PG 12:116Read from the pageυʹ ἐτῶν ἐξῆλθον, ἀλλὰ μετὰ υʹ ἔτη, ὅπερ ἐμφαίνει καὶ τὰ λʹ.
400 years were fulfilled they went out, but after 400 years, which implies the 30 as well.
Καὶ ἠτιμάσθη ἡ κυρία αὐτῆς ἐναντίον αὐτῆς. Ἐπίτηδες οὐκ ἐσαφηνίσθη τὸ ὑπὸ τίνος, ἵνα ἡμεῖς ζητήσαντες εὕρωμεν, ὅτι πέφυκεν ἀτιμάζεσθαι ἀρετὴ, ἡνίκα τὰ προπαιδεύματα γεννήσῃ· οὐ πάντως ὑπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἤτοι ὑπὸ τῆς παιδίσκης, ἢ τῶν χαιρόντων πρὸ τῆς γενέσεως τῶν κρειττόνων τοῖς γεννήμασιν αὐτῆς.
And her mistress was dishonoured before her. Purposely it was not made clear by whom, so that we by seeking might find that virtue is naturally dishonoured when it gives birth to the preliminary studies; not at all by Abraham, but either by the handmaid, or by those who before the birth of the better things rejoice in her offspring.
Καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἀβρὰμ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἀβραάμ. Τὰς ἑρμηνείας τῶν ὀνομάτων ζήτει· δυνάμει γὰρ ὠνομάσθησαν ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀλλὰ μὴν καὶ τοῦτο χρὴ εἰδέναι, ὅτι τὰ ὀνόματα ἕξεών ἐστι, καὶ καταστάσεων, καὶ ποιοτήτων δηλωτικά· ἐξ ὧν ἔστιν ἰδεῖν τὴν ἐπιτηδειότητα τοῦ ὀνομαζομένου.
And your name shall no longer be called Abram, but your name shall be Abraham. Seek the interpretations of the names; for they were named with power by the Holy Spirit; and indeed one must know this also, that names are indicative of habits, and states, and qualities, from which it is possible to see the aptitude of the one named.
Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν Θεόν· Ἰσμαὴλ οὗτος ζήτω ἐναντίον σοῦ. Ἐξαίρετόν τι ἠξίου περὶ τοῦ Ἰσμαὴλ ὁ Ἀβραὰμ, οὐκ ἀρκούμενος τῷ, ζήτω· διὸ προσέθηκεν· ἐναντίον σοῦ. Τὸ γὰρ ζῆν ἐναντίον Κυρίου μακαρίων ἐστὶ καὶ τῶν ἁγίων μόνων.
And Abraham said to God: Let this Ishmael live before Thee. Abraham asked something exceptional concerning Ishmael, not being content with the word, let him live; wherefore he added: before Thee. For to live before the Lord belongs to the blessed and the saints alone.
Ἀβραὰμ δὲ καὶ Σάῤῥα πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Μήποτε ἐπὶ δικαίων μόνων τὸ, προβεβηκότες ἡμερῶν, τέτακται. Ὅπερ ἐὰν οὕτως ἔχει, οὐδεὶς φαῦλος προβέβηκε.
Now Abraham and Sarah were old, advanced in days. Perhaps the phrase, advanced in days, is set down of righteous men alone. Which if it is so, no wicked man has advanced.
Καὶ ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Ἐγκώμιον τοῦτο τοῦ Ἀβραάμ. Δηλοῦται γὰρ τὸ βέβαιον τῆς εὐσεβείας αὐτοῦ, διὸ καὶ ἐγγίσαι δεδύνηται. Τὸ δὲ ἐγγίσαι οὐ σωματικῶς νοητέον.
And Abraham drew near and said: Do not destroy the righteous with the impious. This is an encomium of Abraham. For the steadfastness of his piety is shown, wherefore also he has been able to draw near. And the drawing near is not to be understood bodily.
Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. Οὐκ ἦν ἔνδον Σοδόμων Λὼτ, ἀλλὰ παρὰ τὴν πύλην. Εἴποιμι δ' ἂν αὐτὸς, ὃν τρόπον ἔξω τῆς σκηνῆς ὁ Ἀβραὰμ ἐκάθητο ἐπιτηρῶν διὰ φιλοξενίαν καὶ παρὰ καιρὸν τοὺς διοδεύοντας· (μεσημβρία γὰρ ἦν·) οὕτως ὁ ἐκείνου συγγενὴς καὶ μιμητὴς τῶν τρόπων ἐκαθέζετο παρὰ τῇ πύλῃ, προτρεπόμενος τοὺς παριόντας, καὶ ἑσπέρας ἤδη καταλαβούσης· εἰδὼς μάλιστα τῶν ἐν Σοδόμοις τὴν ἀσέβειαν, καὶ ὡς οὐκ ἔστιν ἐκεῖσε τοῖς ξένοις ἀνάπαυσις.
