ συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ὁ Κύριός φησιν· Ἐγώ εἰμι ἡ ὁδός. Τῷ οὖν τὴν ὁδὸν ταύτην πορευομένῳ συναντῶσιν ἄγγελοι τοῦ Θεοῦ.
And the angels of God met him. The Lord says: I am the way. Him therefore who walks this way angels of God meet.
Καὶ ἐνετείλατο αὐτοῖς λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἠσαῦ· Οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα. Κατὰ τιμὴν τὸν πρεσβύτερον ἀδελφὸν ἀνυποκρίτως κύριον αὐτοῦ καλεῖ. Πλὴν καὶ ἀπόκρισις ὑποπίπτουσα ἀποστρέφει θυμόν. Καὶ ὡς ἄνθρωπος μὲν ἐφοβήθη, τῷ Θεῷ δὲ πιστεύσας, οὐκ ἔφυγεν, ἀλλ' ἤρχετο.
And he charged them saying: Thus you shall say to my lord Esau: Thus says your servant Jacob: With Laban I have sojourned. By way of honour he unfeignedly calls his elder brother his lord. Moreover, a submissive answer turns away wrath. And as a man indeed he was afraid, but trusting in God, he did not flee, but came on.
Καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώκ. Ἰαβὼκ πόταμός ἐστι τῆς Ἀραβίας, ὁ νῦν καλούμενος Ἰαμβίκης.
And he crossed over the ford of the Jabbok. Jabbok is a river of Arabia, which is now called Jambices.
Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ' αὐτοῦ ἄνθρωπος, καὶ τὰ ἑξῆς. Τίς δ' ἂν ἄλλος εἴη ὁ λεγόμενος ἄνθρωπος ὁμοῦ καὶ Θεὸς, συμπαλαίων καὶ συναγωνιζόμενος τῷ Ἰακὼβ, ἢ ὁ πολυμερῶς καὶ πολυτρόπως λαλήσας τοῖς πατράσιν ἱερὸς τοῦ Θεοῦ Λόγος, Κύριος καὶ Θεὸς χρηματίζων, ὃς καὶ εὐλογήσας τὸν Ἰακὼβ, Ἰσραὴλ αὐτὸν ὠνόμασεν, ἐπειπὼν, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ; οὕτω δὲ ἑώρων οἱ τότε ἄνδρες τὸν τοῦ Θεοῦ Λόγον, ὡς καὶ οἱ φήσαντες τοῦ Κυρίου ἡμῶν ἀπόστολοι· Ὅ ἦν ἀπ' ἀρχῆς, ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς· ὃν Λόγον, καὶ ζωὴν θεασάμενος καὶ ὁ Ἰακὼβ, ἐπιφέρει λέγων· Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον.
And Jacob was left alone, and a man wrestled with him, and what follows. And who else could he be who is called at once man and God, wrestling and contending together with Jacob, than the sacred Word of God Who at sundry times and in divers manners spoke to the fathers, Who is styled Lord and God, Who also blessing Jacob named him Israel, adding, Because you have prevailed with God? And in this way the men of that time saw the Word of God, just as the apostles of our Lord also who said: That which was from the beginning, which we have seen with our eyes, and have beheld, and our hands have handled, concerning the Word of life; which Word and life Jacob also having beheld, adds saying: For I have seen God face to face.
Ἰακὼβ δὲ ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Χιτὼν ποικίλος ἐστὶν ἕξις ἀρίστη ταῖς ἀρεταῖς κεκοσμημένη.
Now Jacob loved Joseph more than all his sons, because he was a son of old age to him. And he made for him amany-coloured tunic. A many-coloured tunic is an excellent habit adorned with the virtues.
Ἰδόντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὅτι αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὁ μισῶν ἀδυνάτως ἔχει πρὸς τὸ εἰρηνικόν τι λαλεῖν τῷ μισουμένῳ. Ἀποθώμεθα οὖν τὸ μῖσος, ἵνα λαλεῖν εἰρηνικὰ δυνηθῶμεν.
And when his brothers saw that their father loved him out of all his sons, they hated him, and were not able to speak anything peaceable to him. He who hates is unable to speak anything peaceable to the one hated. Let us therefore put away hatred, so that we may be able to speak peaceable things.
Notes, col. 128
On the reading
Printed πόταμός, for ποταμός.
