PG 12:1668Read from the pageτῇ νηστείᾳ, τὸ διὰ τοὺς ἀνθρώπους νηστεύειν. Κα⟨ὶ⟩ ταῦτα μὲν ἐπὶ τῆς πρακτικῆς· τί δ' ἄν τις εἴποι κ⟨αὶ⟩ ἐπὶ τῆς θεωρίας, ὁπόσας παγίδας οἱ ἐχθροὶ διὰ τ⟨ῶν⟩ αἱρέσεων τοῖς ὀρθοδόξοις δόγμασι;
fasting, fasting for the sake of men. And these things indeed in practical virtue; but what might one say also in contemplation, how many snares the enemies lay through heresies for orthodox doctrines?
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκ⟨ζη⟩τῶν τὴν ψυχήν μου, κ. τ. ἑ. Ὁ ἀπολέσας τ⟨ὴν⟩ φυγὴν ταύτην οὐ δύναται εἰπεῖν· « Ἐν θλίψει ἐπλ⟨ά⟩τυνάς μοι. »
Flight has perished from me, and there is no one who seeks after my soul, etc. He who has lost this flight cannot say: In tribulation Thou hast enlarged me.
Ἐκέκραξα πρὸς σὲ, Κύριε· εἶπα· Σὺ εἶ ἡ ἐλ⟨πίς⟩ μου, μερίς μου εἶ ἐν γῇ ζώντων, κ. τ. ἑ. Εἰ ὁ Κ⟨ύ⟩ριος ἡμῶν σοφία ἐστὶ, καὶ μερὶς δὲ τῶν ζώντ⟨ων⟩ αὐτός· ἡ μερὶς ἄρα τῶν ζώντων ἡ σοφία ἐστὶ, κ⟨αθ'⟩ ἣν καὶ χρηματίζουσι ζῶντες, ἥτις ἐστὶν ὁ Χρ⟨ι⟩στός.
I cried unto Thee, O Lord; I said: Thou art my hope, my portion art Thou in the land of the living, etc. If our Lord is wisdom, and He Himself is also the portion of the living, then the portion of the living is wisdom, according to which they are also called living, which is Christ.
Ῥῦσαί με ἐκ τῶν καταδιωκόντων με, κ. τ. ἑ. Πειρασμοὶ συνεχεῖς καταδιώκουσι τὸν νοῦν ἀπ⟨ὸ⟩ γνώσεως.
Deliver me from those who persecute me, etc. Continual temptations persecute the mind away from knowledge.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου, κ. τ. ἑ. Οὐ πάντων ἐστὶ τὸ λέγειν· « Ἔκβαλε ἐκ φυλ⟨α⟩κῆς τὴν ψυχήν μου, » εἰ μὴ τῶν δυναμένων διὰ καθαρότητα καὶ χωρὶς τοῦ σώματος τούτου σχολάζειν τ⟨ῇ⟩ θεωρίᾳ τῶν γεγονότων.
Bring my soul out of prison, etc. It does not belong to all to say: Bring my soul out of prison, except to those who because of purity are able even apart from this body to devote themselves to the contemplation of created things.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου· ἐνώτ⟨ι⟩σαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, ἐπάκ⟨ου⟩σόν μου ἐν τῇ δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὁ θαῤῥῶν ὅτι ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνεῖ τὸν Θεὸν καὶ οὐκέτι ἐν τύπῳ, λέγοι ἂν τὸ, « Ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου. »
O Lord, hear my prayer; give ear to my supplication in Thy truth, hearken to me in Thy righteousness, etc. He who is confident that he worships God in spirit and truth and no longer in type might say the words, Give ear to my supplication in Thy truth.
Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν, κ. τ. ἑ. Ἐπὰν κρίνηται μετὰ τοῦ ἀνθρώπου ὁ Κύριος, καὶ λέγῃ· « Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; » οὐδεὶς ζῶν δικαιωθήσεται· ἐνώπ⟨ιον⟩ μὲν γὰρ Κυρίου οὐ δικαιωθήσεται πᾶς ζῶν· ἐνώπι⟨ον⟩ δὲ ἀνθρώπων οὐ μόνον ἀδίκων, ἀλλὰ καὶ ἄλλων δικαίων ἔσθ' ὅτε. Τὰ δὲ αἴτια τοῦ μὴ δικαιοῦσθαι ἐπιφέρει συγγενῶς τῷ στίχῳ τούτῳ· « Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. »
And enter not into judgement with Thy servant, for in Thy sight no living man shall be justified, etc. Whenever the Lord enters into judgement with man, and says: My people, what have I done to you, or wherein have I grieved you? no living man shall be justified; for in the sight of the Lord no living man shall be justified, whereas in the sight of men, not only unrighteous men, but sometimes even other righteous men, he may be. And the causes of not being justified he brings forward akin to this verse: That Thou mayest be justified in Thy words, and mayest prevail when Thou art judged.
Ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι, κ. τ. ἑ. Γῆ ἄνυδρός ἐστι ψυχὴ καθαρὰ πνευματικὴν γνῶσ⟨ιν⟩ ἐπιζητοῦσα.
My soul is as a waterless land unto Thee, etc. A waterless land is a pure soul seeking after spiritual knowledge.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου, κ. τ. ἑ. Ἐπὶ πλεῖον ἀκηδιῶν ἐκλείπ⟨ει⟩ τὸ πνεῦμα τοῦ ἀνθρώπου. Τούτῳ δὲ ὅμοιον τὸ, « Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. »
Hear me speedily, O Lord, my spirit has failed, etc. When grieving excessively in listlessness, the spirit of man fails. And like unto this is the saying, When my spirit failed from me.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου, κ. τ. ἑ. Τὴν θεωρίαν ἐπιζητεῖ τοῦ μέλλοντος αἰῶνος, ἣν καὶ βασιλείαν οὐρανῶν ἔθος ὀνομάζειν τῇ θείᾳ Γραφῇ.
Cause me to hear Thy mercy in the morning, for in Thee have I hoped. Make known to me, O Lord, the way wherein I should walk, for unto Thee have I lifted up my soul, etc. He seeks after the contemplation of the age to come, which Divine Scripture is also accustomed to name the kingdom of heaven.
PG 12:1669Read from the pageΤοῦ αὐτοῦ. Δύναται τοῦτο εἰπεῖν περὶ γνωρισμοῦ ὁδοῦ φερούσης ἐπ' ἀρετὴν, ἢ τῆς ἣν μετὰ τὴν ἔξοδον ὁδεύει τις, ἥτις ἐστὶν ὁδὸς τοῦ ξύλου τῆς ζωῆς, ἣν φυλάσσει τὰ χερουβὶμ καὶ φλογίνη ῥομφαία.
Of the same. He can say this concerning the making known of a way leading unto virtue, or of that which one journeys after the departure, which is the way of the tree of life, which the cherubim and the flaming sword guard.
Τοῦ αὐτοῦ. Γῆ ζώντων καὶ γῆ εὐθεῖα ἡ αὐτή ἐστιν ἀγαθὴ, ἐφ' ἣν τὸ ἀγαθὸν τοῦ Θεοῦ Πνεῦμα ὁδηγεῖ τοὺς ἀξίους. Καὶ ἐντεῦθεν τὴν ἀξίαν τοῦ πνεύματος ἐδιδάχθημεν. Ὥσπερ γὰρ ὁ Θεὸς, οὕτω καὶ τὸ πνεῦμα ὠνόμασται ἀγαθόν· καὶ καθάπερ τὸν Θεὸν ὁδηγῆσαι αὐτὸν ἱκετεύσας, οὕτω καὶ τῆς τοῦ πνεύματος ὁδηγίας ἀπολαῦσαι παρακαλεῖ, ὥστε μηδὲν αὐτῷ φανῆναι πρόσαντες μηδὲ δυσχερὲς, ἀλλ' εὐθεῖαν τὴν ὁδὸν ὁδεύειν καὶ λείαν καὶ πλάνης ἀπηλλαγμένην.
Of the same. The land of the living and the upright land is the same good land, unto which the good Spirit of God guides those who are worthy. And from this we have been taught the dignity of the Spirit. For just as God, so also the Spirit has been named good; and just as having supplicated God to guide him, so also he entreats to enjoy the guidance of the Spirit, so that nothing may appear to him steep or difficult, but that he may journey a straight and smooth way, freed from error.
Εὐλογητὸς Κύριος ὁ Θεός μου, ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν, τοὺς δακτύλους μου εἰς πόλεμον, κ. τ. ἑ. Ὁ διδαχθεὶς παρὰ Κυρίου τὸν πρὸς τὴν ἀντικειμένην δύναμιν πόλεμον ἐπίσταται λόγους ἀρετῶν καὶ κακιῶν, καὶ διαφορὰς λογισμῶν, γνωρίσματά τε ἀθεΐας καὶ ὅρους αὐτῆς, ἔτι δὲ καὶ τῶν νυκτερινῶν φαντασμάτων καὶ ἐνυπνίων γινώσκει τοὺς λόγους, ὧν οἱ μὲν ἀπὸ τοῦ λογικοῦ μέρους γίνονται τῆς ψυχῆς, κινουμένης τῆς μνήμης, οἱ δὲ ἀπὸ τοῦ θυμικοῦ, ἕτεροι δὲ ἀπὸ τοῦ ἐπιθυμητικοῦ· ἀλλὰ περὶ μὲν τούτων ἀκριβέστερον ἐν τῷ αʹ εἰλήφαμεν.
Blessed be the Lord my God, Who teaches my hands for battle, my fingers for war, etc. He who has been taught by the Lord the war against the opposing power knows the principles of virtues and vices, and the differences of thoughts, and the marks of ungodliness and its bounds, and furthermore he knows also the principles of nocturnal phantasms and dreams, of which some arise from the rational part of the soul when memory is stirred, others from the spirited part, and others from the appetitive part; but concerning these things we have treated more accurately in the first psalm.
Ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι, κ. τ. ἑ. Ἐπεὶ « ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκε, παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι. » Τὰ γὰρ ἐνταῦθα παισὶν ἔοικε παίζουσιν. Ὁ σήμερον γὰρ δικάζων ἕστηκεν αὔριον δικαζόμενος, καὶ ὁ σοβαρὸς ἐν τῷ ἄρχειν, ὑπὸ δημίου πολλάκις ἀπαγόμενος, καὶ ὁ πλούσιος ἐν πενίᾳ, καὶ ὁ ἀνέλπιστος καὶ ἀνώνυμος πολλάκις τῶν ὅλων κρατῶν. Καὶ πυκναὶ αἱ μεταβολαὶ καὶ ἀνώμαλοι αἱ μεταστάσεις.
Man has become like unto vanity, his days pass away like a shadow, etc. Since man, being in honour, did not understand, he was compared to the mindless beasts and became like unto them, his days pass away like a shadow. For the things here are like children playing. For he who judges today stands tomorrow being judged, and he who is haughty in ruling is often led away by the executioner, and the rich man is in poverty, and the unlooked-for and nameless man often rules over all. And frequent are the changes and uneven the transitions.
Τοῦ αὐτοῦ. Ματαιότης ἐστὶν ἕξις χειρίστη λογικῆς ψυχῆς, καθ' ἣν τὰς φθαρτὰς ἡδονὰς προαιρουμένη τῶν ἀϊδίων καὶ ἀφθάρτων καταφρονεῖ.
Of the same. Vanity is the worst habit of a rational soul, according to which, choosing corruptible pleasures, it despises the eternal and incorruptible things.
Κύριε, κλῖνον οὐρανούς σου, καὶ κατάβηθι· ἅψαι τῶν ὀρέων, καὶ καπνισθήσονται, κ. τ. ἑ. Ἁφή ἐστι Θεοῦ διδασκαλία πνευματικὴ, τὸν ἐκ τῆς κακίας ἀποκείμενον καπνὸν ταῖς ψυχαῖς ἐξελαύνουσα.
O Lord, bow Thy heavens, and come down; touch the mountains, and they shall smoke, etc. The touch of God is spiritual teaching, driving out the smoke laid up from wickedness in souls.
Ἐξαπόστειλον τὰ βέλη σου, καὶ συνταράξεις αὐτοὺς, κ. τ. ἑ. Ταῦτα τὰ βέλη ἀντίκεινται τοῖς πεπυρωμένοις βέλεσι τοῦ ἐχθροῦ.
Send forth Thy arrows, and Thou shalt confound them, etc. These arrows are opposed to the fiery arrows of the enemy.
Ἐξελοῦ με καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων, ὧν τὸ στόμα ἐλάλησε ματαιότητα, καὶ ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας, κ. τ. ἑ. Τῶν ἑτεροδόξων διὰ μεγάλα δόγματα
Rescue me and deliver me out of many waters, out of the hand of strange sons, whose mouth has spoken vanity, and their right hand is a right hand of iniquity, etc. Because of great doctrines, [the mouth] of the heterodox
PG 12:1672Read from the pageἐλάλησε τὸ στόμα ματαιότητα, διὰ δὲ τὰς πράξεις πονηρὰς ἡ δεξιὰ αὐτῶν δεξιὰ ἀδικίας. Οἱ ἀλλότριοι δὲ υἱοὶ οἴονταί τινα εἶναι δεξιὰ, ἅτινα ἀδικίας ἐστί· διὸ καὶ ὁ διάβολος ἵσταται ἐκ δεξιῶν αὐτῶν, ὡς καὶ τοῦ Ἰούδα.
their mouth spoke vanity, and because of their wicked deeds their right hand is a right hand of iniquity. And the strange sons suppose certain things to be on the right hand which are of iniquity; wherefore the devil also stands at their right hand, even as of Judas.
Τοῦ αὐτοῦ. Καὶ ὁ προφήτης φησί· « Πλὴν κρίμα λαλήσω πρὸς σέ· τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται; » Καὶ πάλιν ὁ Δαυῒδ φησι· « Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν ὁρῶν. »
Of the same. And the prophet says: "Yet I will speak judgements with Thee: why is it that the way of the ungodly prospers?" And again David says: "My steps were almost poured out, because I was jealous at the lawless, seeing the peace of sinners."
Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι, κ. τ. ἑ. Ὁ τὴν καινὴν Διαθήκην διατιθέμενος, τὴν καινὴν ᾠδὴν ᾄδει τῷ Θεῷ· ἢ ὁ τὸν καινὸν ἄρτον τῆς καινῆς Διαθήκης, καὶ τὸ ποτήριον ἀπὸ τοῦ Ἰησοῦ ἐν τῷ ἀνωγαίῳ λαβών.
O God, a new song I will sing unto Thee, etc. He who disposes the New Covenant sings the new song unto God; or he who received the new bread of the New Covenant, and the cup from Jesus in the upper room.