And Lot sat by the gate of Sodom. Lot was not inside Sodom, but by the gate. And I myself would say that just as Abraham sat outside his tent watching out of hospitality even at an unseasonable hour for those passing through (for it was midday), so his kinsman and imitator in character sat by the gate, urging those passing by, even when evening had already overtaken them, knowing above all the impiety of those in Sodom, and that there is no rest there for strangers.
Καὶ κατεβιάσατο αὐτοὺς, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Ἐπειδὴ μὴ τοιοῦτος ἦν ὁ Λὼτ οἷος ὁ Ἀβραὰμ, διὰ τοῦτο, ὀκνοῦντες διελθεῖν πρὸς αὐτὸν, βίας χρήζουσιν.
And he constrained them, and they went into his house. Since Lot was not such as Abraham was, on this account, hesitating to turn aside to him, they need constraint.
Τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορασίᾳ. Ἐπ' ἀγαθῷ πατάσσονται ἀορασίᾳ οἱ κακῶς τῇ ὁράσει χρησάμενοι, καὶ εἰς τὸ ἁμαρτάνειν ἐμποδιζόμενοι ὑπὸ τῆς ἀορασίας.
And the men who were at the door of the house they struck with blindness. For their good those who used their sight ill are struck with blindness, being hindered by the blindness from sinning.
Καὶ κατέστρεψε πάσας τὰς πόλεις ταύτας, καὶ πᾶσαν τὴν περίχωρον, καὶ πάντας τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πάντα τὰ ἀνατέλ-
And He overthrew all these cities, and all the surrounding region, and all the inhabitants in the cities, and all the things spring-
PG 12:117Read from the pageλοντα ἐκ τῆς γῆς. Ὁ Κύριος οὐ μόνον τοὺς ἀσεβεῖς ἀπόλλυσι, ἀλλὰ καὶ τὰς τροφὰς αὐτῶν, οὔσας Σοδομιτικὰς καὶ ἐπιβλαβεῖς, ἐν αἷς ἐστι καὶ ἄμπελος, περὶ ἧς γέγραπται· Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας.
ing up out of the earth. The Lord destroys not only the impious, but also their foods, which are Sodomitical and harmful, among which is also a vine, concerning which it is written: For their vine is of the vine of Sodom, and their tendril of Gomorrah.
Καὶ ἐπέβλεψεν ἡ γυνὴ αὐτοῦ εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Οὐδὲν ὤνησε τὴν γυναῖκα Λὼτ τὸ κεκρατῆσθαι ὑπὸ τῶν ἀγγέλων, εἰ καὶ ἐξῆλθεν ἔξω Σοδόμων, ἐπείπερ ἐστράφη εἰς τοὐπίσω.
And his wife looked back behind her, and became a pillar of salt. It profited Lot's wife nothing to have been laid hold of by the angels, even though she went out outside Sodom, seeing that she turned back behind her.
Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ἔμφασιν ἔχει τὸ, οὐχ ἥψατο, ὡς τὸ, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ὅπερ ἐστὶ καὶ χωρὶς μίξεως κατὰ μηδὲν ἄλλο παθητικῶς, ἤτοι ἐνιδεῖν, ἢ ἅψασθαι γυναικός. Ὁ Θεὸς μέντοι οὐκ ἀφῆκεν ἅψασθαι τὸν Ἀβιμέλεχ αὐτῆς· τάχα καὶ πάντα τὸν ἄκρως συμφρονοῦντα· θεόσδοτον γὰρ τὸ τοιοῦτον.
But Abimelech did not touch her. There is emphasis in the phrase, he did not touch, like the saying, It is good for a man not to touch a woman; which means even apart from intercourse not in any other way passionately either to gaze upon or to touch a woman. God, however, did not permit Abimelech to touch her, and perhaps everyone who is supremely continent; for such a thing is given by God.
Καὶ εἶπεν Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ· Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου· ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ὑποστρέψομεν πρὸς ὑμᾶς. Ταῦτα εἶπε λογισάμενος, ὅτι καὶ ἐκ νεκρῶν ἐγείρειν δυνατὸς ὁ Θεός.
And Abraham said to his servants: Sit here with the ass; and I and the lad will go through thus far, and after worshipping we will return to you. He said these things reckoning that God is able to raise even from the dead.