PG 12:129Read from the pageΟἱ δὲ Μαδιηναῖοι ἀπέδοντο τὸν Ἰωσὴφ εἰς Αἴγυπτον τῷ Πετεφρῆ τῷ σπάδοντι Φαραὼ ἀρχιμαγείρῳ. Πετεφρῆς παρὰ Ἀκύλᾳ καὶ Συμμάχῳ Φουτιφὰρ εἴρηται ἐν τούτῳ τῷ τόπῳ, ἐν δὲ ἑτέρῳ Φουτιφαρέ. Καὶ ἡ μὲν τοῦ παρόντος ὀνόματος ἑρμηνεία παράκειται τῇ λέξει· ἡ δὲ ἔκθεσις τοῦ ἑτέρου ἐν τοῖς ἑξῆς φανεῖται.
And the Midianites sold Joseph into Egypt to Petephres the eunuch of Pharaoh, chief cook. Petephres in Aquila and Symmachus is called Phutiphar in this place, and in another Phutiphare. And the interpretation of the present name lies beside the text; whereas the exposition of the other will appear in what follows.
Γνοὺς δὲ Αὐνᾶν, ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα, ἐγένετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ, ἐξέχεεν ἐπὶ τὴν γῆν. Πᾶς ὁ σπείρων ἐπὶ τὴν σάρκα, καὶ τὰ ἔργα τῆς σαρκὸς ἐν τῇ γῇ θησαυρίζων, ὅμοιος τῷ Αὐνᾶν· διὸ καὶ θανατοῦται ὑπὸ Θεοῦ.
And Onan, knowing that the seed would not be his, it came to pass when he went in to his brother's wife, that he spilled it upon the ground. Everyone who sows to the flesh, and treasures up the works of the flesh upon the earth, is like Onan; wherefore also he is put to death by God.
Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ· καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων. Ὡς ἐπὶ σκοπὸν βάλλων, ἔτεινε τὸ ἡγεμονικὸν ἑαυτοῦ, καὶ ἀεὶ ἐπετύγχανε. Πολλαχοῦ δὲ κέχρηται τούτῳ ἡ Γραφή.
And the Lord was with Joseph; and he was a successful man. Like one shooting at a mark, he directed his governing faculty, and always hit the mark. And the Scripture uses this expression in many places.
Καὶ εὐλόγησε Κύριος τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ Ἰωσήφ. Διὰ τὸν ἅγιον ἐν οἴκῳ ὄντα Αἰγυπτίου εὐλογεῖται ὁ οἶκος, καὶ τὰ ὑπάρχοντα, καὶ ὁ ἀγρὸς τοῦ Αἰγυπτίου. Αὕτη δὲ οὐ πνευματικὴ εὐλογία.
And the Lord blessed the house of the Egyptian on account of Joseph. On account of the holy man being in the house of the Egyptian, the house is blessed, and the possessions, and the field of the Egyptian. Yet this is not a spiritual blessing.
Ἐγένετο δὲ μετὰ ῥήματα ταῦτα, ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως Αἰγύπτου, καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ Αἰγύπτου. Νομίζω ὅτι τὸ ἀνάλογον τῷ· Ἥμαρτον βασιλεῖ Αἰγύπτου, λέγοιτ' ἂν περὶ τῶν μαρτύρων, ὅτι τῷ νοητῷ βασιλεῖ τῆς Αἰγύπτου οὗτοι ἁμαρτάνουσιν, τοῦ Θεοῦ.
And it came to pass after these words, that the chief cupbearer of the king of Egypt and the chief baker sinned against their lord the king of Egypt. I think that what is analogous to the saying, They sinned against the king of Egypt, might be said concerning the martyrs, that these sin against the intelligible king of Egypt, of God.
Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδέν. Τὸ μηδὲν ἐπιχωρίων Αἰγυπτίων ποιεῖν αἰνίσσεται διὰ τοῦ· Ὧδε οὐκ ἐποίησα οὐδέν. Αἰγυπτίων δὲ ἔργον ἦν καὶ τὸ συνελθεῖν τῇ τοῦ κυρίου γυναικί.
For by theft I was stolen out of the land of the Hebrews, and here I did nothing. Doing nothing of the native customs of the Egyptians is hinted at through the words: Here I did nothing. And it was a work of the Egyptians also to come together with the wife of one's master.
Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῶ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν. Καὶ ἀνωτέρω εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. Οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται· συγχρησαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. Τοιαῦτα δ' ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς· τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παραδειγμάτων.