Ὧν οἱ υἱοὶ ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν, κ. τ. ἑ. Τοῦ μὲν διὰ τὸ φοβεῖσθαι τὸν Κύριον μακαρίου οἱ υἱοὶ « ὡσεὶ νεόφυτά » εἰσιν « ἐλαιῶν κύκλῳ τῆς τραπέζης » αὐτοῦ· τῶν δὲ ἀλλοτρίων υἱῶν οἱ υἱοὶ « ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. » Κἀκείνῳ μὲν οὖν οὐκ εἰσὶ θυγατέρες, τούτοις δὲ κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Κἀκείνῳ μέν εἰσιν υἱοὶ υἱῶν, τούτοις δὲ οὐχί. Ἔτι ἐκείνῳ μὲν οὐκ ἔστι ταμεῖον οὐδὲ ἀποθήκη· τούτων δὲ « ταμεῖα πλήρη, ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. » Καὶ κατὰ τὸ Εὐαγγέλιον δὲ τοῖς τρεφομένοις ὑπὸ τοῦ οὐρανίου Πατρὸς πετεινοῖς τοῦ οὐρανοῦ οὐκ ἔστι ταμιεῖον οὐδὲ ἀποθήκη. Καὶ πάλιν τούτοις ἐστὶ πρόβατα πολυτόκα πληθύνοντα οὐκ ἐν ἄλλοις τισὶν ἢ ταῖς ἐξόδοις αὐτῶν, καὶ βόες παχεῖς, ὁποῖοι οἱ τῆς Αἰγυπτίας εὐθηνίας.
Whose sons are as new plants established in their youth, etc. The sons of him who is blessed on account of fearing the Lord are "as new plants of olive trees round about his table"; whereas the sons of the strange sons are "as new plants established in their youth." And that man indeed has no daughters, whereas these have them beautified, adorned round about as the likeness of a temple. And that man indeed has sons of sons, whereas these do not. Moreover, that man has neither storehouse nor barn; whereas of these "the storehouses are full, pouring forth from this into that." And according to the Gospel too, the birds of heaven that are fed by the heavenly Father have neither storehouse nor barn. And again, these have prolific sheep multiplying in none other than their goings out, and fat oxen, such as those of the Egyptian abundance.
Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι, κ. τ. ἑ. Μακαριότης ἀδίκων ἐστὶ βίος ἀπενθὴς μετὰ χρημάτων πολλῶν· δικαίων δὲ μακαριότης ἀπάθεια ψυχῆς μετὰ γνώσεως Θεοῦ.
They called happy the people that has these things, etc. The happiness of the unjust is a life free from mourning with much wealth; whereas the happiness of the righteous is impassibility of soul with knowledge of God.
Ὑψώσω σε, ὁ Θεός μου, κ. τ. ἑ. Ὕψωσις πνευματική ἐστιν εὐχαριστία νοῦ καθαροῦ ἐπὶ τοῖς συμβᾶσιν αὐτῷ παρὰ τοῦ Θεοῦ ἀγαθοῖς.
I will exalt Thee, my God, etc. Spiritual exaltation is the thanksgiving of a pure mind over the good things that have happened to it from God.
Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, κ. τ. ἑ. Καὶ ἐν περιστάσεσι καὶ πειρασμοῖς ὢν εὐλογήσω σε, φησὶ, Κύριε· τουτέστι διηνεκῶς. Καὶ γὰρ πολλῶν ἐσμεν ὀφειλέται αὐτῷ, ὅτι οὐκ ὄντας ἐποίησεν, ὅτι τοιούτους εἰργάσατο, ὅτι γενομένους διακρατεῖ, ὅτι καθ' ἑκάστην προνοεῖ τὴν ἡμέραν καὶ κοινῇ καὶ ἰδίᾳ, καὶ λάθρα καὶ φανερῶς, καὶ οὐκ εἰδότων. Οὐ διὰ ταῦτα δὲ μόνον αἶνον ᾄδειν διαπαντὸς προσῆκεν, ἀλλὰ καὶ διὰ τὸ μεγαλεῖον τῆς δόξης αὐτοῦ, διὰ τὴν ἀκήρατον οὐσίαν. Καὶ γὰρ διὰ ταύτην ὀφείλεται παρ' ἡμῶν αὐτῷ αἶνος καὶ εὐλογία, καὶ διηνεκὴς εὐχαριστία, καὶ λατρεία, καὶ διακονία συνεχής. Τοῦτο γοῦν αὐτὸ δηλῶν ὁ Προφήτης ἐπήγαγεν.
Every day I will bless Thee, etc. Even when I am in distresses and temptations I will bless Thee, he says, O Lord; that is to say, continually. For indeed we are debtors to Him for many things: that when we did not exist He made us, that He wrought us such as we are, that once we came into being He sustains us, that every day He exercises providence both in common and in private, both secretly and openly, and even when we do not know it. Yet not on account of these things alone was it fitting to sing praise continually, but also on account of the majesty of His glory, on account of His undefiled essence. For indeed on account of this there are owed by us to Him praise and blessing, and continual thanksgiving, and worship, and unceasing service. Declaring this very thing, therefore, the Prophet added what follows.