Ἔλαβε καὶ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἐπωμάδιον γὰρ ἔχων τὸν οἰκεῖον σταυρὸν ἔξω τῆς πύλης ἔπαθεν ὁ Χριστὸς, οὐκ ἐξ ἀνθρωπίνης ἰσχύος βεβιασμένος εἰς τὸ πάθος, ἀλλ' ἐκ θελήματος οἰκείου, καὶ βουλήσει τοῦ Θεοῦ καὶ Πατρός.
And Abraham took the wood of the whole burnt-offering, and laid it upon Isaac his son. For carrying His own cross upon His shoulders, Christ suffered outside the gate, not forced into the passion by human strength, but of His own will, and by the counsel of God the Father.
Ἰδοὺ τέτοκε Μελχὰ καὶ αὐτὴ υἱοὺς Ναχὼρ τῷ ἀδελφῷ σου, τὸν Ὢζ πρωτότοκον, καὶ τὰ ἑξῆς. Μελχὰ ἑρμηνεύουσι βασιλείαν· Ὢζ βουλευόμενον· Ναχὼρ ἀνάπαυσιν φωτός· Βαὺζ ἐξουδενωμένον· Καμουὴλ ἀνάστασιν Θεοῦ· Σύρων μετέωρον· Χαζὰδ ψεῦδος· Ἀζαῦ ὁρῶντα· Φάλδακ πτῶσιν ἐνδεοῦς, ἢ πτῶσιν πτωχείας· Ἰεδλὰφ χειρὸς περισσείαν, ἢ χεῖρα λάβε· Βαθουὴλ ἔνοικον Θεοῦ, ἢ θυγατέρα Θεοῦ· Ῥεβέκκα ὑπομονήν· Ῥεέμα ὅρασιν προσδοκωμένην· Ταὰμ, διαμηρυκώμενον· Τοχὼς σιγήν· Μωχὰν ἔντερον κενόν.
Behold, Milcah herself also has borne sons to Nahor your brother, Uz the firstborn, and what follows. Milcah they interpret as kingdom; Uz, taking counsel; Nahor, rest of light; Buz, despised; Kemuel, resurrection of God; Syron, lofty; Chesed, falsehood; Hazo, seeing; Pildash, fall of the needy, or fall of poverty; Jidlaph, abundance of hand, or take a hand; Bethuel, indweller of God, or daughter of God; Rebekah, patience; Reumah, vision expected; Tebah, chewing the cud; Tahash, silence; Maacah, empty bowel.
Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος. Διὸ φιλοτιμητέον ἑστηκέναι ἐπὶ τῆς πηγῆς, ἵνα μὴ καὶ ἐφ' ἡμῶν ἁρμόσῃ τὸ, Ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος.
Behold, I stand by the spring of water. Wherefore we must strive earnestly to stand by the spring, lest to us also should apply the saying, They have forsaken Me, the spring of living water.
Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπίκλι-
And it shall be that the virgin to whomsoever I shall say, Incline
Notes, col. 117
On the reading
Printed συμφρονοῦντα, for σωφρονοῦντα.
PG 12:120Read from the pageνον τὴν ὑδρίαν σου, καὶ τὰ ἑξῆς. Πρέπουσα ἡ φωνὴ τῷ πρεσβύτῃ τῆς οἰκίας τοῦ Ἀβραὰμ, καὶ ἁρμόζουσα τῷ ἄρχοντι πάντων τῶν αὐτοῦ. Καὶ ὅρα σοφίαν, οἷον τίθησι σημεῖον.
your pitcher, and what follows. Fitting is the utterance for the elder of the house of Abraham, and suitable for the ruler of all his goods. And behold his wisdom, what sort of sign he sets.
Ὁ δὲ ἄνθρωπος κατεμάνθανεν αὐτὴν, καὶ παρεσιώπα, τοῦ γνῶναι εἰ εὐώδωκε Κύριος τὴν ὁδὸν αὐτοῦ ἢ οὔ. Ἐντεῦθέν ἐστι διδαχθῆναι, ὅτι καλόν ἐστι τὸν προσευχόμενον μὴ μετὰ αἰσθητῆς ἀκουόμενον τῆς φωνῆς προσεύχεσθαι, ἀλλ' ἐν τῇ καρδίᾳ τῷ ἐτάζοντι καρδίας καὶ νεφρούς.
And the man was observing her closely, and kept silent, to know whether the Lord had made his way prosperous or not. Hence one may learn that it is good for him who prays not to pray while being heard with a sensible voice, but in the heart to Him Who searches hearts and reins.
Ἰσαὰκ δὲ ἐπορεύετο διὰ τῆς ἐρήμου κατὰ τὸ φρέαρ τῆς ὁράσεως. Πρέπουσα πορεία τῷ ἁγίῳ διὰ μὲν τὴν πολλὴν ἀναχώρησιν πορευομένῳ διὰ τῆς ἐρήμου, διὰ δὲ τὴν περὶ τῶν εἰς Θεὸν θεωρίαν πορευομένῳ κατὰ τὸ φρέαρ τῆς ὁράσεως.