And Joseph answered and said to him: This is the interpretation of it: the three baskets are three days. Above also it has been said, The three stems are three days. Therefore the phrase, three days, is presented both through stems and through baskets, Providence making use for the presentation of three days of examples appropriate to each way of life. And such things you might find in the rest of the Scriptures also: the same thing indicated from examples that seem to be different.
Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέσεως ἦν Φαραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ. Τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος· ἡμεῖς
And it came to pass on the third day, it was Pharaoh's birthday, and he made a feast for all his servants. Someone of those before us observed that he is wicked who honours the things of birth, and welcomes the day of his birth; we
Notes, col. 129
PG 12:132Read from the pageδὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ παραπλήσιον εὑρόντες, ὅτε καὶ ἡ θυγάτηρ Ἡρωδιάδος ὠρχήσατο, καὶ ἀπετμήθη ἡ Ἰωάννου κεφαλή· καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν.
however confirm the exposition, finding the like in the case of Herod as well, when the daughter of Herodias danced, and the head of John was cut off; and nowhere does a righteous man appear keeping a birthday.
Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον. ᾬετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἑξῆς. Ὁ ἐπὶ τοῖς ῥευστοῖς καὶ ἀβεβαίοις πεποιθὼς ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφ' οὗ τὰ δοκοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐτοῦ παχεῖς εἰσιν· ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. Πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾤμην ὑμᾶς δεσμεύειν δράγματα. Ἐπὶ δὲ δευτέρου ἐνυπνίου, Ὥσπερ, φησὶν, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. Πάλιν τε αὖ ὁ μὲν ἀρχιοινοχόος· Ἐν τῷ ὕπνῳ μου, φησὶν, ἦν
And it came to pass after two years of days, Pharaoh saw a dream. He thought he stood upon the river, and what follows. He who trusted in fleeting and uncertain things thought he stood upon the river, from which the things that seem to make for happiness come up, when his kine are fat; but assuredly these are eaten up by the worse ones. And with the word, he thought, you will compare the saying, I thought you were binding sheaves. And in the second dream, As it were, he says, the sun, and the moon, and the stars were bowing down to me. And again on the other hand the chief cupbearer: In my sleep, he says, there was
Τοῦ αὐτοῦ. Τὸ μὲν διηγηματικὸν τῆς Γραφῆς πρόσωπόν φησιν· ᾬετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ὁ δὲ Φαραώ φησιν· ᾬμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. Τὰ μέντοιγε ἐν Αἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὧν σύμβολον ἡ εὐθηνία, εἰς πικρότερον καταλήγει, ὧν ἡ εὐθηνία καὶ ὁ λιμὸς τύπος. Τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. Οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβάνοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθ' ἡμέραν λαμπρῶς· λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπολαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Τοιαῦτα δ' ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐρύχωρον ὁδευόντων, ὧν τὸ τέλος ἀπώλεια· οἷς δὲ ἀρχὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. Διὸ οὐαι τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι· καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται.
Of the same. The narrative person of the Scripture says: He thought he stood upon the river, not by the lip of the river; whereas Pharaoh says: I thought I stood by the lip of the river, not upon the river. However, the affairs in Egypt among worldly men, beginning from better things, of which abundance is a symbol, end in what is more bitter, of which abundance and famine are a type. And such a thing one may also observe in the account concerning the rich man. For as it were the seven years of abundance belonged to him, receiving his good things in his life, clothed in purple and fine linen, and making merry splendidly every day; but it ends for him in the opposite, receiving evil things after his departure hence. And such things you might see also in the case of those who travel the broad and spacious way, whose end is destruction; whereas for those whose beginning is the narrow and straitened way, the end is life. Wherefore woe to those who are filled, for they shall hunger; and to those who laugh, for they shall weep. Blessed are those who mourn and weep, for they shall be comforted.
Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καὶ τὰ ἑξῆς. Τοῦ Φαραὼ τὰ ἐνύπνια βόες ἦσαν καὶ στάχυες. Δι' ὧν γὰρ γεωργεῖται ἡ γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίας τε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ.
And behold, as it were out of the river there came up seven kine, and what follows. The dreams of Pharaoh were kine and ears of corn. For the things through which the earth is tilled, and the things which it bears, became presignificative of abundance and of barrenness for the king.