PG 12:1673Read from the pageΜέγας ὁ Κύριος καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας, κ. τ. ἑ. Ἐπείπερ ἡ μεγαλωσύνη τοῦ Θεοῦ ἐν τῷ Χριστῷ καὶ ἐν τοῖς κτίσμασιν οὖσα θεωρεῖται, καὶ οὐκ ἔστι πέρας τῆς μεγαλωσύνης αὐτοῦ, μήποτε ἡ ἐξ ἀπείρου ἐπ' ἄπειρον καὶ ἐντεῦθεν παρίσταται τοῦ Θεοῦ εἰς τὰ ὄντα ὑπ' αὐτοῦ γενόμενα πρόνοια.
Great is the Lord and exceedingly to be praised, and of His greatness there is no end, etc. Seeing that the greatness of God is contemplated as being in Christ and in the creatures, and there is no end of His greatness, perhaps the providence of God from infinity unto infinity towards the things that have come into being by Him is presented from this also.
Τοῦ αὐτοῦ. Πάντων μὲν τῶν γεγονότων ἡ θεωρια πεπέρασται· μόνη δὲ ἡ γνῶσις τῆς ἁγίας Τριάδος ἐστὶν ἀπέραντος.
Of the same. The contemplation of all things that have come into being is bounded; whereas the knowledge of the Holy Trinity alone is boundless.
Καὶ οἱ οἰκτιρμοὶ αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, κ. τ. ἑ. Εἰ οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ, πῶς εἰσί τινες ἐφ' οὓς οὐ φθάνουσιν; Ἄρα καὶ ἐπ' αὐτοὺς οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ· εἰ μὴ ἄρα ἐπὶ μὲν τὰ ἔργα αὐτοῦ φθάνουσιν οἱ οἰκτιρμοὶ αὐτοῦ, ἐπὶ δὲ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ οὐ πάντως.
And His tender mercies are over all His works, etc. If the tender mercies of God are over all His works, how are there some to whom they do not reach? Then the tender mercies of God are over them also; unless perhaps His tender mercies reach to His works indeed, whereas to the works of His hands not altogether so.
Ἐξομολογησάσθωσάν σοι, Κύριε, πάντα τὰ ἔργα σου, καὶ οἱ ὅσιοί σου εὐλογησάσθωσάν σε, κ. τ. ἑ. Νῦν ἔργα τὰς φύσεις τὰς λογικὰς λέγει· αὗται γὰρ πεφύκασιν ἐξομολογεῖσθαι Θεῷ. Εἰ δ' ἀναπέμπεταί τις ἐξομολόγησις καὶ ἀπὸ τῆς λοιπῆς κτίσεως, Θεὸς ἂν εἰδείη.
Let all Thy works confess unto Thee, O Lord, and let Thy holy ones bless Thee, etc. Now he calls the rational natures works; for these are by nature fitted to confess unto God. But whether some confession is sent up from the rest of creation also, God would know.
Βασιλεία σου βασιλεία πάντων αἰώνων, κ. τ. ἑ. Εἰ ἡ βασιλεία τοῦ Θεοῦ ἡ θεωρία τῶν γεγονότων καὶ γενησομένων αἰώνων ἐστὶ, καλῶς εἴρηται τό· « Ἡ βασιλεία σου βασιλεία πάντων τῶν αἰώνων. »
Thy kingdom is a kingdom of all ages, etc. If the kingdom of God is the contemplation of the ages that have been and that shall be, well has it been said: "Thy kingdom is a kingdom of all the ages."
Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας αὐτὸν, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἐξολοθρεύσει, κ. τ. ἑ. Ἐξολόθρευσις ἁμαρτωλοῦ ἐστι λογικῆς ψυχῆς χωρισμὸς ἀπὸ τῆς συμπάσης κατὰ κακίαν ζωῆς.
The Lord keeps all who love Him, and all the sinners He will destroy, etc. The destruction of a sinner is the separation of a rational soul from the whole life according to wickedness.
Αἴνεσιν Κυρίου λαλήσει τὸ στόμα μου, καὶ εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, κ. τ. ἑ. Πᾶσα σὰρξ εὐλογοῦσα τὸ ὄνομα Κυρίου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ἔσται δηλονότι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος ὀψομένη τὸ σωτήριον τοῦ Θεοῦ.
My mouth shall speak the praise of the Lord, and let all flesh bless His holy name for ever and for ever and ever, etc. All flesh blessing the name of the Lord for ever and for ever and ever will evidently be for ever and for ever and ever seeing the salvation of God.