And Isaac was walking through the wilderness by the well of the vision. A fitting journey for the holy man, walking on account of his great withdrawal through the wilderness, and on account of his contemplation of the things pertaining to God walking by the well of the vision.
Καὶ ἐξῆλθεν Ἰσαὰκ ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης. Ἐξελθεῖν δεῖ τῶν γηΐνων τὸν μέλλοντα περὶ τῶν θείων ὁμιλεῖν, ὅπερ ἀδολεσχῆσαι νῦν ὠνόμασεν. Οὐ πρόσκειται δὲ τίνι· εἰκότως, ἐπεὶ μηδὲ ἀνθρώπων ἡ τοιαύτη ὁμιλία γίνεται, ἀλλ' ἤτοι πρὸς Θεὸν, ἢ αὐτοῦ τινος πρὸς ἑαυτόν.
And Isaac went out to meditate in the field towards evening. He who is about to converse concerning divine things must go out from earthly things, which conversing it has now named to meditate. And it is not added with whom; reasonably so, since such converse does not take place among men at all, but either with God, or of someone with himself.
Τοῦ αὐτοῦ. Τὸ δὲ, πρὸς δείλης, σύμβολόν ἐστι τοῦ μόλις ἐπὶ γήρως δύνασθαί τινα ἐλθόντα μετὰ καταλήψεως τῶν θειοτέρων ὁμιλεῖν.
Of the same. And the phrase, towards evening, is a symbol of the fact that scarcely when someone has come to old age is he able to converse with comprehension of more divine things.
Προσθέμενος δὲ Ἀβραὰμ ἔλαβε γυναῖκα ᾗ ὄνομα Χεττούρα. Ἔτεκε δὲ αὐτῷ τὸν Ζεμβρᾶν, καὶ τὰ ἑξῆς. Ἀπὸ τῶν τέκνων Χεττούρας ἔθνη γέγονε πλεῖστα, ἃ κατῴκησαν τὴν Τρωγλοδύτην ἔρημον, καὶ τὴν Εὐδαίμονα Ἀραβίαν, καὶ τὴν διήκουσαν, τήν τε Μαδιανῖτιν, καὶ τὴν πόλιν Μαδιὰμ παρακειμένην τῇ ὑπὲρ τὴν Ἀραβίαν ἐρήμῳ ἄντικρυς Φαρὰν εἰς ἀνατολὰς τῆς Ἐρυθρᾶς θαλάσσης· ὅθεν τὸ Μαδιανιτῶν ἔθνος ἀπὸ Μαδιὰμ υἱοῦ Ἀβραὰμ καὶ Χεττούρας· ὡς εἶναι δῆλον ἐκ τούτου, ὅτι ὁ Ἰοθὼρ ὁ πενθερὸς Μωϋσέως ἀπόγονος ἦν τοῦ Ἀβραὰμ καὶ συγγενὴς Μωϋσέως.
And Abraham again took a wife whose name was Keturah. And she bore to him Zimran, and what follows. From the children of Keturah arose very many nations, which inhabited the Troglodyte wilderness, and Arabia Felix, and the region extending beyond, both Midianitis and the city of Midian lying beside the wilderness beyond Arabia over against Paran to the east of the Red Sea; whence the nation of the Midianites is from Midian the son of Abraham and Keturah; so that it is clear from this that Jethro the father-in-law of Moses was a descendant of Abraham and a kinsman of Moses.
Τοῦ αὐτοῦ. Χεττούρα ἑρμηνεύεται μικροτέρα
Of the same. Keturah is interpreted smaller
PG 12:121Read from the pageἢ ὑποδεεστέρα· Ἰεσβὼκ ἄφεσις, ἢ ἀφήσει· Σωϊὲ χρηστὸς λαός· Σαβὰν ἀποστροφή· Θαιμὰν ἐκλείψεις αὐτῶν, ἢ συντελούμενοι· Δαιδὰν ἱκανὴ κρίσις, ἢ μονότης· Ραγουὴλ φίλος ἰσχυρὸς, ἢ ποιμανσία Θεοῦ· Ναβδεὴλ δουλεύων τῷ Θεῷ· Ἀσσουριεὶμ ἑδραῖοι, ἢ κατευθύνοντες· Λατουσιεὶμ σφυροκόποι· Γεφὰρ, ἐνδεὴς, ἢ ἐλλείπων· Ἀφὲρ χοῦς, ἢ γήϊνος, ἢ σποδός. Ἐνὼχ χάρις σου· Ἀβιδὰ πατρός μου ὕψος· Ἐφρὼν χοῦς, ἢ γήϊνος, ἢ σποδός· Σαὰρ μεσημβρία· Δουμὰ σιωπή· Μαμβρῆ ἀπὸ ὁράσεως· Μασσῆ ἔπαρσις, Ἰσμαὴλ ἀκοὴ Θεοῦ· Χοδδὰδ μέτρον κενούμενον· Ναβαιὼθ προφητεία· Θαιμὰν συντέλεια· Κηδὰρ σκοτασμός· Ἰετοὺρ ἐξωρισμένος· Ναβδεὴλ δουλεύων Θεῷ· Ναφὲς ἀναψυχή· Μασμὰν προσοχὴ, ἢ ἀκοή· Κεδμὰ ἐμπρόσθιος· Μασσὰμ ἐξ ἡδυσμῶν· Εὐϊλὰτ ὠδίνουσα· Σοὺρ τεῖχος.