Ἠγέρθη δὲ Φαραὼ, καὶ ἐνυπνιάσθη τὸ δεύτερον· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέ⟨β⟩αινον ἐν πυθμένι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. Ὁ μὲν Ἰωσὴφ οὐ στάχυας, ἀλλὰ δράγματα εἶδεν· ὁ δὲ Αἰγύπτιος οὐ δράγματα, ἀλλὰ στάχυας. Καὶ πάλιν ὁ μὲν ἀρχιοινοχόος τοὺς τρεῖς πυθμένας βλέπει εἰς τρεῖς ἡμέρας· ὁ δὲ βασιλεὺς τοὺς ἐν πυθμένι ἑνὶ ἑπτὰ στάχυας εἰς τὸ συνημμένον τῶν ἑπτὰ ἐνιαυτῶν· καὶ γίνεται τοῦ ἑνὸς ὀνόματος τοῦ πυθμένος διάφορος ἡ ἑρμηνεία. Εἴποτε οὖν ἄλλως τις διηγεῖται τὴν Γραφὴν, μὴ δοκείτω βιάζεσθαι αὐτήν. Καὶ ἔτι τηρητέον, ὅτι ἐπὶ μὲν τῆς
And Pharaoh awoke, and dreamed the second time; and behold, seven ears of corn came up on one stalk, choice and good. Joseph saw not ears of corn, but sheaves; whereas the Egyptian saw not sheaves, but ears of corn. And again, the chief cupbearer sees the three stems for three days; whereas the king sees the seven ears of corn on one stalk for the continuous period of the seven years; and the interpretation of the single word stalk becomes different. If ever therefore someone expounds the Scripture differently, let him not seem to do violence to it. And further it must be observed that in the time of
Notes, col. 132
PG 12:133Read from the pageεὐθηνίας ἑπτὰ στάχυες ἀναβαίνοντες ἐν πυθμένι ἑνὶ, ἐπὶ δὲ τοῦ λιμοῦ ἑπτὰ μὲν στάχυες, οὐκ ἔτι δὲ ἐν πυθμένι ἑνί· ἄλλος φησίν· ἐν καλάμῳ ἑνί.
abundance there are seven ears of corn coming up on one stalk, whereas in the time of famine there are seven ears of corn indeed, yet no longer on one stalk; another says: on one reed.
Ἐγένετο δὲ πρωΐ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. Ὅλης Αἰγύπτου πῶς ἐκάλεσε τοὺς ἐξηγητὰς καὶ σοφοὺς, ἅμα ζητητέον ὡς πρὸς τὴν λέξιν, καὶ εἰ πρὸς ἀναγωγὴν δεῖται ἐξηγητῶν Αἰγυπτίων ὁ Φαραὼ ὡς σοφωτέρων. Ὅλης δὲ Αἰγύπτου φαμὲν, ὡς ἀκολούθου τῷ, Πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς.
And it came to pass in the morning, that his soul was troubled, and he sent and called all the interpreters of Egypt, and all the wise men thereof. How he called the interpreters and wise men of all Egypt must at once be inquired as regards the letter, and whether as regards the mystical sense Pharaoh has need of Egyptian interpreters as being wiser. And we say of all Egypt, as following from the words, All the interpreters of Egypt, and all the wise men thereof.
Καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον αὐτοῦ, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Οὐκ οἶμαι, ὅτι τέλεον ἐσιώπων, ἀλλὰ πάντα μᾶλλον ἔλεγον ἢ αὐτὸ τὸ τῆς ἐνυπνίων διηγήσεως. Ἀλλ' ἐρεῖ τις· Πῶς ᾔδει ὁ Φαραὼ πότερον ἐπιτυγχάνουσιν οἱ ἐξηγηταὶ καὶ σοφοὶ Αἰγύπτου διηγούμενοι τὰ ἐνύπνια, ἢ μή; Ἔλεγε δὲ πρὸς ταῦτα ὁ Ἑβραῖος, ὅτι ὁ Φαραὼ ἰδὼν τὸ ἐνύπνιον, εἶδε αὐτοῦ καὶ τὴν διήγησιν, ἥτις αὐτοῦ ἀπέπεσε τῆς μνήμης. Ἑκάστου οὖν ἀκούων λέγοντος, οὐκ ἀνεμιμνήσκετο οὗ ᾔδει ἑωρακέναι. Διὰ τοῦτο δὲ ἐξεπλάγη τὸν Ἰωσὴφ, καὶ ἀθρόως αὐτὸν προήγαγεν εἰς τὸ πιστεῦσαι τὴν πᾶσαν Αἴγυπτον, καὶ τὸν σῖτον αὐτῆς, καὶ τὴν σωτηρίαν τῶν Αἰγυπτίων, αὐτῷ· ἐπεὶ ἅμα γε ἐκδιηγήσατο τὰ ὀνείρατα, καὶ οὗτος ὑπεμνήσθη τὰ αὐτὰ εἶναι τὰ προδεδηλωμένα αὐτῷ.