Τοῦ αὐτοῦ. Καὶ ὁ Παῦλός φησιν· « Οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ' ἐν πλαξὶ καρδίας σαρκίναις. » Πλὰξ τοίνυν σαρκίνη ἐστὶ ψυχὴ λογικὴ εὐκόλως ὑποδεχομένη τὸν τοῦ Θεοῦ νόμον. Ἔστι δὲ καὶ ψεκτὴ σὰρξ, ὡς τό· « Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. » Καὶ πάλιν ὁ Παῦλός φησι· « Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται. » Ἐνταῦθα γὰρ σὰρξ τὴν κακίαν σημαίνει.
Of the same. And Paul says: "Not in tables of stone, but in fleshy tables of the heart." A fleshy table, therefore, is a rational soul easily receiving the law of God. And there is also blameworthy flesh, as in: "My Spirit shall by no means abide in these men, because they are flesh." And again Paul says: "Flesh and blood cannot inherit the kingdom of God." For here flesh signifies wickedness.
Τὸν φυλάσσοντα ἀλήθειαν εἰς τὸν αἰῶνα, ποιοῦντα κρίσιν τοῖς ἀδικουμένοις, διδόντα τροφην τοῖς πεινῶσιν, κ. τ. ἑ. Ἀλήθειαν εἶπε τὸν ἀληθινὸν, ἀπὸ τῆς ἕξεως ὀνομάσας τὸν μετέχοντα τῆς
Who keeps truth for ever, executing judgement for the wronged, giving food to the hungry, etc. He called him who is true "truth," naming from the habit him who partakes of the
Notes, col. 1673
On the reading
Printed θεωρια, for θεωρία.
Printed τροφην, for τροφὴν.
PG 12:1676Read from the pageἕξεως· οὕτω καὶ ἐλεημοσύνην ἀγαπᾷ καὶ κρίσιν, τουτέστιν ἐλεήμονα καὶ δικαιόκριτον. Καὶ παρὰ Παύ⟨λῳ·⟩ « ἀγάπη οὐ περπερεύεται, » ἀντὶ τοῦ, ὁ ἔχων τ⟨ὴν⟩ ἀγάπην. Κατὰ τὰ αὐτὰ δὲ καὶ ἀπὸ τῶν χειρόν⟨ων⟩ ἕξεων εὑρήσεις ὀνομαζομένους τοὺς κεκτημέν⟨ους⟩ αὐτάς.
habit; thus also He loves mercy and judgement, that is to say, the merciful man and the righteous judge. And in Paul: "charity does not behave rashly," instead of, he who has charity. And in the same way from the worse habits also you will find those who possess them named.
Κύριος λύει πεπεδημένους, Κύριος σοφοῖ τυφλοὺς, Κύριος ἀνορθοῖ κατερῥαγμένους, κ. τ. ἑ. Οὔτε τὰ πράγματα δεσμοῖ τὸν νοῦν, οὔτε τὰ τούτων νοήματα, ἀλλὰ τὰ ἐμπαθῆ τῶν πραγμάτων νο⟨ή⟩ματα. Καὶ γὰρ τὸν χρυσὸν ὁ Κύριος ἔκτισε, καὶ αὐτὸς τὴν γυναῖκα ἐποίησεν, οὐδὲν δὲ τῶν γεγονότων ὑπὸ Θεοῦ ἐναντιοῦται τῇ σωτηρίᾳ τῶν ἀνθρώπων, ἀλλ' ἡ πορνεία καὶ ἡ πλεονεξία δεσμοῦσι τὸν νοῦν, ἀναγκάζουσι χρονίζειν τὰ νοήματα τῶν πραγμάτων ἐν καρδίᾳ.
The Lord looses the fettered, the Lord makes wise the blind, the Lord raises up the broken down, etc. Neither do things bind the mind, nor the thoughts of them, but the impassioned thoughts of things. For indeed the Lord created gold, and He Himself made woman, and nothing of the things that have come into being by God opposes the salvation of men, but fornication and covetousness bind the mind, and compel the thoughts of things to linger in the heart.
Τοῦ αὐτοῦ. Ἐκείνους δηλαδὴ λέγει τυφλοὺς, τοὺς μήτε τὰ ἑαυτῶν κατορθώματα, μήτε τῶν ἄλλων τὰ ἐλαττώματα καταβλέποντας.
Of the same. He evidently calls those blind who perceive neither their own right actions nor the failings of others.
Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ὁ Χριστὸς ἐβασίλευσε μὲν πρὸ τῶν αἰώνων ἄσαρκος, ἐβασίλευσε δὲ καὶ τῇ σαρκὶ αἰωνίως. Ταῦτα δὲ τὸ Πνεῦμα τὸ ἅγιον εὐαγγελίζεται τῇ Ἐκκλησίᾳ.
The Lord shall reign for ever, etc. Christ reigned indeed before the ages without flesh, and He reigned also in the flesh eternally. And these things the Holy Spirit proclaims as good tidings to the Church.
Οἰκοδομῶν Ἱερουσαλὴμ ὁ Κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, κ. τ. ἑ. Οὓς διασκορπίζει ἡ κακία, τούτους συνάγει ἡ ἀρετή. Οὕτω καὶ Κύριος ἐν τοῖς Εὐαγγελίοις· « Καὶ ὁ μὴ συνάγων μετ' ἐμοῦ, σκορπίζει. »
Building up Jerusalem, the Lord will also gather together the dispersions of Israel, etc. Those whom wickedness scatters abroad, virtue gathers together. Thus also the Lord in the Gospels: "And he who does not gather with Me, scatters."
Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ. τ. ἑ. Ὁ ἀριθμὸς ᾧ χρώμενος ὁ Θεὸς ἀριθμεῖ τὰ λογικὰ, καταστάσεως ἄστρων μηνύει διαφορὰς, καὶ ἃ τίθησιν ὀνόματα αὐτοῖς διαφόρους πνευματικὰς γνώσεις σημαίνει. Περὶ δὲ τῶν ἑρπετῶν τῶν ἐν τῇ θαλάσσῃ φησίν· « Ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός. » Πῶς γὰρ ἐφαρμοσθήσεται ὁ πνευματικὸς ἀριθμὸς τοῖς ἕρπουσιν ἐπὶ γαστέρα, καὶ δουλεύουσιν ἡδοναῖς, ὧν « ὁ θυμὸς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως, καὶ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν; » Καὶ πάλιν ὁ Σολομὼν πολλοὺς λέγει τοὺς τετρωμένους ὑπὸ κακίας, καὶ ἀναριθμήτους τοὺς πεφονευμένους.
Who numbers the multitudes of stars, etc. The number which God uses when He numbers rational beings indicates differences of the constitution of stars, and the names which He gives them signify different spiritual knowledges. But concerning the creeping things that are in the sea He says: "There are creeping things of which there is no number." For how shall spiritual number be fitted to those who creep upon the belly and serve pleasures, whose "wrath is according to the likeness of the serpent, and the poison of asps is under their lips?" And again Solomon says that many are those wounded by wickedness, and numberless those slain.
Ἀναλαμβάνων πραεῖς ὁ Κύριος, ταπεινῶν δὲ ἁμαρτωλοὺς ἕως τῆς γῆς, κ. τ. ἑ. Ζητητέον πόθεν ταπεινοῖ τοὺς ἁμαρτωλούς. Διδάσκει δὲ τὸ ὅπου εἰπὼν, « ἕως γῆς. » Καὶ μήποτε ταπεινοῖ, ποιῶν εἶναι ἐν τῷ γηΐνῳ τῆς ταπεινώσεως σώματι. Ἀναλαμβάνει μὲν οὖν πραεῖς, οὓς πρότερον ἐταπείνωσε· ταπεινοῖ δὲ ἕως γῆς ἁμαρτωλοὺς, πρὸ τῆς ἁμαρτίας ὄντας ἐν ὕψει.
Lifting up the meek is the Lord, and humbling sinners even to the earth, etc. One must inquire from whence He humbles sinners. And He teaches the whither by saying, "even to the earth." And perhaps He humbles them by making them to be in the earthly body of humiliation. He lifts up, therefore, the meek, whom He previously humbled; and He humbles even to the earth sinners, who before sin were on high.
Τῷ περιβάλλοντι τὸν οὐρανὸν ἐν νεφέλαις, κ. τ. ἑ. Περιβάλλεται καὶ καλύπτεται ὁ οὐρανὸς καὶ τὰ θειότερα νεφέλαις, ἐφ' ἃς φθάνει ἡ ἀλήθεια.
To Him Who covers the heaven with clouds, etc. Both the heaven and the more divine things are covered and veiled with clouds, unto which truth reaches.
PG 12:1677Read from the pageὍτι ἐνίσχυσε τοὺς μοχλοὺς τῶν πυλῶν σου, κ. τ. ἑ. Μοχλοὶ, οἶμαι, τῶν πυλῶν εἰσιν Ἱερουσαλὴμ συνεχόμενοι ὑπὸ Κυρίου, τὰ ὑπὲρ τῆς θεωρουμένης ἀληθείας καὶ καταλαμβανομένης λογικὰ δυνατῶς αὐτὴν παριστάντα.
Because He has strengthened the bars of thy gates, etc. The bars of the gates of Jerusalem held together by the Lord are, I think, the rational arguments on behalf of the truth contemplated and apprehended, powerfully establishing it.
Τοῦ αὐτοῦ. Μοχλοὶ μὲν τῆς Ἱερουσαλήμ εἰσιν αἱ πρακτικαὶ ἀρεταὶ κωλύουσαι τοὺς ἐχθροὺς παρεισδῦναι· τῆς δὲ Σιὼν τὰ οὐράνια δόγματα καὶ ἡ ὀρθὴ πίστις τῆς προσκυνητῆς καὶ ἁγίας Τριάδος, εἴπερ ἡ μὲν Ἱερουσαλὴμ τὴν ψυχὴν σημαίνει, ἡ δὲ Σιὼν τὸν νοῦν. Ἑρμηνεύεται γὰρ Ἱερουσαλὴμ μὲν ὅρασις εἰρήνης, Σιὼν δὲ σκοπευτήριον.