or inferior; Ishbak, remission, or he will remit; Shuah, good people; Sheba, turning back; Teman, their failings, or being completed; Dedan, sufficient judgement, or solitariness; Reuel, strong friend, or pasturing of God; Adbeel, serving God; Asshurim, steadfast, or directing; Letushim, hammerers; Epher, needy, or lacking; Epher, dust, or earthly, or ashes. Hanoch, your grace; Abida, height of my father; Ephron, dust, or earthly, or ashes; Zohar, midday; Dumah, silence; Mamre, from vision; Massa, lifting up, Ishmael, hearing of God; Hadad, measure being emptied; Nebaioth, prophecy; Teman, completion; Kedar, darkening; Jetur, banished; Adbeel, serving God; Naphish, refreshing; Mishma, attention, or hearing; Kedemah, foremost; Massa, from sweet spices; Havilah, travailing in birth; Shur, wall.
Κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἄν σοι εἴπω· καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε. Εἰ, ποῦ χρὴ κατοικεῖν ἐκ προστάγματος Θεοῦ, παροικήσει τις, ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ εὐλογεῖ αὐτόν· εἰ δὲ, ὅπου οὐ δεῖ παροικεῖν, κατοικήσει τις, οὐκ ἔστιν ὁ Θεὸς μετ' αὐτοῦ, οὐδὲ εὐλογήσει αὐτόν.
And dwell in the land of whichsoever I tell you; and sojourn in this land, and I will be with you, and will bless you. If, where one ought to dwell by the command of God, someone sojourns, God is with him, and blesses him; but if, where one ought not to sojourn, someone dwells, God is not with him, nor will He bless him.
Ἀνθ' ὧν ὑπήκουσεν Ἀβραὰμ τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Εἰ μήπω ἦν ὁ κατὰ Μωϋσέα νόμος γεγραμμένος, ἐφύλαξε δὲ Ἀβραὰμ τὰ εἰρημένα, οὕτως αὐτὰ ἐφύλαξεν, ὡς ἔθνη τὰ μὴ νόμον ἔχοντα, καὶ φύσει τὰ τοῦ νόμου ποιοῦντα· ἐνδεικνύμενοι τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, μαρτυρουμένης αὐτῶν τῆς συνειδήσεως, καθά φησιν ὁ Ἀπόστολος.
Because Abraham obeyed My voice, and kept My injunctions, and My ordinances, and My statutes. If the law according to Moses was not yet written, and yet Abraham kept the things spoken of, he kept them just as the Gentiles who do not have a law by nature do the things of the law, showing the work of the law written in their hearts, their conscience bearing witness, just as the Apostle says.
Καὶ ὤρυξαν οἱ παῖδες Ἰσαὰκ ἐν τῇ φάραγγι Γεράρων· καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος. Φιλοτιμητέον ἑκάστῳ εὐχομένῳ εἶναι τέκνον τοῦ Ἰσαὰκ ταῦτα νοῆσαι τὰ φρέατα, καὶ ὀρύξαι αὐτὰ ἐν ἑαυτῷ.
And the servants of Isaac dug in the valley of Gerar; and they found there a well of living water. Each one who prays to be a child of Isaac must strive earnestly to understand these wells, and to dig them in himself.