And Pharaoh related his dream to them, and there was no one who declared it to Pharaoh. I do not think that they were altogether silent, but rather said everything other than the actual explanation of the dreams. But someone will say: How did Pharaoh know whether the interpreters and wise men of Egypt hit the mark in explaining the dreams, or not? And to this the Hebrew said that when Pharaoh saw the dream, he saw also the explanation of it, which fell away from his memory. Hearing each one speaking therefore, he was not reminded of what he knew he had seen. And on this account he was astonished at Joseph, and all at once advanced him so as to entrust all Egypt, and its corn, and the preservation of the Egyptians, to him; since no sooner had he fully explained the dreams than this man was reminded that they were the very things previously shown to him.
Ἀποκριθεὶς δὲ Ἰωσὴφ τῷ Φαραὼ, εἶπεν· Ἄνευ τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον Φαραώ. Εὔλογος Ἰωσὴφ ἐν ᾧ προοιμιάζεται ἀπὸ Θεοῦ. Τήρει δὲ, ὅτι πρὸς μὲν τὴν γυναῖκα εἶπε· Καὶ ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ. Ἀλλὰ καὶ πρὸς τοὺς ἐν τῇ φυλακῇ εὐνούχους φησίν· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι;
And Joseph answered Pharaoh, and said: Without God an answer of safety shall not be given to Pharaoh. Reasonable is Joseph in that he begins his preface from God. And observe that to the woman indeed he said: How shall I do this wicked thing, and sin before God? And to the eunuchs in the prison also he says: Is not the clear interpretation of them through God?
Καὶ εἶπε Φαραὼ πᾶσι τοῖς παισὶν αὐτοῦ· Μὴ εὑρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ; Μεῖζον ἢ κατὰ ἄνθρωπον ἰδὼν Φαραὼ τὸ τὴν ἐκπεσοῦσαν τῆς μνήμης αὐτοῦ λύσιν τοῦ ὀνείρατος σεσαφηνίσθαι ὑπὸ τοῦ Ἰωσὴφ, πνεῦμα εἶπε Θεοῦ ἔχειν αὐτὸν ἐν ἑαυτῷ.
And Pharaoh said to all his servants: Shall we find such a man, who has the Spirit of God in himself? Pharaoh, seeing that the clearing up by Joseph of the solution of the dream which had fallen from his memory was greater than accords with man, said that he had the Spirit of God in himself.
Τοῦ αὐτοῦ. Ἠναγκάσθη καὶ Φαραὼ ἕνα εἰπεῖν Θεόν· καὶ τούτῳ δὲ συνᾴδει τὸ περὶ τῆς λύσεως τοῦ ὀνείρατος προαποδεδομένον.
Of the same. Pharaoh also was compelled to speak of one God; and with this agrees what was previously set forth concerning the solution of the dream.
Καὶ ἐκήρυσσεν ἔμπροσθεν αὐτοῦ κήρυξ. Τὸ Ἑβραϊκὸν ἔχει Ἀβρὴχ, ὃ κυρίως σημαίνει, πατὴρ ἁπαλός. Εἰκότως πατέρα ἁπαλὸν ἐκάλεσε τὸν
And a herald proclaimed before him. The Hebrew has Abrech, which properly signifies, tender father. Reasonably did he call tender father
PG 12:136Read from the pageἸωσὴφ, ἐπειδήπερ ἁπαλὸς ὢν κατὰ τὴν ἡλικίαν, ὡς πατὴρ σωτήριον ἀρχὴν Αἰγυπτίοις ἐνεδείξατο. Δηλοῖ δὲ οὐδὲν ἡ λέξις, ἢ τὸ γονατίζειν. Φανερὰ γάρ ἐστιν ἡ φωνὴ τοῦ κήρυκος.
Joseph, seeing that being tender in age, like a father he displayed a saving rule to the Egyptians. Yet the word signifies nothing other than to kneel. For manifest is the voice of the herald.
Καὶ ἐκάλεσε Φαραὼ τὸ ὄνομα Ἰωσὴφ Ψονθομφανήχ. Ψομθομφανὴχ ὃ ἑρμηνεύεται, ᾧ ἀπεκαλύφθη τὸ μέλλον. Ἀκύλας, Σαφαμφανή· Σύμμαχος, Σαφθφανὴ, κεκρυμμένα ἀπεκάλυψε.