Of the same. The bars of Jerusalem are the practical virtues preventing the enemies from slipping in; whereas those of Sion are the heavenly doctrines and the right faith of the adorable and Holy Trinity, seeing that Jerusalem signifies the soul, and Sion the mind. For Jerusalem is interpreted vision of peace, and Sion watchtower.
Ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, κ. τ. ἑ. Τὰ ὅρια τῆς Ἱερουσαλὴμ εἰρήνη ἐστὶ πάντα· ἔξω δὲ τῶν ὁρίων αὐτῆς οὐκ ἔστιν εἰρήνη· διὸ ὁ μὴ ἐν εἰρήνῃ ἔξω ἐστὶ τῶν ὁρίων Ἱερουσαλήμ.
Who makes thy borders peace, etc. All the borders of Jerusalem are peace; and outside her borders there is not peace; wherefore he who is not in peace is outside the borders of Jerusalem.
Τοῦ αὐτοῦ. Ὅρια τῆς εἰρήνης φασὶν εἶναι τὴν ἀπάθειαν τῆς ψυχῆς.
Of the same. They say that the borders of peace are the impassibility of the soul.
Καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε, κ. τ. ἑ. Ὅμοιον ἐν ὀγδοηκοστῷ οὕτως· « Καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ. » Ὁ κόκκος τοῦ σίτου ὁ Σωτήρ ἐστι· διὸ καὶ πυρός ἐστιν οὗ ἐμπίπλησιν ὁ Θεὸς τὴν Ἱερουσαλήμ.
And filling thee with the fat of wheat, etc. Like this is that in the eightieth Psalm, thus: "And He fed them from the fat of wheat." The grain of wheat is the Saviour; wherefore He is also the wheat wherewith God fills Jerusalem.
Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, κ. τ. ἑ. Γῆν ἐνταῦθα ἀλληγορεῖ, τάχα μὲν καὶ ἡμᾶς τοὺς ἐν ὀστρακίνοις σκεύεσι τὸν θησαυρὸν περιφέροντας· ἄμεινον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ ἐκδέχεσθαι τὸν ἐν τῇ σαρκὶ, ἣν χωρῆσαι ἠθέλησε τὸν τοσοῦτον Κύριον.
Who sends forth His oracle to the earth, etc. Here he allegorizes earth, perhaps indeed as us also who carry about the treasure in earthen vessels; but it is better to understand the Son of God in the flesh, which He willed to contain so great a Lord.
Τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον, ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος, κ. τ. ἑ. Διττῶς λέγεται διδόναι Θεὸς, ἢ συγχωρῶν ἢ ἐνεργῶν· ὡς εἰ καὶ περὶ τοῦ ἡλίου τις ἔλεγεν, ὅτι αὐτός ἐστιν ὁ τὴν ἡμέραν ποιῶν καὶ τὴν νύκτα, ἀλλ' ἡμέραν μὲν λάμπων, νύκτα δὲ ὑποχωρῶν. Κατὰ οὖν τὸ δεύτερον σημαινόμενον τὸ διδόναι τὸν Θεὸν ἐνταῦθα νομιστέον, εἴπερ ἀποστέλλων τὸν λόγον αὐτοῦ τήκει αὐτά.
Who gives snow like wool, scattering mist like ashes, etc. God is said to give in two ways, either as permitting or as working; as if someone should say concerning the sun also, that it is itself the one that makes the day and the night, yet the day by shining, and the night by withdrawing. According to the second signification, therefore, God's giving must be understood here, seeing that by sending forth His word He melts them.
Ἐξαποστελεῖ τὸν λόγον αὐτοῦ, καὶ τήξει αὐτὰ, κ. τ. ἑ. Ἡ χιὼν καὶ ὁ κρύσταλλος, καὶ ἡ ὁμίχλη καὶ τὸ ψῦχος κατὰ στέρησιν τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπισυμβαίνει τῇ φύσει τῇ λογικῇ, ἅπερ ἔτηξεν ὁ τοῦ Θεοῦ Λόγος ἀποσταλείς· « Πῦρ γὰρ, φησὶν, ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. »
He will send forth His word, and melt them, etc. The snow and the ice, and the mist and the cold happen to the rational nature by privation of the sun of righteousness, which things the Word of God when sent forth melted: "For fire," He says, "I came to cast upon the earth."
Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, κ. τ. ἑ. Αἶνός ἐστιν ὕμνος εἰς Θεὸν ἐπὶ τῇ θεωρίᾳ τῶν γεγονότων.
Praise the Lord from the heavens, etc. Praise is a hymn unto God upon the contemplation of the things that have come into being.
Αἰνεῖτε αὐτὸν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς, κ. τ. ἑ. Τὸ φῶς νῦν συμβολικῶς λογικὴν φύσιν σημαίνει· « Ὑμεῖς γὰρ, φησὶν, ἐστὲ τὸ φῶς τοῦ κόσμου. »
Praise Him, all ye stars and light, etc. The light now symbolically signifies rational nature: "For you," He says, "are the light of the world."