Ἀπάρας δὲ ἐκεῖθεν ὤρυξε φρέαρ ἕτερον, καὶ
And departing from there he dug another well, and
PG 12:124Read from the pageοὐκ ἐμαχέσαντο περὶ αὐτοῦ. Διὰ δὲ τοῦ μὴ ἀνθίστασθαι τοῖς ἀδικοῦσι δείκνυσιν, ὅτι ἀληθῶς ἦν ἄπλαστος. Ὅθεν, ἀποδεξάμενος αὐτὸν τῆς ἀνεξικακίας ὁ Θεὸς, ἐπιφαίνεται αὐτῷ, καὶ ἐπαγγέλλεται τὴν γῆν, ἵνα μὴ ἀθυμῇ, ὅ⟨τι⟩ ὡς ξένος πάροικος προὔκειτο τοῖς ἀδικεῖν βουλομένοις, πληρῶν τὸ εἰρημένον ἑκάστοτε, ἐὰν διώκωσιν ὑμᾶς.
they did not strive over it. And through not resisting those who do wrong he shows that he was truly guileless. Whence, approving him for his patient endurance of evil, God appears to him, and promises the land, so that he may not be disheartened because as a stranger and sojourner he lay exposed to those wishing to do him wrong, fulfilling on each occasion what was said, If they persecute you.
Καὶ εἶπεν· Ἡ μὲν φωνὴ φωνὴ Ἰακώβ. Τὴν εὐσεβῆ φωνὴν οὐκ ἂν λεχθεῖσαν ὑπὸ τοῦ Ἠσαῦ· Ὅ παρέδωκεν ὁ Θεός σου ἐναντίον μου· ἐπιγνοὺς ὁ Ἰσαὰκ, εἶπεν· Ἡ φωνὴ φωνὴ Ἰακώβ.
And he said: The voice indeed is the voice of Jacob. Recognizing the pious utterance that would not have been spoken by Esau: What your God delivered before me, Isaac said: The voice is the voice of Jacob.
Καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν εὐλόγησε Κύριος. Σαφῶς οὐκ αἰσθητὴ ἦν ἡ ὀσμή. Ποία γὰρ ἂν ὀσμὴ δύναται εἶναι ὀσμῇ ἀγροῦ παραβαλλομένη; ἀλλὰ μήποτε τοιαύτη ἦν αὕτη, ὁποίαν ὁ Ἀπόστολος ἔχων ἔφασκε· Χριστοῦ εὐωδία ἐσμὲν τῷ Θεῷ ἐν παντὶ τόπῳ. Ἐγὼ δὲ ἡγοῦμαι καὶ ἑκάστην ἀρετὴν ἰδίαν ἔχειν εὐωδίαν, ἥτις ἐστὶ συμπληρωτικὴ τῶν ἀρετῶν. Καὶ ἐκ τοῦ ἐναντίου δὲ αἱ κακίαι δυσώδεις εἰσὶ κατὰ τὸν εἰπόντα· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου. Πρέπει δὲ τῷ Κυρίῳ τὸν αὐτῷ εὐώδη τῶν ἀρετῶν ἀγρὸν εὐλογεῖν.
And he said: Behold, the smell of my son is as the smell of a full field which the Lord has blessed. Clearly the smell was not sensible. For what sort of smell can there be that is compared to the smell of a field? Rather, perhaps this was such as the Apostle had when he said: We are a sweet fragrance of Christ to God in every place. And I myself consider that each virtue also has its own sweet fragrance, which is complementary of the virtues. And on the contrary, vices are foul-smelling according to him who said: My bruises stank and rotted. And it befits the Lord to bless the field of virtues that is sweet-smelling to Him.
Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ Ἠσαῦ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε· νῦν οὖν, τέκνον, ἄκουσόν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν Μεσοποταμίαν. Μανθάνομεν ἀπὸ τούτων, ὅτι δεῖ ἀποδιδράσκειν τοὺς ἐπιβουλεύοντας, καὶ διωγμοὺς φεύγειν, εἰ καὶ ὀπτασιῶν καταξιωθῶμεν ὡς ὁ Ἰακώβ. Παρακληθείη δ' ἄν τις ἰδὼν τὰ παρακολουθήσαντα τῷ Ἰακὼβ φεύγοντι ἀπὸ τοῦ Ἠσαῦ· ὀπτασιῶν τε γὰρ ἠξιώθη, καὶ πατὴρ γεγένηται δώδεκα φυλῶν· καὶ ἐπανερχόμενος ἀπὸ τῆς διὰ τὸν διωγμὸν φυγῆς, γίνεται ἀντὶ Ἰακὼβ Ἰσραήλ.
And she said to him: Behold, Esau your brother threatens you, to kill you; now therefore, my child, hear my voice, and arise and flee away into Mesopotamia. We learn from these things that we ought to flee away from those who plot against us, and shun persecutions, even though we be counted worthy of visions like Jacob. And one might be comforted on seeing the things that followed upon Jacob when he fled from Esau; for he was both counted worthy of visions, and became the father of twelve tribes; and returning from his flight on account of persecution, instead of Jacob he becomes Israel.