And Pharaoh called the name of Joseph Psonthomphanech. Psomthomphanech, which is interpreted, he to whom the future was revealed. Aquila, Saphamphane; Symmachus, Saphthphane, he revealed hidden things.
Καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσενὲθ θυγατέρα Πετεφρῆ ἱερέως Ἡλιουπόλεως αὐτῷ γυναῖκα. Τὸ μὲν Φουτιφὰρ ἐν ὀνόματι τοῦ πατρός ἐστι τῆς γαμηθείσης τῷ Ἰωσήφ. Οἰήσεται δέ τις ἕτερον εἶναι τοῦτον παρὰ τὸν ὠνησάμενον τὸν Ἰωσήφ. Οὐ μὴν οὕτως ὑπειλήφασιν Ἑβραῖοι· ἀλλ' ἐξ ἀποκρύφου λέγουσι τὸν αὐτὸν εἶναι, καὶ δεσπότην καὶ πενθερὸν γενέσθαι. Καὶ φασὶ ταύτην τὴν Ἀσενὲθ διαβεβληκέναι τὴν μητέρα παρὰ τῷ πατρὶ ὡς ἐπιβουλεύσασαν τῷ Ἰωσὴφ, καὶ οὐκ ἐπιβουλευθεῖσαν. Ἣν δὲ ἐκδέδωκε τῷ Ἰωσὴφ, δεῖξαι σπουδάσας καὶ τοῖς Αἰγυπτίοις, ὅτι μηδὲν τοιοῦτον ἡμάρτηται εἰς τὸν οἶκον αὐτοῦ.
And he gave him Asenath daughter of Petephres priest of Heliopolis to him as wife. Phutiphar is for the name of the father of her who was married to Joseph. And someone will suppose that this man is another than the one who bought Joseph. Yet the Hebrews have not so supposed; rather, from an apocryphon they say that he is the same, and became both master and father-in-law. And they say that this Asenath accused her mother before her father as having plotted against Joseph, and not having been plotted against. And her he gave in marriage to Joseph, being eager to show to the Egyptians also that no such sin had been committed against his house.
Ἐκάλεσε δὲ Ἰωσὴφ τὸ ὄνομα τοῦ πρωτοτόκου Μανασσῆ, ὅτι ἐπιλαθέσθαι ἐποίησέ με ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ πάντων τῶν τοῦ πατρός μου. Τὸ μὲν πάντων ἐπιλαθέσθαι τῶν πόνων τοῦ Θεοῦ τοῦτο ποιήσαντος, σαφῶς καλόν ἐστιν· εἰ δὲ καὶ πάντων τῶν τοῦ πατρὸς αὐτοῦ Ἰακὼβ ὁ Ἰωσὴφ ἐπελάθετο, καὶ τοῦτο ποιήσαντος τοῦ Θεοῦ αὐτῷ, ζητητέον. Οὐ γὰρ Θεὸς ποιεῖ ἐπιλαθέσθαι τὸν Ἰωσὴφ λόγων τοῦ Ἰακὼβ, καὶ υἱῶν αὐτοῦ· εἰ μὴ ἄρα πόνων αὐτοῦ, ἵν' ᾖ ἀπὸ κοινοῦ τὸ, πόνων, οὕτως· πάντων τῶν πόνων μου καὶ πάντων τῶν τοῦ πατρὸς πόνων.
And Joseph called the name of the firstborn Manasseh, Because God has made me forget all my toils, and all the things of my father. To forget all his toils when God has done this is clearly good; but whether Joseph also forgot all the things of his father Jacob, and that with God doing this for him, must be inquired. For God does not make Joseph forget the words of Jacob, and of his sons; unless indeed it means his toils, so that the word, toils, is taken in common, thus: of all my toils and of all my father's toils.
Τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραΐμ, ὅτι ηὔξησέ με ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου. Μυστικῶς ἡ πνευματικὴ Αἴγυπτος γῆ ταπεινώσεώς ἐστι τοῦ δικαίου· παρὸ παρὰ τῷ Ἀποστόλῳ λέγεται· Τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν· καὶ ἐν Ψαλμοῖς· Ἐταπεινώθη εἰς χοῦν ἡ ζωὴ ἡμῶν· καὶ πάλιν· Ἐταπείνωσας ἡμᾶς ἐν τόπῳ κακώσεως.
The name of the second he called Ephraim, Because God has increased me in the land of my humiliation. Mystically, spiritual Egypt is the land of humiliation of the righteous man; wherefore in the Apostle it is said: The body of our humiliation; and in the Psalms: Our life was humbled to the dust; and again: Thou hast humbled us in a place of affliction.
Ἰωσὴφ δὲ ἦν ἄρχων τῆς Αἰγύπτου. Οὗτος ἐπώλει παντὶ τῷ λαῷ τῆς γῆς. Ἐλθόντες δὲ οἱ ἀδελφοὶ Ἰωσὴφ προσεκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Διὰ τὸ μὴ εἶναι λαοὺς τῆς γῆς τοὺς υἱοὺς Ἰακὼβ, οὐκ ἐπώλει αὐτοῖς· ἀπεδίδου δὲ τὰ ἀργύρια δίς. Ἔπρεπε γὰρ τοὺς υἱοὺς Ἰσραὴλ προῖκα λαμβάνειν τὸν σῖτον.
Now Joseph was ruler of Egypt. This man sold to all the people of the land. And the brothers of Joseph came and bowed down to him upon their face upon the earth. Because the sons of Jacob were not peoples of the land, he did not sell to them, and gave back their money twice. For it befitted the sons of Israel to receive the corn gratis.
Τοῦ αὐτοῦ. Χαριέντως περὶ τῶν αὐτῶν, ὅτε μὲν ἀγοράζουσι, φησὶν, υἱοὶ Ἰσραήλ· ὅτε δὲ προσκυνοῦσιν Ἰωσὴφ, οἱ ἀδελφοὶ Ἰωσήφ. Πλὴν Βενιαμὶν οὔτε τὸν Ἠσαῦ οὔτε τὸν Ἰωσὴφ προσκυνεῖ. Διὸ ἐν τῇ μερίδι αὐτοῦ γίνεται ὁ ναός.
Of the same. Gracefully concerning the same men, when they buy, it says, the sons of Israel; whereas when they bow down to Joseph, the brothers of Joseph. Only Benjamin bows down neither to Esau nor to Joseph. Wherefore in his portion the temple comes to be.
PG 12:137Read from the pageΝαὶ, ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν την θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο. Κατὰ τὸ σιωπώμενον κατεδέετο· οὐ γὰρ ἀναγέγραπται πῶς κατεδέετο.
Yea, for we are in sins concerning our brother, in that we disregarded the distress of his soul, when he besought us. According to what is passed over in silence he besought them; for it is not recorded how he besought them.
Ἀποκριθεὶς Ῥουβὶμ, εἶπεν αὐτοῖς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον; καὶ οὐκ εἰσηκούσατέ μου. Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Ἐν τοῖς ἀνωτέρω λέλεκται, ὅτι μὴ παρόντος τοῦ Ῥουβὶμ πέπραται τοῖς Ἰσμαηλίταις ὁ Ἰωσὴφ, καὶ μετὰ τὸ πραθῆναι αὐτὸν ἀνέστρεψεν ὁ Ῥουβὶμ ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν Ἰωσὴφ ἐν τῷ λάκκῳ, καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ· καὶ ἐπέστρεψεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν· ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Καὶ οὐ φαίνεται μεμαθηκὼς παρὰ τῶν αὐτοῦ ἐκζητεῖται.
And Reuben answered and said to them: Did I not speak to you, saying, Do not wrong the lad? and you did not hearken to me. And behold, his blood is required. In what precedes it has been said that when Reuben was not present Joseph was sold to the Ishmaelites, and after he was sold Reuben returned to the pit, and does not see Joseph in the pit, and rent his garments; and he returned to his brothers, and said: The lad is not; and I, whither shall I go yet? And he does not appear to have learned from his is required.
Εἶπε δὲ Ἰούδας πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτοῦ· Ἀπόστειλον τὸ παιδάριον μετ' ἐμοῦ, καὶ ἀναστάντες πορευσόμεθα ἵνα ζῶμεν. Μήποτε προφητεύει, ὅτι ἤμελλε μετὰ τῆς Ἰούδα φυλῆς εἶναι Βενιαμίν.
And Judah said to Israel his father: Send the lad with me, and we will arise and go, so that we may live. Perhaps he prophesies that Benjamin was about to be with the tribe of Judah.