Οὐ λήψῃ γυναῖκα ἐκ τῶν θυγατέρων Χαναάν. Αἱ θυγατέρες Χαναὰν πονηραί εἰσιν, οὐκ ἐναντίον Ἠσαῦ, ἀλλ' ἐναντίον Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ.
You shall not take a wife from the daughters of Canaan. The daughters of Canaan are evil, not before Esau, but before Isaac his father.
Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς. Ἀνοίγει μήτραν ἐπὶ ἁγίων γεννήσει· κατὰ δὲ τὸν πνευματικὸν νόμον ψυχῆς ἀνοίγει μήτραν, ἵνα γεννήσῃ Θεοῦ Λόγον ἡ ἐσομένη αὐτοῦ μήτηρ.
And the Lord God, seeing that Leah was hated, opened her womb. He opens the womb at the birth of saints; and according to the spiritual law He opens the womb of the soul, so that she who is to be His mother may give birth to the Word of God.
Τοῦ αὐτοῦ. Πρώτη γὰρ ἐτέκνωσε τῷ Θεῷ τὴν Ἰουδαίων συναγωγὴν καὶ πληθὺν ἡ ἐν χρόνῳ πρεσβυτέρα.
Of the same. For she who was elder in time first bore to God the synagogue and multitude of the Jews.
Εἶπε δὲ αὐτῷ Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Οὐκ ἔστι μὲν οἰωνισμὸς ἐν Ἰακώβ· ὁ δὲ Λάβαν φησὶν, οἰωνισάμην ἂν, ὡς ἀλλότριος τῆς τοῦ Ἰακὼβ προαιρέσεως, ἧς οὐ τέλεον ἀλλότριος ἦν, προστιθεὶς τῷ, οἰωνισάμην, καὶ τὸ, Εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ.
And Laban said to him: If I have found grace before you, I would have divined by augury; for God blessed me at your coming in. Now there is no augury in Jacob; but Laban says, I would have divined by augury, as a stranger to the purpose of Jacob, to which however he was not altogether a stranger, adding to the words, I would have divined by augury, also the words, For God blessed me at your coming in.
PG 12:125Read from the pageἜλαβε δὲ ἑαυτῷ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν, καὶ καρυΐνην, καὶ πλατάνου. Αἱ τρεῖς ῥάβδοι συμβολικῶς ἤτοι αἱ τρεῖς δυνάμεις τῆς ψυχῆς εἰσι, τὸ λογικὸν, τὸ θυμικὸν, τὸ ἐπιθυμητικόν· ἤτοι αἱ τρεῖς θεωρίαι τῶν σωμάτων, τῶν ἀσωμάτων, τῆς ἁγίας Τριάδος· ἤτοι γενικῶς ἡ πρακτικὴ διὰ τῆς καρυΐνης, ἡ θεωρητικὴ διὰ τῆς στυρακίνης, διὰ δὲ τῆς πλατάνου τὸν κόσμον τοῦτον καὶ τὴν θεωρίαν αὐτοῦ ᾐνίξατο. Τὸ περισύρειν τὸ χλωρὸν τούτου, τὴν ἀποταξίαν αὐτοῦ σημαίνει· καὶ τῆς μὲν πρακτικῆς τὸ χλωρόν ἐστι τὸ ἡδυπαθές· τῆς δὲ θεωρίας, τὸ περὶ τὰ σώματα ἀσχολεῖσθαι· τὸ δὲ χλωρὸν τῶν δύο ἄλλων ἐκδοχῶν βασάνιζε.
And Jacob took for himself a green rod of storax, and of walnut, and of plane-tree. The three rods symbolically are either the three faculties of the soul, the rational, the spirited, the appetitive; or the three contemplations, of bodies, of incorporeal things, of the Holy Trinity; or generically practical virtue is hinted at through the walnut, contemplative through the storax, and through the plane-tree he hinted at this world and the contemplation of it. The stripping off of the greenness of this signifies the renunciation of it; and of practical virtue the greenness is pleasure-loving; and of contemplation, busying oneself about bodies; and test the greenness of the other two interpretations.
Εἶπε δὲ Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου· καὶ ἔσομαι μετὰ σοῦ. Ὅτε ἐκαρποφόρησεν Ἰακὼβ, καὶ ἐπλούτησεν ἔξω τῆς γενεᾶς αὐτοῦ τυγχάνων, τότε εἶπεν αὐτῷ Κύριος· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου. Τοιοῦτον δέ τι νοητέον ὑπὸ Κυρίου λέγεσθαι, ὅτε πρὸς τῇ ἐξόδῳ γενώμεθα ἀπελευσόμενοι πρὸς τοὺς πατέρας ἡμῶν. Καὶ ἆθλον δὲ δίδωσι τῷ ἀποστρέφοντι εἰς τὴν γῆν τοῦ πατρὸς αὐτοῦ, καὶ εἰς τὴν γενεὰν αὐτοῦ. Οἶμαι δὲ, ὅτι ἐν ὕπνοις παρῆν αὐτῷ ὁ Κύριος.