Ἐγὼ δὲ ἐκδέχομαι αὐτόν· ἐκ χειρός μου ζήτησον αὐτὸν, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σὲ, καὶ τὰ ἑξῆς. Μηδὲν τῶν δυνατῶν γενέσθαι ὡς ἀνθρώπῳ τῷ Βενιαμὶν λογισάμενος Ἰούδας, προφητικῶς, οἶμαι, τῷ πατρὶ ἐπαγγέλλεται.
And I myself receive him in charge; at my hand require him, if I do not bring him to you, and what follows. Reckoning none of the things that could happen to Benjamin as a man, Judah prophetically, I think, makes his promise to his father.
Λάβετε ἀπὸ τῶν καρπῶν τῆς γῆς ἐν τοῖς ἀγγείοις ὑμῶν, καὶ κατάγετε τῷ ἀνθρώπῳ δῶρα τῆς ῥητίνης, καὶ τοῦ μέλιτος, θυμίαμά τε καὶ στακτὴν, καὶ τερέβινθον, καὶ κάρυα. Ἀπὸ τῶν καρπῶν τῆς γῆς φέρεται τῷ Ἰωσὴφ δῶρα, ἃ οὐκ ἔχει Αἴγυπτος· ἔστι δὲ ῥητίνη, μέλι, θυμίαμα, στακτὴ, τερέβινθος, κάρυα· καὶ ἀνωτέρω δὲ, καὶ αἱ κάμηλοι ἔγεμον θυμιαμάτων, ῥητίνης, στακτῆς, ἀλλ' οὐχὶ καὶ μέλιτος, καὶ τερεβίνθου, καὶ καρύων.
Take of the fruits of the land in your vessels, and carry down to the man gifts of resin, and of honey, both incense and stacte, and terebinth, and walnuts. From the fruits of the land gifts are brought to Joseph which Egypt does not possess; and they are resin, honey, incense, stacte, terebinth, walnuts; and above also, the camels too were laden with incense, resin, stacte, yet not also with honey, and terebinth, and walnuts.
Τοῦ αὐτοῦ. Τρία εἴδη μετὰ Ἰωσὴφ κατάγουσι Μαδιηναῖοι εἰς Αἴγυπτον, οἷς ἄλλα τρία προσθέντες οἱ υἱοὶ Ἰακὼβ φέρουσι τῷ Ἰωσήφ. Πλὴν σπέρμα Ἀβραὰμ καὶ τὰ πρότερα φέρουσι, καὶ τὰ δεύτερα. Καὶ ἔδει τὰ μὲν ὑποδεέστερα ἀπὸ τῶν νόθων τοῦ Ἀβραὰμ φέρεσθαι παίδων, τὰ δὲ πλείονα, ἀπὸ τῶν γνησίων, ὡς τῆς Αἰγύπτου χρείαν τούτων ἐχούσης.
Of the same. Three kinds the Midianites carry down with Joseph into Egypt, to which adding three others the sons of Jacob bring them to Joseph. However, the seed of Abraham bring both the former and the latter. And it was fitting that the inferior things should be brought by the illegitimate children of Abraham, and the more numerous by the legitimate, since Egypt had need of these.
Εἶπαν· Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίποις τὴν ἀρχὴν ἡμεῖς εἰσαγόμεθα· τοῦ συκοφαντῆσαι ἡμᾶς, καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, καὶ τοὺς ὄνους ἡμῶν. Ἀπίθανον τὸ, ἐν τοιαύτῃ νομίζοντας εἶναι περιστάσει, περὶ τῶν ὄνων φροντίζειν, εἰ μὴ ἀλληγορεῖται.
They said: Because of the money that was returned in our sacks at the first we are being brought in; to bring a false charge against us, and to fall upon us, to take us for servants, and our asses. It is implausible that men supposing themselves to be in such a plight should be anxious about their asses, unless it is spoken allegorically.
Εἶπε δὲ αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε. Ἔοικεν ὁ ἐπὶ τοῦ οἴκου τοῦ Ἰωσὴφ ἄνθρωπος ταῦτα εἰρηκέναι, ὠφεληθεὶς εἰς θεοσέβειαν παρὰ τοῦ Ἰωσήφ.
And he said to them: Peace be to you, do not fear. The man over the house of Joseph seems to have said these things, having been profited towards godliness by Joseph.
Ἐμεγαλύνθη δὲ ἡ μερὶς Βενιαμὶν παρὰ τὰς με-
And the portion of Benjamin was made great beyond the por-
Notes, col. 137