And the Lord said to Jacob: Return to the land of your father, and to your kindred; and I will be with you. When Jacob bore fruit, and grew rich while outside his kindred, then the Lord said to him: Return to the land of your father. And some such thing must be understood to be said by the Lord when we are near our departure, about to go away to our fathers. And He also gives a reward to him who returns to the land of his father, and to his kindred. And I think that the Lord was present with him in sleep.
Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν. Ἀκύλας δέκα ἀριθμοὺς εἴρηκε· Σύμμαχος δεκάκις ἀριθμῷ. Ἔλεγεν οὖν, ὥς φησιν ὁ Ἑβραῖος, Δεκάκις ἠθέτησεν τὰς συνθήκας πρὸς τὸν Ἰακὼβ ὁ Λάβαν, διὰ τὸ τὰ γεννώμενα ἐπ' ὀνόματι τοῦ Ἰακὼβ πλεῖστα ὅσα ὑπάρχειν, κἀκεῖνον ἐποφθαλμιᾷν αὐτόν· ὅπερ ἐδήλωσαν αἱ δύο ἐκδόσεις· Καὶ παρελογίσω τὸν μισθόν μου δέκα ἀμνάδας· ἀμνῶν δὲ ὅλως οὐκ ἔχει μνήμην, οὓς συνέθετό μοι δοῦναι· οὐδαμοῦ φαίνεται, ὅτι συνέθετο· ἀλλ' ἀφ' ὧν αὐτὸς λέγει, φανερόν ἐστιν. Ὥσπερ γὰρ ἀποκτείνοντα τὸν Λάμεχ οὐκ εἰσάγει, ἐκζητούμενον δὲ, ὡς ἀπὸ τῆς ἐξηγήσεως εἶναι φανερὸν καὶ τὸ γενόμενον· οὕτω καὶ ἐνταῦθα. Πολλάκις οὖν ἡ Γραφὴ, ἃ ἐν τῷ πράττεσθαι οὐκ ἐξηγήσατο, διά τινος ἐξηγουμένου ἐδήλωσεν.
And your father cheated me, and changed my wages of the ten lambs. Aquila has said ten numbers; Symmachus, ten times in number. He meant therefore, as the Hebrew says, Ten times Laban broke his covenants with Jacob, because the offspring born in the name of Jacob were very many indeed, and that man envied him; which the two editions indicated: And you defrauded my wages ten ewe-lambs; whereas of lambs which he agreed to give me it has no mention at all; nowhere does it appear that he agreed; but from what he himself says, it is manifest. For just as it does not introduce Lamech killing anyone, but being required to give account, so that from the explanation what happened is also manifest, so here too. Often therefore what the Scripture did not relate while it was being done, it has made clear through someone relating it.
Τὰ πρόβατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Καλοῦ ποιμένος παῤῥησία ἐμφαίνεται ταῖς φωναῖς ταύταις, ἃς ζηλωτέον. Γεννάτωσαν οὖν καρποὺς πνευματικοὺς τὰ ἐν τοῖς ποιμνίοις καὶ αἰπολίοις, ἀλλὰ καὶ τοὺς πλουσίους τῆς ποίμνης μὴ κατεσθίωμεν. Ἐπεὶ δὲ οὐχ εὕρηνται οἱ αὐτοῦ θεοὶ, συμβάσεις ποιεῖται μετὰ τοῦ θεσπεσίου Ἰακώβ· καὶ ὁ κόσμος, ἡνίκα τοὺς ψευδωνύμους ἀπεβάλετο θεοὺς, φίλος γέγονε τοῦ Χριστοῦ.
Your sheep and your goats were not bereaved of young; the rams of your sheep I did not eat up. The boldness of a good shepherd is shown in these words, which we must emulate. Let those in the flocks of sheep and herds of goats therefore bear spiritual fruits, and let us not eat up the rich ones of the flock either. And since his gods are not found, he makes a covenant with the divine Jacob; and the world, when it cast away the falsely-named gods, became a friend of Christ.
Εἶπε δὲ Ἰακὼβ τοῖς ἀδελφοῖς αὐτοῦ· Συλλέγετε λίθους· καὶ συνέλεξαν λίθους. Καὶ ἐν τῷ
And Jacob said to his brothers: Gather stones; and they gathered stones. And in